Main Text

A

624 Link 1

ΑΘ.‎ Θεὸς ἤ τις ἀνθρώπων ὑμῖν, ὦ ξένοι, εἴληφε τὴν

2αἰτίαν τῆς τῶν νόμων διαθέσεως‎;

3

ΚΛ.‎ Θεός, ὦ ξένε, θεός, ὥς γε τὸ δικαιότατον εἰπεῖν·

4παρὰ μὲν ἡμῖν Ζεύς, παρὰ δὲ Λακεδαιμονίοις, ὅθεν ὅδε

5ἐστίν, οἶμαι φάναι τούτους Ἀπόλλωνα. ἦ γάρ‎;

6

ΜΕ.‎ Ναί‎.

7

ΑΘ.‎ Μῶν οὖν καθʼ Ὅμηρον λέγεις ὡς τοῦ Μίνω φοι-

bCritical Apparatus1τῶντος πρὸς τὴν τοῦ πατρὸς ἑκάστοτε συνουσίαν διʼ ἐνάτου

2ἔτους καὶ κατὰ τὰς παρʼ ἐκείνου φήμας ταῖς πόλεσιν ὑμῖν

3θέντος τοὺς νόμους‎;

4

ΚΛ.‎ Λέγεται γὰρ οὕτω παρʼ ἡμῖν· καὶ δὴ καὶ τὸν ἀδελ-

5φόν γε αὐτοῦ Ῥαδάμανθυν—ἀκούετε γὰρ τὸ ὄνομα—δικαιό-

625 Link 1τατον γεγονέναι. τοῦτον οὖν φαῖμεν ἂν ἡμεῖς γε οἱ Κρῆτες,

2ἐκ τοῦ τότε διανέμειν τὰ περὶ τὰς δίκας, ὀρθῶς τοῦτον τὸν

3ἔπαινον αὐτὸν εἰληφέναι‎.

4

ΑΘ.‎ Καὶ καλόν γε τὸ κλέος ὑεῖ τε Διὸς μάλα πρέπον.

5ἐπειδὴ δὲ ἐν τοιούτοις ἤθεσι τέθραφθε νομικοῖς σύ τε καὶ

Critical Apparatus6ὅδε, προσδοκῶ οὐκ ἂν ἀηδῶς περί τε πολιτείας τὰ νῦν

7καὶ νόμων τὴν διατριβήν, λέγοντάς τε καὶ ἀκούοντας ἅμα κατὰ

b1τὴν πορείαν, ποιήσασθαι. πάντως δ' ἥ γε ἐκ Κνωσοῦ ὁδὸς

2εἰς τὸ τοῦ Διὸς ἄντρον καὶ ἱερόν, ὡς ἀκούομεν, ἱκανή, καί

pg 153ἀνάπαυλαι κατὰ τὴν ὁδόν, ὡς εἰκός, πνίγους ὄντος τὰ νῦν,

4ἐν τοῖς ὑψηλοῖς δένδρεσίν εἰσι σκιαραί, καὶ ταῖς ἡλικίαις

5πρέπον ἂν ἡμῶν εἴη τὸ διαναπαύεσθαι πυκνὰ ἐν αὐταῖς,

6λόγοις τε ἀλλήλους παραμυθουμένους τὴν ὁδὸν ἅπασαν οὕτω

7μετὰ ῥᾳστώνης διαπερᾶναι‎.

8

ΚΛ.‎ Καὶ μὴν ἔστιν γε, ὦ ξένε, προϊόντι κυπαρίττων τε

c Link 1ἐν τοῖς ἄλσεσιν ὕψη καὶ κάλλη θαυμάσια, καὶ λειμῶνες ἐν

2οἷσιν ἀναπαυόμενοι διατρίβοιμεν ἄν‎.

3

ΑΘ.‎ Ὀρθῶς λέγεις‎.

4

ΚΛ.‎ Πάνυ μὲν οὖν·ἰδόντες δὲ μᾶλλον φήσομεν. ἀλλ'

5ἴωμεν ἀγαθῇ τύχῃ‎.

6

ΑΘ.‎ Ταῦτ' εἴη. καί μοι λέγε· κατὰ τί τὰ συσσίτιά

7τε ὑμῖν συντέταχεν ὁ νόμος καὶ τὰ γυμνάσια καὶ τὴν τῶν

8ὅπλων ἕξιν‎;

9

ΚΛ.‎ Οἶμαι μέν, ὦ ξένε, καὶ παντὶ ῥᾴδιον ὑπολαβεῖν εἶναι

10τά γε ἡμέτερα. τὴν γὰρ τῆς χώρας πάσης Κρήτης φύσιν

d Link 1ὁρᾶτε ὡς οὐκ ἔστι, καθάπερ ἡ τῶν Θετταλῶν, πεδιάς, διὸ

2δὴ καὶ τοῖς μὲν ἵπποις ἐκεῖνοι χρῶνται μᾶλλον, δρόμοισιν

3δὲ ἡμεῖς· ἥδε γὰρ ἀνώμαλος αὖ καὶ πρὸς τὴν τῶν πεζῇ

4δρόμων ἄσκησιν μᾶλλον σύμμετρος. ἐλαφρὰ δὴ τὰ ὅπλα

5ἀναγκαῖον ἐν τῷ τοιούτῳ κεκτῆσθαι καὶ μὴ βάρος ἔχοντα

6θεῖν· τῶν δὴ τόξων καὶ τοξευμάτων ἡ κουφότης ἁρμόττειν

Critical Apparatus7δοκεῖ. ταῦτ' οὖν πρὸς τὸν πόλεμον ἡμῖν ἅπαντα ἐξήρτυται,

e Link 1καὶ πάνθ' ὁ νομοθέτης, ὥς γ' ἐμοὶ φαίνεται, πρὸς τοῦτο βλέ-

2πων συνετάττετο· ἐπεὶ καὶ τὰ συσσίτια κινδυνεύει συναγα-

3γεῖν, ὁρῶν ὡς πάντες ὁπόταν στρατεύωνται, τόθʼ ὑπ' αὐτοῦ

4τοῦ πράγματος ἀναγκάζονται φυλακῆς αὑτῶν ἕνεκα συσσι-

5τεῖν τοῦτον τὸν χρόνον. ἄνοιαν δή μοι δοκεῖ καταγνῶναι τῶν

6πολλῶν ὡς οὐ μανθανόντων ὅτι πόλεμος ἀεὶ πᾶσιν διὰ βίου

7συνεχής ἐστι πρὸς ἁπάσας τὰς πόλεις· εἰ δὴ πολέμου γε

8ὄντος φυλακῆς ἕνεκα δεῖ συσσιτεῖν καί τινας ἄρχοντας καὶ

6261ἀρχομένους διακεκοσμημένους εἶναι φύλακας αὐτῶν, τοῦτο

pg 16 Link 2καὶ ἐν εἰρήνῃ δραστέον. ἣνγὰρ καλοῦσιν οἱ πλεῖστοι τῶν

3ἀνθρώπων εἰρήνην, τοῦτ' εἶναι μόνον ὄνομα, τῷ δ' ἔργῳ

4πάσαις πρὸς πάσας τὰς πόλεις ἀεὶ πόλεμον ἀκήρυκτον κατὰ

Link 5φύσιν εἶναι. καὶ σχεδὸν ἀνευρήσεις, οὕτω σκοπῶν, τὸν

6Κρητῶν νομοθέτην ὡς εἰς τὸν πόλεμον ἅπαντα δημοσίᾳ καὶ

7ἰδίᾳ τὰ νόμιμα ἡμῖν ἀποβλέπων συνετάξατο, καὶ κατὰ ταῦτα

b Link 1οὕτω φυλάττειν παρέδωκε τοὺς νόμους, ὡς τῶν ἄλλων οὐδενὸς

Critical Apparatus2οὐδὲν ὄφελος ὂν οὔτε κτημάτων οὔτʼ ἐπιτηδευμάτων, ἂν

3μὴ τῷ πολέμῳ ἄρα κρατῇ τις, πάντα δὲ τὰ τῶν νικωμένων

4ἀγαθὰ τῶν νικώντων γίγνεσθαι‎.

5

ΑΘ.‎ Καλῶς γε, ὦ ξένε, φαίνῃ μοι γεγυμνάσθαι πρὸς τὸ

6διειδέναι τὰ Κρητῶν νόμιμα. τόδε δέ μοι φράζε ἔτι σαφέ-

7στερου· ὃν γὰρ ὅρον ἔθου τῆς εὖ πολιτευομένης πόλεως,

c Link 1δοκεῖς μοι λέγειν οὕτω κεκοσμημένην οἰκεῖν δεῖν, ὥστε

2πολέμῳ νικᾶν τὰς ἄλλας πόλεις. ἦ γάρ‎;

3

ΚΛ.‎ Πάῦν μὲν οὖν οἶμαι δὲ καὶ τῷδε οὕτω συνδοκεῖν‎.

4

ΜΕ.‎ Πῶς γὰρ ἂν ἄλλως ἀποκρίναιτο, ὦ θεῖε, Λακεδαι-

5μονίων γε ὁστισοῦν‎;

Link 6

ΑΘ.‎ Πότερʼ οὖν δὴ πόλεσι μὲν πρὸς πόλεις ὀρθὸν τοῦτʼ

7ἐστί, κώμῃ δὲ πρὸς κώμην ἕτερον‎;

8

ΚΛ.‎ Οὐδαμῶς‎.

9

ΑΘ.‎ Ἀλλὰ ταὐτόν‎;

10

ΚΛ.‎ Ναί‎.

11

ΑΘ.‎ Τί δέ; πρὸς οἰκίαν οἰκίᾳ τῶν ἐν τῇ κώμῃ, καὶ πρὸς

12ἄνδρα ἀνδρὶ ἑνὶ πρὸς ἕνα, ταὐτὸν ἔτι‎;

13

ΚΛ.‎ Ταὐτόν‎.

d Link 1

ΑΘ.‎ Αὐτῷ δὲ πρὸς αὑτὸν πότερον ὡς πολεμίῳ πρὸς

Critical Apparatus2πολέμιον διανοητέον; ἢ πῶς ἔτι λέγομεν‎;

3

ΚΛ.‎ Ὦ ξένε Ἀθηναῖε—οὐ γάρ σε Ἀττικὸν ἐθέλοιμ' ἂν

4προσαγορεύειν· δοκεῖς γάρ μοι τῆς θεοῦ ἐπωνυμίας ἄξιος

5εἶναι μᾶλλον ἐπονομάζεσθαι· τὸν γὰρ λόγον ἐπ' ἀρχὴν

pg 176ὀρθῶς ἀναγαγὼν σαφέστερον ἐποίησας, ὥστε ῥᾷον ἀνευρή-

Critical Apparatus Link 7σεις ὅτι νυνδὴ ὑφ' ἡμῶν ὀρθῶς ἐρρήθη τὸ πολεμίους εἶναι

8παντας πᾶσιν δημοσίᾳ τε, καὶ ἰδίᾳ ἑκάστους αὐτοὺς σφίσιν

9αὐτοῖς‎.

e Link 1

ΑΘ.‎ Πῶς εἴρηκας, ὦ θαυμάσιε‎;

Link 2

ΚΛ.‎ Κἀνταῦθα, ὦ ξένε, τὸ νικᾶν αὐτὸν αὑτὸν πασῶν

3νικῶν πρώτη τε καὶ ἀρίστη, τὸ δὲ ἡττᾶσθαι αὐτὸν ὑφ' ἑαυτοῦ

4πάντων αἴσχιστόν τε ἅμα καὶ κάκιστον. ταῦτα γὰρ ὡς πολέ-

5μου ἐν ἑκάστοις ἡμῶν ὄντος πρὸς ἡμᾶς αὐτοὺς σημαίνει‎.

6

ΑΘ.‎ Πάλιν τοίνυν τὸν λόγον ἀναστρέψωμεν. ἐπειδὴ

7γὰρ εἷς ἕκαστος ἡμῶν ὁ μὲν κρείττων αὑτοῦ, ὁ δὲ ἥττων

6271ἐστί, πότερα φῶμεν οἰκίαν τε καὶ κώμην καὶ πόλιν ἔχειν

2ταὐτὸν τοῦτο ἐν αὑταῖς ἢ μὴ φῶμεν‎;

3

ΚΛ.‎ Τὸ κρείττω τε ἑαυτῆς εἶναι λέγεις τινά, τὴν δ' ἥττω‎;

4

ΑΘ.‎ Ναί‎.

5

ΚΛ.‎ Καὶ τοῦτο ὀρθῶς ἤρου··πάνυ γὰρ ἔστι καὶ σφόδρα

6τὸ τοιοῦτον, οὐχ ἥκιστα ἐν ταῖς πόλεσιν. ἐν ὁπόσαις μεν

7γὰρ οἱ ἀμείνονες νικῶσιν τὸ πλῆθος καὶ τοὺς χείρους, ὀρθῶς

8ἂν αὕτη κρείττων τε ἑαυτῆς λέγοιθ' ἡ πόλις, ἐπαινοῖτό

9τε ἂν δικαιότατα τῇ τοιαύτῃ νίκῃ· τοὐναντίον δέ, ὅπου

10τἀναντία‎.

b 1

ΑΘ.‎ Τὸ μὲν τοίνυν εἰ ποτέ ἐστίν που τὸ χεῖρον κρεῖττον

2τοῦ ἀμείνονος ἐάσωμεν—μακροτέρου γὰρ λόγου—τὸ δὲ ὑπὸ

3σοῦ λεγόμενον μανθάνω νῦν, ὥς ποτε πολῖται, συγγενεῖς καὶ

4τῆς αὐτῆς πόλεως γεγονότες, ἄδικοι καὶ πολλοὶ συνελθόντες,

5δικαίους ἐλάττους ὄντας βιάσονται δουλούμενοι, καὶ ὅταν

6μὲν κρατήσωσιν, ἥττων ἡ πόλις αὑτῆς ὀρθῶς αὕτη λέγοιτʼ

7ἂν ἅμα καὶ κακή, ὅπου δ' ἂν ἡττῶνται, κρείττων τε καὶ

8ἀγαθή‎.

c 1

ΚΛ.‎ Καὶ μάλα ἄτοπον, ὦ ξένε, τὸ νῦν λεγόμενον· ὅμως

2δὲ ὁμολογεῖν οὕτως ἀναγκαιότατον‎.

3

ΑΘ.‎ Ἔχε δή. καὶ τόδε πάλιν ἐπισκεψώμεθα· πολλοὶ

pg 184ἀδελφοί που γένοιντʼ ἂν ἑνὸς ἀνδρός τε καὶ μιᾶς ὑεῖς, καὶ

Critical Apparatus5δὴ καὶ θαυμαστὸν οὐδὲν τοὺς πλείους μὲν ἀδίκους αὐτῶν

6γίγνεσθαι, τοὺς δὲ ἐλάττους δικαίους‎.

7

ΚΛ.‎ Οὐ γὰρ οὖν‎.

8

ΑΘ.‎ Καὶ οὐκ ἂν εἴη γε πρέπον ἐμοί τε καὶ ὑμῖν τοῦτο

9θηρεύειν, ὅτι νικώντων μὲν τῶν πονηρῶν ἥ τε οἰκία καὶ ἡ

10συγγένεια αὕτη πᾶσα ἥττων αὑτῆς λέγοιτʼ ἄν, κρείττων δέ

d1ἡττω μένων• οὐ γὰρ εὐσχημοσύνης τε καὶ ἀσχημοσύνης

2ῥημάτων ἕνεκα τὰ νῦν σκοπούμεθα πρὸς τὸν τῶν πολλῶν

3λόγον, ἀλλ' ὀρθότητός τε καὶ ἁμαρτίας πέρι νόμων, ἥτις

4ποτʼ ἐστὶν φύσει‎.

5

ΚΛ.‎ Ἀληθέστατα, ὦ ξένε, λέγεις‎.

Critical Apparatus6

ΜΕ.‎ Καλῶς μὲν οὖν, ὥς γε ἐμοὶ συνδοκεῖν, τό γε τοσοῦ-

7τον, τὰ νῦν‎.

8

ΑΘ.‎ Ἴδωμεν δὴ καὶ τόδε· τούτοις τοῖς ἄρτι λεγομένοις

9ἀδελφοῖς γένοιτ' ἄν πού τις δικαστής‎;

10

ΚΛ.‎ Πάνυ γε‎.

Link 11

ΑΘ.‎ Πότερος οὖν ἀμείνων, ὅστις τοὺς μὲν ἀπολέσειεν

e1αὐτῶν ὅσοι κακοί, τοὺς δὲ βελτίους ἄρχειν αὐτοὺς αὑτῶν

2προστάξειεν, ἢ ὅδε ὃς ἂν τοὺς μὲν χρηστοὺς ἄρχειν, τοὺς

Critical Apparatus3χείρους δ' ἐάσας ζῆν ἄρχεσθαι ἑκόντας ποιήσειεν; τρίτον

4δέ που δικαστὴν πρὸς ἀρετὴν εἴπωμεν, εἴ τις εἴη τοιοῦτος

5ὅστις παραλαβὼν συγγένειαν μίαν διαφερομένην, μήτεἀπο-

628 Link 1λέσειεν μηδένα, διαλλάξας δὲ εἰς τὸν ἐπίλοιπον χρόνον,

2νόμους αὐτοῖς θείς, πρὸς ἀλλή λους παραφυ λάττειν δύναιτο

3ὥστε εἶναι φίλους‎.

4

ΚΛ.‎ Μακρῷ ἀμείνων γίγνοιτʼ ἂν ὁ τοιοῦτος δικαστής τε

5καὶ νομοθέτης‎.

6

ΑΘ.‎ Καὶ μὴν τοὐναντίον γε ἢ πρὸς πόλεμον ἂν βλέπων

7αὐτοῖς τοὺς νόμους διανομοθετοῖ‎.

8

ΚΛ.‎ Τοῦτο μὲν ἀληθές‎.

pg 199

ΑΘ.‎ Τί δ' ὁ τὴν πόλιν συναρμόττων; πρὸς πόλεμον

10αὐτῆς ἂν τὸν ἔξωθεν βλέπων τὸν βίον κοσμοῖ μᾶλλον,

b Link 1ἢ πρὸς πόλεμον τὸν ἐν αὐτῇ γιγνόμενον ἑκάστοτε, ἣ δὴ

Critical Apparatus2καλεῖται στάσις; ὃν μάλιστα μὲν ἅπας ἂν βούλοιτο μήτε

3γενέσθαι ποτὲ ἐν ἑαυτοῦ πόλει γενόμενόν τε ὡς τάχιστα

4ἀπαλλάττεσθαι‎.

5

ΚΛ.‎ Δῆλον ὅτι πρὸς τοῦτον‎.

6

ΑΘ.‎ Πότερα δὲ ἀπολομένων αὖ τῶν ἑτέρων εἰρήνην τῆς

7στάσεως γενέσθαι, νικησάντων δὲ ποτέρων, δέξαιτʼ ἄν τις,

8μᾶλλον ἢ φιλίας τε καὶ εἰρήνης ὑπὸ διαλλαγῶν γενομένης,

Critical Apparatus9οὕτω τοῖς ἔξωθεν πολεμίοις προσέχειν ἀνάγκην εἶναι τὸν

c1νοῦν‎;

2

ΚΛ.‎ Οὕτω πᾶς ἂν ἐθέλοι πρότερον ἢ ʼκείνως περὶ τὴν

3αὑτοῦ γίγνεσθαι πόλιν‎.

4

ΑΘ.‎ Οὐκοῦν καὶ νομοθέτης ὡσαύτως‎;

5

ΚΛ.‎ Τί μήν;

6

ΑΘ.‎ Ἆρα οὖν οὐ τοῦ ἀρίστου ἕνεκα πάντα ἂν τὰ νόμιμα

7τιθείη πᾶς‎;

8

ΚΛ.‎ Πῶς δ' οὔ‎;

Link 9

ΑΘ.‎ Τό γε μὴν ἄριστον οὔτε ὁ πόλεμος οὔτε ἡ στάσις,

10ἀπευκτὸν δὲ τὸ δεηθῆναι τούτων, εἰρήνη δὲ πρὸς ἀλλήλους

11ἅμα καὶ φιλοφροσύνη, καὶ δὴ καὶ τὸ νικᾶν, ὡς ἔοικεν, αὐτὴν

d1αὑτὴν πόλιν οὐκ ἦν τῶν ἀρίστων ἀλλὰ τῶν ἀναγκαίων·

2ὅμοιον ὡς εἰ κάμνον σῶμα ἰατρικῆς καθάρσεως τυχὸν ἡγοῖτό

3τις ἄριστα πράττειν τότε, τῷ δὲ μηδὲ τὸ παράπαν δεηθέντι

4σώματι μηδὲ προσέχοι τὸν νοῦν, ὡσαύτως δὲ καὶ πρὸς

5πόλεως εὐδαιμονίαν ἢ καὶ ἰδιώτου διανοούμενος οὕτω τις

Critical Apparatus6οὔτʼ ἄν ποτε πολιτικὸς γένοιτο ὀρθῶς, πρὸς τὰ ἔξωθεν πολε-

7μικὰ ἀποβλέπων μόνον καὶ πρῶτον, οὔτʼ ἂν νομοθέτης

8ἀκριβής, εἰ μὴ χάριν εἰρήνης τὰ πολέμου νομοθετοῖ μᾶλλον

e1ἢ τῶν πολεμικῶν ἕνεκα τὰ τῆς εἰρήνης‎.

pg 202

ΚΛ.‎ Φαίνεται μέν πως ὁ λόγος οὗτος, ὦ ξένε, ὀρθῶς

3εἰρῆσθαι, θαυμάζω γε μὴν εἰ τά τε παρ' ἡμῖν νόμιμα καὶ

4ἔτι τὰ περὶ Λακεδαίμονα μὴ πᾶσαν τὴν σπουδὴν τούτων

5ἕνεκα πεποίηται‎.

629 Critical Apparatus Link 1

ΑΘ.‎ Τάχ' ἂν ἴσως· δεῖ δὲ οὐδὲν σκληρῶς ἡμᾶς αὐτοῖς

2διαμάχεσθαι τὰ νῦν ἀλλ' ἠρέμα ἀνερωτᾶν, ὡς μάλιστα

3περὶ ταῦτα ἡμῶν τε καὶ ἐκείνων σπουδαζόντων. καίμοι

Link 4τῷ λόγῳ συνακολουθήσατε. προστησώμεθα γοῦν Τύρταιον,

5τὸν φύσει μὲν Ἀθηναῖον, τῶνδε δὲ πολίτην γενόμενον, ὃς

6δὴ μάλιστα ἀνθρώπων περὶ ταῦτα ἐσπούδακεν εἰπὼν ὅτι—

 

7οὔτ' ἂν μνησαίμην οὔτ' ἐν λόγῳ ἄνδρα τιθείμην

 

bCritical Apparatus Link 1oὔτʼεἴ τις πλουσιώτατος ἀνθρώπων εἴη, φησίν,οὔτʼεἰ

2πολλὰ ἀγαθὰ κεκτημένος, εἰπὼν σχεδὸν ἅπαντα, ὃς μὴ περὶ

3τὸν πόλεμον ἄριστος γίγνοιτ' ἀεί. ταῦτα γὰρ ἀκήκοάς που

4καὶ σὺ τὰ ποιήματα· ὅδε μὲν γὰρ οἶμαι διακορὴς αὐτῶν ἐστι‎.

5

ΜΕ.‎ Πάνυ μὲν οὖν‎.

6

ΚΛ.‎ Καὶ μὴν καὶ παρ' ἡμᾶς ἐλήλυθε κομισθέντα ἐκ

7Λακεδαίμονος‎.

Critical Apparatus8

ΑΘ.‎ Ἴθι νυν ἀνερώμεθα κοινῇ τουτονὶ τὸν ποιητὴν οὑ-

9τωσί πως· "Ὦ Τύρταιε, ποιητὰ θειότατε—δοκεῖς γὰρ δὴ

c1σοφὸς ἡμῖν εἶναι καὶ ἀγαθός, ὅτι τοὺς μὲν ἐν τῷ πολέμῳ

2διαφέροντας διαφερόντως ἐγκεκωμίακας—ἤδη οὖν τυγχά-

Critical Apparatus3νομεν ἐγώ τε καὶ ὅδε καὶ Κλεινίας ὁ Κνώσιος οὑτοσὶ συμ-

4φερόμενοί σοι περὶ τούτου σφόδρα, ὡς δοκοῦμεν· εἰ δὲ περὶ

5τῶν αὐτῶν λέγομεν ἀνδρῶν ἢ μή, βουλόμεθα σαφῶς εἰδέναι.

6λέγε οὖν ἡμῖν· ἆρα εἴδη δύο πολέμου καθάπερ ἡμεῖς ἡγῇ

7καὶ σὺ σαφῶς; ἢ πῶς;" πρὸς ταῦτ' οἶμαι κἂν πολὺ φαυλό-

d1τερος εἴποι Τυρταίου τις τἀληθές, ὅτι δύο, τὸ μὲν ὃ καλοῦ-

2μεν ἅπαντες στάσιν, ὃς δὴ πάντων πολέμων χαλεπώτατος,

pg 21Critical Apparatus3ὡς ἔφαμεν ἡμεῖς νυνδή· τὸ δὲ ἄλλο πολέμου θήσομεν οἶμαι

4γένος ἅπαντες ᾧ πρὸς τοὺς ἐκτός τε καὶ ἀλλοφύλους χρώ-

5μεθα διαφερόμενοι, πολὺ πρᾳότερον ἐκείνον‎.

6

ΚΛ.‎ Πῶς γὰρ οὔ‎;

Critical Apparatus Link 7

ΑΘ.‎ Φέρε δή, ποτέρους, καὶ πρὸς πότερον ἐπαινῶν τὸν

8πόλεμον, οὕτως ὑπερεπῄνεσας, τοὺς δὲ ἔψεξας τῶν ἀνδρῶν;

Critical Apparatus9ἔοικας μὲν γὰρ πρὸς τοὺς ἐκτός· εἴρηκας γοῦν ὧδε ἐντοῖς

e1ποιήμασιν, ὡς οὐδαμῶς τοὺς τοιούτους ἀνεχόμενος, οἳ μὴ

2τολμήσωσιν μὲν ὁρᾶν φόνον αἱματόεντα,

 

Critical Apparatus3καὶ δηίων ὀρέγοιντʼ ἐγγύθεν ἱστάμενοι.

 

4οὐκοῦν τὰ μετὰ ταῦτα εἴποιμεν ἂν ἡμεῖς ὅτι "Σὺ μὲν ἐπαι-

5νεῖς, ὡς ἔοικας, ὦ Τύρταιε, μάλιστα τοὺς πρὸς τὸν ὀθνεῖόν

Critical Apparatus6τε καὶ ἔξωθεν πόλεμον γιγνομένους ἐπιφανεῖς. " φαίη ταῦτʼ

7ἄν που καὶ ὁμολογοῖ‎;

8

ΚΛ.‎ Τί μήν‎;

630 Link 1

ΑΘ.‎ Ἡμεῖς δέ γε ἀγαθῶν ὄντων τούτων ἔτι φαμὲν ἀμεί-

2νους εἶναι καὶ πολὺ τούς ἐν τῷ μεγίστῳ πολέμῳ γιγνομένους

3ἀρίστους διαφανώς· ποιητὴν δὲ καὶ ἡμεῖς μάρτυρʼ ἔχομεν,

4Θέογνιν, πολίτην τῶν ἐν Σικελίᾳ Μεγαρέων, ὅς φησιν—

 

5        πιστὸς ἀνὴρ χρυσοῦ τε καὶ ἀργύρου ἀντερύσαθαι

6            ἄξιος ἐν χαλεπῇ, Κύρνε, διχοστασίῃ.

 

Critical Apparatus7τοῦτον δή φαμεν ἐν πολέμῳ χαλεπωτέρῳ ἀμείνονα ἐκείνον

8πάμπολυ γίγνεσθαι, σχεδὸν ὅσον ἀμείνων δικαιοσύνη καὶ

bCritical Apparatus1σωφροσύνη καὶ φρόνησις εἰς ταὐτὸν ἐλθοῦσαι μετ' ἀνδρείας,

Critical Apparatus2αὐτῆς μόνης ἀνδρείας. πιστὸς μὲν γὰρ καὶ ὑγιὴς ἐν στά-

3σεσιν οὐκ ἄν ποτε γένοιτο ἄνεν συμπάσης ἀρετῆς· διαβάντες

pg 22Critical Apparatus4δ' εὖ καὶ μαχόμενοι ἐθέλοντες ἀποθνῄσκειν ἐν ᾧ πολέμῳ

Critical Apparatus5φράζει Τύρταιος τῶν μισθοφόρων εἰσὶν πάμπολλοι, ὧν

6οἱ πλεῖστοι γίγνονται θρασεῖς καὶ ἄδικοι καὶ ὑβρισταὶ καὶ

Critical Apparatus7ἀφρονέστατοι σχεδὸν ἁπάντων, ἐκτὸς δή τινων εὖ μάλα

8ὀλίγων. ποῖ δὴ τελευτᾷ νῦν ἡμῖν οὗτος ὁ λόγος, καὶ τί

c1φανερόν ποτε ποιῆσαι βουληθεὶς λέγει ταῦτα; δῆλον ὅτι

2τόδε, ὡς παντὸς μᾶλλον καὶ ὁ τῇδε παρὰ Διὸς νομοθέτης,

Critical Apparatus Link 3πᾶς τε οὗ καὶ σμικρὸν ὄφελος, οὐκ ἄλλο ἢ πρὸς τὴν μεγί-

4στην ἀρετὴν μάλιστα βλέπων ἀεὶ θήσει τοὺς νόμους· ἔστι

5δέ, ὥς φησιν Θέογνις, αὕτη πιστότης ἐν τοῖς δεινοῖς, ἥν

Link 6τις δικαιοσύνην ἂν τελέαν ὀνομάσειεν. ἣν δ' αὖ Τύρταιος

7ἐπῄνεσεν μάλιστα, καλὴ μὲν καὶ κατὰ καιρὸν κεκοσμημένη

Critical Apparatus8τῷ ποιητῇ, τετάρτη μέντοι ὅμως ἀριθμῷ τε καὶ δυνάμει τοῦ

d Link 1τιμία εἶναι λέγοιτʼ ἂν ὀρθότατα‎.

Link 2

ΚΛ.‎ Ὦ ξένε, τὸν νομοθέτην ἡμῶν ἀποβάλλομεν εἰς

3τοὺς πόρρω νομοθέτας‎.

4

ΑΘ.‎ Οὐχ ἡμεῖς γε, ὦ ἄριστε, ἀλλ' ἡμᾶς αὐτούς, ὅταν

5οἰώμεθα πάντα τά τʼ ἐν Λακεδαίμονι καὶ τὰ τῇδε πρὸς

6τὸν πόλεμον μάλιστα βλέποντας Λυκοῦργόν τε καὶ Μίνω

7τίθεσθαι τὰ νόμιμα‎.

8

ΚΛ.‎ Τὸ δὲ πῶς χρῆν ἡμᾶς λέγειν‎;

Critical Apparatus9

ΑΘ.‎ Ὥσπερ τό τε ἀληθὲς οἶμαι καὶ τὸ δίκαιον ὑπέρ γε

eCritical Apparatus1θείας διαλεγομένους λέγειν, οὐχ ὡς πρὸς ἀρετῆς τι μόριον,

2καὶ ταῦτα τὸ φαυλότατον, ἐτίθει βλέπων, ἀλλὰ πρὸς πᾶσαν

3ἀρετήν, καὶ κατʼ εἴδη ζητεῖν αὐτῶν τοὺς νόμους οὐδ' ἅπερ

4οἱ τῶν νῦν εἴδη προτιθέμενοι ζητοῦσιν. οὗ γὰρ ἂν ἕκαστος

5ἐν χρείᾳ γίγνηται, τοῦτο ζητεῖ νῦν παραθέμενος, ὁ μὲν τὰ

6περὶ τῶν κλήρων καὶ ἐπικλήρων, ὁ δὲ τῆς αἰκίας πέρι, ἄλλοι

7δὲ ἄλλ' ἄτνα μυρία τοιαῦτα· ἡμεῖς δέ φαμεν εἶναι τὸ περὶ

pg 236311νόμους ζήτημα τῶν εὖ ζητούντων ὥσπερ νῦν ἡμεῖς ἠρξά-

Link 2μεθα. καὶ σοῦ τὴν μὲν ἐπιχείρησιν τῆς ἐξηγήσεως περὶ

3τοὺς νόμους παντάπασιν ἄγαμαι· τὸ γὰρ ἀπ' ἀρετῆς ἄρ-

4χεσθαι, λέγοντα ὡς ἐτίθει ταύτης ἕνεκα τοὺς νόμους, ὀρθόν·

5ὅτι δὲ πἀντα εἰς μόριον ἀρετῆς, καὶ ταῦτα τὸ σμικρότατου,

Critical Apparatus6ἐπαναφέροντα ἔφησθ' αὐτὸν νομοθετεῖν, οὔτε ὀρθῶς ἔτι μοι

7κατεφάνης λέγων τόν τε ὕστερον νῦν λόγον τοῦτον πάντα

8εἴρηκα διὰ ταῦτα. πῇ δή οὖν σε ἔτʼ ἂν ἐβουλόμην διελό-

b Link 1μενον λέγειν αὐτός τε ἀκούειν; βούλει σοι φράζω‎;

2

ΚΛ.‎ Πάνυ μὲν οὖν‎.

Link 3

ΑΘ.‎ "Ὦ ξένε," ἐχρῆν εἰπεῖν, "οἱ Κρητῶν νόμοι οὐκ

4εἰσὶν μάτην διαφερόντως ἐν πᾶσιν εὐδόκιμοι τοῖς "Ελλησιν·

Link 5ἔχουσιν γὰρ ὀρθῶς, τοὺς αὐτοῖς χρωμένους εὐδαίμονας ἀπο-

Critical Apparatus Link 6τελοῦντες. πάντα γὰρ τἀγαθὰ πορίζουσιν. διπλᾶ δὲ ἀγαθά

7ἐστιν, τὰ μὲν ἀνθρώπινα, τὰ δὲ θεῖα· ἤρτηται δʼ ἐκ τῶν

Critical Apparatus8θείων θάτερα, καὶ ἐὰν μὲν δέχηταί τις τὰ μείζονα πόλις,

c Link 1κτᾶται καὶ τὰ ἐλάττονα, εἰ δὲ μή, στέρεται ἀμφοῖν. ἔστι

2δὲ τὰ μὲν ἐλάττονα ὧν ἡγεῖται μὲν ὑγίεια, κάλλος δὲ δεύ-

3τερον, τὸ δὲ τρίτον ἰσχὺς εἴς τε δρόμον καὶ εἰς τὰς ἄλλας

Critical Apparatus4πάσας κινήσεις τῷ σώματι, τέταρτον δὲ δὴ πλοῦτος οὐ τυφλὸς

Link 5ἀλλ' ὀξὺ βλέπων, ἄνπερ ἅμʼ ἕπηται φρονήσει· ὃ δὴ πρῶτον

Critical Apparatus Link 6αὖ τῶν θείων ἡγεμονοῦν ἐστιν ἀγαθῶν, ἡ φρόνησις, δεύ-

Critical Apparatus Link 7τερον δὲ μετὰ νοῦ σώφρων ψυχῆς ἕξις, ἐκ δὲ τούτων μετʼ

8ἀνδρείας κραθέντων τρίτον ἂν εἴη δικαιοσύνη, τέταρτον δὲ

d1ἀνδρεία. ταῦτα δὲ πάντα ἐκείνων ἔμπροσθεν τέτακται φύ-

Link 2σει, καὶ δὴ καὶ τῷ νομοθέτῃ τακτέον οὕτως. μετὰ δὲ ταῦτα

3τὰς ἄλλας προστάξεις τοῖς πολίταις εἰς ταῦτα βλεπούσας

4αὐτοῖς εἶναι διακελενστέον, τούτων δὲ τὰ μὲν ἀνθρώπινα

Link 5εἰς τὰ θεῖα, τὰ δὲ θεῖα εἰς τὸν ἡγεμόνα νοῦν σύμπαντα

pg 24Critical Apparatus6βλέπειν· περί τε γάμους ἀλλήλοις ἐπικοινουμένους, μετά τε

7ταῦτα ἐν ταῖς τῶν παίδων γεννήσεσιν καὶ τροφαῖς ὅσοι

e Link 1τε ἄρρενες καὶ ὅσαι θήλειαι, νέων τε ὄντων καὶ ἐπὶ τὸ πρε-

2σβύτερον ἰόντων μέχρι γήρως, τιμῶντα ὀρθῶς ἐπιμελεῖσθαι

Critical Apparatus3δεῖ καὶ ἀτιμάζοντα, ἐν πάσαις ταῖς τούτων ὁμιλίαις τάς τε

4λύπας αὐτῶν καὶ τὰς ἡδονὰς καὶ τὰς ἐπιθυμίας συμπάντων

632Critical Apparatus Link 1τε ἐρώτων τὰς σπουδὰς ἐπεσκεμμένον καὶ παραπεφυλαχότα,

2ψέγειν τε ὀρθῶς καὶ ἐπαινεῖν διʼ αὐτῶν τῶν νόμων· ἐν ὀργαῖς

3τε αὖ καὶ ἐν φόβοις, ὅσαι τε διὰ δυστυχίαν ταραχαὶ ταῖς

4ψυχαῖς γίγνονται καὶ ὅσαι ἐν εὐτυχίαις τῶν τοιούτων ἀπο-

5φυγαί, ὅσα τε κατὰ νόσους ἢ κατὰ πολέμους ἢ πενίας ἢ τὰ

6τούτοις ἐναντία γιγνόμενα προσπίπτει τοῖς ἀνθρώποις παθή-

7ματα, ἐν πᾶσιν τοῖς τοιούτοις τῆς ἑκάστων διαθέσεως δι-

b1δακτέον καὶ ὁριστέον τό τε καλὸν καὶ μή. μετὰ δὲ ταῦτα

2ἀνάγκη τὸν νομοθέτην τὰς κτήσεις τῶν πολιτῶν καὶ τὰ

3ἀναλώματα φυλάττειν ὅντινʼ ἂν γίγνηται τρόπον, καὶ τὰς

4πρὸς ἀλλήλους πᾶσιν τούτοις κοινωνίας καὶ διαλύσεις ἑκοῦσίν

Critical Apparatus5τε καὶ ἄκουσιν καθ' ὁποῖον ἂν ἕκαστον πράττωσιν τῶν

6τοιούτων πρὸς ἀλλήλους ἐπισκοπεῖν, τό τε δίκαιον καὶ μὴ

7ἐν οἷς ἔστιν τε καὶ ἐν οἷς ἐλλείπει, καὶ τοῖς μὲν εὐπειθέσιν

8τῶν νόμων τιμὰς ἀπονέμειν, τοῖς δὲ δυσπειθέσι δίκας τακτὰς

c1ἐπιτιθέναι, μέχριπερ ἂν πρὸς τέλος ἁπάσης πολιτείας ἐπ-

2εξελθών, ἴδῃ τῶν τελευτησάντων τίνα δεῖ τρόπον ἑκάστοις

3γίγνεσθαι τὰς ταφὰς καὶ τιμὰς ἅστινας αὐτοῖς ἀπονέμειν

Critical Apparatus Link 4δεῖ· κατιδὼν δὲ ὁ θεὶς τοὺς νόμους ἃπασιν τούτοις φύλακας

Critical Apparatus5ἐπιστήσει, τοὺς μὲν διὰ φρονήσεως, τοὺς δὲ διʼ ἀληθοῦς

6δόξης ἰόντας, ὅπως πάντα ταῦτα συνδήσας ὁ νοῦς ἑπόμενα

7σωφροσύνῃ καὶ δικαιοσύνῃ ἀποφήνῃ, ἀλλὰ μὴ πλούτῳ μηδὲ

d Link 1φιλοτιμίᾳ. " οὕτως, ὦ ξένοι, ἔγωγε ἤθελον ἂν ὑμᾶς καὶ ἔτι

2νῦν βούλομαι διεξελθεῖν πῶς ἐν τοῖς τοῦ Διός λεγομένοις

pg 253νόμοις τοῖς τε τοῦ Πυθίου Ἀπόλλωνος, οὓς Μίνως τε καὶ

4Λυκοῦργος ἐθέτην, ἔνεστίν τε πάντα ταῦτα, καὶ ὅπῃ τάξιν

5τινὰ εἰληφότα διάδηλά ἐστιν τῷ περὶ νόμων ἐμπείρῳ τέχνῃ

6εἴτε καί τισιν ἔθεσιν, τοῖς δὲ ἄλλοις ἡμῖν οὐδαμῶς ἐστι

7καταφανῆ‎.

8

ΚΛ.‎ Πῶς οὖν, ὦ ξένε, λέγειν χρὴ τὰ μετὰ ταῦτα‎;

9

ΑΘ.‎ Ἐξ ἀρχῆς πάλιν ἔμοιγε δοκεῖ χρῆναι διεξελθεῖν,

e Link 1καθάπερ ἠρξάμεθα, τὰ τῆς ἀνδρείας πρῶτον ἐπιτηδεύματα,

2ἔπειτα ἕτερον καὶ αὖθις ἕτερον εἶδος τῆς ἀρετῆς διέξιμεν,

Critical Apparatus3ἐὰν βούλησθε· ὅπως δ' ἂν τὸ πρῶτον διεξέλθωμεν, πειρασώ-

4μεθα αὐτὸ παράδειγμα θέμενοι καὶ τἆλλ' οὕτω διαμνθο-

5λογοῦντες παραμύθια ποιήσασθαι τῆς ὁδοῦ, ὕστερον δὲ ἀρετῆς

Critical Apparatus6πάσης ἅ γε νυνδὴ διήλθομεν ἐκεῖσε βλέποντα ἀποφανοῦμεν,

7ἂν θεὸς ἐθέλῃͅ‎.

633 Link 1

ΜΕ.‎ Καλῶς λέγεις, καὶ πειρῶ πρῶτον κρίνειν τὸν τοῦ

2Διὸς ἐπαινέτην τόνδε ἡμῖν‎.

3

ΑΘ.‎ Πειράσομαι, καὶ σέ τε καὶ ἐμαντόν· κοινὸς γὰρ ὁ

4λόγος. λέγετε οὖν· τὰ συσσίτιά φαμεν καὶ τὰ γυμνάσια

5πρὸς τὸν πόλεμον ἐξηνρῆσθαι τῷ νομοθέτῃ‎;

6

ΜΕ.‎ Ναί‎.

Link 7

ΑΘ.‎ Καὶ τρίτον ἢ τέταρτον; ἴσως γὰρ ἂν οὕτω χρείη

8διαριθμήσασθαι καὶ περὶ τῶν τῆς ἄλλης ἀρετῆς εἴτε μερῶν

9εἴτε ἅττʼ αὐτὰ καλεῖν χρεών ἐστι, δηλοῦντα μόνον ἃ λέγει‎.

b Link 1

ΜΕ.‎ Τρίτον τοίνυν, ἔγωγ' εἴποιμ' ἂν καὶ Λακεδαιμονίων

2ὁστισοῦν, τὴν θήραν ηὗρε‎.

3

ΑΘ.‎ Τέταρτον δέ, ἢ πέμπτον εἰ δυναίμεθα, λέγειν

4πειρώμεθα‎.

5

ΜΕ.‎ Ἔτι τοίνυν καὶ τὸ τέταρτον ἔγωγε πειρῴμην ἂν

6λέγειν, τὸ περὶ τὰς καρτερήσεις τῶν ἀλγηδόνων πολὺ παρʼ

7ἡμῖν γιγνόμενον, ἔν τε ταῖς πρὸς ἀλλήλους ταῖς χεροὶ μάχαις

Critical Apparatus8καὶ ἐν ἁρπαγαῖς τισιν διὰ πολλῶν πληγῶν ἑκάστοτε γιγνο-

pg 269μένων· ἔτι δὲ καὶ κρυπτεία τις ὀνομάζεται θαυμαστῶς πολύ-

c Link 1πονος πρὸς τὰς καρτερήσεις, χειμώνων τε ἀνυποδησίαι και

2ἀστρωσίαι καὶ ἄνευ θεραπόντων αὐτοῖς ἑαυτῶν διακονήσεις

3νύκτωρ τε πλανωμένων διὰ πάσης τῆς χώρας καὶ μεθ'

4ἡμέραν. ἔτι δὲ κἀν ταῖς γυμνοπαιδίαις δειναὶ καρτερήσεις

5παρʼ ἡμῖν γίγνονται τῇ τοῦ πνίγους ῥώμῃ διαμαχομένων, καὶ

6πάμπολλα ἕτερα, σχεδὸν ὅσα οὐκ ἂν παύσαιτό τις ἑκάστοτε

7διεζιών‎.

Link 8

ΑΘ.‎ Εὖ γε, ὦ Λακεδαιμόνιε ξένε, λέγεις. τὴν ἀνδρείαν

9δέ, φέρε, τί θῶμεν; πότερον ἁπλῶς οὕτως εἶναι πρὸς φόβους

d1καὶ λύπας διαμάχην μόνον, ἢ καὶ πρὸς πόθους τε καὶ ἡδονὰς

Link 2καί τινας δεινὰς θωπείας κολακικάς, αἳ καὶ τῶν σεμνῶν

Critical Apparatus3οἰομένων εἶναι τοὺς θυμοὺς ποιοῦσιν κηρίνους‎.

Link 4

ΜΕ.‎ Οἶμαι μὲν οὕτω· πρὸς ταῦτα σύμπαντα‎.

5

ΑΘ.‎ Εἰ γοῦν μεμνήμεθα τοὺς ἔμπροσθεν λόγους, ἥττω

6τινὰ ὅδε καὶ πόλιν ἔλεγεν αὐτὴν αὑτῆς καὶ ἄνδρα. ἦ γάρ, ὦ

7ξένε Κνώσιε‎;

8

ΚΛ.‎ Καὶ πάνυ γε‎.

e Link 1

ΑΘ.‎ Νῦν οὖν πότερα λέγομεν τὸν τῶν λυπῶν ἥττω κακὸν

Link 2ἢ καὶ τὸν τῶν ἡδονῶν‎;

3

ΚΛ.‎ Μᾶλλον, ἔμοιγε δοκεῖ, τὸν τῶν ἡδονῶν· καὶ πάντες

Link 4που μᾶλλον λέγομεν τὸν ὑπὸ τῶν ἡδονῶν κρατούμενον τοῦτον

5τὸν ἐπονειδίστως ἥττονα ἑαυτοῦ πρότερον ἢ τὸν ὑπὸ τῶν

6λυπῶν‎.

634 Link 1

ΑΘ.‎ Ὁ Διὸς οὖν δὴ καὶ ὁ Πυθικὸς νομοθέτης οὐ δήπου

2χωλὴν τὴν ἀνδρείαν νενομοθετήκατον, πρὸς τἀριστερὰ μόνον

Critical Apparatus3δυναμένην ἀντιβαίνειν, πρὸς τὰ δεξιὰ καὶ κομψὰ καὶ θωπευ-

4τικὰ ἀδυνατοῦσαν; ἢ πρὸς ἀμφότερα‎;

5

ΚΛ.‎ Πρὸς ἀμφότερα ἔγωγε ἀξιῶ‎.

pg 276

ΑΘ.‎ Λέγωμεν τοίνυν πάλιν ἐπιτηδεύματα ποῖα ἔσθ' ὑμῖν

7ἀμφοτέραις ταῖς πόλεσιν, ἃ γεύοντα τῶν ἡδονῶν καὶ οὐ

8φεύγοντα αὐτάς, καθάπερ τὰς λύπας οὐκ ἔφευγεν, ἀλλ'

9ἄγοντα εἰς μέσας, ἠνάγκαζε καὶ ἔπειθεν τιμαῖς ὥστε κρατεῖν

b1αὐτῶν; ποῦ δὴ τοῦτʼ ἔστιν ταὐτὸν περὶ τὰς ἡδονὰς συν-

2τεταγμένον ἐν τοῖς νόμοις; λεγέσθω τί τοῦτʼ ἐστὶν ὃ καὶ

Critical Apparatus3ἀπεργάζεται ὑμῖν ὁμοίως πρός τε ἀλγηδόνας καὶ πρὸς

4ἡδονὰς τοὺς αὐτοὺς ἀνδρείους, νικῶντάς τε ἃ δεῖ νικᾶν

5καὶ οὐδαμῶς ἥττους πολεμίων τῶν ἐγγύτατα ἑαυτῶν καὶ

6χαλεπωτάτων‎.

7

ΜΕ.‎ Οὕτω μὲν τοίνυν, ὦ ξένε, καθάπερ πρὸς τὰς ἀλγη-

8δόνας εἶχον νόμους ἀντιτεταγμένους πολλοὺς εἰπεῖν, οὐκ ἂν

c Link 1ἴσως εὐποροίην κατὰ μεγάλα μέρη καὶ διαφανῆ λέγων περὶ

2τῶν ἡδονῶν·κατὰ δὲ σμικρὰ ἴσως εὐποροίην ἄν‎.

3

ΚΛ.‎ Οὐ μὴν οὐδ' ἂν αὐτὸς ἔγωγε ἐν τοῖς κατὰ Κρήτην

4νόμοις ἔχοιμι ἐμφανὲς ὁμοίως ποιεῖν τὸ τοιοῦτον‎.

5

ΑΘ.‎ Ὦ ἄριστοι ξένων, καὶ οὐδέν γε θαυμαστόν. ἀλλ'

Critical Apparatus6ἂν ἄρα τις ἡμῶν περὶ τοὺς ἑκάστων οἴκοι νόμους ψέξῃ τι,

7βουλόμενος ἰδεῖν τό τε ἀληθὲς ἅμα καὶ τὸ βέλτιστον, μὴ

8χαλεπῶς ἀλλὰ πρᾴως ἀποδεχώμεθα ἀλλήλων‎.

Critical Apparatus9

ΚΛ.‎ Ὀρθῶς, ὦ ξένε Ἀθηναῖε, εἴρηκας, καὶ πειστέον‎.

d Link 1

ΑΘ.‎ Οὐ γὰρ ἄν, ὦ Κλεινία, τηλικοῖσδε ἀνδράσιν πρέποι

2τὸ τοιοῦτον‎.

3

ΚΛ.‎ Οὐ γὰρ οὖν‎.

4

ΑΘ.‎ Εἰ μὲν τοίνυν ὀρθῶς ἢ μή τις ἐπιτιμᾷ τῇ τε Λακω-

Critical Apparatus5νικῇ καὶ τῇ Κρητικῇ πολιτείᾳ, λόγος ἂν ἕτερος εἴη· τὰ δ'

6οὖν λεγόμενα πρὸς τῶν πολλῶν ἴσως ἐγὼ μᾶλλον ἔχοιμʼ

Critical Apparatus7ἂν ὑμῶν ἀμφοτέρων λέγειν. ὑμῖν μὲν γάρ, εἴπερ καὶ με-

8τρίως κατεσκεύασται τὰ τῶν νόμων, εἷς τῶν καλλίστων ἂν

pg 289εἴη νόμων μὴ ζητεῖν τῶν νέων μηδένα ἐᾶν ποῖα καλῶς

e1αὐτῶν ἢ μὴ καλῶς ἔχει, μιᾷ δὲ φωνῇ καὶ ἐξ ἑνὸς στόματος

2πάντας συμφωνεῖν ὡς πάντα καλῶς κεῖται θέντων θεῶν,

Critical Apparatus3καὶ ἐάν τις ἄλλως λέγῃ, μὴ ἀνέχεσθαι τὸ παράπαν ἀκού-

Critical Apparatus4οντας· γέρων δὲ εἴ τίς τι συννοεῖ τῶν παρ' ὑμῖν, πρὸς

Critical Apparatus5ἄρχοντά τε καὶ πρὸς ἡλικιώτην μηδενὸς ἐναντίον νέου

6ποιεῖσθαι τοὺς τοιούτους λόγους‎.

Critical Apparatus7

ΚΛ.‎ Ὀρθότατά γε, ὦ ξένε, λέγεις, καὶ καθάπερ μάντις,

635 Link 1ἀπὼν τῆς τότε διανοίας τοῦ τιθέντος αὐτά, νῦν ἐπιεικῶς μοι

2δοκεῖς ἐστοχάσθαι καὶ σφόδρα ἀληθῆ λέγειν‎.

3

ΑΘ.‎ Οὐκοῦν ἡμῖν τὰ νῦν ἐρημία μὲν νέων, αὐτοὶ δ'

4ἕνεκα γήρως ἀφείμεθ' ὑπὸ τοῦ νομοθέτου διαλεγόμενοι περὶ

5αὐτῶν τούτων μόνοι πρὸς μόνους μηδὲν ἂν πλημμελεῖν‎;

Critical Apparatus6

ΚΛ.‎ Ἔστι ταῦτα οὕτως, εἰς ἃ καὶ μηδέν γε ἀνῇς ἐπι-

7τιμῶν τοῖς νόμοις ἡμῶν· οὐ γὰρ τό γε γνῶναί τι τῶν μὴ

8καλῶν ἄτιμον, ἀλλὰ ἴασιν ἐξ αὐτοῦ συμβαίνει γίγνεσθαι

bCritical Apparatus Link 1τῷ μὴ φθόνῳ τὰ λεγόμενα ἀλλ' εὐνοίᾳ δεχομένῳ‎.

2

ΑΘ.‎ Καλῶς· οὐ μὴν ἐπιτιμῶν γε ἐρῶ τοῖς νόμοις πω,

3πρὶν βεβαίως εἰς δύναμιν διασκέψασθαι, μᾶλλον δὲ ἀπορῶν.

Critical Apparatus4ὑμῖν γὰρ ὁ νομοθέτης μόνοις Ἑλλήνων καὶ βαρβάρων, ὧν

5ἡμεῖς πυνθανόμεθα, τῶν μεγίστων ἡδονῶν καὶ παιδιῶν ἐπέ-

6ταξεν ἀπέχεσθαι καὶ μὴ γεύεσθαι, τὸ δὲ τῶν λυπῶν καὶ

7φόβων, ὅπερ ἄρτι διεληλύθαμεν, ἡγήσατο εἴ τις ἐκ παίδων

c1φευξεῖται διὰ τέλους, ὁπόταν εἰς ἀναγκαίους ἔλθῃ πόνους

2καὶ φόβους καὶ λύπας, φευξεῖσθαι τοὺς ἐν ἐκείνοις γεγυ-

Link 3μνασμένους καὶ δουλεύσειν αὐτοῖς. ταύτὸν δὴ τούτ', οἶμαι,

4καὶ πρὸς τὰς ἡδονὰς ἔδει διανοεῖσθαι τὸν αὐτὸν νομοθέτην,

Link 5λέγοντα αὐτὸν πρὸς ἑαυτὸν ὡς ἡμῖν ἐκ νέων εἰ ἄπειροι τῶν

6μεγίστων ἡδονῶν οἱ πολῖται γενήσονται, καὶ ἀμελέτητοι

7γιγνόμενοι ἐν ταῖς ἡδοναῖς καρτερεῖν καὶ μηδὲν τῶν αἰσχρῶν

pg 298ἀναγκάζεσθαι ποιεῖν, ἕνεκα τῆς γλυκυθυμίας τῆς πρὸς τὰς

d Link 1ἡδονὰς ταὐτὸν πείσονται τοῖς ἡττωμένοις τῶν φόβων· δου-

2λεύσουσι τρόπον ἕτερον καὶ ἔτʼ αἰσχίω τοῖς γε δυναμένοις

3καρτερεῖν ἐν ταῖς ἡδοναῖς καὶ τοῖς κεκτημένοις τὰ περὶ τὰς

4ἡδονάς, ἀνθρώποις ἐνίοτε παντάπασι κακοῖς, καὶ τὴν ψυχὴν

5τῇ μὲν δούλην τῇ δὲ ἐλευθέραν ἕξουσιν, καὶ οὐκ ἄξιοι ἁπλῶς

6ἀνδρεῖοι καὶ ἐλευθέριοι ἔσονται προσαγορεύεσθαι. σκο-

7πεῖτε οὖν εἴ τι τῶν νῦν λεγομένων ὑμῖν κατὰ τρόπον δοκεῖ

8λέγεσθαι‎.

e 1

ΚΛ.‎ Δοκεῖ μὲν ἡμῖν γέ πως λεγομένου τοῦ λόγου· περὶ

2δὲ τηλικούτων εὐθὺς πεπιστευκέναι ῥᾳδίως μὴ νέων τε ᾖ

3μᾶλλον καὶ ἀνοήητων‎.

4

ΑΘ.‎ Ἀλλ' εἰ τὸ μετὰ ταῦτα διεξίοιμεν ὧν προυθέμεθα,

5ὦ Κλεινία τε καὶ Λακεδαιμόνιε ξένε—μετʼ ἀνδρείαν γὰρ δὴ

6σωφροσύνης πέρι λέγωμεν—τὶ διαφέρον ἐν ταύταις ταῖς

7πολιτείαις ἢ ταῖς τῶν εἰκῇ πολιτευομένων ἀνευρήσομεν,

6361ὥσπερ τὰ περὶ τὸν πόλεμον νυνδή;

2

ΜΕ.‎ Σχεδὸνοὐ; οὐ ῥᾴδιον· ἀλλ' ἔοικεν γὰρ τά τε συσσίτια

3καὶ τὰ γυμνάσια καλῶς ηὑρῆσθαι πρὸς ἀμφοτέρας‎.

4

ΑΘ.‎ Ἔοικεν δῆτα, ὦ ξένοι, χαλεπὸν εἶναι τὸ περὶ τὰς

5πολιτείας ἀναμφισβητήτως ὁμοίως ἔργῳ καὶ λόγῳ γίγνεσθαι·

6κινδυνεύει γάρ, καθάπερ ἐν τοῖς σώμασιν, οὐ δυνατὸν εἶναι

7προστάξαι τι πρὸς ἓν σῶμα ἓν ἐπιτήδευμα, ἐν ᾧ οὐκ ἂν

Critical Apparatus8φανείη ταὐτὸν τοῦτο τὰ μὲν βλάπτον τὰ ἡμῶν σώματα,

b1τὰ δὲ καὶ ὠφελοῦν. ἐπεὶ καὶ τὰ γυμνάσια ταῦτα καὶ τὰ

2συσσίτια πολλὰ μὲν ἄλλα νῦν ὠφελεῖ τὰς πόλεις, πρὸς δὲ

3τὰς στάσεις χαλεπά—δηλοῦσιν δὲ Μιλησίων καὶ Βοιωτῶν

Critical Apparatus4καὶ Θουρίων παῖδες—καὶ δὴ καὶ παλαιὸν νόμον δοκεῖ τοῦτο

5τὸ ἐπιτήδευμα καὶ κατὰ φύσιν, τὰς περὶ τὰ ἀφροδίσια

6ἡδονὰς οὐ μόνον ἀνθρώπων ἀλλὰ καὶ θηρίων, διεφθαρκέναι.

7καὶ τούτων τὰς ὑμετέρας πόλεις πρώτας ἄν τις αἰτιῷτο καὶ

pg 30c Link 1ὅσαι τῶν ἄλλων μάλιστα ἅπτονται τῶν γυμνασίων· καὶ εἴτε

2παίζοντα εἴτε σπουδάζοντα ἐννοεῖν δεῖ τὰ τοιαῦτα, ἐννοητέον

3ὅτι τῇ θηλείᾳ καὶ τῇ τῶν ἀρρένων φύσει εἰς κοινωνίαν ἰούσῃ

4τῆς γεννήσεως ἡ περὶ ταῦτα ἡδονὴ κατὰ φύσιν ἀποδεδόσθαι

5δοκεῖ, ἀρρένων δὲ πρὸς ἄρρενας ἢ θηλειῶν πρὸς θηλείας

Link 6παρὰ φύσιν καὶ τῶν πρώτων τὸ τόλμημʼ εἶναι διʼ ἀκράτειαν

7ἡδονῆς. πάντες δὲ δὴ Κρητῶν τὸν περὶ Γανυμήδη μῦθον

d Link 1κατηγοροῦμεν ὡς λογοποιησάντων τούτων· ἐπειδὴ παρὰ Διὸς

2αὐτοῖς οἱ νόμοι πεπιστευμένοι ἦσαν γεγονέναι, τοῦτον τὸν

3μῦθον προστεθηκέναι κατὰ τοῦ Διός, ἵνα ἑπόμενοι δὴ τῷ

4θεῷ καρπῶνται καὶ ταύτην τὴν ἡδονήν. τὸ μὲν οὖν τοῦ

Link 5μύθου χαιρέτω, νόμων δὲ πέρι διασκοπουμένων ἀνθρώπων

6ὀλίγου πᾶσά ἐστιν ἡ σκέψις περί τε τὰς ἡδονὰς καὶ τὰς

Critical Apparatus Link 7λύπας ἔν τε πόλεσιν καὶ ἐν ἰδίοις ἤθεσιν· δύο γὰρ αὗται

8πηγαὶ μεθεῖνται φύσει ῥεῖν, ὧν ὁ μὲν ἀρυτόμενος ὅθεν τε

e1δεῖ καὶ ὁπότε καὶ ὁπόσον εὐδαιμονεῖ, καὶ πόλις ὁμοίως καὶ

2ἰδιώτης καὶ ζῷον ἅπαν, ὁ δ' ἀνεπιστημόνως ἅμα καὶ ἐκτὸς

3τῶν καιρῶν τἀναντία ἂν ἐκείνῳ ζῴη‎.

4

ΜΕ.‎ Λέγεται μὲν ταῦτα, ὦ ξένε, καλῶς πως· οὐ μὴν

Link 5ἀλλ' ἀφασία γʼ ἡμᾶς λαμβάνει τί ποτε χρὴ λέγειν πρὸς

Link 6ταῦτα, ὅμως δʼ ἔμοιγε ὀρθῶς δοκεῖ τὸ τὰς ἡδονὰς φεύγειν

7διακελεύεσθαι τόν γε ἐν Λακεδαίμονι νομοθέτην, περὶ δὲ

8τῶν ἐν Κνωσῷ νόμων ὅδε, ἂν ἐθέλῃ, βοηθήσει. τὰ δ' ἐν

6371Σπάρτῃ κάλλιστʼ ἀνθρώπων δοκεῖ μοι κεῖσθαι τὰ περὶ τὰς

2ἡδονάς· οὗ γὰρ μάλιστʼ ἄνθρωποι καὶ μεγίσταις προσπί-

3πτουσιν ἡδοναῖς καὶ ὕβρεσι καὶ ἀνοίᾳ πάσῃ, τοῦτʼ ἐξέβαλεν

4ὁ νόμος ἡμῶν ἐκ τῆς χώρας συμπάσης, καὶ οὔτ' ἂν ἐπ'

5ἀγρῶν ἴδοις, οὔτʼ ἐν ἄστεσιν ὅσων Σπαρτιάταις μέλει, συμ-

6πόσια οὐδ' ὁπόσα τούτοις συνεπόμενα πάσας ἡδονὰς κινεῖ

Critical Apparatus7κατὰ δύναμιν, οὐδ' ἔστιν ὅστις ἂν ἀπαντῶν κωμάζοντί τινι

bCritical Apparatus Link 1μετὰ μέθης οὐκ ἂν τὴν μεγίστην δίκην εὐθὺς ἐπιθείη, καὶ οὐδ'

pg 31Critical Apparatus2ἂν Διονύσια πρόφασιν ἔχοντʼ αὐτὸν λύσαιτο, ὥσπερ ἐν

3ἁμάξαις εἶδόν ποτε παρ' ὑμῖν ἐγώ, καὶ ἐν Τάραντι δὲ

4παρὰ τοῖς ἡμετέροις ἀποίκοις πᾶσαν ἐθεασάμην τὴν πόλιν

5περὶ τὰ Διονύσια μεθύουσαν· παρ' ἡμῖν δʼ οὐκ ἔστʼ οὐδὲν

6τοιοῦτον‎.

7

ΑΘ.‎ Ὦ Λακεδαιμόνιε ξένε, ἐπαινετὰ μὲν πάντʼ ἐστὶν τὰ

8τοιαῦτα, ὅπου τινὲς ἔνεισιν καρτερήσεις, ὅπου δὲ ἀνεῖνται,

c Link 1βλακικώτερα· ταχὺ γάρ σου λάβοιτ' ἄν τις τῶν παρ' ἡμῶν

2ἀμυνόμενος, δεικνὺς τὴν τῶν γυναικῶν παρ' ὑμῖν ἄνεσιν.

3ἅπασιν δὴ τοῖς τοιούτοις, καὶ ἐν Τάραντι καὶ παρ' ἡμῖν καὶ

4παρ' ὑμῖν δέ, μία ἀπόκρισις ἀπολύεσθαι δοκεῖ τοῦ μὴ κακῶς

5ἔχειν ἀλλ' ὀρθῶς· πᾶς γὰρ ἀποκρινόμενος ἐρεῖ θαυμάζοντι

6ξένῳ, τὴν παρ' αὐτοῖς ἀήθειαν ὁρῶντι, "Μὴ θαύμαζε, ὦ ξένε·

7νόμος ἔσθ' ἡμῖν οὖτος, ἴσως δ' ὑμῖν περὶ αὐτῶν τούτων

d Link 1ἕτερος. " ἡμῖν δ' ἐστὶ νῦν, ὦ φίλοι ἄνδρες, οὐ περὶ τῶν

2ἀνθρώπων τῶν ἄλλων ὁ λόγος, ἀλλὰ περὶ τῶν νομοθετῶν

3αὐτῶν κακίας τε καὶ ἀρετῆς. ἔτι γὰρ οὖν εἴπωμεν πλείω

4περὶ ἁπάσης μέθης· οὐ γὰρ σμικρόν ἐστιν τὸ ἐπιτήδευμα

5οὐδὲ φαύλου διαγνῶναι νομοθέτου. λέγω δ' οὐκ οἴνου περὶ

6πόσεως τὸ παράπαν ἢ μή, μέθης δὲ αὐτῆς πέρι, πότερον

7ὥσπερ Σκύθαι χρῶνται καὶ Πέρσαι χρηστέον, καὶ ἔτι

8Καρχηδόνιοι καὶ Κελτοὶ καὶ Ἴβηρες καὶ Θρᾷκες, πολεμικὰ

eCritical Apparatus1σύμπαντα ὄντα ταῦτα γένη, ἢ καθάπερ ὑμεῖς· ὑμείς μὲν γάρ,

2ὅπερ λέγεις, τὸ παράπαν ἀπέχεσθε, Σκύθαι δὲ καὶ Θρᾷκες

3ἀκράτῳ παντάπασι χρώμενοι, γυναῖκές τε καὶ αὐτοί, καὶ κατὰ

4τῶν ἱματίων καταχεόμενοι, καλὸν καὶ εὔδαιμον ἐπιτήδευμα

5ἐπιτηδεύειν νενομίκασι. Πέρσαι δὲ σφόδρα μὲν χρῶνται

6καὶ ταῖς ἄλλαις τρυφαῖς ἃς ὑμεῖς ἀποβάλλετε, ἐν τάξει δὲ

7μᾶλλον τούτων‎.

638 Link 1

ΜΕ.‎ Ὦ λῷστε, διώκομεν δέ γε ἡμεῖς πάντας τούτους,

2ὅταν ὅπλα εἰς τὰς χεῖρας λάβωμεν‎.

3

ΑΘ.‎ Ὦ ἄριστε, μὴ λέγε ταῦτα· πολλαὶ γὰρ δὴ φυγαὶ

pg 324καὶ διώξεις ἀτέκμαρτοι γεγόνασίν τε καὶ ἔσονται, διό φανερὸν

5ὅρον τοῦτον οὐκ ἂν ποτε λέγοιμεν, ἀλλὰ ἀμφισβητή-

6σιμον, περὶ καλῶν ἐπιτηδευμάτων καὶ μή, νίκην τε καὶ ἧτταν

Critical Apparatus7λέγοντες μάχης· ἐπειδὴ γὰρ αἱ μείζους τὰς ἐλάττους πόλεις

bCritical Apparatus1νικῶσιν μαχόμεναι καὶ καταδουλοῦνται, Συρακόσιοι μὲν

2Λοκρούς, οἳ δὴ δοκοῦσιν εὐνομώτατοι τῶν περὶ ἐκεῖνον τὸν

3τόπον γεγονέναι, Κείους δὲ Ἀθηναῖοι· μυρία δὲ ἄλλα τοιαῦτ'

Critical Apparatus4ἂν εὕροιμεν. ἀλλὰ περὶ αὐτοῦ ἑκάστου ἐπιτηδεύματος πειρώ-

5μεθα λέγοντες πείθειν ἡμᾶς αὐτούς, νίκας δὲ καὶ ἣττας

6ἐκτὸς λόγου τὰ νῦν θῶμεν, λέγωμεν δ' ὡς τὸ μὲν τοιόνδ'

7ἐστὶν καλόν, τὸ δὲ τοιόνδε οὐ καλόν. πρῶτον δ' ἀκούσατέ

8τί μου, περὶ αὐτῶν τούτων ὡς δεῖ τό τε χρηστὸν καὶ τὸ μὴ

9σκοπεῖν‎.

c 1

ΜΕ.‎ Πῶς οὖν δὴ λέγεις‎;

2

ΑΘ.‎ Δοκοῦσί μοι πάντες οἱ λόγῳ τι λαβόντες ἐπιτή-

3δευμα, καὶ προθέμενοι ψέγειν αὐτὸ ἢ ἐπαινεῖν εὐθὺς ῥηθέν,

4οὐδαμῶς δρᾶν κατὰ τρόπον, ἀλλὰ ταὐτὸν ποιεῖν οἷον εἰ δή

Critical Apparatus5τις, ἐπαινέσαντός τινος πυροὺς βρῶμα ὡς ἀγαθόν, εὐθὺς

6ψέγοι, μὴ διαπυθόμενος αὐτοῦ μήτε τὴν ἐργασίαν μήτε τὴν

7προσφοράν, ὅντινα τρόπον καὶ οἷστισι καὶ μεθ' ὧν καὶ ὅπως

Critical Apparatus8ἔχοντα καὶ ὅπως προσφέρειν ἔχονσιν. Νῦν δὴ ταὐτόν μοι

d1δοκοῦμεν ἡμεῖς ἐν τοῖς λόγοις ποιεῖν· περὶ μέθης γὰρ ἀκού-

2σαντες τοσοῦτον μόνον, εὐθὺς οἱ μὲν ψέγειν αὐτό, οἱ δ'

Critical Apparatus3ἐπαινεῖν, καὶ μάλα ἀτόπως. μάρτυσιν γὰρ καὶ ἐπαινέταις

Critical Apparatus4χρώμενοι ἐπαινοῦμεν ἑκάτεροι, καὶ οἱ μέν, ὅτι πολλοὺς

5παρεχόμεθα, ἀξιοῦμέν τι λέγειν κύριον, οἱ δέ, ὅτι τοὺς μὴ

6χρωμένους αὐτῷ ὁρῶμεν νικῶντας μαχομένους· ἀμφισβη-

7τεῖται δ' αὖ καὶ τοῦτο ἡμῖν. εἰ μὲν δὴ καὶ περὶ ἐκάστων

e1οὕτω καὶ τῶν ἄλλων νομίμων διέξιμεν, οὐκ ἂν ἔμοιγε κατὰ

2νοῦν εἴη, τρόπον δὲ ἄλλον, ὃν ἐμοὶ φαίνεται δεῖν, ἐθέλω

pg 333λέγειν περὶ αὐτοῦ τούτου, τῆς μέθης, πειρώμενος ἂν ἄρα

4δύνωμαι τὴν περὶ ἁπάντων τῶν τοιούτων ὀρθὴν μέθοδον

Critical Apparatus5ἡμῖν δηλοῦν, ἐπειδὴ καὶ μυρία ἐπὶ μυρίοις ἔθνη περὶ αὐτῶν

Critical Apparatus6ἀμφισβητοῦντα ὑμῖν πόλεσι δυοῖν τῷ λόγῳ διαμάχοιτ' ἄν‎.

7

ΜΕ.‎ Καὶ μὴν εἴ τινα ἔχομεν ὀρθὴν σκέψιν τῶν τοιούτων,

6391οὐκ ἀποκνητέον ἀκούειν‎.

Critical Apparatus2

ΑΘ.‎ Σκεψώμεθα δή πῃ τῇδε. φέρε, εἴ τις αἰγῶν τροφήν,

3καὶ τὸ ζῷον αὐτὸ κτῆμα ὡς ἔστιν καλόν, ἐπαινοῖ, ἄλλος δέ

4τις ἑωρακὼς αἶγας χωρὶς νεμομένας αἰπόλου ἐν ἐργασίμοις

5χωρίοις δρώσας κακὰ διαψέγοι, καὶ πᾶν θρέμμα ἄναρχον ἢ

Critical Apparatus6μετὰ κακῶν ἀρχόντων ἰδὼν οὕτω μέμφοιτο, τὸν τοῦ τοιούτου

Critical Apparatus7ψόγον ἡγούμεθα ὑγιὲς ἄν ποτε ψέξαι καὶ ὁτιοῦν‎;

8

ΜΕ.‎ Καὶ πῶς‎;

9

ΑΘ.‎ Χρηστὸς δὲ ἄρχων ἔσθ' ἡμῖν ἐν πλοίοις πότερον ἐὰν

b Link 1τὴν ναυτικὴν ἔχῃ ἐπιστήμην μόνον, ἄντʼ οὖν ναυτιᾷ ἄντε μή, ἢ

2πῶς ἂν λέγοιμεν‎;

3

ΜΕ.‎ Οὐδαμῶς, ἄν γε πρὸς τῇ τέχνῃ ἔχῃ καὶ τοῦτο τὸ

4πάθος ὃ λέγεις‎.

5

ΑΘ.‎ Τί δ' ἄρχων στρατοπέδων; ἆρ' ἐὰν τὴν πολεμικὴν

Critical Apparatus6ἔχῃ ἐπιστήμην, ἱκανὸς ἄρχειν, κἂν δειλὸς ὢν ἐν τοῖς δεινοῖς

Critical Apparatus7ὑπὸ μέθης τοῦ φόβου ναυτιᾷ‎;

8

ΜΕ.‎ Καὶ πῶς‎;

9

ΑΘ.‎ Ἂν δὲ αὖ μήτε ἔχῃ τὴν τέχνην δειλός τε ᾖ‎;

10

ΜΕ.‎ Παντάπασίν τινα πονηρὸν λέγεις, καὶ οὐδαμῶς

11ἀνδρῶν ἄρχοντα ἀλλά τινων σφόδρα γυναικῶν‎.

c 1

ΑΘ.‎ Τί δ' ἐπαινέτην ἢ ψέκτην κοινωνίας ἡστινοσοῦν ᾗ

2πέφυκέν τε ἄρχων εἶναι μετʼ ἐκείνου τε ὠφέλιμός ἐστιν,

3ὁ δὲ μήτε ἑωρακὼς εἴη ποτʼ ὀρθῶς αὐτὴν αὑτῇ κοινωνοῦσαν

Critical Apparatus4μετʼ ἄρχοντος, ἀεὶ δὲ ἄναρχον ἢ μετὰ κακῶν ἀρχόντων

pg 34Critical Apparatus5συνοῦσαν; οἰόμεθα δή ποτε τοὺς τοιούτους θεωροὺς τῶν

Critical Apparatus6τοιούτων κοινωνιῶν χρηστόν τι ψέξειν ἢ ἐπαινέσεσθαι‎;

7

ΜΕ.‎ Πῶς δ' ἄν, μηδέποτέ γε ἰδόντας μηδὲ συγγενομένους

d Link 1ὀρθῶς γενομένῳ μηδενὶ τῶν τοιούτων κοινωνημάτων‎;

2

ΑΘ.‎ Ἔχε δή· τῶν πολλῶν κοινωνιῶν σνμπότας καὶ

3συμπόσια θεῖμεν ἂν μίαν τινὰ συνουσίαν εἶναι‎;

4

ΜΕ.‎ Καὶ σφόδρα γε‎.

Critical Apparatus5

ΑΘ.‎ Ταύτην οὖν μῶν ὀρθῶς γιγνομένην ἤδη τις πώποτε

6ἐθεάσατο; καὶ σφῷν μὲν ἀποκρίνασθαι ῥᾴδιον ὡς οὐδε-

Critical Apparatus7πώποτε τὸ παράπαν—οὐ γὰρ ἐπιχώριον ὑμῖν τοῦτο οὐδὲ

Link 8νόμιμον—ἐγὼ δὲ ἐντετύχηκά τε πολλαῖς καὶ πολλαχοῦ, καὶ

9προσέτι πάσας ὡς ἔπος εἰπεῖν διηρώτηκα, καὶ σχεδὸν ὅλην

e1μὲν oὐδεμίαν ὀρθῶς γιγνομένην ἑώρακα οὐδὲ ἀκήκοα, μόρια δ'

Critical Apparatus2εἴ που σμικρὰ καὶ ὀλίγα, τὰ πολλὰ δὲ σύμπανθʼ ὡς εἰπεῖν

3διημαρτημένα‎.

4

ΚΛ.‎ Πῶς δὴ ταῦτα, ὦ ξένε, λέγεις; εἰπὲ ἔτι σαφέστερον·

5ἡμεῖς μὲν γάρ, ὅπερ εἶπες, ἀπειρίᾳ τῶν τοιούτων, οὐδὲ ἐντυγ-

640 Link 1χάνοντες ἂν ἴσως εὐθύς γε γνοῖμεν τό τε ὀρθὸν καὶ μὴ

2γιγνόμενον ἐν αὐτοῖς‎.

3

ΑΘ.‎ Εἰκὸς λέγεις· ἀλλ' ἐμοῦ φράζοντος πειρῶ μανθάνειν.

4τὸ μὲν γὰρ ἐν πάσαις τε συνόδοις, καὶ κοινωνίαις πράξεων

5ὡντινωνοῦν, ὡς ὀρθὸν πανταχοῦ ἑκάστοις ἄρχοντα εἶναι,

6μανθάνεις‎;

7

ΚΛ.‎ Πῶς γὰρ οὔ‎;

8

ΑΘ.‎ Καὶ μὴν ἐλέγομεν νυνδὴ μαχομένων ὡς ἀνδρεῖον δεῖ

9τὸν ἄρχοντʼ εἶναι‎.

10

ΚΛ.‎ Πῶς δ' οὔ‎;

Critical Apparatus11

ΑΘ.‎ Ὁ μὴν ἀνδρεῖος τῶν δειλῶν ὑπὸ φόβων ἧττον

12τεθορύβηται‎.

pg 35b Link 1

ΚΛ.‎ Καὶ τοῦτο οὕτως‎.

2

ΑΘ.‎ Εἰ δ' ἦν τις μηχανὴ μηδὲν τὸ παράπαν δεδιότα μηδὲ

3θορυβούμενον ἐπιστῆσαι στρατοπέδῳ στρατηγόν, ἆρʼ οὐ τοῦτʼ

4ἂν παντὶ τρόπῳ ἐπράττομεν‎;

5

ΚΛ.‎ Σφόδρα μὲν οὖν‎.

Critical Apparatus6

ΑΘ.‎ Νῦν δέ γε οὐ στρατοπέδου περὶ λέγομεν ἄρξοντος

7ἐν ἀνδρῶν ὁμιλίαις ἐχθρῶν ἐχθροῖς μετὰ πολέμου, φίλων δ'

8ἐν εἰρήνῃ πρὸς φίλους κοινωνησόντων φιλοφροσύνης‎.

9

ΚΛ.‎ Ὀρθῶς‎.

c Link 1

ΑΘ.‎ Ἔστιν δέ γε ἡ τοιαύτη συνουσία, εἴπερ ἔσται μετὰ

2μέθης, οὐκ ἀθόρυβος. ἦ γάρ‎;

3

ΚΛ.‎ Πῶς γάρ; ἀλλ' οἶμαι πᾶν τοὐναντίον‎.

4

ΑΘ.‎ Οὐκοῦν πρῶτον μὲν καὶ τούτοις ἄρχοντος δεῖ‎;

5

ΚΛ.‎ Τί μήν; ὡς οὐδενί γε πράγματι‎.

6

ΑΘ.‎ Πότερον οὖν ἀθόρυβον, εἰ δυνατὸν εἴη, τὸν τοιοῦτον

7ἄρχοντα ἐκπορίζεσθαι δεῖ‎;

8

ΚΛ.‎ Πῶς γὰρ οὔ‎;

9

ΑΘ.‎ Καὶ μὴν περί γε συνουσίας, ὡς ἔοικεν, αὐτὸν φρό-

10νιμον εἶναι δεῖ· γίγνεται γὰρ φύλαξ τῆς τε ὑπαρχούσης

d1φιλίας αὐτοῖς, καὶ ἔτι πλείονος ἐπιμελητὴς ὅπως ἔσται διὰ

2τὴν τότε συνουσίαν‎.

3

ΚΛ.‎ Ἀληθέστατα‎.

4

ΑΘ.‎ Οὐκοῦν νήφοντά τε καὶ σοφὸν ἄρχοντα μεθυόντων

5δεῖ καθιστάναι, καὶ μὴ τοὐναντίον; μεθυόντων γὰρ μεθύων

6καὶ νέος ἄρχων μὴ σοφός, εἰ μὴ κακὸν ἀπεργάσαιτό τι μέγα,

7πολλῇ χρῷτʼ ἂν ἀγαθῇ τύχῃ‎.

8

ΚΛ.‎ Παμπόλλῃ μὲν οὖν‎.

9

ΑΘ.‎ Οὐκοῦν εἰ μὲν γιγνομένων ὡς δυνατὸν ὀρθότατα

10τούτων ἐν ταῖς πόλεσι τῶν συνουσιῶν μέμφοιτό τις, ἐπι-

eCritical Apparatus1καλῶν αὐτῷ τῷ πράγματι, τάχʼ ἂν ὀρθῶς ἴσως μέμφοιτο· εἰ

2δὲ ἁμαρτανόμενον ὡς οἷόν τε μάλιστα ἐπιτήδευμά τις ὁρῶν

3λοιδορεῖ, πρῶτον μὲν δῆλον ὡς ἀγνοεῖ τοῦτʼ αὐτὸ γιγνόμενον

pg 364οὐκ ὀρθῶς, εἶθ' ὅτι πᾶν τούτῳ τῷ τρόπῳ φανεῖται πονηρόν,

5δεσπότου τε καὶ ἄρχοντος νήφοντος χωρὶς πραττόμενον. ἢ οὐ

6συννοεῖς τοῦθ', ὅτι μεθύων κυβερνήτης καὶ πᾶς παντὸς ἄρχων

641Critical Apparatus1ἀνατρέπει πάντα εἴτε πλοῖα εἴτε ἅρματα εἴτε στρατόπεδον,

2εἴθ' ὅτι ποτʼ εἴη τὸ κυβερνώμενον ὑπ' αὐτοῦ‎;

3

ΚΛ.‎ Παντάπασιν τοῦτό γε ἀληθὲς εἴρηκας, ὦ ξένε· τοὐπὶ

Critical Apparatus4τῷδε δʼ ἡμῖν λέγε, τί ποτε, ἂν γίγνηται τοῦτο ὀρθὸν τὸ

5περὶ τὰς πόσεις νόμιμον, ἀγαθὸν ἂν δράσειεν ἡμᾶς; οἷον, ὃ

6νυνδὴ ἐλέγομεν, εἰ στράτευμα ὀρθῆς ἡγεμονίας τυγχάνοι, νίκη

7πολέμου τοῖς ἑπομένοις ἂν γίγνοιτο, οὐ σμικρὸν ἀγαθόν, καὶ

b Link 1τἆλλ' οὕτω· συμποσίου δὲ ὀρθῶς παιδαγωγηθέντος τί μέγα

2ἰδιώταις ἢ τῇ πόλει γίγνοιτʼ ἄν‎;

Link 3

ΑΘ.‎ Τί δέ; παιδὸς ἑνὸς ἢ καὶ χοροῦ παιδαγωγηθέντος

4κατὰ τρόπον ἑνός, τί μέγα τῇ πόλει φαῖμεν ἂν γίγνεσθαι; ἢ

Critical Apparatus5τοῦτο οὕτως ἐρωτηθέντες εἴποιμεν ἂν ὡς ἑνὸς μὲν βραχύ τι

6τῇ πόλει γίγνοιτʼ ἂν ὄφελος, εἰ δ' ὅλως ἐρωτᾷς παιδείαν τῶν

7παιδευθέντων τί μέγα τὴν πόλιν ὀνίνησιν, οὐ χαλεπὸν εἰπεῖν

8ὅτι παιδευθέντες μὲν εὖ γίγνοιντʼ ἂν ἄνδρες ἀγαθοί, γενό-

c1μενοι δὲ τοιοῦτοι τά τε ἄλλα πράττοιεν καλῶς, ἔτι δὲ κἂν

2νικῷεν τοὺς πολεμίους μαχόμενοι. παιδεία μὲν οὖν φέρει

3καὶ νίκην, νίκη δ' ἐνίοτε ἀπαιδευσίαν· πολλοὶ γὰρ ὑβριστό-

4τεροι διὰ πολέμων νίκας γενόμενοι μυρίων ἄλλων κακῶν διʼ

5ὕβριν ἐνεπλήσθησαν, καὶ παιδεία μὲν οὐδεπώποτε γέγονεν

6Καδμεία, νῖκαι δὲ ἀνθρώποις πολλαὶ δὴ τοιαῦται γεγόνασίν

7τε καὶ ἔσονται‎.

8

ΚΛ.‎ Δοκεῖς ἡμῖν, ὦ φίλε, τὴν ἐν τοῖς οἴνοις κοινὴν

d1διατριβὴν ὡς εἰς παιδείας μεγάλην μοῖραν τείνουσαν λέγειν,

2ἂν ὀρθῶς γίγνηται‎.

3

ΑΘ.‎ Τί μήν‎;

4

ΚΛ.‎ Ἔχοις ἂν οὖν τὸ μετὰ τοῦτʼ εἰπεῖν ὡς ἔστιν τὸ νῦν

5εἰρημένον ἀληθές‎;

pg 376

ΑΘ.‎ Τὸ μὲν ἀληθές, ὦ ξένε, διισχυρίζεσθαι ταῦτα οὕτως

7ἔχειν, πολλῶν ἀμφισβητούντων, 0εθῦ· εἰ δʼ ὅπῃ ἐμοὶ φαίνεται

8δεῖ λέγειν, οὐδεὶς φθόνος, ἐπείπερ ὡρμήκαμέν γε τοὺς λόγους

9περὶ νόμων καὶ πολιτείας ποιεῖσθαι τὰ νῦν‎.

10

ΚΛ.‎ Τοῦτ' αὐτὸ δὴ πειρώμεθα, τὸ σοὶ δοκοῦν περὶ τῶν

e Link 1νῦν ἀμφισβητουμένων καταμαθεῖν‎.

2

ΑΘ.‎ Ἀλλὰ χρὴ ποιεῖν οὕτως, ὑμᾶς τε ἐπὶ τὸ μαθεῖν καὶ

3ἐμὲ ἐπὶ τὸ δηλῶσαι πειρώμενον ἁμῶς γέ πως, συντεῖναι,

4τὸν λόγον. πρῶτον δέ μου ἀκούσατε τὸ τοιόνδε. τὴν πόλιν

5ἅπαντες ἡμῶν Ἕλληνες ὑπολαμβάνουσιν ὡς φιλόλογός τέ ἐστι

6καὶ πολύλογος, Λακεδαίμονα δὲ καὶ Κρήτην, τὴν μὲν βραχύ-

7λογον, τὴν δὲ πολύνοιαν μᾶλλον ἢ πολυλογίαν ἀσκοῦσαν·

642Critical Apparatus1σκοπῶ δὴ μὴ δόξαν ὑμῖν παράσχωμαι περὶ σμικροῦ πολλὰ

2λέγειν, μέθης πέρι, σμικροῦ πράγματος, παμμήκη λόγον ἀνα-

3καθαιρόμενος. τὸ δὲ ἡ κατὰ φύσιν αὐτοῦ διόρθωσις οὐκ ἂν

4δύναιτο ἄνευ μουσικῆς ὀρθότητός ποτε σαφὲς οὐδὲ ἱκανὸν

5ἐν τοῖς λόγοις ἀπόλαβεῖν, μουσικὴ δὲ ἄνευ παιδείας τῆς

6πάσης οὐκ ἂν αὖ ποτε δύναιτο· ταῦτα δὲ παμπόλλων ἐστὶν

7λόγων. ὁρᾶτε οὖν τί ποιῶμεν εἰ ταῦτα μὲν ἐάσαιμεν ἐν τῷ

b Link 1παρόντι, μετεκβαῖμεν δ' εἰς ἕτερόν τινα νόμων πέρι λόγον‎.

2

ΜΕ.‎ Ὦ ξένε Ἀθηναῖε, οὐκ οἰσθ' ἴσως ὅτι τυγχάνει

3ἡμῶν ἡ ἑστία τῆς πόλεως οὖσα ὑμῶν πρόξενος. ἴσως μὲν

4οὖν καὶ πᾶσιν τοῖς παισίν, ἐπειδὰν ἀκούσωσιν ὅτι τινός

5εἰσιν πόλεως πρόξενοι, τούτῃ τις εὔνοια ἐκ νέων εὐθὺς

6ἐνδύεται ἕκαστον ἡμῶν τῶν προξένων τῇ πόλει, ὡς δευτέρᾳ

7οὔσῃ πατρίδι μετὰ τὴν αὑτοῦ πόλιν· καὶ δὴ καὶ ἐμοὶ νῦν

Critical Apparatus8ταὐτὸν τοῦτο ἐγγέγονεν. ἀκούων γὰρ τῶν παίδων εὐθύς,

c1εἴ τι μέμφοιντο ἢ καὶ ἐπαινοῖεν Λακεδαιμόνιοι Ἀθηναίους,

2ὡς "Ἡ πόλις ὑμῶν, ὦ Μέγιλλε," ἔφασαν, "ἡμᾶς οὐ καλῶς

3ἢ καλῶς ἔρρεξε"—ταῦτα δὴ ἀκούων, καὶ μαχόμενος πρὸς

4αὐτὰ ὑπὲρ ὑμῶν ἀεὶ πρὸς τοὺς τὴν πόλιν εἰς ψόγον ἄγοντας,

pg 385πᾶσαν εὔνοιαν ἔσχον, καί μοι νῦν ἥ τε φωνὴ προσφιλὴς

6ὑμῶν, τό τε ὑπὸ πολλῶν λεγόμενον, ὡς ὅσοι Ἀθηναίων

7εἰσὶν ἀγαθοὶ διαφερόντως εἰσὶν τοιοῦτοι, δοκεῖ ἀληθέστατα

8λέγεσθαι· μόνοι γὰρ ἄνευ ἀνάγκης αὐτοφυῶς, θείᾳ μοίρᾳ

d Link 1ἀληθῶς καὶ οὔτι πλαστῶς εἰσιν ἀγαθοί. θαρρῶν δὴ ἐμοῦ γε

2ἕνεκα λέγοις ἂν τοσαῦτα ὁπόσα σοι φίλον‎.

3

ΚΛ.‎ Καὶ μήν, ὦ ξένε, καὶ τὸν παρ' ἐμοῦ λόγον ἀκούσας

4τε καὶ ἀποδεξάμενος, θαρρῶν ὁπόσα βούλει λέγε. τῇδε γὰρ

5ἴσως ἀκήκοας ὡς Ἐπιμενίδης γέγονεν ἀνὴρ θεῖος, ὃς ἦν ἡμῖν

Critical Apparatus6οἰκεῖος, ἐλθὼν δὲ πρὸ τῶν Περσικῶν δέκα ἔτεσιν πρότερον

7παρ' ὑμᾶς κατὰ τὴν τοῦ θεοῦ μαντείαν, θυσίας τε ἐθύσατό

e1τινας ἃς ὁ θεὸς ἀνεῖλεν, καὶ δὴ καὶ φοβουμένων τὸν Περσικὸν

2Ἀθηναίων στόλον, εἶπεν ὅτι δέκα μὲν ἐτῶν οὐχ ἥξουσιν, ὅταν

3δὲ ἔλθωσιν, ἀπαλλαγήσονται πράξαντες οὐδὲν ὧν ἤλπιζον,

4παθόντες τε ἢ δράσαντες πλείω κακά. τότʼ οὖν ἐξενώθησαν

5ὑμῖν οἱ πρόγονοι ἡμῶν, καὶ εὔνοιαν ἐκ τόσου ἔγωγε ὑμῖν καὶ

6431οἱ ἡμέτεροι ἔχουσιν γονῆς‎.

2

ΑΘ.‎ Τὰ μὲν τοίνυν ὑμέτερα ἀκούειν, ὡς ἔοικεν, ἕτοιμʼ ἂν

3εἴη· τὰ δ' ἐμὰ βούλεσθαι μὲν ἕτοιμα, δύνασθαι δὲ οὐ πάνυ

4ῥᾴδια, ὅμως δὲ πειρατέον. πρῶτον δὴ οὖν πρὸς τὸν λόγον

5ὁρισώμεθα παιδείαν τί ποτʼ ἐστὶν καὶ τίνα δύναμιν ἔχει·

6διὰ γὰρ ταύτης φαμὲν ἰτέον εἶναι τὸν προκεχειρισμένον ἐν τῷ

7νῦν λόγον ὑφ' ἡμῶν, μέχριπερ ἂν πρὸς τὸν θεὸν ἀφίκηται‎.

8

ΚΛ.‎ Πάνυ μὲν οὖν δρῶμεν ταῦτα, εἴπερ σοί γε ἡδύ‎.

b Link 1

ΑΘ.‎ Λέγοντος τοίνυν ἐμοῦ τί ποτε χρὴ φάναι παιδείαν

2εἶναι, σκέψασθε ἂν ἀρέσκῃ τὸ λεχθέν‎.

3

ΚΛ.‎ Λέγοις ἄν‎.

Critical Apparatus4

ΑΘ.‎ Λέγω δή, καί φημι τὸν ὁτιοῦν ἀγαθὸν ἄνδρα μέλ-

Critical Apparatus5λοντα ἔσεσθαι τοῦτο αὐτὸ ἐκ παίδων εὐθὺς μελετᾶν δεῖν,

6παίζοντὰ τε καὶ σπουδάζοντα ἐν τοῖς τοῦ πράγματος ἑκάστοις

7προσήκουσιν. οἷον τὸν μέλλοντα ἀγαθὸν ἔσεσθαι γεωργὸν

pg 398ἤ τινα οἰκοδόμον, τὸν μὲν οἰκοδομοῦντά τι τῶν παιδείων

c1οἰκοδομημάτων παίζειν χρή, τὸν δʼ αὖ γεωργοῦντα, καὶ ὄργανα

2ἑκατέρῳ σμικρά, τῶν ἀληθινῶν μιμήματα, παρασκευάζειν τὸν

3τρέφοντα αὐτῶν ἐκάτερον, καὶ δὴ καὶ τῶν μαθημάτων ὅσα

4ἀναγκαῖα προμεμαθηκέναι προμανθάνειν, οἷον τέκτονα μετρεῖν

5ἢ σταθμᾶσθαι καὶ πολεμικὸν ἱππεύειν παίζοντα ἤ τι τῶν

Critical Apparatus6τοιούτων ἄλλο ποιοῦντα, καὶ πειρᾶσθαι διὰ τῶν παιδιῶν

7ἐκεῖσε τρέπειν τὰς ἡδονὰς καὶ ἐπιθυμίας τῶν παίδων, οἷ

8ἀφικομένους αὐτοὺς δεῖ τέλος ἔχειν. κεφάλαιον δὴ παιδείας

d Link 1λέγομεν τὴν ὀρθὴν τροφήν, ἣ τοῦ παίζοντος τὴν ψυχὴν εἰς

Link 2ἔρωτα μάλιστα ἄξει τούτου ὃ δεήσει γενόμενον ἄνδρʼ αὐτὸν

3τέλειον εἶναι τῆς τοῦ πράγματος ἀρετῆς· ὁρᾶτε οὖν εἰ μέχρι

Critical Apparatus4τούτου γε, ὅπερ εἶπον, ὑμῖν ἀρέσκει τὸ λεχθέν‎.

5

ΚΛ.‎ Πῶς γὰρ οὔ;

6

ΑΘ.‎ Μὴ τοίνυν μηδʼ ὃ λέγομεν εἶναι παιδείαν ἀόριστον

7γένηται. νῦν γὰρ ὀνειδίζοντες ἐπαινοῦντές θʼ ἑκάστων τὰς

8τροφάς, λέγομεν ὡς τὸν μὲν πεπαιδευμένον ἡμῶν ὄντα τινά,

eCritical Apparatus1τὸν δὲ ἀπαίδευτον ἐνίοτε εἴς τε καπηλείας καὶ ναυκληρίας

Critical Apparatus2καὶ ἄλλων τοιούτων μάλα πεπαιδευμένων σφόδρα ἀνθρώπων·

Link 3οὐ γὰρ ταῦτα ἡγουμένων, ὡς ἔοικʼ, εἶναι παιδείαν ὁ νῦν λόγος

4ἂν εἴη, τὴν δὲ πρὸς ἀρετὴν ἐκ παίδων παιδείαν, ποιοῦσαν

5ἐπιθυμητήν τε καὶ ἐραστὴν τοῦ πολίτην γενέσθαι τέλεον,

6ἄρχειν τε καὶ ἄρχεσθαι ἐπιστάμενον μετὰ δίκης. ταύτην

644Critical Apparatus1τὴν τροφὴν ἀφορισάμενος ὁ λόγος οὗτος, ὡς ἐμοὶ φαίνεται,

2νῦν βούλοιτʼ ἂν μόνην παιδείαν προσαγορεύειν, τὴν δὲ εἰς

Link 3χρήματα τείνουσαν ἤ τινα πρὸς ἰσχύν, ἢ καὶ πρὸς ἄλλην

4τινὰ σοφίαν ἄνευ νοῦ καὶ δίκης, βάναυσόν τʼ εἶναι καὶ

5ἀνελεύθερον καὶ οὐκ ἀξίαν τὸ παράπαν παιδείαν καλεῖσθαι.

pg 40Critical Apparatus Link 6ἡμεῖς δὴ μηδὲν ὀνόματι διαφερώμεθʼ αὑτοῖς, ἀλλ' ὁ νυνδὴ

7λόγος ἡμῖν ὁμολογηθεὶς μενέτω, ὡς οἵ γε ὀρθῶς πεπαιδευ-

8μένοι σχεδὸν ἀγαθοὶ γίγνονται, καὶ δεῖ δὴ τὴν παιδείαν

b1μηδαμοῦ ἀτιμάζειν, ὡς πρῶτον τῶν καλλίστων τοῖς ἀρίστοις

2ἀνδράσιν παραγιγνόμενον· καὶ εἴ ποτε ἐξέρχεται, δυνατὸν δ'

Critical Apparatus3ἐστὶν ἐπανορθοῦσθαι, τοῦτʼ ἀεὶ δραστέον διὰ βίου παντὶ κατὰ

4δύναμιν‎.

5

ΚΛ.‎ Ὀρθῶς, καὶ συγχωροῦμεν ἃ λέγεις‎.

Link 6

ΑΘ.‎ Καὶ μὴν πάλαι γε συνεχωρήσαμεν ὡς ἀγαθῶν μὲν

7ὄντων τῶν δυναμένων ἄρχειν αὑτῶν, κακῶν δὲ τῶν μή‎.

8

ΚΛ.‎ Λέγεις ὀρθότατα‎.

Link 9

ΑΘ.‎ Σαφέστερον ἔτι τοίνυν ἀναλάβωμεν τοῦτʼ αὐτὸ ὅτι

cCritical Apparatus Link 1ποτὲ λέγομεν. καί μοι διʼ εἰκόνος ἀποδέξασθε ἐάν πως

2δυνατὸς ὑμῖν γένωμαι δηλῶσαι τὸ τοιοῦτον‎.

3

ΚΛ.‎ Λέγε μόνον‎.

Critical Apparatus Link 4

ΑΘ.‎ Οὐκοῦν ἕνα μὲν ἡμῶν ἕκαστον αὐτὸν τιθῶμεν;

5

ΚΛ.‎ Ναί‎.

Link 6

ΑΘ.‎ Δύο δὲ κεκτημένον ἐν αὑτῷ συμβούλω ἐναντίω τε

7καὶ ἄφρονε, ὣ προσαγορεύομεν ἡδονὴν καὶ λύπην‎;

8

ΚΛ.‎ Ἔστι ταῦτα‎.

Critical Apparatus9

ΑΘ.‎ Πρὸς δὲ τούτοιν ἀμφοῖν αὖ δόξας μελλόντων, οἷν

10κοινὸν μὲν ὄνομα ἐλπίς, ἴδιου δέ, φόβος μὲν ἡ πρὸ λύπης

d Link 1ἐλπίς, θάρρος δὲ ἡ πρὸ τοῦ ἐναντίου· ἐπὶ δὲ πᾶσι τούτοις

Link 2λογισμὸς ὅτι ποτʼ αὐτῶν ἄμεινον ἢ χεῖρον, ὃς γενόμενος

3δόγμα πόλεως κοινὸν νόμος ἐπωνόμασται‎.

Link 4

ΚΛ.‎ Μόγις μέν πως ἐφέπομαι, λέγε μὴν τὸ μετὰ ταῦτα

5ὡς ἑπομένου‎.

6

ΜΕ.‎ Καὶ ἐν ἐμοὶ μὴν ταὐτὸν τοῦτο πάθος ἔνι‎.

Link 7

ΑΘ.‎ Περὶ δὴ τούτων διανοηθῶμεν οὑτωσί. θαῦμα μὲν

8ἕκαστον ἡμῶν ἡγησώμεθα τῶν ζῴων θεῖον, εἴτε ὡς παίγνιον

9ἐκείνων εἴτε ὡς σπουδῇ τινι συνεστηκός· οὐ γὰρ δὴ τοῦτό

pg 41e Link 1γε γιγνώσκομεν, τόδε δὲ ἴσμεν, ὅτι ταῦτα τὰ πάθη ἐν ἡμῖν

Link 2οἷον νεῦρα ἢ σμήρινθοί τινες ἐνοῦσαι σπῶσίν τε ἡμᾶς καὶ

Critical Apparatus Link 3ἀλλήλαις ἀνθέλκουσιν ἐναντίαι οὖσαι ἐπʼ ἐναντίας πράξεις,

Link 4οὗ δὴ διωρισμένη ἀρετὴ καὶ κακία κεῖται. μιᾷ γάρ φησιν ὁ

Critical Apparatus Link 5λόγος δεῖν τῶν ἕλξεων συνεπόμενον ἀεὶ καὶ μηδαμῇ ἀπολειπό-

Critical Apparatus Link 6μενον ἐκείνης, ἀνθέλκειν τοῖς ἄλλοις νεύροις ἕκαστον, ταύτην

645 Link 1δ' εἶναι τὴν τοῦ λογισμοῦ ἀγωγὴν χρυσῆν καὶ ἱεράν, τῆς

2πόλεως κοινόν νόμον ἐπικἁλουμένην, ἄλλας δὲ σκληρὰς καὶ

Critical Apparatus3σιδηρᾶς, τὴν δὲ μαλακὴν ἅτε χρυσῆν οὖσαν, τὰς δὲ ἄλλας

Link 4παντοδαποῖς εἴδεσιν ὁμοίας. δεῖν δὴ τῇ καλλίστῃ ἀγωγῇ.

Critical Apparatus Link 5τῇ τοῦ νόμον ἀεὶ συλλαμβάνειν· ἅτε γὰρ τοῦ λογισμοῦ καλοῦ

Critical Apparatus6μὲν ὄντος, πρᾴου δὲ καὶ οὐ βιαίον, δεῖσθαι ὑπηρετῶν αὐτοῦ τὴν

Critical Apparatus7ἀγωγήν, ὅπως ἂν ἐν ἡμῖν τὸ χρυσοῦν γένος νικᾷ τὰ ἄλλα

b Link 1γένη. καὶ οὕτω δὴ περὶ θαυμάτων ὡς ὄντων ἡμῶν ὁ μῦθος

Critical Apparatus2ἀρετῆς σεσωμένος ἂν εἴη, καὶ τὸ κρείττω ἑαυτοῦ καὶ ἥττω

3εἶναι τρόπον τινὰ φανερὸν ἂν γίγνοιτο μᾶλλον ὃ νοεῖ, καὶ

4ὅτι πόλιν καὶ ἰδιώτην, τὸν μὲν λόγον ἀληθῆ λαβόντα ἐν

Critical Apparatus5ἑαυτῷ περὶ τῶν ἕλξεων τούτων, τούτῳ ἑπόμενον δεῖ ζήν,

Critical Apparatus6πόλιν δὲ ἢ παρὰ θεῶν τινος ἢ παρὰ τούτου τοῦ γνόντος

7ταῦτα λόγον παραλαβοῦσαν, νόμον θεμένην, αὑτῇ τε ὁμιλεῖν

8καὶ ταῖς ἄλλαις πόλεσιν. οὕτω καὶ κακία δὴ καὶ ἀρετὴ

c1σαφέστερον ἡμῖν διηρθρωμένον ἂν εἴη· ἐναργεστέρου δ'

2αὐτοῦ γενομένου καὶ παιδεία καὶ τἆλλα ἐπιτηδεύματα ἴσως

3ἔσται μᾶλλον καταφανῆ, καὶ δὴ καὶ τὸ περὶ τῆς ἐν τοῖς οἴνοις

4διατριβῆς, ὃ δοξασθείη μὲν ἂν εἶναι φαύλου πέρι μῆκος πολὺ

5λόγων περιττὸν εἰρημένον, φανείη δὲ τάχʼ ἂν ἴσως τοῦ μήκους

6γʼ αὐτῶν οὐκ ἀπάξιον‎.

7

ΚΛ.‎ Εὖ λέγεις, καὶ περαίνωμεν ὅτιπερ ἂν τῆς γε νῦν

8διατριβῆς ἄξιον γίγνηται‎.

pg 42 d Link 1

ΑΘ.‎ Λέγε δή· προσφέροντες τῷ θαύματι τούτῳ τὴν μέθην,

2ποῖόν τί ποτε αὐτὸ ἀπεργαζόμεθα‎;

3

ΚΛ.‎ Πρὸς τί δὲ σκοπούμενος αὐτὸ ἐπανερωτᾷς‎;

4

ΑΘ.‎ Οὐδέν πω πρὸς ὅτι, τοῦτο δὲ ὅλως κοινωνῆσαν τούτῳ

5ποῖόν τι συμπίπτει γίγνεσθαι. ἔτι δὲ σαφέστερον ὃ βούλομαι

Link 6πειράσομαι φράζειν. ἐρωτῶ γὰρ τὸ τοιόνδε· ἆρα σφοδρο-

Link 7τέρας τὰς ἡδονὰς καὶ λύπας καὶ θυμοὺς καὶ ἔρωτας ἡ τῶν

8οἴνων πόσις ἐπιτείνει‎;

9

ΚΛ.‎ Πολύ γε‎.

e Link 1

ΑΘ.‎ Τί δ' αὖ τὰς αἰσθήσεις καὶ μνήμας καὶ δόξας καὶ φρο-

2νήσεις; πότερον ὡσαύτως σφοδροτέρας; ἢ πάμπαν ἀπολείπει

3ταῦτα αὐτόν, ἂν κατακορής τις τῇ μέθῃ γίγνηται‎;

Critical Apparatus4

ΚΛ.‎ Ναί, πάμπαν ἀπολείπει‎.

Link 5

ΑΘ.‎ Οὐκοῦν εἰς ταὐτὸν ἀφικνεῖται τὴν τῆς ψυχῆς ἕξιν τῇ

6τότε ὅτε νέος ἦν παῖς‎;

Critical Apparatus7

ΚΛ.‎ Τί μήν‎;

Link 8

ΑΘ.‎ Ἥκιστα δὴ τότʼ ἂν αὐτὸς αὑτοῦ γίγνοιτο ἐγκρατής‎.

646 Link 1

ΚΛ.‎ Ἥκιστα‎.

2

ΑΘ.‎ Ἆρ' οὖν πονηρότατος, φαμέν, ὁ τοιοῦτος‎;

3

ΚΛ.‎ Πολύ γε‎.

4

ΑΘ.‎ Οὐ μόνον ἄρʼ, ὡς ἔοικεν, ὁ γέρων δὶς παῖς γιγνοιτʼ

5ἄν, ἀλλὰ καὶ ὁ μεθυσθείς‎.

6

ΚΛ.‎ Ἄριστα εἶπες, ὦ ξένε‎.

7

ΑΘ.‎ Τούτου δὴ τοῦ ἐπιτηδεύματος ἔσθʼ ὅστις λόγος ἐπι-

8χειρήσει πείθειν ἡμᾶς ὡς χρὴ γεύεσθαι καὶ μὴ φεύγειν παντὶ

9σθένει κατὰ τὸ δυνατόν‎;

10

ΚΛ.‎ Ἔοικ' εἶναι· σὺ γοῦν φῂς καὶ ἕτοιμος ἦσθα νυνδὴ

11λέγειν‎.

b 1

ΑΘ.‎ Ἀληθῆ μέντοι μνημονεύεις· καὶ νῦν γʼ εἴμʼ

2ἕτοιμος, ἐπειδήπερ σφώ γε ἐθελήσειν προθύμως ἔφατον

3ἀκούειν‎.

pg 43Critical Apparatus4

ΚΛ.‎ Πῶς δ' οὐκ ἀκουσόμεθα; κἂν εἰ μηδενὸς ἄλλου

Critical Apparatus5χάριν, ἀλλὰ τοῦ θαυμαστοῦ τε καὶ ἀτόπου, εἰ δεῖ ἑκόντα

6ποτὲ ἄνθρωπον εἰς ἅπασαν φαυλότητα ἑαυτὸν ἐμβάλλειν‎.

7

ΑΘ.‎ Ψυχῆς λέγεις· ἦ γάρ‎;

8

ΚΛ.‎ Ναί‎.

9

ΑΘ.‎ Τί δέ; σώματος, ὦ ἑταῖρε, εἰς πονηρίαν, λεπτότητά

10τε καὶ αἶσχος καὶ ἀδυναμίαν, θαυμάζοιμεν ἂν εἴ ποτέ τις

c Link 1ἑκὼν ἐπὶ τὸ τοιοῦτον ἀφικνεῖται‎;

2

ΚΛ.‎ Πῶς γὰρ οὔ‎;

3

ΑΘ.‎ Τί οὖν; τοὺς εἰς τὰ ἰατρεῖα αὐτοὺς βαδίζοντας ὲπὶ

Critical Apparatus Link 4φαρμακοποσίᾳ ἀγνοεῖν οἰόμεθα ὅτι μετʼ ὀλίγον ὕστερον καὶ

5ἐπὶ πολλὰς ἡμέρας ἕξουσιν τοιοῦτον τὸ σῶμα, οἷον εἰ διά

6τέλους ἔχειν μέλλοιεν, ζῆν οὐκ ἂν δέξαιντο; ἢ τοὺς ἐπὶ τὰ

7γυμνάσια καὶ πόνους ἰόντας οὐκ ἴσμεν ὡς ἀσθενεῖς εἰς τὸ

8παραχρῆμα γίγνονται;

9

ΚΛ.‎ Πάντα ταῦτα ἴσμεν‎.

10

ΑΘ.‎ Καὶ ὅτι τῆς μετὰ ταῦτα ὠφελίας ἕνεκα ἑκόντες

11πορεύονται‎;

d 1

ΚΛ.‎ Κάλλιστα‎.

2

ΑΘ.‎ Οὐκοῦν χρὴ καὶ τῶν ἄλλων ἐπιτηδευμάτων πέρι

3διανοεῖσθαι τὸν αὐτὸν τρόπον‎;

4

ΚΛ.‎ Πάνυ γε‎.

5

ΑΘ.‎ Καὶ τῆς περὶ τὸν οἶνον ἄρα διατριβῆς ὡσαύτως

6διανοητέον, εἴπερ ἔνι τοῦτο ἐν τούτοις ὀρθῶς διανοηθῆναι‎.

7

ΚΛ.‎ Πῶς δʼ οὔ;

8

ΑΘ.‎ Ἂν ἄρα τινὰ ἡμῖν ὠφελίαν ἔχουσα φαίνηται μηδὲν

9τῆς περὶ τὸ σῶμα ἐλάττω, τῇ γε ἀρχῇ τὴν σωμασκίαν νικᾷ

10τῷ τὴν μὲν μετʼ ἀλγηδόνων εἶναι, τὴν δὲ μή‎.

e Link 1

ΚΛ.‎ Ὀρθῶς λέγεις, θαυμάζοιμι δʼ ἂν εἴ τι δυναίμεθα

2τοιοῦτον ἐν αὐτῷ καταμαθεῖν‎.

3

ΑΘ.‎ Τοῦτ' αὐτὸ δὴ νῦν, ὡς ἔοιχʼ, ἡμῖν ἤδη πειρατέον

pg 444φράζειν. καί μοι λέγε· δύο φόβων εἴδη σχεδὸν ἐναντία

5δυνάμεθα κατανοῆσαι‎;

6

ΚΛ.‎ Ποῖα δή‎;

Link 7

ΑΘ.‎ Τὰ τοιάδε· φοβούμεθα μέν που τὰ κακά, προσ-

8δοκῶντες γενήσεσθαι.

9

ΚΛ.‎ Ναί‎.

Link 10

ΑΘ.‎ Φοβούμεθα δέ γε πολλάκις δόξαν, ἡγούμενοι δοξά-

11ζεσθαι κακοί, πράττοντες ἢ λέγοντές τι τῶν μὴ καλῶν· ὃν.

647 Link 1δὴ καὶ καλοῦμεν τὸν φόβον ἡμεῖς γε, οἶμαι δὲ καὶ πάντες,

2αἰσχύνην‎.

3

ΚΛ.‎ Τί δ' οὔ‎;

4

ΑΘ.‎ Τούτους δὴ δύο ἔλεγον φόβους· ὧν ὁ ἕτερος ἐναν-

5τίος μὲν ταῖς ἀλγηδόσιν καὶ τοῖς ἄλλοις φόβοις, ἐναντίος

6δ' ἐστὶ ταῖς πλείσταις καὶ μεγίσταις ἡδοναῖς‎.

7

ΚΛ.‎ Ὀρθότατα λέγεις‎.

Critical Apparatus8

ΑΘ.‎ Ἆρ' οὖν οὐ καὶ νομοθέτης, καὶ πᾶς οὗ καὶ σμικρὸν

9ὄφελος, τοῦτον τὸν φόβον ἐν τιμῇ μεγίστῃ σέβει, καὶ καλῶν

Critical Apparatus10αἰδῶ, τὸ τούτῳ θάρρος ἐναντίον ἀναίδειάν τε προσαγορεύει

b1καὶ μέγιστον κακὸν ἰδίᾳ τε καὶ δημοσίᾳ πᾶσι νενόμικεν‎;

2

ΚΛ.‎ Ὀρθῶς λέγεις‎.

3

ΑΘ.‎ Οὐκοῦν τά τʼ ἄλλα πολλὰ καὶ μεγάλα ὁ φόβος ἡμᾶς

4οὗτος σῴζει, καὶ τὴν ἐν τῷ πολέμῳ νίκην καὶ σωτηρίαν ἓν

5πρὸς ἓ οὐδὲν οὕτως σφόδρα ἡμῖν ἀπεργάζεται; δύο γὰρ οὖν

6ἐστὸν τὰ τὴν νίκην ἀπεργαζόμενα, θάρρος μὲν πολεμίων,

7φίλων δὲ φόβος αἰσχύνης πέρι κακῆς‎.

8

ΚΛ.‎ Ἔστι ταῦτα‎.

9

ΑΘ.‎ Ἄφοβον ἡμῶν ἄρα δεῖ γίγνεσθαι καὶ φοβερὸν

c1ἕκαστον· ὧν δ' ἑκάτερον ἕνεκα, διῃρήμεθα‎.

2

ΚΛ.‎ Πάνυ μὲν οὖν‎.

3

ΑΘ.‎ Καὶ μὴν ἄφοβόν γε ἕκαστον βουληθέντες ποιεῖν

4φόβων πολλῶν τινων, εἰς φόβον ἄγοντες αὐτὸν μετὰ νόμου,

5τοιοῦτον ἀπεργαζόμεθα‎.

pg 456

ΚΛ.‎ Φαινόμεθα‎.

Link 7

ΑΘ.‎ Τί δʼ ὅταν ἐπιχειρῶμέν τινα φοβερὸν ποιεῖν μετὰ

8δίκης; ἆρ' οὐκ ἀναισχυντίᾳ συμβάλλοντας αὐτὸν καὶ προσ-

9γυμνάζοντας νικᾶν δεῖ ποιεῖν διαμαχόμενον αὑτοῦ ταῖς

Critical Apparatus Link 10ἡδοναῖς; ἢ τῇ μὲν δειλίᾳ τῇ ἐν αὑτῷ προσμαχόμενον καὶ

d Link 1νικῶντα αὐτὴν δεῖ τέλεον οὕτω γίγνεσθαι πρὸς ἀνδρείαν,

2ἄπειρος δὲ δήπου καὶ ἀγύμναστος ὢν τῶν τοιούτων ἀγώνων

3ὁστισοῦν οὐδʼ ἂν ἥμισυς ἑαυτοῦ γένοιτο πρὸς ἀρετήν, σώφρων

4δὲ ἄρα τελέως ἔσται μὴ πολλαῖς ἡδοναῖς καὶ ἐπιθυμίαις προ-

5τρεπούσαις ἀναισχυντεῖν καὶ ἀδικεῖν διαμεμαχημένος καὶ

6νενικηκὼς μετὰ λόγου καὶ ἔργου καὶ τέχνης ἔν τε παιδιαῖς

7καὶ ἐν σπουδαῖς, ἀλλ' ἀπαθὴς ὢν πάντων τῶν τοιούτων‎;

8

ΚΛ.‎ Οὔκουν τόν γʼ εἰκότα λόγον ἂν ἔχοι‎.

e Link 1

ΑΘ.‎ Τί οὖν; φόβου φάρμακον ἔσθ' ὅστις θεὸς ἔδωκεν

Critical Apparatus2ἀνθρώποις, ὥστε ὁπόσῳ πλέον ἂν ἐθέλῃ τις πίνειν αὐτοῦ,

3τοσούτῳ μᾶλλον αὐτὸν νομίζωιν καθʼ ἑκάστην πόσιν δυστυχῆ

4γίγνεσθαι, καὶ φοβεῖσθαι τὰ παρόντα καὶ τὰ μέλλοντα αὑτῷ

6481πάντα, καὶ τελευτῶντα εἰς πᾶν δέος ἰέναι τὸν ἀνδρειότατον

2ἀνθρώπων, ἐκκοιμηθέντα δὲ καὶ τοῦ πώματος ἀπαλλαγέντα

3πάλιν ἑκάστοτε τὸν αὐτὸν γίγνεσθαι‎.

4

ΚΛ.‎ Καὶ τί τοιοῦτον φαῖμεν ἄν, ὦ ξένε, ἐν ἀνθρώποις

5γεγονέναι πῶμα‎;

6

ΑΘ.‎ Οὐδέν· εἰ δ' οὖν ἐγένετό ποθεν, ἔσθʼ ὅτι πρὸς

7ἀνδρείαν ἦν ἂν νομοθέτῃ χρήσιμον; οἷον τὸ τοιόνδε περὶ

8αὐτοῦ καὶ μάλα εἴχομεν ἂν αὐτῷ διαλέγεσθαι· Φέρε, ὦ

Critical Apparatus9νομοθέτα, εἴτε Κρησὶν εἴθ' οἱστισινοῦν νομοθετεῖς, πρῶτον

b Link 1μὲν τῶν πολιτῶν ἆρʼ ἂν δέξαιο βάσανον δυνατὸς εἶναι

2λαμβάνειν ἀνδρείας τε πέρι καὶ δειλίας‎;

3

ΚΛ.‎ Φαίη που πᾶς ἂν δῆλον ὅτι‎.

4

ΑΘ.‎ Τί δέ; μετʼ ἀσφαλείας καὶ ἄνευ κινδύνων μεγάλων

5ἢ μετὰ τῶν ἐναντίων‎;

pg 466

ΚΛ.‎ Καὶ τοῦτο μετὰ τῆς ἀσφαλείας συνομολογήσει πᾶς‎.

7

ΑΘ.‎ Χρῷο δ' ἂν εἰς τοὺς φόβους τούτους ἄγων καὶ

8ἐλέγχων ἐν τοῖς παθήμασιν, ὥστε ἀναγκάζειν ἄφοβον γί-,

c1γνεσθαι, παρακελευόμενος καὶ νουθετῶν καὶ τιμῶν, τὸν δὲ

2ἀτιμάζων, ὅστις σοι μὴ πείθοιτο εἶναι τοιοῦτος οἷον σὺ

3τάττοις ἐν πᾶσίν; καὶ γυμνασάμενον μὲν εὖ καὶ ἀνδρείως

4ἀζήμιον ἀπαλλάττοις ἄν, κακῶς δέ, ζημίαν ἐπιτιθείς; ἢ τὸ

5παράπαν οὐκ ἂν χρῷο, μηδὲν ἄλλο ἐγκαλῶν τῷ πώματι‎;

6

ΚΛ.‎ Καὶ πῶς οὐκ ἂν χρῷτο, ὦ ξένε‎;

7

ΑΘ.‎ Γυμνασία γοῦν, ὦ φίλε, παρὰ τὰ νῦν θαυμαστὴ

8ῥᾳστώνης ἂν εἴη καθʼ ἔνα καὶ κατʼ ὀλίγους καὶ καθʼ ὁπόσους

d Link 1τις ἀεὶ βούλοιτο· καὶ εἴτε τις ἄρα μόνος ἐν ἐρημίᾴ, τὸ τῆς

2αἰσχύνης ἐπίπροσθεν ποιούμενος, πρὶν εὖ σχεῖν ἡγούμενος

Link 3ὁρᾶσθαι μὴ δεῖν, οὕτω πρὸς τοὺς φόβους γυμνάζοιτο, πῶμα

Critical Apparatus4μόνον ἀντὶ μυρίων πραγμάτων παρασκευαζόμενος, ὀρθῶς ἄν

5τι πράττοι, εἴτε τις ἑαυτῷ πιστεύων φύσει καὶ μελέτῃ καλῶς

6παρεσκευάσθαι, μηδὲν ὀκνοῖ μετὰ συμποτῶν πλειόνων γυμνα-

7ζόμενος ἐπιδείκνυσθαι τὴν ἐν τῇ τοῦ πώματος ἀναγκαίᾳ

eCritical Apparatus1διάφορᾷ δύναμιν ὑπερθέων καὶ κρατῶν, ὥστε ὑπʼ ἀσχη-

2μοσύνης μηδὲ ἓν σφάλλεσθαι μέγα μηδʼ ἀλλοιοῦσθαι διʼ

3ἀρετήν, πρὸς δὲ τὴν ἐσχάτην πόσιν ἀπαλλάττοιτο πρὶν

4ἀφικνεῖσθαι, τὴν πάντων ἧτταν φοβούμενος ἀνθρώπων τοῦ

5πώματος‎.

Critical Apparatus Link 6

ΚΛ.‎ Ναί σωφρονοῖ γάρ 〈ἄν〉, ὦ ξένε, καὶ ὁ τοιοῦτος

7οὕτω πράττων‎.

649 1

ΑΘ.‎ Πάλιν δὴ πρὸς τὸν νομοθέτην λέγωμεν τάδε· Εἶεν,

2ὦ νομοθέτα, τοῦ μὲν δὴ φόβου σχεδὸν οὔτε θεὸς ἔδωκεν

3ἀνθρώποις τοιοῦτον φάρμακον οὔτε αὐτοὶ μεμηχανήμεθα—

4τοὺς γὰρ γόητας οὐκ ἐν θοίνῃ λέγω—τῆς δέ ἀφοβίας καὶ

5τοῦ λίαν θαρρεῖν καὶ ἀκαίρως ἃ μὴ χρή, πότερον ἔστιν

Critical Apparatus6πῶμα, ἢ πῶς λέγομεν‎;

pg 477

ΚΛ.‎ Ἔστιν, φήσει που, τὸν οἷνον φράζων‎.

8

ΑΘ.‎ Ἦ καὶ τοὐναντίον ἔχει τοῦτο τῷ νυνδὴ λεγομένῳ;

Critical Apparatus9πιόντα τὸν ἄνθρωπον αὐτὸν αὑτόν ποιεῖ πρώτον ἵλεων εὐθὺς

bCritical Apparatus1μᾶλλον ἢ πρότερον, καὶ ὁπόσῳ ἂν πλέον αὐτοῦ γεύηται,

2τοσούτῳ πλειόνων ἐλπίδων ἀγαθῶν πληροῦσθαι καὶ δυνάμεως

3εἰς δόξαν; καὶ τελευτῶν δὴ πάσης ὁ τοιοῦτος παρρησίας ώς

4σοφὸς ὢν μεστοῦται καὶ ἐλευθερίας, πάσης δὲ ἀφοβίας,

5ὥστε εἰπεῖν τε ἀόκνως ὁτιοῦν, ὡσαύτως δὲ καὶ πρᾶξαι; πᾶς

6ἡμῖν, οἶμαι, ταῦτʼ ἂν συγχωροῖ‎.

7

ΚΛ.‎ Τί μήν‎;

8

ΑΘ.‎ Ἀναμνησθῶμεν δὴ τόδε, ὅτι δύ' ἔφαμεν ἡμῶν ἐν

9ταῖς ψυχαῖν δεῖν θεραπεύεσθαι, τὸ μὲν ὅπως ὅτι μάλιστα

cCritical Apparatus1θαρρήσομεν, τὸ δὲ τοὐναντίον ὅτι μάλιστα φοβησόμεθα‎.

2

ΚΛ.‎ Ἃ τῆς αἰδοῦς ἔλεγες, ὡς οἰόμεθα‎.

3

ΑΘ.‎ Καλῶς μνημονεύετε. ἐπειδὴ δὲ τήν τε ἀνδρείαν

4καὶ τὴν ἀφοβίαν ἐν τοῖς φόβοις δεῖ καταμελετᾶσθαι, σκε-

Critical Apparatus5πτέον ἆρα τὸ ἐναντίον ἐν τοῖς ἐναντίοις θεραπεύεσθαι δέον

6ἂν εἴη‎.

7

ΚΛ.‎ Τό γʼ οὖν εἰκός‎.

Link 8

ΑΘ.‎ Ἃ παθόντες ἄρα πεφύκαμεν διαφερόντως θαρραλέοι

9τʼ εἶναι καὶ θρασεῖς, ἐν τούτοις δέον ἄν, ὡς ἔοικʼ, εἴη τὸ

10μελετᾶν ὡς ἥκιστα εἶναι ἀναισχύντους τε καὶ θρασύτητος

dCritical Apparatus Link 1γέμοντας, φοβεροὺς δὲ εἰς τό τι τολμᾶν ἑκάστοτε λέγειν

Link 2ἢ πάσχειν ἢ καὶ δρᾶν αἰσχρὸν ὁτιοῦν‎.

3

ΚΛ.‎ Ἔοικεν‎.

4

ΑΘ.‎ Οὐκοῦν ταῦτά ἐστι πάντα ἐν οἷς ἐσμὲν τοιοῦτοι,

Critical Apparatus5θυμός, ἔρως, ὕβρις, ἀμαθία, φιλοκέρδεια, δειλία, καὶ ἔτι

6τοιάδε, πλοῦτος, κάλλος, ἰσχύς, καὶ πάνθ' ὅσα διʼ ἡδονῆς

7αὖ μεθύσκοντα παράφρονας ποιεί; τούτων δὲ εὐτελῆ τε καὶ

8ἀσινεστέραν πρῶτον μὲν πρὸς τὸ λαμβάνειν πεῖραν, εἶτα

pg 48Critical Apparatus9εἰς τὸ μελετᾶν, πλὴν τῆς ἐν οἴνῳ βασάνου καὶ παιδιᾶς, τίνα

e1ἔχομεν ἡδονὴν εἰπεῖν ἔμμετρον μᾶλλον, ἂν καὶ ὁπωστιοῦν

2μετ' εὐλαβείας γίγνηται; σκοπῶμεν γὰρ δή· δυσκόλου ψυχῆς

3καὶ ἀγρίας, ἐξ ἧς ἀδικίαι μυρίαι γίγνονται, πότερον ἰόντα

4εἰς τὰ συμβόλαια πεῖραν λαμβάνειν, κινδυνεύοντα περὶ

650Critical Apparatus Link 1αὐτῶν, σφαλερώτερον, ἢ συγγενόμενον μετὰ τῆς τοῦ Διο-

2νύσου θεωρίας; ἢ πρὸς τἀφροδίσια ἡττημένης τινὸς ψυχῆς

Link 3βάσανον λαμβάνειν, ἐπιτρέποντα αὑτοῦ θυγατέρας τε καὶ

Critical Apparatus4ὑεῖς καὶ γυναῖκας, οὕτως, ἐν τοῖς φιλτάτοις κινδυνεύσαντες,

5ἦθος ψυχῆς θεάσασθαι; καὶ μυρία δὴ λέγων οὐκ ἄν τίς ποτε

Critical Apparatus6ἀνύσειεν ὅσῳ διαφέρει τὸ μετὰ παιδιᾶς τὴν ἄλλως ἄνευ

7μισθοῦ ζημιώδους θεωρεῖν. καὶ δὴ καὶ τοῦτο μὲν αὐτὸ περί

b Link 1γε τούτων οὔτʼ ἂν Κρῆτας οὔτʼ ἄλλους ἀνθρώπους οὐδένας

2οἰόμεθα ἀμφισβητῆσαι, μὴ οὐ πεῖράν τε ἀλλήλων ἐπιεικῆ

3ταύτην εἶναι, τό τε τῆς εὐτελείας καὶ ἀσφαλείας καὶ τάχους

4διαφέρειν πρὸς τὰς ἄλλας βασάνους‎.

5

ΚΛ.‎ Ἀληθὲς τοῦτό γε‎.

6

ΑΘ.‎ Τοῦτο μὲν ἄρ' ἂν τῶν χρησιμωτάτων ἓν εἴη, τὸ

7γνῶναι τὰς φύσεις τε καὶ ἕξεις τῶν ψυχῶν, τῇ τέχνῃ ἐκείνῃ

8ἧς ἐστιν ταῦτα θεραπεύειν· ἔστιν δέ που, φαμέν, ώς οἶμαι,

9πολιτικῆς. ἦ γάρ‎;

10

ΚΛ.‎ Πάνυ μὲν οὖν‎.

Notes Settings

Notes

Critical Apparatus
b 1 ποιήσασθαι‎ Schanz: ποιήσεσθαι‎ libri
κνωσσοῦ‎ A (cf. Schanz, Praef. § 1)
Critical Apparatus
625 a 6 ἀηδῶς‎ A : ἀηδῶς ἡμᾶς‎ L O
τε‎ L O : om. A
Critical Apparatus
d 7 ἐξήρτυται‎ A O : ἐξήρτηται‎ L
Critical Apparatus
b 2 οὔτʼ ἐπιτηδευμάτων‎ om. A sed add. in marg. A2
Critical Apparatus
d 2 λέγωμεν‎ Eus. et fecit A2 cum Vat. 1029: λέγωμεν‎ A L O
Critical Apparatus
d 7 ὀρθῶς ὑφʼ ἡμῶν‎ Eus.
Critical Apparatus
c 5 πλείους‎ A L O : πλείστους‎ O2
Critical Apparatus
d 6 ἐμοὶ‎ A L : καὶ ἐμοὶ‎ O (sed καὶ‎ punct. not.)
Critical Apparatus
e 3 ἑκόντας‎] ἄκοντας‎ ci. C. Ritter
Critical Apparatus
b 2 μήτε‎ … b 3 τε] μηδὲ … δὲ‎ Boeckh
Critical Apparatus
b 9 ἀνάγκην εἶναι‎ secl. Schanz
Critical Apparatus
d 6 ὀρθῶς] ὀρθὸς‎ Boeckh
Critical Apparatus
a 1 αὐτοῖς‎ Bekker: αὐτοὺς‎ libri
Critical Apparatus
b 1 οὔτʼ… οὔτʼ…] οὐδʼ… οὐδʼ…‎ Boeckh (ex Tyrtaeo)
Critical Apparatus
b 8 νυν‎ Schanz: νῦν‎ A : νῦν δὴ‎ O ἀνερώμεθα‎ A O : δὴ ἐρώμεθα‎ A2 (δὴ‎ supra ἀν‎)
Critical Apparatus
c 3 ἐγώ τε‎ fecit A2 (τ‎ s. v.): ἔγωγε‎ A
κνώσιος‎ A sed add. σ‎ s. v. A2 (sic saepius), Schanz, Praef. § 1
Critical Apparatus
d 3 ἔφαμεν ἡμεῖς νῦν δὴ‎ libri: φαμὲν ἡμεῖς νῦν δὴ‎ Photius (probante Cobet)
Critical Apparatus
d 7 ἐπαινῶν‎ secl. Badham
Critical Apparatus
d 9 πρὸς τοὺς] πρὸς τὸν πρὸς τοὺς‎ Boeckh: τοὺς πρὸς τὸν‎ Ast: πρὸς τὸν‎ Baiter
Critical Apparatus
e 3 ὀρέγοιντο‎ A
Critical Apparatus
e 6 γιγνομένους‎ Eus.: γιγνόμενον‎ libri
Critical Apparatus
a 7 δὴ‎ Proclus in Remp. 187, 16 Kroll cum libris: δέ‎ Eus.
Critical Apparatus
b 1 ἐλθοῦσαι‎ Eus. Proclus: ἐλθοῦσα‎ libri
Critical Apparatus
b 2 αὐτῆς μόνης ἀνδρείας‎ Eus. Proclus: om. Libri
Critical Apparatus
b 4 ἐν ᾦ πολέμῳ‎ Eus.: ἐν τῷ πολέμῳ‎ libri
Critical Apparatus
b 5 φράζει Τύρταιος‎ om. Clemens
Critical Apparatus
b 7 εὖ‎ Eus.: om. libri
Critical Apparatus
c 3 ἄλλο‎ libri cum Eus.: ἄλλοσε‎ Heindorf
Critical Apparatus
c 8 τετάρτη‎ A
Critical Apparatus
d 9 τε‎ A O2 : γε‎ O et fecit A2 (γ‎ s. v.)
Critical Apparatus
e 1 θείας] δῆλον ὅτι πολιτείας‎ school.: πολιτείας‎ add. Stephanus alii: fort. ἀληθείας‎ (cf. Phaedr. 247 c 5)
Critical Apparatus
a 6 ÷ ÷ ÷ ÷ ÷ ÷ ÷ ἐπαναφέροντα‎ A
Critical Apparatus
b 6 πάντα‎ A : ἅπαντα‎ Eus. vulg.
διπλᾶ] διττὰ‎ Eus. Stob.
Critical Apparatus
b 8 τις‎ libri cum Stob.: om. Eus.
πόλις κτᾶται‎ libri cum Eus.: παρίστασθαι‎ Stob.: παρίσταται‎ Badham: προσκτᾶται‎ Hug
Critical Apparatus
c 4 δὲ δὴ‎ libri cum Stob.: δὲ‎ Eus.
Critical Apparatus
c 6 ἀγαθῶν‎ A Eus.: ἀγαθὸν‎ vulg.
Critical Apparatus
c 7 νοῦ‎ Eus.:νοῦν‎ A L O Stob.
Critical Apparatus
d 6 posterius τε‎ A et fecit O2 (τ‎ s. v.): δὲ‎ O Eus.
Critical Apparatus
e 3 πάσαις] πάσαις τε‎ ci. Stallbaum
Critical Apparatus
a 1 τε‎ A2 O2 (τ‎ s. v.) Eus.: δὲ‎ A O
Critical Apparatus
b 5 ἕκαστον‎ A O : ἕκαστοι‎ L
Critical Apparatus
c 4 ἅπασιν] πᾶσι‎ Eus.
Critical Apparatus
c 5 ἐπιστήσει‎ O Eus.: ἐπιστήσεται‎ A sed οι‎ supra αι‎ (sic) A2
Critical Apparatus
e 3 πειρασώμεθα‎ A : πειρασόμεθα‎ O et fecit A2 (ο‎ supra ώ‎)
Critical Apparatus
e 6 ἅ‎ scr. recc.: τά‎ A L O
Critical Apparatus
b 8 γιγνομένων] γιγνομέναις‎ Ast
Critical Apparatus
d 3, 4 ποιοῦσιν [οἶμαι μὲν οὕτω π]ρὸς ταῦτα ξύμπαντα‎ A (sed inclusa in ras.): κηρίνους πρὸς ταῦτα ξύμπαντα‎ in marg. A2 cum ind ad ποιοῦσιν: ποιοῦσι πρὸς ταῦτα ξύμπαντα‎ (om. οἶμαι μὲν οὕτω‎) O (sed κηρίνους‎ in marg.): μαλάττουσαι‎ ante κηρίνους‎ add. vulg.
Critical Apparatus
a 3 καὶ‎ ante κομψὰ‎ om. A : add. s. v. A2
Critical Apparatus
b 3 ὑμῖν‎ A O : ἡμῖν‎ L O2
Critical Apparatus
c 6 ἡμῶν‎ A O2 (ῶν‎ s. v.): ἡμᾶς‎ O ψέξῃ τί‎ A (ψ‎ in ras.): in marg. γρ. ἐζήτει‎ A O
Critical Apparatus
c 9 πειστέον‎ ex πιστεον‎ A2
Critical Apparatus
d 5 λόγος‎ Eus.: ὁ λόγος‎ libri
δʼ οὖν‎ Bekker: γʼ οὖν‎ libri cum Eus.
Critical Apparatus
d 7 μὲν‎ om. Eus.
εἴπερ καὶ] εἰ‎ Eus. (εἰ καὶ‎ Theod.)
Critical Apparatus
e 3 ανεσθαι‎ A : ἀνέχεσθαι‎ A2 (έχ‎ s. v.)
Critical Apparatus
e 4 ὑμῖν‎ A O2 (ὑ‎ s. v.) Eus.: ἡμῖν‎ O
Critical Apparatus
e 5 καὶ πρὸς‎ A O2 (καὶ‎ s. v.): καὶ‎ O Eus.
Critical Apparatus
e 7 λέγεις] κελεύεις‎ Eus.
Critical Apparatus
a 6 καὶ‎ s. v. A : om. Schanz
Critical Apparatus
b 1 εὐνοίαι‎ ex ἐννοιαι‎ fecit A2
Critical Apparatus
b 4 μόνοις‎ O et in marg. a3 : νόμοις‎ A
Critical Apparatus
a 8 τὰ ἡμῶν‎ L O : τὰ ἡμῶν‎ ÷ A : ἡμῶν τὰ‎ Aldina
Critical Apparatus
b 4 παλαιὸν νόμον‎ A O : παλαιῶν νόμων‎ fecit A2 : ο‎ supra ω‎ bis scripsit et νόμιμον‎ in marg. a3 : παλαιὸν νόμιμον‎ L (ut vid.)
Critical Apparatus
d 7 ἤθεσι(ν)‎ A L O : ἔθεσι‎ al.
Critical Apparatus
a 7 ἀπαντῶν] ἁπάντων‎ A
Critical Apparatus
b 1 οὐδʼ‎ Schweighaüser: οὔτʼ‎ libri
Critical Apparatus
b 2 ῥύσαιτο‎ Athnaeus
Critical Apparatus
e 1 ταῦτα‎ A O2 : ταῦτα τὰ‎ L O
Critical Apparatus
a 7 λέγοντες] γρ. βλέποντες‎ cod. Voss.
Critical Apparatus
b 1 συρακόσιοι‎ O : συρακούσιοι‎ A : συρακούσσιοι‎ L O2 (υσ‎ s. v.)
Critical Apparatus
b 4 αὐτοῦ] αὖ τοῦ‎ A
Critical Apparatus
c 5 πυροὺς] τυροὺς‎ Cornarius
Critical Apparatus
c 8 προσφέρειν‎ secl. Madvig
Critical Apparatus
d 3 μάρτυ÷σιν‎ A
Critical Apparatus
d 4 χρώμενοι‎ L O : om. A
Critical Apparatus
e 5 ἡμῖν] ὑμῖν‎ Hug
Critical Apparatus
e 6 δυεῖν‎ A L O
Critical Apparatus
a 2 δή‎ A O : δέ‎ L (ut vid.) Eus.
Critical Apparatus
a 6 κακῶν‎ Eus.: τῶν κακῶν‎ libri
Critical Apparatus
a 7 ἡγούμεθα‎ Eus.: ἡγώμεθα‎ libri
Critical Apparatus
b 6 κἂν‎ Stephanus: καὶ‎ libri
Critical Apparatus
b 7 ὑπὸ] ὡς ὑπὸ‎ Cobet
Critical Apparatus
c 4 ἄναρχον … ἀρχόντων] ἀναρχόντων‎ A sed in marg. χον ἢ μετὰ κακῶν ἀρ‎ A2
Critical Apparatus
c 5 οἰόμεθα‎ A2 Eus.: οἰώμεθα‎ A O
δή‎ A O2 (s. v.) Eus.: ἄν‎ O et s. v. A2
Critical Apparatus
c 6 ἐπαινεῖσθαι‎ Eus.
Critical Apparatus
d 5 μῶν‎ A (sed ras. ante μ‎) O : in marg. γρ. ὑμῶν‎ A O
Critical Apparatus
d 7 ἐπιχωρον‎ A : acc. et ι‎ s. v. A2
Critical Apparatus
e 2 ὡς ἔπος εἰπεῖν‎ O (sed ἔπος‎ punct. not.)
Critical Apparatus
a 11 τῶν δειλῶν‎ A τὸν δειλὸν‎ L O
Critical Apparatus
b 6 ἔρξοντος‎ re vera A
Critical Apparatus
e 1 αὐτῷ‎ L (ut vid.) O2 : αὐτῶν‎ A O
Critical Apparatus
a 1 εἴτε πλοῖον εἴτε ἅρμα‎ Stob.
Critical Apparatus
a 4 ὀρθὸν] ὀρθῶς‎ Schanz
Critical Apparatus
b 5 βραχύ τι τῇ] βραχὺ τῇ‎ A L : βραχύ τι‎ O (sed ῆ‎ supra ι‎)
Critical Apparatus
a 1 περὶ σμικροῦ‎ L (ut vid.) O2 : περὶ σμικρὰ‎ A O
Critical Apparatus
b 8 ἐκ τῶν παίδων‎ in marg. cod. Voss.
Critical Apparatus
d 6 δέκα] ρκα‎ Meursius
Critical Apparatus
b 4 δή] οὖν‎ Eus.
Critical Apparatus
b 5 δεῖν‎ om. Eus.
Critical Apparatus
c 6 ποιοῦντα‎ libri cum Aristide Eus.: ποιεῖν‎ Boeckh: secl. Hermann παιδιῶν‎ scr. recc. cum Aristide Eus.: παιδειῶν‎ A L O
Critical Apparatus
d 4 ὑμῖν‎ I (ut vid.): ἡμῖν‎ A O
Critical Apparatus
e 1 τὰς καπηλείας‎ Eus.
Critical Apparatus
e 2 ἄλλων τινῶν τοιούτων‎ Eus.
μάλα‎ libri cum Eus.: ἄλλα‎ Stallbaum: ἐπιτηδεύματα‎ Winckelmann
πεπαιδευμένων‎ … ἀνθρώπων‎ A L O cum Eus.: πεπαιδευμένον‎ … ἄνθρωπον‎ al.
Critical Apparatus
a 1 ὡς ἐμοὶ‎ A Eus. et in marg. LO : ἐξ ὧν‎ L O
Critical Apparatus
a 6 δὴ‎ A O : δὲ‎ L (ut vid.) Eus.
Critical Apparatus
b 3 παντί‎ A O2 (ι‎ s. v.) Eus.: παντὸς‎ L O
Critical Apparatus
c 1 μοι] μου‎ Schanz
Critical Apparatus
c 4 αὐτὸν‎ A Eus.: αὐτῶν‎ vulg.
Critical Apparatus
c 9 οἷν‎ A O Eus.: οἷον‎ L
Critical Apparatus
e 3 ἀνθέλκουσιν‎ Eus.: ἀνθέλκουσαι‎ A (λ‎ in ras.) L O
Critical Apparatus
e 5 ἕλξεων‎ A (sed λ‎ in ras.)
Critical Apparatus
e 6 ἀνθέλκειν‎ (sed λ‎ in ras.) A
Critical Apparatus
a 3 oὐσαν‎ A O cum Eus.: ουσαν καὶ μονοειδῆ‎ cod. Riccardianus
Critical Apparatus
a 5 τῇ‎ om. Eus.
Critical Apparatus
a 6 βιαίου‎ ÷ ÷ ÷ ÷ ÷ ÷ ÷ ÷ ÷ A : βiαίου‎ O Eus.: βεβαίου‎ L et γρ‎. O
Critical Apparatus
a 7 ἐν‎ Eus.: om. libri
Critical Apparatus
b 2 σεσωσμένος‎ libri Eus.
Critical Apparatus
b 5 τούτων‎ om. Eus.
Critical Apparatus
b 6 τούτου τοῦ] αὐτοῦ τούτου‎ Eus.
Critical Apparatus
e 4 ναί‎ L (ut vid.) O : om. A (τὸ ναὶ ἐν ἄλλοις οὐ κεῖται‎ in marg. O)
Critical Apparatus
e 7 τί μήν‎ … e 8 ἐγκρατής‎ om. A (add. in marg. A2)
Critical Apparatus
b 4 ἀκουσόμεθα‎ fecit A2 : ἀκουσώμεθα‎ A
Critical Apparatus
b 5 A (sed εῖ‎ in ras.)
Critical Apparatus
c 4 φαρμακοποσίᾳ‎ L (ut vid.) O et fecit A2 (ι‎ s. v.): φαρμακοποσίαν‎ A
Critical Apparatus
a 8 οὐ καὶ‎ Ast: οὐκ ἂν‎ libri
Critical Apparatus
a 10 τούτῳ‎ A et γρ‎. O : τούτων‎ O
Critical Apparatus
c 10 γρ. δειλίᾳ‎ in marg. A O (ἀπ' ὀρθώσεως· οὐκ εὖ‎ O): διαίτῃ‎ A (sed ιαίτῃ‎ in ras.) O
Critical Apparatus
e 2 ἐθέλῃ‎ L O et in marg. γρ‎. a3 : ἕλῃ‎ A
Critical Apparatus
a 9 νομοθετεῖς‎ A (sed εῖ‎ in ras )
πρῶτον‎ A (sed ν‎ s v.)
Critical Apparatus
d 4 ὀρθῶς‎ A L O2 (ῶς‎ s. v.): ὀρθὸν‎ O
Critical Apparatus
e 1 διαφορᾷ‎ libri: διαφθορᾷ‎ ed. Basileensis
Critical Apparatus
e 6 ἄν‎ add. ci. Stallbaum
Critical Apparatus
a 6 τοῦ πατριάρχου τὸ βιβλίον· λέγωμεν‎ in marg. O
Critical Apparatus
a 9 τὸν ἄνθρωπον‎ fecit A2 (ἄν‎ s. v.): τονθρωπον‎ A
Critical Apparatus
b 1 ἢ‎ s. v. A : om. pr. A
Critical Apparatus
c 1 θαρρήσομν‎ AO : θαρρήσωμεν‎ fecit A2
Critical Apparatus
c 5 ἅρα‎ in marg. a3 : ἄρα‎ A L O
Critical Apparatus
d 1 τι‎ A L O2 om. O
Critical Apparatus
d 5 δειλία‎ secl. Ast
Critical Apparatus
d 9 παιδιᾶς‎ fecit A2 : παιδείας‎ (ut vid.) A
Critical Apparatus
650 a 1 αὑτῷ‎ ci. Bekker
Critical Apparatus
a 4 κινδυνεύσαντες‎ A L O : κινδυνεύσαντα‎ Bekker
Critical Apparatus
a 6 παιδίᾶς‎ fecit A2 : παιδείας‎ (ut vid.) A
Link Settings

Extras

logo-footer Copyright © 2019. All rights reserved.