Find Location in text

Main Text

pg 135ΒΑΤΡΑΧΟΙ‎

Link 1

ΞΑΝΘΙΑϹ‎ Εἴπω τι τῶν εἰωθότων, ὦ δέϲποτα,

Link 2ἐφʼ οἷϲ ἀεὶ γελῶϲιν οἱ θεώμενοι;

3

ΔΙΟΝΥϹΟϹ‎ νὴ τὸν Δίʼ ὅ τι βούλει γε, πλὴν "πιέζομαι,"

4τοῦτο δὲ φύλαξαι· πάνυ γάρ ἐϲτʼ ἤδη χολή.

5

Ξα.‎ μηδʼ ἕτερον ἀϲτεῖόν τι;

Δι.‎ πλήν γʼ "ὡϲ θλίβομαι."

Link 6

Ξα.‎ τί δαί; τὸ πάνυ γέλοιον εἴπω;

Δι.‎ νὴ Δία

Critical Apparatus7θαρρῶν γε· μόνον ἐκεῖνʼ ὅπωϲ μὴ ʼρεῖϲ—

Ξα.‎ τὸ τί;

8

Δι.‎ μεταβαλλόμενοϲ τἀνάφορον ὅτι χεζητιᾷϲ.

9

Ξα.‎ μηδʼ ὅτι τοϲοῦτον ἄχθοϲ ἐπʼ ἐμαυτῷ φέρων,

10εἰ μὴ καθαιρήϲει τιϲ, ἀποπαρδήϲομαι;

11

Δι.‎ μὴ δῆθʼ, ἱκετεύω, πλήν γʼ ὅταν μέλλω ʼξεμεῖν.

Link 12

Ξα.‎ τί δῆτʼ ἔδει με ταῦτα τὰ ϲκεύη φέρειν,

Link 13εἴπερ ποιήϲω μηδὲν ὧνπερ Φρύνιχοϲ

Critical Apparatus14εἴωθε ποιεῖν; καὶ Λύκιϲ κἀμειψίαϲ

Critical Apparatus15ϲκεύη φέρουϲʼ ἑκάϲτοτʼ ἐν κωμῳδίᾳ.

Link 16

Δι.‎ μή νυν ποιήϲῃϲ· ὡϲ ἐγὼ θεώμενοϲ,

17ὅταν τι τούτων τῶν ϲοφιϲμάτων ἴδω,

18πλεῖν ἢ ʼνιαυτῷ πρεϲβύτεροϲ ἀπέρχομαι.

Link 19

Ξα.‎ ὢ τριϲκακοδαίμων ἄρʼ ὁ τράχηλοϲ οὑτοϲί,

pg 136Critical Apparatus20ὅτι θλίβεται μέν, τὸ δὲ γέλοιον οὐκ ἐρεῖ.

Critical Apparatus21

Δι.‎ εἶτʼ οὐχ ὕβριϲ ταῦτʼ ἐϲτὶ καὶ πολλὴ τρυφή,

Link 22ὅτʼ ἐγὼ μὲν ὢν Διόνυϲοϲ, υἱὸϲ Ϲταμνίου,

23αὐτὸϲ βαδίζω καὶ πονῶ, τοῦτον δʼ ὀχῶ,

24ἵνα μὴ ταλαιπωροῖτο μηδʼ ἄχθοϲ φέροι;

25

Ξα.‎ οὐ γὰρ φέρω ʼγώ;

Δι.‎ πῶϲ φέρειϲ γάρ, ὅϲ γʼ ὀχεῖ;

26

Ξα.‎ φέρων γε ταυτί.

Δι.‎ τίνα τρόπον;

Ξα.‎ βαρέωϲ πάνυ.

Critical Apparatus27

Δι.‎ οὔκουν τὸ βάροϲ τοῦθʼ, ὃ ϲὺ φέρειϲ, οὕνοϲ φέρει;

28

Ξα.‎ οὐ δῆθʼ ὅ γʼ ἔχω ʼγὼ καὶ φέρω, μὰ τὸν Δίʼ οὔ.

Link 29

Δι.‎ πῶϲ γὰρ φέρειϲ, ὅϲ γʼ αὐτὸϲ ὑφʼ ἑτέρου φέρει;

30

Ξα.‎ οὐκ οἶδʼ· ὁ δʼ ὦμοϲ οὑτοϲὶ πιέζεται.

31

Δι.‎ ϲὺ δʼ οὖν ἐπειδὴ τὸν ὄνον οὐ φῄϲ ϲʼ ὠφελεῖν,

32ἐν τῷ μέρει ϲὺ τὸν ὄνον ἀράμενοϲ φέρε.

Critical Apparatus33

Ξα.‎ οἴμοι κακοδαίμων· τί γὰρ ἐγὼ οὐκ ἐναυμάχουν;

34ἦ τἄν ϲε κωκύειν ἂν ἐκέλευον μακρά.

Link 35

Δι.‎ κατάβα, πανοῦργε. καὶ γὰρ ἐγγὺϲ τῆϲ θύραϲ

Critical Apparatus Link 36ἤδη βαδίζων εἰμὶ τῆϲδʼ, οἷ πρῶτά με

37ἔδει τραπέϲθαι. παιδίον, παῖ, ἠμί, παῖ.

Link 38

ΗΡΑΚΛΗϹ‎ τίϲ τὴν θύραν ἐπάταξεν; ὡϲ κενταυρικῶϲ

Link 39ἐνήλαθʼ, ὅϲτιϲ—εἰπέ μοι, τουτὶ τί ἦν;

40

Δι.‎ ὁ παῖϲ.

Ξα.‎ τί ἐϲτιν;

Δι.‎ οὐκ ἐνεθυμήθηϲ;

Ξα.‎ τὸ τί;

41

Δι.‎ ὡϲ ϲφόδρα μʼ ἔδειϲε.

Ξα.‎ νὴ Δία, μὴ μαίνοιό γε.

pg 13742

Ηρ.‎ οὔτοι μὰ τὴν Δήμητρα δύναμαι μὴ γελᾶν·

43καίτοι δάκνω γʼ ἐμαυτόν· ἀλλʼ ὅμωϲ γελῶ.

44

Δι.‎ ὦ δαιμόνιε, πρόϲελθε· δέομαι γάρ τί ϲου.

Link 45

Ηρ.‎ ἀλλʼ οὐχ οἷόϲ τʼ εἴμʼ ἀποϲοβῆϲαι τὸν γέλων,

Link 46ὁρῶν λεοντῆν ἐπὶ κροκωτῷ κειμένην.

47τίϲ ὁ νοῦϲ; τί κόθορνοϲ καὶ ῥόπαλον ξυνηλθέτην;

Critical Apparatus Link 48ποῖ γῆϲ ἀπεδήμειϲ;

Δι.‎ ἐπεβάτευον Κλειϲθένει.

49

Ηρ.‎ κἀναυμάχηϲαϲ;

Δι.‎ καὶ κατεδύϲαμέν γε ναῦϲ

Critical Apparatus Link 50τῶν πολεμίων ἢ δώδεκʼ ἢ τρεῖϲ καὶ δέκα.

Link 51

Ηρ.‎ ϲφώ;

Δι.‎ νὴ τὸν Ἀπόλλω.

Ξα.‎ κᾆτʼ ἔγωγʼ ἐξηγρόμην.

Link 52

Δι.‎ καὶ δῆτʼ ἐπὶ τῆϲ νεὼϲ ἀναγιγνώϲκοντί μοι

Link 53τὴν Ἀνδρομέδαν πρὸϲ ἐμαυτὸν ἐξαίφνηϲ πόθοϲ

54τὴν καρδίαν ἐπάταξε πῶϲ οἴει ϲφόδρα.

Critical Apparatus55

Ηρ.‎ πόθοϲ; πόϲοϲ τιϲ;

Δι.‎ ϲμικρόϲ, ἡλίκοϲ Μόλων.

56

Ηρ.‎ γυναικόϲ;

Δι.‎ οὐ δῆτʼ.

Ηρ.‎ ἀλλὰ παιδόϲ;

Δι.‎ οὐδαμῶϲ.

Critical Apparatus Link 57

Ηρ.‎ ἀλλʼ ἀνδρόϲ;

Δι.‎ ἀπαπαῖ.

Ηρ.‎ ξυνεγένου τῷ Κλειϲθένει;

58

Δι.‎ μὴ ϲκῶπτέ μʼ, ὦδέλφʼ· οὐ γὰρ ἀλλʼ ἔχω κακῶϲ·

Link 59τοιοῦτοϲ ἵμερόϲ με διαλυμαίνεται.

Link 60

Ηρ.‎ ποῖόϲ τιϲ, ὦδελφίδιον;

Δι.‎ οὐκ ἔχω φράϲαι.

pg 13861ὅμωϲ γε μέντοι ϲοι διʼ αἰνιγμῶν ἐρῶ.

62ἤδη ποτʼ ἐπεθύμηϲαϲ ἐξαίφνηϲ ἔτνουϲ;

Critical Apparatus63

Ηρ.‎ ἔτνουϲ; βαβαιάξ, μυριάκιϲ γʼ ἐν τῷ βίῳ.

64

Δι.‎ ἆρʼ ἐκδιδάϲκω τὸ ϲαφέϲ, ἢ ʼτέρᾳ φράϲω;

65

Ηρ.‎ μὴ δῆτα περὶ ἔτνουϲ γε· πάνυ γὰρ μανθάνω.

Link 66

Δι.‎ τοιουτοϲὶ τοίνυν με δαρδάπτει πόθοϲ

Critical Apparatus67Εὐριπίδου.

Ηρ.‎ καὶ ταῦτα τοῦ τεθνηκότοϲ;

68

Δι.‎ κοὐδείϲ γέ μʼ ἂν πείϲειεν ἀνθρώπων τὸ μὴ οὐκ

69ἐλθεῖν ἐπʼ ἐκεῖνον.

Ηρ.‎ πότερον εἰϲ Ἅιδου κάτω;

70

Δι.‎ καὶ νὴ Δίʼ εἴ τί γʼ ἔϲτιν ἔτι κατωτέρω.

Link 71

Ηρ.‎ τί βουλόμενοϲ;

Δι.‎ δέομαι ποιητοῦ δεξιοῦ.

72οἱ μὲν γὰρ οὐκέτʼ εἰϲίν, οἱ δʼ ὄντεϲ κακοί.

Critical Apparatus73

Ηρ.‎ τί δʼ; οὐκ Ἰοφῶν ζῇ;

Δι.‎ τοῦτο γάρ τοι καὶ μόνον

74ἔτʼ ἐϲτὶ λοιπὸν ἀγαθόν, εἰ καὶ τοῦτʼ ἄρα·

75οὐ γὰρ ϲάφʼ οἶδʼ οὐδʼ αὐτὸ τοῦθʼ ὅπωϲ ἔχει.

Critical Apparatus Link 76

Ηρ.‎ εἶτʼ οὐ Ϲοφοκλέα πρότερον ὄντʼ Εὐριπίδου

Critical Apparatus77μέλλειϲ ἀναγαγεῖν, εἴπερ ἐκεῖθεν δεῖ ϲʼ ἄγειν;

78

Δι.‎ οὐ πρίν γʼ ἂν Ἰοφῶντʼ, ἀπολαβὼν αὐτὸν μόνον,

79ἄνευ Ϲοφοκλέουϲ ὅ τι ποιεῖ κωδωνίϲω.

Link 80κἄλλωϲ ὁ μέν γʼ Εὐριπίδηϲ πανοῦργοϲ ὢν

Critical Apparatus81κἂν ξυναποδρᾶναι δεῦρʼ ἐπιχειρήϲειέ μοι·

Link 82ὁ δʼ εὔκολοϲ μὲν ἐνθάδʼ, εὔκολοϲ δʼ ἐκεῖ.

Critical Apparatus83

Ηρ.‎ Ἀγάθων δὲ ποῦ ʼϲτιν;

Δι.‎ ἀπολιπών μʼ ἀποίχεται,

Critical Apparatus Link 84ἀγαθὸϲ ποιητὴϲ καὶ ποθεινὸϲ τοῖϲ φίλοιϲ.

pg 139 Link 85

Ηρ.‎ ποῖ γῆϲ ὁ τλήμων;

Δι.‎ εἰϲ μακάρων εὐωχίαν.

86

Ηρ.‎ ὁ δὲ Ξενοκλέηϲ;

Δι.‎ ἐξόλοιτο νὴ Δία.

Link 87

Ηρ.‎ Πυθάγγελοϲ δέ;

Ξα.‎ περὶ ἐμοῦ δʼ οὐδεὶϲ λόγοϲ

88ἐπιτριβομένου τὸν ὦμον οὑτωϲὶ ϲφόδρα.

Link 89

Ηρ.‎ οὔκουν ἕτερʼ ἔϲτʼ ἐνταῦθα μειρακύλλια

Critical Apparatus90τραγῳδίαϲ ποιοῦντα πλεῖν ἢ μύρια,

Link 91Εὐριπίδου πλεῖν ἢ ϲταδίῳ λαλίϲτερα;

Link 92

Δι.‎ ἐπιφυλλίδεϲ ταῦτʼ ἐϲτὶ καὶ ϲτωμύλματα,

Link 93χελιδόνων μουϲεῖα, λωβηταὶ τέχνηϲ,

Critical Apparatus94ἃ φροῦδα θᾶττον, ἢν ἅπαξ χορὸν λάβῃ,

95μόνον προϲουρήϲαντα τῇ τραγῳδίᾳ.

Link 96γόνιμον δὲ ποιητὴν ἂν οὐχ εὕροιϲ ἔτι

97ζητῶν ἄν, ὅϲτιϲ ῥῆμα γενναῖον λάκοι.

Link 98

Ηρ.‎ πῶϲ γόνιμον;

Δι.‎ ὡδὶ γόνιμον, ὅϲτιϲ φθέγξεται

Link 99τοιουτονί τι παρακεκινδυνευμένον,

100"αἰθέρα Διὸϲ δωμάτιον" ἢ "χρόνου πόδα",

Link 101ἢ "φρένα μὲν οὐκ ἐθέλουϲαν ὀμόϲαι καθʼ ἱερῶν,

Link 102γλῶτταν δʼ ἐπιορκήϲαϲαν ἰδίᾳ τῆϲ φρενόϲ".

Critical Apparatus Link 103

Ηρ.‎ ϲὲ δὲ ταῦτʼ ἀρέϲκει;

Δι.‎ μἀλλὰ πλεῖν ἢ μαίνομαι.

Critical Apparatus Link 104

Ηρ.‎ ἦ μὴν κόβαλά γʼ ἐϲτίν, ὡϲ καὶ ϲοὶ δοκεῖ.

105

Δι.‎ μὴ τὸν ἐμὸν οἴκει νοῦν· ἔχειϲ γὰρ οἰκίαν.

106

Ηρ.‎ καὶ μὴν ἀτεχνῶϲ γε παμπόνηρα φαίνεται.

Link 107

Δι.‎ δειπνεῖν με δίδαϲκε.

Ξα.‎ περὶ ἐμοῦ δʼ οὐδεὶϲ λόγοϲ.

Critical Apparatus Link 108

Δι.‎ ἀλλʼ ὧνπερ ἕνεκα τήνδε τὴν ϲκευὴν ἔχων

pg 140109ἦλθον κατὰ ϲὴν μίμηϲιν, ἵνα μοι τοὺϲ ξένουϲ

110τοὺϲ ϲοὺϲ φράϲειαϲ, εἰ δεοίμην, οἷϲι ϲὺ

111ἐχρῶ τόθʼ, ἡνίκʼ ἦλθεϲ ἐπὶ τὸν Κέρβερον,

112τούτουϲ φράϲον μοι, λιμέναϲ, ἀρτοπώλια,

Critical Apparatus113πορνεῖʼ, ἀναπαύλαϲ, ἐκτροπάϲ, κρήναϲ, ὁδούϲ,

114πόλειϲ, διαίταϲ, πανδοκευτρίαϲ, ὅπου

Link 115κόρειϲ ὀλίγιϲτοι.

Ξα.‎ περὶ ἐμοῦ δʼ οὐδεὶϲ λόγοϲ.

116

Ηρ.‎ ὦ ϲχέτλιε, τολμήϲειϲ γὰρ ἰέναι καὶ ϲύ γε;

Link 117

Δι.‎ μηδὲν ἔτι πρὸϲ ταῦτʼ, ἀλλὰ φράζε τῶν ὁδῶν

Critical Apparatus118ὅπῃ τάχιϲτʼ ἀφίξομʼ εἰϲ Ἅιδου κάτω·

119καὶ μήτε θερμὴν μήτʼ ἄγαν ψυχρὰν φράϲῃϲ.

Link 120

Ηρ.‎ φέρε δή, τίνʼ αὐτῶν ϲοι φράϲω πρώτην; τίνα;

121μία μὲν γάρ ἐϲτιν ἀπὸ κάλω καὶ θρανίου,

122κρεμάϲαντι ϲαυτόν.

Δι.‎ παῦε, πνιγηρὰν λέγειϲ.

123

Ηρ.‎ ἀλλʼ ἔϲτιν ἀτραπὸϲ ξύντομοϲ τετριμμένη,

124ἡ διὰ θυείαϲ.

Δι.‎ ἆρα κώνειον λέγειϲ;

125

Ηρ.‎ μάλιϲτά γε.

Δι.‎ ψυχράν γε καὶ δυϲχείμερον·

126εὐθὺϲ γὰρ ἀποπήγνυϲι τἀντικνήμια.

Critical Apparatus Link 127

Ηρ.‎ βούλει ταχεῖαν καὶ κατάντη ϲοι φράϲω;

128

Δι.‎ νὴ τὸν Δίʼ, ὡϲ ὄντοϲ γε μὴ βαδιϲτικοῦ.

Critical Apparatus129

Ηρ.‎ καθέρπυϲόν νυν εἰϲ Κεραμεικόν.

Δι.‎ κᾆτα τί;

130

Ηρ.‎ ἀναβὰϲ ἐπὶ τὸν πύργον τὸν ὑψηλόν—

Δι.‎ τί δρῶ;

131

Ηρ.‎ ἀφιεμένην τὴν λαμπάδʼ ἐντεῦθεν θεῶ,

132κἄπειτʼ ἐπειδὰν φῶϲιν οἱ θεώμενοι

pg 141Critical Apparatus133"εἷνται," τόθʼ εἷναι καὶ ϲὺ ϲαυτόν.

Δι.‎ ποῖ;

Ηρ.‎ κάτω.

Critical Apparatus134

Δι.‎ ἀλλʼ ἀπολέϲαιμʼ ἂν ἐγκεφάλου θρίω δύο.

135οὐκ ἂν βαδίϲαιμι τὴν ὁδὸν ταύτην.

Ηρ.‎ τί δαί;

136

Δι.‎ ἥνπερ ϲὺ τότε κατῆλθεϲ.

Ηρ.‎ ἀλλʼ ὁ πλοῦϲ πολύϲ.

Critical Apparatus137εὐθὺϲ γὰρ ἐπὶ λίμνην μεγάλην ἥξειϲ πάνυ

Critical Apparatus138ἄβυϲϲον.

Δι.‎ εἶτα πῶϲ περαιωθήϲομαι;

139

Ηρ.‎ ἐν πλοιαρίῳ τυννουτῳί ϲʼ ἀνὴρ γέρων

Link 140ναύτηϲ διάξει δύʼ ὀβολὼ μιϲθὸν λαβών.

Link 141

Δι.‎ φεῦ,

ὡϲ μέγα δύναϲθον πανταχοῦ τὼ δύʼ ὀβολώ.

142πῶϲ ἠλθέτην κἀκεῖϲε;

Ηρ.‎ Θηϲεὺϲ ἤγαγεν.

Critical Apparatus Link 143μετὰ τοῦτʼ ὄφειϲ καὶ θηρίʼ ὄψει μυρία

144δεινότατα.

Δι.‎ μή μʼ ἔκπληττε μηδὲ δειμάτου·

Link 145οὐ γάρ μʼ ἀποτρέψειϲ.

Ηρ.‎ εἶτα βόρβορον πολὺν

Critical Apparatus146καὶ ϲκῶρ ἀείνων· ἐν δὲ τούτῳ κειμένουϲ,

Critical Apparatus147εἴ που ξένον τιϲ ἠδίκηϲε πώποτε,

148ἢ παῖδα κινῶν τἀργύριον ὑφείλετο,

Critical Apparatus149ἢ μητέρʼ ἠλόηϲεν, ἢ πατρὸϲ γνάθον

150ἐπάταξεν, ἢ ʼπίορκον ὅρκον ὤμοϲεν,

Critical Apparatus Link 151ἢ Μορϲίμου τιϲ ῥῆϲιν ἐξεγράψατο.

pg 142Critical Apparatus152

Δι.‎ νὴ τοὺϲ θεοὺϲ ἐχρῆν γε πρὸϲ τούτοιϲι κεἰ

Critical Apparatus153τὴν πυρρίχην τιϲ ἔμαθε τὴν Κινηϲίου.

Critical Apparatus Link 154

Ηρ.‎ ἐντεῦθεν αὐλῶν τίϲ ϲε περίειϲιν πνοή,

Critical Apparatus155ὄψει τε φῶϲ κάλλιϲτον ὥϲπερ ἐνθάδε,

Link 156καὶ μυρρινῶναϲ καὶ θιάϲουϲ εὐδαίμοναϲ

157ἀνδρῶν γυναικῶν καὶ κρότον χειρῶν πολύν.

158

Δι.‎ οὗτοι δὲ δὴ τίνεϲ εἰϲίν;

Ηρ.‎ οἱ μεμυημένοι—

Critical Apparatus Link 159

Ξα.‎ νὴ τὸν Δίʼ ἐγὼ γοῦν ὄνοϲ ἄγω μυϲτήρια.

160ἀτὰρ οὐ καθέξω ταῦτα τὸν πλείω χρόνον.

161

Ηρ.‎ οἵ ϲοι φράϲουϲʼ ἁπαξάπανθʼ ὧν ἂν δέῃ.

162οὗτοι γὰρ ἐγγύτατα παρʼ αὐτὴν τὴν ὁδὸν

163ἐπὶ ταῖϲι τοῦ Πλούτωνοϲ οἰκοῦϲιν θύραιϲ.

164καὶ χαῖρε πόλλʼ, ὦδελφέ.

Δι.‎ νὴ Δία καὶ ϲύ γε

165ὑγίαινε. ϲὺ δὲ τὰ ϲτρώματʼ αὖθιϲ λάμβανε.

166

Ξα.‎ πρὶν καὶ καταθέϲθαι;

Δι.‎ καὶ ταχέωϲ μέντοι πάνυ.

Link 167

Ξα.‎ μὴ δῆθʼ, ἱκετεύω ϲʼ, ἀλλὰ μίϲθωϲαί τινα.

Critical Apparatus Link 168{τῶν ἐκφερομένων, ὅϲτιϲ ἐπὶ τοῦτʼ ἔρχεται‎}

Critical Apparatus169

Δι.‎ ἐὰν δὲ μὴ εὕρω;

Ξα.‎ τότʼ ἔμʼ ἄγειν.

Δι.‎ καλῶϲ λέγειϲ.

Critical Apparatus Link 170καὶ γάρ τινʼ ἐκφέρουϲι τουτονὶ νεκρόν.

171οὗτοϲ, ϲὲ λέγω μέντοι, ϲὲ τὸν τεθνηκότα·

172ἄνθρωπε, βούλει ϲκευάριʼ εἰϲ Ἅιδου φέρειν;

pg 143 Link 173

ΝΕΚΡΟϹ‎ πόϲʼ ἄττα;

Δι.‎ ταυτί.

Νε.‎ δύο δραχμὰϲ μιϲθὸν τελεῖϲ;

174

Δι.‎ μὰ Δίʼ, ἀλλʼ ἔλαττον.

Νε.‎ ὑπάγεθʼ ὑμεῖϲ τῆϲ ὁδοῦ.

Critical Apparatus175

Δι.‎ ἀνάμεινον, ὦ δαιμόνιʼ, ἐὰν ξυμβῶ τί ϲοι.

176

Νε.‎ εἰ μὴ καταθήϲειϲ δύο δραχμάϲ, μὴ διαλέγου.

Critical Apparatus177

Δι.‎ λάβʼ ἐννέʼ ὀβολούϲ.

Νε.‎ ἀναβιῴην νυν πάλιν.

Critical Apparatus Link 178

Ξα.‎ ὡϲ ϲεμνὸϲ ὁ κατάρατοϲ· οὐκ οἰμώξεται;

179ἐγὼ βαδιοῦμαι.

Δι.‎ χρηϲτὸϲ εἶ καὶ γεννάδαϲ.

Link 180χωρῶμεν ἐπὶ τὸ πλοῖον.

ΧΑΡΩΝ‎ ὢ ὄπ· παραβαλοῦ.

Critical Apparatus181

Δι.‎ τουτὶ τί ἐϲτι;

Ξα.‎ τοῦτο; λίμνη.

Δι.‎ νὴ Δία

Critical Apparatus Link 182αὑτή ʼϲτὶν ἣν ἔφραζε, καὶ πλοῖόν γʼ ὁρῶ.

183

Ξα.‎ νὴ τὸν Ποϲειδῶ, κἄϲτι γʼ ὁ Χάρων οὑτοϲί.

Critical Apparatus Link 184

Δι.‎ χαῖρʼ, ὦ Χάρων, χαῖρʼ, ὦ Χάρων, χαῖρʼ, ὦ Χάρων.

Link 185

Χα.‎ τίϲ εἰϲ ἀναπαύλαϲ ἐκ κακῶν καὶ πραγμάτων;

Critical Apparatus186τίϲ εἰϲ τὸ Λήθηϲ πεδίον, ἢ ʼϲ Ὄκνου πλοκάϲ,

187ἢ ʼϲ Κερβερίουϲ, ἢ ʼϲ κόρακαϲ, ἢ ʼπὶ Ταίναρον;

pg 144Critical Apparatus188

Δι.‎ ἐγώ.

Χα.‎ ταχέωϲ ἔμβαινε.

Δι.‎ ποῦ ϲχήϲειν δοκεῖϲ;

Critical Apparatus189

Χα.‎ ἐϲ κόρακαϲ.

Δι.‎ ὄντωϲ;

Χα.‎ ναὶ μὰ Δία. ϲοῦ γʼ οὕνεκα.

Critical Apparatus190εἴϲβαινε δή.

Δι.‎ παῖ, δεῦρο.

Χα.‎ δοῦλον οὐκ ἄγω,

Critical Apparatus191εἰ μὴ νεναυμάχηκε τὴν περὶ τῶν κρεῶν.

192

Ξα.‎ μὰ τὸν Δίʼ οὐ γάρ, ἀλλʼ ἔτυχον ὀφθαλμιῶν.

Critical Apparatus193

Χα.‎ οὔκουν περιθρέξει δῆτα τὴν λίμνην κύκλῳ;

Critical Apparatus194

Ξα.‎ ποῦ δῆτʼ ἀναμενῶ;

Χα.‎ παρὰ τὸν Αὑαίνου λίθον,

195ἐπὶ ταῖϲ ἀναπαύλαιϲ.

Δι.‎ μανθάνειϲ;

Ξα.‎ πάνυ μανθάνω.

Link 196οἴμοι κακοδαίμων, τῷ ξυνέτυχον ἐξιών;

Critical Apparatus197

Χα.‎ κάθιζʼ ἐπὶ κώπην. εἴ τιϲ ἔτι πλεῖ, ϲπευδέτω.

198οὗτοϲ, τί ποιεῖϲ;

Δι.‎ ὅ τι ποιῶ; τί δʼ ἄλλο γʼ ἢ

Critical Apparatus199ἵζω ʼπὶ κώπην, οὗπερ ἐκέλευέϲ με ϲύ;

200

Χα.‎ οὔκουν καθεδεῖ δῆτʼ ἐνθαδί, γάϲτρων;

Δι.‎ ἰδού.

Critical Apparatus201

Χα.‎ οὔκουν προβαλεῖ τὼ χεῖρε κἀκτενεῖϲ;

Δι.‎ ἰδού.

202

Χα.‎ οὐ μὴ φλυαρήϲειϲ ἔχων, ἀλλʼ ἀντιβὰϲ

pg 145203ἐλᾷϲ προθύμωϲ.

Δι.‎ κᾆτα πῶϲ δυνήϲομαι

Critical Apparatus Link 204ἄπειροϲ, ἀθαλάττωτοϲ, ἀϲαλαμίνιοϲ

Link 205ὢν εἶτʼ ἐλαύνειν;

Χα.‎ ῥᾷϲτʼ· ἀκούϲει γὰρ μέλη

206κάλλιϲτʼ, ἐπειδὰν ἐμβάλῃϲ ἅπαξ.

Δι.‎ τίνων;

207

Χα.‎ βατράχων κύκνων θαυμαϲτά.

Δι.‎ κατακέλευε δή.

208

Χα.‎ ὢ ὄπ· ὄπ. ὢ ὄπ· ὄπ.

Critical Apparatus Link 209

ΒΑΤΡΑΧΟΙ‎ βρεκεκεκὲξ κοὰξ κοάξ,

210βρεκεκεκεξ κοὰξ κοάξ·

211λιμναῖα κρηνῶν τέκνα,

212ξύναυλον ὕμνων βοὰν

213φθεγξώμεθʼ, εὔγηρυν ἐμὰν

ἀοιδάν,

Critical Apparatus214κοὰξ κοάξ,

215ἣν ἀμφὶ Νυϲήιον

Critical Apparatus Link 216Διὸϲ Διόνυϲον ἐν

Critical Apparatus Link 217Λίμναιϲιν ἰαχήϲαμεν,

218ἡνίχʼ ὁ κραιπαλόκωμοϲ

Critical Apparatus219τοῖϲ ἱεροῖϲι Χύτροιϲ χω-

ρεῖ κατʼ ἐμὸν τέμενοϲ

λαῶν ὄχλοϲ.

220βρεκεκεκὲξ κοὰξ κοάξ.

Critical Apparatus221

Δι.‎ ἐγὼ δέ γʼ ἀλγεῖν ἄρχομαι

pg 146222τὸν ὄρρον, ὦ κοὰξ κοάξ.

Critical Apparatus223

Βα.‎ βρεκεκεκὲξ κοὰξ κοάξ.

224

Δι.‎ ὑμῖν δʼ ἴϲωϲ οὐδὲν μέλει.

225

Βα.‎ βρεκεκεκὲξ κοὰξ κοάξ.

226

Δι.‎ ἀλλʼ ἐξόλοιϲθʼ αὐτῷ κοάξ·

Critical Apparatus227οὐδὲν γάρ ἐϲτʼ ἀλλʼ ἢ κοάξ·

228

Βα.‎ εἰκότωϲ γʼ, ὦ πολλὰ πράττων.

Critical Apparatus229ἐμὲ γὰρ ἔϲτερξαν 〈μὲν〉 εὔλυροί τε Μοῦϲαι

230καὶ κεροβάταϲ Πὰν ὁ καλαμόφθογγα παίζων·

231προϲεπιτέρπεται δʼ ὁ φορμικτὰϲ Ἀπόλλων,

232ἕνεκα δόνακοϲ, ὃν ὑπολύριον

233ἔνυδρον ἐν λίμναιϲ τρέφω.

235βρεκεκεκὲξ κοὰξ κοάξ.

236

Δι.‎ ἐγὼ δὲ φλυκταίναϲ γʼ ἔχω,

Link 237χὠ πρωκτὸϲ ἰδίει πάλαι,

Critical Apparatus238κᾆτʼ αὐτίκʼ ἐκκύψαϲ ἐρεῖ—

Critical Apparatus239

Βα.‎ βρεκεκεκὲξ κοὰξ κοάξ.

240

Δι.‎ ἀλλʼ, ὦ φιλῳδὸν γένοϲ,

241παύϲαϲθε.

Βα.‎ μᾶλλον μὲν οὖν

Critical Apparatus242φθεγξόμεϲθʼ, εἰ δή ποτʼ εὐ-

ηλίοιϲ ἐν ἁμέραιϲιν

Critical Apparatus243ἡλάμεϲθα διὰ κυπείρου

244καὶ φλέω, χαίροντεϲ ᾠδῆϲ

Critical Apparatus245πολυκολυμβ〈ήτ〉οιϲι μέλεϲιν

246ἢ Διὸϲ φεύγοντεϲ ὄμβρον

247ἔνυδρον ἐν βυθῷ χορείαν

248αἰόλαν ἐφθεγξάμεϲθα

249πομφολυγοπαφλάϲμαϲιν.

pg 147Critical Apparatus250

Βα. Δι.‎ βρεκεκεκὲξ κοὰξ κοάξ.

251

Δι.‎ τουτὶ παρʼ ὑμῶν λαμβάνω.

Critical Apparatus252

Βα.‎ δεινά γʼ ἆρα πειϲόμεϲθα.

253

Δι.‎ δεινότερα δʼ ἔγωγʼ, ἐλαύνων

255εἰ διαρραγήϲομαι.

256

Βα. Δι.‎ βρεκεκεκὲξ κοὰξ κοάξ.

257

Δι.‎ οἰμώζετʼ· οὐ γάρ μοι μέλει.

Link 258

Βα.‎ ἀλλὰ μὴν κεκραξόμεϲθά γʼ

Critical Apparatus259ὁπόϲον ἡ φάρυξ ἂν ἡμῶν

260χανδάνῃ διʼ ἡμέραϲ.

261

Βα. Δι.‎ βρεκεκεκὲξ κοὰξ κοάξ.

262

Δι.‎ τούτῳ γὰρ οὐ νικήϲετε.

263

Βα.‎ οὐδὲ μὴν ἡμᾶϲ ϲὺ πάντωϲ.

Link 264

Δι.‎ οὐδὲ μὴν ὑμεῖϲ γʼ ἐμέ

οὐδέποτε· κεκράξομαι γὰρ

Critical Apparatus265κἄν με δῇ διʼ ἡμέραϲ, ἕ-

266ωϲ ἂν ὑμῶν ἐπικρατήϲω

267τῷ κοάξ,

βρεκεκεκὲξ κοὰξ κοάξ.

268ἔμελλον ἄρα παύϲειν ποθʼ ὑμᾶϲ τοῦ κοάξ.

Critical Apparatus269

Χα.‎ ὢ παῦε παῦε, παραβαλοῦ τῷ κωπίῳ.

Critical Apparatus270ἔκβαινʼ, ἀπόδοϲ τὸν ναῦλον.

Δι.‎ ἔχε δὴ τὠβολώ.

Critical Apparatus271ὁ Ξανθίαϲ. ποῦ Ξανθίαϲ; ἤ, Ξανθία.

272

Ξα.‎ ἰαῦ.

Δι.‎ βάδιζε δεῦρο.

Ξα.‎ χαῖρʼ, ὦ δέϲποτα.

273

Δι.‎ τί ἐϲτι τἀνταυθοῖ;

Ξα.‎ ϲκότοϲ καὶ βόρβοροϲ.

Link 274

Δι.‎ κατεῖδεϲ οὖν που τοὺϲ πατραλοίαϲ αὐτόθι

pg 148275καὶ τοὺϲ ἐπιόρκουϲ, οὓϲ ἔλεγεν ἡμῖν;

Ξα.‎ ϲὺ δʼ οὔ;

Link 276

Δι.‎ νὴ τὸν Ποϲειδῶ ʼγωγε, καὶ νυνί γʼ ὁρῶ.

277ἄγε δή, τί δρῶμεν;

Ξα.‎ προϊέναι βέλτιϲτα νῷν,

278ὡϲ οὗτοϲ ὁ τόποϲ ἐϲτὶν οὗ τὰ θηρία

279τὰ δείνʼ ἔφαϲκʼ ἐκεῖνοϲ.

Δι.‎ ὡϲ οἰμώξεται.

280ἠλαζονεύεθʼ ἵνα φοβηθείην ἐγώ,

Critical Apparatus Link 281εἰδώϲ με μάχιμον ὄντα, φιλοτιμούμενοϲ.

282οὐδὲν γὰρ οὕτω γαῦρόν ἐϲθʼ ὡϲ Ἡρακλῆϲ.

283ἐγὼ δέ γʼ εὐξαίμην ἂν ἐντυχεῖν τινι

284λαβεῖν τʼ ἀγώνιϲμʼ ἄξιόν τι τῆϲ ὁδοῦ.

Link 285

Ξα.‎ νὴ τὸν Δία. καὶ μὴν αἰϲθάνομαι ψόφου τινόϲ.

Critical Apparatus286

Δι.‎ ποῦ ποῦ ʼϲτιν;

Ξα.‎ ὄπιϲθεν.

Δι.‎ ἐξόπιϲθέ νυν ἴθι.

287

Ξα.‎ ἀλλʼ ἐϲτὶν ἐν τῷ πρόϲθε.

Δι.‎ πρόϲθε νυν ἴθι.

288

Ξα.‎ καὶ μὴν ὁρῶ νὴ τὸν Δία θηρίον μέγα.

Critical Apparatus289

Δι.‎ ποῖόν τι;

Ξα.‎ δεινόν· παντοδαπὸν γοῦν γίγνεται·

Critical Apparatus Link 290τοτὲ μέν γε βοῦϲ, νυνὶ δʼ ὀρεύϲ, τοτὲ δʼ αὖ γυνὴ

291ὡραιοτάτη τιϲ.

Δι.‎ ποῦ ʼϲτι; φέρʼ ἐπʼ αὐτὴν ἴω.

292

Ξα.‎ ἀλλʼ οὐκέτʼ αὖ γυνή ʼϲτιν, ἀλλʼ ἤδη κύων.

Critical Apparatus293

Δι.‎ Ἔμπουϲα τοίνυν ἐϲτί.

Ξα.‎ πυρὶ γοῦν λάμπεται

294ἅπαν τὸ πρόϲωπον.

Δι.‎ καὶ ϲκέλοϲ χαλκοῦν ἔχει;

pg 149295

Ξα.‎ νὴ τὸν Ποϲειδῶ, καὶ βολίτινον θἄτερον,

296ϲάφʼ ἴϲθι.

Δι.‎ ποῖ δῆτʼ ἂν τραποίμην;

Ξα.‎ ποῖ δʼ ἐγώ;

Link 297

Δι.‎ ἱερεῦ, διαφύλαξόν μʼ, ἵνʼ ὦ ϲοι ξυμπότηϲ.

298

Ξα.‎ ἀπολούμεθʼ, ὦναξ Ἡράκλειϲ.

Δι.‎ οὐ μὴ καλεῖϲ μʼ,

299ὦνθρωφʼ, ἱκετεύω, μηδὲ κατερεῖϲ τοὔνομα.

Critical Apparatus300

Ξα.‎ Διόνυϲε τοίνυν.

Δι.‎ τοῦτό γʼ ἔθʼ ἧττον θἀτέρου.

Link 301

Ξα.‎ ἴθʼ ᾗπερ ἔρχει. δεῦρο δεῦρʼ, ὦ δέϲποτα.

302

Δι.‎ τί δʼ ἐϲτι;

Ξα.‎ θάρρει· πάντʼ ἀγαθὰ πεπράγαμεν,

Link 303ἔξεϲτί θʼ ὥϲπερ Ἡγέλοχοϲ ἡμῖν λέγειν·

304"ἐκ κυμάτων γὰρ αὖθιϲ αὖ γαλῆν ὁρῶ."

305ἥμπουϲα φρούδη.

Δι.‎ κατόμοϲον.

Ξα.‎ νὴ τὸν Δία.

306

Δι.‎ καὖθιϲ κατόμοϲον.

Ξα.‎ νὴ Δίʼ.

Δι.‎ ὄμοϲον.

Ξα.‎ νὴ Δία.

307

Δι.‎ οἴμοι τάλαϲ, ὡϲ ὠχρίαϲʼ αὐτὴν ἰδών.

Critical Apparatus Link 308

Ξα.‎ ὁδὶ δὲ δείϲαϲ ὑπερεπυρρίαϲέ ϲου.

309

Δι.‎ οἴμοι, πόθεν μοι τὰ κακὰ ταυτὶ προϲέπεϲεν;

310τίνʼ αἰτιάϲομαι θεῶν μʼ ἀπολλύναι;

Critical Apparatus311

[αὐλεῖ τιϲ ἔνδοθεν‎Ξα.‎ αἰθέρα Διὸϲ δωμάτιον ἢ χρόνου πόδα;

Critical Apparatus Link 312

Δι.‎ οὗτοϲ.

Ξα.‎ τί ἐϲτιν;

Δι.‎ οὐ κατήκουϲαϲ;

Ξα.‎ τίνοϲ;

pg 150Critical Apparatus313

Δι.‎ αὐλῶν πνοῆϲ.

Ξα.‎ ἔγωγε, καὶ δᾴδων γέ με

Critical Apparatus Link 314αὔρα τιϲ εἰϲέπνευϲε μυϲτικωτάτη.

Critical Apparatus315

Δι.‎ ἀλλʼ ἠρεμεὶ πτήξαντεϲ ἀκροαϲώμεθα.

Link 316

ΧΟΡΟϹ‎ Ἴακχʼ ὦ Ἴακχε.

317Ἴακχʼ ὦ Ἴακχε.

Critical Apparatus318

Ξα.‎ τοῦτʼ ἔϲτʼ ἐκεῖνʼ, ὦ δέϲποθʼ· οἱ μεμυημένοι

319ἐνταῦθά που παίζουϲιν, οὓϲ ἔφραζε νῷν.

Critical Apparatus320ᾄδουϲι γοῦν τὸν Ἴακχον ὅνπερ διʼ ἀγορᾶϲ.

321

Δι.‎ κἀμοὶ δοκοῦϲιν. ἡϲυχίαν τοίνυν ἄγειν

Critical Apparatus322βέλτιϲτόν ἐϲτιν, ὡϲ ἂν εἰδῶμεν ϲαφῶϲ.

Critical Apparatus Link 324

[ϲτρ.‎Χο.‎ Ἴακχʼ ὦ πολυτίμητʼ ἐν ἕδραιϲ ἐνθάδε ναίων,

325Ἴακχʼ ὦ Ἴακχε,

326ἐλθὲ τόνδʼ ἀνὰ λειμῶνα χορεύϲων

327ὁϲίουϲ εἰϲ θιαϲώταϲ,

328πολύκαρπον μὲν τινάϲϲων

Critical Apparatus329περὶ κρατὶ ϲῷ βρύοντα

Link 330ϲτέφανον μύρτων, θραϲεῖ δʼ ἐγκατακρούων

331ποδὶ τὴν ἀκόλαϲτον

332φιλοπαίγμονα τιμήν,

Critical Apparatus333χαρίτων πλεῖϲτον ἔχουϲαν μέροϲ, ἁγνήν,

Critical Apparatus335ἱερὰν ὁϲίοιϲ μύϲταιϲ χορείαν.

336

Ξα.‎ ὦ πότνια πολυτίμητε Δήμητροϲ κόρη,

337ὡϲ ἡδύ μοι προϲέπνευϲε χοιρείων κρεῶν.

pg 151Critical Apparatus339

Δι.‎ οὔκουν ἀτρέμʼ ἕξειϲ ἤν τι καὶ χορδῆϲ λάβῃϲ;

Critical Apparatus Link 340

[ἀντ.‎Χο.‎ ἐγείρων φλογέαϲ λαμπάδαϲ ἐν χερϲὶ προϲήκειϲ,

341Ἴακχʼ ὦ Ἴακχε,

342νυκτέρου τελετῆϲ φωϲφόροϲ ἀϲτήρ.

Critical Apparatus Link 344φλογὶ φέγγεται δὲ λειμών·

345γόνυ πάλλεται γερόντων·

346ἀποϲείονται δὲ λύπαϲ

347χρονίουϲ τʼ ἐτῶν παλαιῶν ἐνιαυτοὺϲ

348ἱερᾶϲ ὑπὸ τιμῆϲ.

Critical Apparatus Link 350ϲὺ δὲ λαμπάδι φέγγων

351προβάδην ἔξαγʼ ἐπʼ ἀνθηρὸν ἕλειον

Critical Apparatus353δάπεδον χοροποιόν, μάκαρ, ἥβην.

Critical Apparatus Link 354εὐφημεῖν χρὴ κἀξίϲταϲθαι τοῖϲ ἡμετέροιϲι χοροῖϲιν,

Critical Apparatus Link 355ὅϲτιϲ ἄπειροϲ τοιῶνδε λόγων ἢ γνώμην μὴ καθαρεύει,

Link 356ἢ γενναίων ὄργια Μουϲῶν μήτʼ εἶδεν μήτʼ ἐχόρευϲεν,

Critical Apparatus Link 357μηδὲ Κρατίνου τοῦ ταυροφάγου γλώττηϲ Βακχεῖʼ ἐτελέϲθη,

Critical Apparatus Link 358ἢ βωμολόχοιϲ ἔπεϲιν χαίρει μὴ ʼν καιρῷ τοῦτο ποιούντων,

Critical Apparatus Link 359ἢ ϲτάϲιν ἐχθρὰν μὴ καταλύει μηδʼ εὔκολόϲ ἐϲτι πολίταιϲ,

pg 152360ἀλλʼ ἀνεγείρει καὶ ῥιπίζει κερδῶν ἰδίων ἐπιθυμῶν,

Link 361ἢ τῆϲ πόλεωϲ χειμαζομένηϲ ἄρχων καταδωροδοκεῖται,

Critical Apparatus Link 362ἢ προδίδωϲιν φρούριον ἢ ναῦϲ, ἢ τἀπόρρητʼ ἀποπέμπει

Critical Apparatus Link 363ἐξ Αἰγίνηϲ Θωρυκίων ὢν εἰκοϲτολόγοϲ κακοδαίμων,

364ἀϲκώματα καὶ λίνα καὶ πίτταν διαπέμπων εἰϲ Ἐπίδαυρον,

Critical Apparatus365ἢ χρήματα ταῖϲ τῶν ἀντιπάλων ναυϲὶν παρέχειν τινὰ πείθει,

Critical Apparatus Link 366ἢ κατατιλᾷ τῶν Ἑκαταίων κυκλίοιϲι χοροῖϲιν ὑπᾴδων,

Link 367ἢ τοὺϲ μιϲθοὺϲ τῶν ποιητῶν ῥήτωρ ὢν εἶτʼ ἀποτρώγει,

Link 368κωμῳδηθεὶϲ ἐν ταῖϲ πατρίοιϲ τελεταῖϲ ταῖϲ τοῦ Διονύϲου·

Critical Apparatus369τούτοιϲ αὐδῶ καὖθιϲ ἐπαυδῶ καὖθιϲ τὸ τρίτον μάλʼ ἐπαυδῶ

Link 370ἐξίϲταϲθαι μύϲταιϲι χοροῖϲ· ὑμεῖϲ δʼ ἀνεγείρετε μολπὴν

Link 371καὶ παννυχίδαϲ τὰϲ ἡμετέραϲ, αἳ τῇδε πρέπουϲιν ἑορτῇ.

Critical Apparatus Link 372[ϲτρ.‎χώρει νυν πᾶϲ ἀνδρείωϲ

373εἰϲ τοὺϲ εὐανθεῖϲ κόλπουϲ

Link 374λειμώνων ἐγκρούων

Link 375κἀπιϲκώπτων

Link 376καὶ παίζων καὶ χλευάζων·

377ἠρίϲτηται δʼ ἐξαρκούντωϲ.

Critical Apparatus378[ἀντ.‎ἀλλʼ ἔμβα χὤπωϲ ἀρεῖϲ

379τὴν Ϲώτειραν γενναίωϲ

380τῇ φωνῇ μολπάζων,

pg 153381ἣ τὴν χώραν

Critical Apparatus Link 382ϲώϲειν φήϲʼ εἰϲ τὰϲ ὥραϲ,

383κἂν Θωρυκίων μὴ βούληται.

Critical Apparatus Link 384ἄγε νυν ἑτέραν ὕμνων ἰδέαν τὴν καρποφόρον βαϲίλειαν,

385Δήμητρα θεάν, ἐπικοϲμοῦντεϲ ζαθέαιϲ μολπαῖϲ κελαδεῖτε.

[ϲτρ.‎Δήμητερ, ἁγνῶν ὀργίων

385bἄναϲϲα, ϲυμπαραϲτάτει,

Link 386καὶ ϲῷζε τὸν ϲαυτῆϲ χορόν,

387καί μʼ ἀϲφαλῶϲ πανήμερον

388παῖϲαί τε καὶ χορεῦϲαι·

Critical Apparatus Link 389[ἀντ.‎καὶ πολλὰ μὲν γελοῖά μʼ εἰ-

390πεῖν, πολλὰ δὲ ϲπουδαῖα, καὶ

Link 391τῆϲ ϲῆϲ ἑορτῆϲ ἀξίωϲ

Link 392παίϲαντα καὶ ϲκώψαντα νι-

393κήϲαντα ταινιοῦϲθαι.

Critical Apparatus394ἄγʼ εἶά νυν

395καὶ τὸν ὡραῖον θεὸν παρακαλεῖτε δεῦρο

Link 396ᾠδαῖϲι, τὸν ξυνέμπορον τῆϲδε τῆϲ χορείαϲ.

Link 397[ϲτρ.‎Ἴακχε πολυτίμητε, μέλοϲ ἑορτῆϲ

400ἥδιϲτον εὑρών, δεῦρο ϲυνακολούθει

401πρὸϲ τὴν θεόν,

402καὶ δεῖξον ὡϲ ἄνευ πόνου πολλὴν ὁδὸν περαίνειϲ.

Link 403Ἴακχε φιλοχορευτά, ϲυμπρόπεμπέ με.

Critical Apparatus Link 404[ἀντ. ά‎ϲὺ γὰρ κατεϲχίϲω μὲν ἐπὶ γέλωτι

Critical Apparatus Link 405κἀπʼ εὐτελείᾳ τόδε τὸ ϲανδαλίϲκον

406καὶ τὸ ῥάκοϲ,

pg 154Critical Apparatus407κἀξηῦρεϲ ὥϲτʼ ἀζημίουϲ παίζειν τε καὶ χορεύειν.

408Ἴακχε φιλοχορευτά, ϲυμπρόπεμπέ με.

409[ἀντ. βʹ‎καὶ γὰρ παραβλέψαϲ τι μειρακίϲκηϲ

410νῦν δὴ κατεῖδον καὶ μάλʼ εὐπροϲώπου,

Link 411ϲυμπαιϲτρίαϲ,

Critical Apparatus412χιτωνίου παραρραγέντοϲ τιτθίον προκύψαν.

413Ἴακχε φιλοχορευτά, ϲυμπρόπεμπέ με.

Link 414

Δι.‎ ἐγὼ δʼ ἀεί πωϲ φιλακόλουθόϲ εἰμι καὶ μετʼ αὐτῆϲ

Link 415παίζων χορεύειν βούλομαι.

Ξα.‎ κἄγωγε πρόϲ.

Link 416

Χο.‎ βούλεϲθε δῆτα κοινῇ

417ϲκώψωμεν Ἀρχέδημον;

Critical Apparatus Link 418ὂϲ ἑπτέτηϲ ὢν οὐκ ἔφυϲε φράτεραϲ,

419νυνὶ δὲ δημαγωγεῖ

420ἐν τοῖϲ ἄνω νεκροῖϲι,

421κἀϲτὶν τὰ πρῶτα τῆϲ ἐκεῖ μοχθηρίαϲ.

Critical Apparatus422τὸν Κλειϲθένουϲ δʼ ἀκούω

423ἐν ταῖϲ ταφαῖϲι πρωκτὸν

424τίλλειν ἑαυτοῦ καὶ ϲπαράττειν τὰϲ γνάθουϲ·

425κἀκόπτετʼ ἐγκεκυφώϲ,

426κἄκλαε κἀκεκράγει

Critical Apparatus Link 427Ϲεβῖνον, ὅϲτιϲ ἐϲτίν, Ἀναφλύϲτιοϲ.

428καὶ Καλλίαν γέ φαϲι

Critical Apparatus429τοῦτον τὸν Ἱπποκίνου

Critical Apparatus430κύϲθῳ λεοντῆν ναυμαχεῖν ἐνημμένον.

pg 155 Link 431

Δι.‎ ἔχοιτʼ ἂν οὖν φράϲαι νῷν

432Πλούτωνʼ ὅπου ʼνθάδʼ οἰκεῖ;

433ξένω γάρ ἐϲμεν ἀρτίωϲ ἀφιγμένω.

434

Χο.‎ μηδὲν μακρὰν ἀπέλθῃϲ,

435μηδʼ αὖθιϲ ἐπανέρῃ με,

436ἀλλʼ ἴϲθʼ ἐπʼ αὐτὴν τὴν θύραν ἀφιγμένοϲ.

Critical Apparatus437

Δι.‎ αἴροιʼ ἂν αὖθιϲ, ὦ παῖ.

438

Ξα.‎ τουτὶ τί ἦν τὸ πρᾶγμα

439ἀλλʼ ἢ Διὸϲ Κόρινθοϲ ἐν τοῖϲ ϲτρώμαϲιν;

440

Χο.‎ χωρεῖτε νῦν

441ἱερὸν ἀνὰ κύκλον θεᾶϲ ἀνθοφόρον ἀνʼ ἄλϲοϲ

442παίζοντεϲ, οἷϲ μετουϲία θεοφιλοῦϲ ἑορτῆϲ·

Link 445ἐγὼ δὲ ϲὺν ταῖϲιν κόραιϲ εἶμι καὶ γυναιξίν,

446οὗ παννυχίζουϲιν θεᾷ φέγγοϲ ἱερὸν οἴϲων.

447[ϲτρ.‎χωρῶμεν εἰϲ πολυρρόδουϲ

448λειμῶναϲ ἀνθεμώδειϲ,

Link 450τὸν ἡμέτερον τρόπον,

451τὸν καλλιχορώτατον

452παίζοντεϲ, ὃν ὄλβιαι

453Μοῖραι ξυνάγουϲιν.

454[ἀντ.‎μόνοιϲ γὰρ ἡμῖν ἥλιοϲ

Critical Apparatus455καὶ φέγγοϲ ἱερόν ἐϲτιν,

Link 456ὅϲοι μεμυήμεθʼ εὐ-

457ϲεβῆ τε διήγομεν

Critical Apparatus458τρόπον περὶ τοὺϲ ξένουϲ

459καὶ τοὺϲ ἰδιώταϲ.

Link 460

Δι.‎ ἄγε δή, τίνα τρόπον τὴν θύραν κόψω; τίνα;

461πῶϲ ἐνθάδʼ ἄρα κόπτουϲιν οὑπιχώριοι;

pg 156Critical Apparatus462

Ξα.‎ οὐ μὴ διατρίψειϲ, ἀλλὰ γεύϲει τῆϲ θύραϲ,

463καθʼ Ἡρακλέα τὸ ϲχῆμα καὶ τὸ λῆμʼ ἔχων.

Critical Apparatus464

Δι.‎ παῖ παῖ.

ΑΙΑΚΟϹ‎ τίϲ οὗτοϲ;

Δι.‎ Ἡρακλῆϲ ὁ καρτερόϲ.

Link 465

Αια.‎ ὦ βδελυρὲ κἀναίϲχυντε καὶ τολμηρὲ ϲὺ

466καὶ μιαρὲ καὶ παμμίαρε καὶ μιαρώτατε,

467ὃϲ τὸν κύνʼ ἡμῶν ἐξελάϲαϲ τὸν Κέρβερον

468ἀπῇξαϲ ἄγχων κἀποδρὰϲ ᾤχου λαβών,

469ὃν ἐγὼ ʼφύλαττον. ἀλλὰ νῦν ἔχει μέϲοϲ·

Link 470τοία Ϲτυγόϲ ϲε μελανοκάρδιοϲ πέτρα

471Ἀχερόντιόϲ τε ϲκόπελοϲ αἱματοϲταγὴϲ

472φρουροῦϲι, Κωκυτοῦ τε περίδρομοι κύνεϲ,

473ἔχιδνά θʼ ἑκατογκέφαλοϲ, ἣ τὰ ϲπλάγχνα ϲου

Critical Apparatus474διαϲπαράξει, πλευμόνων τʼ ἀνθάψεται

Critical Apparatus475Ταρτηϲϲία μύραινα· τὼ νεφρὼ δέ ϲου

476αὐτοῖϲιν ἐντέροιϲιν ᾑματωμένω

Critical Apparatus477διαϲπάϲονται Γοργόνεϲ Τειθράϲιαι,

478ἐφʼ ἃϲ ἐγὼ δρομαῖον ὁρμήϲω πόδα.

Link 479

Ξα.‎ οὗτοϲ, τί δέδρακαϲ;

Δι.‎ ἐγκέχοδα· κάλει θεόν.

Link 480

Ξα.‎ ὦ καταγέλαϲτʼ, οὔκουν ἀναϲτήϲει ταχὺ

481πρίν τινά ϲʼ ἰδεῖν ἀλλότριον;

Δι.‎ ἀλλʼ ὡρακιῶ.

482ἀλλʼ οἶϲε πρὸϲ τὴν καρδίαν μου ϲπογγιάν.

Critical Apparatus483

Ξα.‎ ἰδού, λαβέ, προϲθοῦ. ποῦ ʼϲτιν; ὦ χρυϲοῖ θεοί,

484ἐνταῦθʼ ἔχειϲ τὴν καρδίαν;

Δι.‎ δείϲαϲα γὰρ

pg 157485εἰϲ τὴν κάτω μου κοιλίαν καθείρπυϲεν.

486

Ξα.‎ ὦ δειλότατε θεῶν ϲὺ κἀνθρώπων.

Δι.‎ ἐγώ;

487πῶϲ δειλὸϲ ὅϲτιϲ ϲπογγιὰν ᾔτηϲά ϲε;

Critical Apparatus488οὐκ ἂν ἕτερόϲ γʼ αὔτʼ ἠργάϲατʼ ἀνήρ.

Ξα.‎ ἀλλὰ τί;

489

Δι.‎ κατέκειτʼ ἂν ὀϲφραινόμενοϲ, εἴπερ δειλὸϲ ἦν·

490ἐγὼ δʼ ἀνέϲτην καὶ προϲέτʼ ἀπεψηϲάμην.

491

Ξα.‎ ἀνδρεῖά γʼ, ὦ Πόϲειδον.

Δι.‎ οἶμαι νὴ Δία.

492ϲὺ δʼ οὐκ ἔδειϲαϲ τὸν ψόφον τῶν ῥημάτων

493καὶ τὰϲ ἀπειλάϲ;

Ξα.‎ οὐ μὰ Δίʼ οὐδʼ ἐφρόντιϲα.

Critical Apparatus Link 494

Δι.‎ ἴθι νυν, ἐπειδὴ ληματίαϲ κἀνδρεῖοϲ εἶ,

495ϲὺ μὲν γενοῦ ʼγὼ τὸ ῥόπαλον τουτὶ λαβών

496καὶ τὴν λεοντῆν, εἴπερ ἀφοβόϲπλαγχνοϲ εἶ·

497ἐγὼ δʼ ἔϲομαί ϲοι ϲκευοφόροϲ ἐν τῷ μέρει.

Critical Apparatus498

Ξα.‎ φέρε δὴ ταχέωϲ αὔτʼ· οὐ γὰρ ἀλλὰ πειϲτέον·

Critical Apparatus Link 499καὶ βλέψον εἰϲ τὸν Ἡρακλειοξανθίαν,

500εἰ δειλὸϲ ἔϲομαι καὶ κατὰ ϲὲ τὸ λῆμʼ ἔχων.

Critical Apparatus501

Δι.‎ μὰ Δίʼ, ἀλλʼ ἀληθῶϲ οὑκ Μελίτηϲ μαϲτιγίαϲ.

502φέρε νυν, ἐγὼ τὰ ϲτρώματʼ αἴρωμαι ταδί.

Critical Apparatus Link 503

ΘΕΡΑΠΑΙΝΑ‎ ὦ φίλταθʼ, ἥκειϲ, Ἡράκλειϲ; δεῦρʼ εἴϲιθι.

Critical Apparatus Link 504ἡ γὰρ θεόϲ ϲʼ ὡϲ ἐπύθεθʼ ἥκοντʼ, εὐθέωϲ

Critical Apparatus505ἔπεττεν ἄρτουϲ, ἧψε κατερικτῶν χύτραϲ

Critical Apparatus506ἔτνουϲ δύʼ ἢ τρεῖϲ, βοῦν ἀπηνθράκιζʼ ὅλον,

pg 158Critical Apparatus Link 507πλακοῦνταϲ ὤπτα κολλάβουϲ 〈τʼ〉‎. ἀλλʼ εἴϲιθι.

Link 508

Ξα.‎ κάλλιϲτʼ, ἐπαινῶ.

Θε.‎ μὰ τὸν Ἀπόλλω οὐ μή ϲʼ ἐγὼ

509περιόψομἀπελθόντʼ, ἐπεί τοι καὶ κρέα

510ἀνέβραττεν ὀρνίθεια, καὶ τραγήματα

511ἔφρυγε, κᾦνον ἀνεκεράννυ γλυκύτατον.

Link 512ἀλλʼ εἴϲιθʼ ἅμʼ ἐμοί.

Ξα.‎ πάνυ καλῶϲ.

Θε.‎ ληρεῖϲ ἔχων·

Critical Apparatus Link 513οὐ γάρ ϲʼ ἀφήϲω. καὶ γὰρ αὐλητρίϲ τέ ϲοι

Critical Apparatus Link 514ἤδη ʼνδον ἔϲθʼ ὡραιοτάτη κὠρχηϲτρίδεϲ

Critical Apparatus515ἕτεραι δύʼ ἢ λρεῖϲ—

Ξα.‎ πῶϲ λέγειϲ; ὀρχηϲτρίδεϲ;

Critical Apparatus516

Θε.‎ ἡβυλλιῶϲαι κἄρτι παρατετιλμέναι.

517ἀλλʼ εἴϲιθʼ, ὡϲ ὁ μάγειροϲ ἤδη τὰ τεμάχη

518ἔμελλʼ ἀφαιρεῖν χἠ τράπεζʼ εἰϲῄρετο.

Critical Apparatus519

Ξα.‎ ἴθι νυν, φράϲον πρώτιϲτα ταῖϲ ὀρχηϲτρίϲιν

Link 520ταῖϲ ἔνδον οὔϲαιϲ αὐτὸϲ ὅτι εἰϲέρχομαι.

521ὁ παῖϲ, ἀκολούθει δεῦρο τὰ ϲκεύη φέρων.

522

Δι.‎ ἐπλίϲχεϲ, οὗτοϲ. οὔ τί που ϲπουδὴν ποιεῖ,

Critical Apparatus523ὁτιή ϲε παίζων Ἡρακλέα ʼνεϲκεύαϲα;

Critical Apparatus524οὐ μὴ φλυαρήϲειϲ ἔχων, ὦ Ξανθία,

525ἀλλʼ ἀράμενοϲ οἴϲειϲ πάλιν τὰ ϲτρώματα.

Critical Apparatus526

Ξα.‎ τί δʼ ἐϲτίν; οὔ τί πού μʼ ἀφελέϲθαι διανοεῖ

527ἅδωκαϲ αὐτόϲ;

Δι.‎ οὐ τάχʼ, ἀλλʼ ἤδη ποιῶ.

528κατάθου τὸ δέρμα.

Ξα.‎ ταῦτʼ ἐγὼ μαρτύρομαι

pg 159529καὶ τοῖϲ θεοῖϲιν ἐπιτρέπω.

Δι.‎ ποίοιϲ θεοῖϲ;

530τὸ δὲ προϲδοκῆϲαί ϲʼ οὐκ ἀνόητον καὶ κενὸν

Critical Apparatus531ὡϲ δοῦλοϲ ὢν καὶ θνητὸϲ Ἁλκμήνηϲ ἔϲει;

Critical Apparatus532

Ξα.‎ ἀμέλει. καλῶϲ· ἔχʼ αὔτʼ‎. ἴϲωϲ γάρ τοί ποτε

533ἐμοῦ δεηθείηϲ ἄν, εἰ θεὸϲ θέλοι.

Link 534

[ϲτρ.‎Χο.‎ ταῦτα μὲν πρὸϲ ἀνδρόϲ ἐϲτι

534aνοῦν ἔχοντοϲ καὶ φρέναϲ καὶ

Link 535πολλὰ περιπεπλευκότοϲ,

536μετακυλίνδειν αὑτὸν ἀεὶ

537πρὸϲ τὸν εὖ πράττοντα τοῖχον

538μᾶλλον ἢ γεγραμμένην

Critical Apparatus539εἰκόνʼ ἑϲτάναι, λαβόνθʼ ἓν

ϲχῆμα· τὸ δὲ μεταϲτρέφεϲθαι

πρὸϲ τὸ μαλθακώτερον

540δεξιοῦ πρὸϲ ἀνδρόϲ ἐϲτι

541καὶ φύϲει Θηραμένουϲ.

Δι.‎ οὐ γὰρ ἂν γελοῖον ἦν, εἰ

Link 542Ξανθίαϲ μὲν δοῦλοϲ ὢν ἐν

Critical Apparatus543ϲτρώμαϲιν Μιληϲίοιϲ

544ἀνατετραμμένοϲ, κυνῶν ὀρ-

χηϲτρίδʼ, εἶτʼ ᾔτηϲεν ἁμίδʼ, ἐ-

γὼ δὲ πρὸϲ τοῦτον βλέπων

Critical Apparatus545τοὐρεβίνθου ʼδραττόμην, οὗ-

Critical Apparatus546τοϲ δʼ ἅτʼ ὢν καὐτὸϲ πανοῦργοϲ

547εἶδε, κᾆτʼ ἐκ τῆϲ γνάθου

πὺξ πατάξαϲ μοὐξέκοψε

Critical Apparatus548τοῦ χοροῦ τοὺϲ προϲθίουϲ;

pg 160 Link 549

ΠΑΝΔΟΚΕΥΤΡΙΑ‎ Πλαθάνη, Πλαθάνη, δεῦρʼ ἔλθʼ, ὁ πανοῦργοϲ οὑτοϲί,

Critical Apparatus550ὃϲ εἰϲ τὸ πανδοκεῖον εἰϲελθών ποτε

551ἑκκαίδεκʼ ἄρτουϲ κατέφαγʼ ἡμῶν—

ΠΛΑΝΘΑΝΗ‎ νὴ Δία,

Link 552ἐκεῖνοϲ αὐτὸϲ δῆτα.

Ξα.‎ κακὸν ἥκει τινί.

Link 553

Πα.‎ καὶ κρέα γε πρὸϲ τούτοιϲιν ἀνάβραϲτʼ εἴκοϲιν

Critical Apparatus554ἀνʼ ἡμιωβελιαῖα—

Ξα.‎ δώϲει τιϲ δίκην.

555

Πα.‎ καὶ τὰ ϲκόροδα τὰ πολλά.

Δι.‎ ληρεῖϲ, ὦ γύναι,

556κοὐκ οἶϲθʼ ὅ τι λέγειϲ.

Πα.‎ οὐ μὲν οὖν με προϲεδόκαϲ,

Critical Apparatus557ὁτιὴ κοθόρνουϲ εἶχεϲ, ἀναγνῶναί ϲʼ ἔτι;

558τί δαί; τὸ πολὺ τάριχοϲ οὐκ εἴρηκά πω.

Link 559

Πλ.‎ μὰ Δίʼ οὐδὲ τὸν τυρόν γε τὸν χλωρόν, τάλαν,

560ὃν οὗτοϲ αὐτοῖϲ τοῖϲ ταλάροιϲ κατήϲθιεν.

561

Πα.‎ κἄπειτʼ ἐπειδὴ τἀργύριον ἐπραττόμην,

562ἔβλεψεν εἴϲ με δριμὺ κἀμυκᾶτό γε—

563

Ξα.‎ τούτου πάνυ τοὔργον· οὗτοϲ ὁ τρόποϲ πανταχοῦ.

564

Πα.‎ καὶ τὸ ξίφοϲ γʼ ἐϲπᾶτο, μαίνεϲθαι δοκῶν.

Critical Apparatus565

Πλ.‎ νὴ Δία, τάλαινα.

Πα.‎ νὼ δὲ δειϲάϲα γέ πωϲ

566ἐπὶ τὴν κατήλιφʼ εὐθὺϲ ἀνεπηδήϲαμεν·

Critical Apparatus567ὁ δʼ ᾤχετʼ ἐξᾴξαϲ γε τὰϲ ψιάθουϲ λαβών.

Link 568

Ξα.‎ καὶ τοῦτο τούτου τοὔργον.

Πα.‎ ἀλλʼ ἐχρῆν τι δρᾶν.

pg 161Critical Apparatus Link 569ἴθι δὴ κάλεϲον τὸν προϲτάτην Κλέωνά μοι.

Link 570

Πλ.‎ ϲὺ δʼ ἔμοιγʼ, ἐάνπερ ἐπιτύχῃϲ, Ὑπέρβολον·

571ἵνʼ αὐτὸν ἐπιτρίφωμεν.

572

Πα.‎ ὦ μιαρὰ φάρυξ,

ὡϲ ἡδέωϲ ἄν ϲου λίθῳ τοὺϲ γομφίουϲ

573κόπτοιμʼ ἄν, οἷϲ μου κατέφαγεϲ τὰ φορτία.

574

Πλ.‎ ἐγὼ δέ γʼ εἰϲ τὸ βάραθρον ἐμβάλοιμί ϲε.

575

Πα.‎ ἐγὼ δὲ τὸν λάρυγγʼ ἂν ἐκτέμοιμί ϲου

Critical Apparatus576δρέπανον λαβοῦϲʼ, ᾧ τὰϲ χόλικαϲ κατέϲπαϲαϲ.

577ἀλλʼ εἶμʼ ἐπὶ τὸν Κλέωνʼ, ὃϲ αὐτοῦ τήμερον

578ἐκπηνιεῖται ταῦτα προϲκαλούμενοϲ.

579

Δι.‎ κάκιϲτʼ ἀπολοίμην, Ξανθίαν εἰ μὴ φιλῶ.

Critical Apparatus580

Ξα.‎ οἶδʼ οἶδα τὸν νοῦν· παῦε παῦε τοῦ λόγου.

581οὐκ ἂν γενοίμην Ἡρακλῆϲ ἄν.

Δι.‎ μηδαμῶϲ,

Critical Apparatus582ὦ Ξανθίδιον.

Ξα.‎ καὶ πῶϲ ἂν Ἁλκμήνηϲ ἐγὼ

583υἱὸϲ γενοίμην, δοῦλοϲ ἅμα καὶ θνητὸϲ ὤν;

584

Δι.‎ οἶδʼ οἶδʼ ὅτι θυμοῖ, καὶ δικαίωϲ αὐτὸ δρᾷϲ·

585κἂν εἴ με τύπτοιϲ, οὐκ ἂν ἀντείποιμί ϲοι.

586ἀλλʼ ἤν ϲε τοῦ λοιποῦ ποτʼ ἀφέλωμαι χρόνου,

587πρόρριζοϲ αὐτόϲ, ἡ γυνή, τὰ παιδία,

Link 588κάκιϲτʼ ἀπολοίμην, κἀρχέδημοϲ ὁ γλάμων.

589

Ξα.‎ δέχομαι τὸν ὅρκον κἀπὶ τούτοιϲ λαμβάνω.

[ἀντ.‎Χο.‎ νῦν ϲὸν ἔργον ἔϲτʼ, ἐπειδὴ

590τὴν ϲτολὴν εἵληφαϲ ἥνπερ

εἶχεϲ ἐξ ἀρχῆϲ πάλιν,

ἀνανεάζειν 〈αὖ τὸ λῆμα‎)〉

καὶ βλέπειν αὖθιϲ τὸ δεινόν,

591τοῦ θεοῦ μεμνημένον

Critical Apparatus592ᾧπερ εἰκάζειϲ ϲεαυτόν.

pg 162Critical Apparatus594ἢν δὲ παραληρῶν ἁλῷϲ ἢ

Critical Apparatus595κἀκβάλῃϲ τι μαλθακόν,

596αὖθιϲ αἴρεϲθαί ϲʼ ἀνάγκη

Critical Apparatus597ʼϲται πάλιν τὰ ϲτρώματα.

598

Ξα.‎ οὐ κακῶϲ, ὦνδρεϲ, παραινεῖτʼ,

ἀλλὰ καὐτὸϲ τυγχάνω ταῦτʼ

ἄρτι ϲυννοούμενοϲ.

Critical Apparatusὅδε μὲν οὖν, ἢν χρηϲτὸν ᾖ τι,

Critical Apparatus600ταῦτʼ ἀφαιρεῖϲθαι πάλιν πει-

601ράϲεταί μʼ εὖ οἶδʼ ὅτι.

602ἀλλʼ ὅμωϲ ἐγὼ παρέξω

603ʼμαυτὸν ἀνδρεῖον τὸ λῆμα

604καὶ βλέποντʼ ὀρίγανον.

δεῖν δʼ ἔοικεν, ὡϲ ἀκούω

τῆϲ θύραϲ καὶ δὴ ψόφον.

Critical Apparatus Link 605

Αια.‎ ξυνδεῖτε ταχέωϲ τουτονὶ τὸν κυνοκλόπον,

Link 606ἵνα δῷ δίκην· ἁνύετον.

Δι.‎ ἥκει τῳ κακόν.

Critical Apparatus607

Ξα.‎ οὐκ ἐϲ κόρακαϲ; μὴ πρόϲιτον.

Αια.‎ εἶἑν, καὶ μάχει;

Critical Apparatus608ὁ Διτύλαϲ χὠ Ϲκεβλύαϲ χὠ Παρδόκαϲ,

Critical Apparatus609χωρεῖτε δευρὶ καὶ μάχεϲθε τουτῳί.

610

Δι.‎ εἶτʼ οὐχὶ δεινὰ ταῦτα, τύπτειν τουτονὶ

611κλέπτοντα πρὸϲ τἀλλότρια;

Αια.‎ μἀλλʼ ὑπερφυᾶ.

612

Δι.‎ ϲχέτλια μὲν οὖν καὶ δεινά.

Ξα.‎ καὶ μὴν νὴ Δία,

pg 163613εἰ πώποτʼ ἦλθον δεῦρʼ, ἐθέλω τεθνηκέναι,

614ἢ ʼκλεψα τῶν ϲῶν ἄξιόν τι καὶ τριχόϲ.

Link 615καί ϲοι ποιήϲω πρᾶγμα γενναῖον πάνυ·

616βαϲάνιζε γὰρ τὸν παῖδα τουτονὶ λαβών,

617κἄν ποτέ μʼ ἕλῃϲ ἀδικοῦντʼ, ἀπόκτεινόν μʼ ἄγων.

618

Αια.‎ καὶ πῶϲ βαϲανίϲω;

Ξα.‎ πάντα τρόπον, ἐν κλίμακι

Link 619δήϲαϲ, κρεμάϲαϲ, ὑϲτριχίδι μαϲτιγῶν, δέρων,

620ϲτρεβλῶν, ἔτι δʼ εἰϲ τὰϲ ῥῖναϲ ὄξοϲ ἐγχέων,

621πλίνθουϲ ἐπιτιθείϲ, πάντα τἄλλα, πλὴν πράϲῳ

622μὴ τύπτε τοῦτον μηδὲ γητείῳ νέῳ.

623

Αια.‎ δίκαιοϲ ὁ λόγοϲ· κἄν τι πηρώϲω γέ ϲοι

624τὸν παῖδα τύπτων, τἀργύριόν ϲοι κείϲεται.

Critical Apparatus625

Ξα.‎ μὴ δῆτʼ ἔμοιγʼ‎. οὕτω δὲ βαϲάνιζʼ ἀπαγαγών.

Link 626

Αια.‎ αὐτοῦ μὲν οὖν, ἵνα ϲοι κατʼ ὀφθαλμοὺϲ λέγῃ.

627κατάθου ϲὺ τὰ ϲκεύη ταχέωϲ, χὤπωϲ ἐρεῖϲ

628ἐνταῦθα μηδὲν ψεῦδοϲ.

Δι.‎ ἀγορεύω τινὶ

629ἐμὲ μὴ βαϲανίζειν ἀθάνατον ὄντʼ· εἰ δὲ μή,

Critical Apparatus630αὐτὸϲ ϲεαυτὸν αἰτιῶ.

Αια.‎ λέγειϲ δὲ τί;

631

Δι.‎ ἀθάνατοϲ εἶναί φημι, Διόνυϲοϲ Διόϲ,

632τοῦτον δὲ δοῦλον.

Αια.‎ ταῦτʼ ἀκούειϲ;

Ξα.‎ φήμʼ ἐγώ.

633καὶ πολύ γε μᾶλλόν ἐϲτι μαϲτιγωτέοϲ·

634εἴπερ θεὸϲ γάρ ἐϲτιν, οὐκ αἰϲθήϲεται.

635

Δι.‎ τί δῆτʼ, ἐπειδὴ καὶ ϲὺ φῂϲ εἶναι θεόϲ,

636οὐ καὶ ϲὺ τύπτει τὰϲ ἴϲαϲ πληγὰϲ ἐμοί;

Critical Apparatus637

Ξα.‎ δίκαιοϲ ὁ λόγοϲ· χὠπότερόν γʼ ἂν νῷν ἴδῃϲ

638κλαύϲαντα πρότερον ἢ προτιμήϲαντά τι

pg 164Critical Apparatus639τυπτόμενον, ἡγοῦ τοῦτον εἶναι μὴ θεόν.

640

Αια.‎ οὐκ ἔϲθʼ ὅπωϲ οὐκ εἶ ϲὺ γεννάδαϲ ἀνήρ·

641χωρεῖϲ γὰρ εἰϲ τὸ δίκαιον. ἀποδύεϲθε δή.

642

Ξα.‎ πῶϲ οὖν βαϲανιεῖϲ νὼ δικαίωϲ;

Αια.‎ ῥᾳδίωϲ·

Critical Apparatus643πληγὴν παρὰ πληγὴν ἑκάτερον.

Ξα.‎ καλῶϲ λέγειϲ.

Critical Apparatus Link 644ἰδού· ϲκόπει νυν ἤν μʼ ὑποκινήϲαντʼ ἴδῃϲ.

Critical Apparatus645ἤδη ʼπάταξαϲ;

Αια.‎ οὐ μὰ Δίʼ.

Ξα.‎ οὐδʼ ἐμοὶ δοκεῖϲ.

646

Αια.‎ ἀλλʼ εἶμʼ ἐπὶ τονδὶ καὶ πατάξω.

Δι.‎ πηνίκα;

Critical Apparatus647

Αια.‎ καὶ δὴ ʼπάταξα.

Δι.‎ κᾆτα πῶϲ οὐκ ἔπταρον;

Link 648

Αια.‎ οὐκ οἶδα· τουδὶ δʼ αὖθιϲ ἀποπειράϲομαι.

Critical Apparatus649

Ξα.‎ οὔκουν ἁνύϲειϲ τι; ἀτταταῖ.

Αια.‎ τί τἀτταταῖ;

650μῶν ὠδυνήθηϲ;

Ξα.‎ οὐ μὰ Δίʼ, ἀλλʼ ἐφρόντιϲα

Critical Apparatus651ὁπόθʼ Ἡράκλεια τἀν Διομείοιϲ γίγνεται.

Critical Apparatus652

Αια.‎ ἅνθρωποϲ ἱερόϲ. δεῦρο πάλιν βαδιϲτέον.

653

Δι.‎ ἰοὺ ἰού.

Αια.‎ τί ἐϲτιν;

Δι.‎ ἱππέαϲ ὁρῶ.

654

Αια.‎ τί δῆτα κλάειϲ;

Δι.‎ κρομμύων ὀϲφραίνομαι.

pg 165655

Αια.‎ ἐπεὶ προτιμᾷϲ γʼ οὐδέν;

Δι.‎ οὐδέν μοι μέλει.

Critical Apparatus656

Αια.‎ βαδιϲτέον τἄρʼ ἐϲτὶν ἐπὶ τονδὶ πάλιν.

657

Ξα.‎ οἴμοι.

Αια.‎ τί ἐϲτι;

Ξα.‎ τὴν ἄκανθαν ἔξελε.

658

Αια.‎ τί τὸ πρᾶγμα τουτί; δεῦρο πάλιν βαδιϲτέον.

Critical Apparatus Link 659

Δι.‎ Ἄπολλον—ὅϲ που Δῆλον ἢ Πυθῶνʼ ἔχειϲ.

660

Ξα.‎ ἤλγηϲεν· οὐκ ἤκουϲαϲ;

Δι.‎ οὐκ ἔγωγʼ, ἐπεὶ

661ἴαμβον Ἱππώνακτοϲ ἀνεμιμνῃϲκόμην.

662

Ξα.‎ οὐδὲν ποιεῖϲ γάρ· ἀλλὰ τὰϲ λαγόναϲ ϲπόδει.

663

Αια.‎ μὰ τὸν Δίʼ, ἀλλʼ ἤδη πάρεχε τὴν γαϲτέρα.

664

Δι.‎ Πόϲειδον—

Ξα.‎ ἤλγηϲέν τιϲ.

Critical Apparatus665

Δι.‎ ὃϲ Αἰγαίου πρωνὸϲ ἢ γλαυκᾶϲ μέδειϲ

666ἁλὸϲ ἐν βένθεϲιν.

Critical Apparatus668

Αια.‎ οὔτοι μὰ τὴν Δήμητρα δύναμαί πω μαθεῖν

669ὁπότεροϲ ὑμῶν ἐϲτι θεόϲ. ἀλλʼ εἴϲιτον·

670ὁ δεϲπότηϲ γὰρ αὐτὸϲ ὑμᾶϲ γνώϲεται

Critical Apparatus671χἠ Φερρέφατθʼ, ἅτʼ ὄντε κἀκείνω θεώ.

672

Δι.‎ ὀρθῶϲ λέγειϲ· ἐβουλόμην δʼ ἂν τοῦτό ϲε

Critical Apparatus673πρότερον νοῆϲαι, πρίν με τὰϲ πληγὰϲ λαβεῖν.

Link 674

[ϲτρ.‎Χο.‎ Μοῦϲα, χορῶν ἱερῶν ἐπίβηθι καὶ ἔλθʼ ἐπὶ τέρψιν ἀ-

Link 675οιδᾶϲ ἐμᾶϲ,

Link 676τὸν πολὺν ὀψομένη λαῶν ὄχλον, οὗ ϲοφίαι

677μυρίαι κάθηνται

pg 166 Link 678φιλοτιμότεραι Κλεοφῶντοϲ, ἐφʼ οὗ δὴ χείλεϲιν ἀμφιλάλοιϲ

Critical Apparatus Link 680δεινὸν ἐπιβρέμεται

681Θρῃκία χελιδὼν

Critical Apparatus682ἐπὶ βάρβαρον ἑζομένη πέταλον, τρύ-

683ζει δʼ ἐπίκλαυτον ἀηδόνιον νόμον, ὡϲ ἀπολεῖται,

685κἂν ἴϲαι γένωνται.

Critical Apparatus Link 686τὸν ἱερὸν χορὸν δίκαιόν ἐϲτι χρηϲτὰ τῇ πόλει

687ξυμπαραινεῖν καὶ διδάϲκειν. πρῶτον οὖν ἡμῖν δοκεῖ

688ἐξιϲῶϲαι τοὺϲ πολίταϲ κἀφελεῖν τὰ δείματα,

Link 689κεἴ τιϲ ἥμαρτε ϲφαλείϲ τι Φρυνίχου παλαίϲμαϲιν,

Critical Apparatus Link 690ἐκγενέϲθαι φημὶ χρῆναι τοῖϲ ὀλιϲθοῦϲιν τότε

Link 691αἰτίαν ἐκθεῖϲι λῦϲαι τὰϲ πρότερον ἁμαρτίαϲ.

Link 692εἶτʼ ἄτιμόν φημι χρῆναι μηδένʼ εἶνʼ ἐν τῇ πόλει·

Link 693καὶ γὰρ αἰϲχρόν ἐϲτι τοὺϲ μὲν ναυμαχήϲανταϲ μίαν

694καὶ Πλαταιᾶϲ εὐθὺϲ εἶναι κἀντὶ δούλων δεϲπόταϲ—

Critical Apparatus695κοὐδὲ ταῦτʼ ἔγωγʼ ἔχοιμʼ ἂν μὴ οὐ καλῶϲ φάϲκειν ἔχειν,

Critical Apparatus696ἀλλʼ ἐπαινῶ· μόνα γὰρ αὐτὰ νοῦν ἔχοντʼ ἐδράϲατε.

Critical Apparatus697πρὸϲ δὲ τούτοιϲ εἰκὸϲ ὑμᾶϲ, οἳ μεθʼ ὑμῶν πολλὰ δὴ

698χοἰ πατέρεϲ ἐναυμάχηϲαν καὶ προϲήκουϲιν γένει,

Critical Apparatus Link 699τὴν μίαν ταύτην παρεῖναι ξυμφορὰν αἰτουμένοιϲ.

Link 700ἀλλὰ τῆϲ ὀργῆϲ ἀνέντεϲ, ὦ ϲοφώτατοι φύϲει,

701πάνταϲ ἀνθρώπουϲ ἑκόντεϲ ξυγγενεῖϲ κτηϲώμεθα

Link 702κἀπιτίμουϲ καὶ πολίταϲ, ὅϲτιϲ ἂν ξυνναυμαχῇ.

Link 703εἰ δὲ ταῦτʼ ὀγκωϲόμεϲθα κἀποϲεμνυνούμεθα,

pg 167Critical Apparatus704τὴν πόλιν καὶ ταῦτʼ ἔχοντεϲ κυμάτων ἐν ἀγκάλαιϲ,

Link 705ὑϲτέρῳ χρόνῳ ποτʼ αὖθιϲ εὖ φρονεῖν οὐ δόξομεν.

Link 706[ἀντ.‎εἰ δʼ ἐγὼ ὀρθὸϲ ἰδεῖν βίον ἀνέροϲ ἢ τρόπον ὅϲτιϲ ἔτʼ

707οἰμώξεται,

708οὐ πολὺν οὐδʼ ὁ πίθηκοϲ οὗτοϲ ὁ νῦν ἐνοχλῶν,

709Κλειγένηϲ ὁ μικρόϲ,

710ὁ πονηρότατοϲ βαλανεὺϲ ὁπόϲοι κρατοῦϲι κυκηϲίτεφροι

Critical Apparatus711ψευδολίτρου κονίαϲ

712καὶ Κιμωλίαϲ γῆϲ,

Critical Apparatus Link 714χρόνον ἐνδιατρίψει· ἰδὼν δὲ τάδʼ οὐκ εἰ-

Link 715ρηνικὸϲ ἔϲθʼ, ἵνα μή ποτε κἀποδυθῇ μεθύων ἄ-

716νευ ξύλου βαδίζων.

Critical Apparatus Link 718πολλάκιϲ γʼ ἡμῖν ἔδοξεν ἡ πόλιϲ πεπονθέναι

719ταὐτὸν εἴϲ τε τῶν πολιτῶν τοὺϲ καλούϲ τε κἀγαθοὺϲ

720εἴϲ τε τἀρχαῖον νόμιϲμα καὶ τὸ καινὸν χρυϲίον.

Link 721οὔτε γὰρ τούτοιϲιν, οὖϲιν οὐ κεκιβδηλευμένοιϲ

Critical Apparatus722ἀλλὰ καλλίϲτοιϲ ἁπάντων, ὡϲ δοκεῖ, νομιϲμάτων

723καὶ μόνοιϲ ὀρθῶϲ κοπεῖϲι καὶ κεκωδωνιϲμένοιϲ

724ἔν τε τοῖϲ Ἕλληϲι καὶ τοῖϲ βαρβάροιϲι πανταχοῦ,

725χρώμεθʼ οὐδέν, ἀλλὰ τούτοιϲ τοῖϲ πονηροῖϲ χαλκίοιϲ,

Link 726χθέϲ τε καὶ πρῴην κοπεῖϲι, τῷ κακίϲτῳ κόμματι.

Critical Apparatus Link 727τῶν πολιτῶν θʼ οὓϲ μὲν ἴϲμεν εὐγενεῖϲ καὶ ϲώφροναϲ

728ἄνδραϲ ὄνταϲ καὶ δικαίουϲ καὶ καλούϲ τε κἀγαθοὺϲ

Critical Apparatus729καὶ τραφένταϲ ἐν παλαίϲτραιϲ καὶ χοροῖϲ καὶ μουϲικῇ,

Critical Apparatus Link 730προυϲελοῦμεν, τοῖϲ δὲ χαλκοῖϲ καὶ ξένοιϲ καὶ πυρρίαιϲ

pg 168 Link 731καὶ πονηροῖϲ κἀκ πονηρῶν εἰϲ ἅπαντα χρώμεθα,

732ὑϲτάτοιϲ ἀφιγμένοιϲιν, οἷϲιν ἡ πόλιϲ πρὸ τοῦ

733οὐδὲ φαρμακοῖϲιν εἰκῇ ῥᾳδίωϲ ἐχρήϲατʼ ἄν.

Link 734ἀλλὰ καὶ νῦν, ὦνόητοι, μεταβαλόντεϲ τοὺϲ τρόπουϲ

Link 735χρῆϲθε τοῖϲ χρηϲτοῖϲιν αὖθιϲ· καὶ κατορθώϲαϲι γὰρ

Critical Apparatus Link 736εὔλογον, κἄν τι ϲφαλῆτʼ, ἐξ ἀξίου γοῦν τοῦ ξύλου,

737ἤν τι καὶ πάϲχητε, πάϲχειν τοῖϲ ϲοφοῖϲ δοκήϲετε.

Link 738

ΟΙΚΕΤΗϹ‎ νὴ τὸν Δία τὸν ϲωτῆρα, γεννάδαϲ ἀνὴρ

739ὁ δεϲπότηϲ ϲου.

Ξα.‎ πῶϲ γὰρ οὐχὶ γεννάδαϲ,

Link 740ὅϲτιϲ γε πίνειν οἶδε καὶ βινεῖν μόνον;

Critical Apparatus741

Οι.‎ τὸ δὲ μὴ πατάξαι ϲʼ ἐξελεγχθέντʼ ἄντικρυϲ,

742ὅτι δοῦλοϲ ὢν ἔφαϲκεϲ εἶναι δεϲπότηϲ.

Critical Apparatus743

Ξα.‎ ᾤμωξε μέντἄν.

Οι.‎ τοῦτο μέντοι δουλικὸν

744εὐθὺϲ πεποίηκαϲ, ὅπερ ἐγὼ χαίρω ποιῶν.

Critical Apparatus745

Ξα.‎ χαίρειϲ, ἱκετεύω;

Οι.‎ μἀλλʼ ἐποπτεύειν δοκῶ,

746ὅταν καταράϲωμαι λάθρᾳ τῷ δεϲπότῃ.

Critical Apparatus747

Ξα.‎ τί δὲ τονθορύζων, ἡνίκʼ ἂν πληγὰϲ λαβὼν

Critical Apparatus748πολλὰϲ ἀπίῃϲ θύραζε;

Οι.‎ καὶ τοῦθʼ ἥδομαι.

749

Ξα.‎ τί δὲ πολλὰ πράττων;

Οι.‎ ὡϲ μὰ Δίʼ οὐδὲν οἶδʼ ἐγώ.

750

Ξα.‎ ὁμόγνιε Ζεῦ· καὶ παρακούων δεϲποτῶν

Critical Apparatus751ἅττʼ ἂν λαλῶϲι;

Οι.‎ μἀλλὰ πλεῖν ἢ μαίνομαι.

pg 169752

Ξα.‎ τί δὲ τοῖϲ θύραζε ταῦτα καταλαλῶν;

Οι.‎ ἐγώ;

Critical Apparatus753μὰ Δίʼ ἀλλʼ ὅταν δρῶ τοῦτο, κἀκμιαίνομαι.

754

Ξα.‎ ὦ Φοῖβʼ Ἄπολλον, ἔμβαλέ μοι τὴν δεξιάν,

755καὶ δὸϲ κύϲαι καὐτὸϲ κύϲον· καί μοι φράϲον

756πρὸϲ Διόϲ, ὃϲ ἡμῖν ἐϲτιν ὁμομαϲτιγίαϲ,

Critical Apparatus Link 757τίϲ οὗτοϲ οὕνδον ἐϲτὶ θόρυβοϲ καὶ βοὴ

758χὠ λοιδορηϲμόϲ;

Οι.‎ Αἰϲχύλου κεὐριπίδου.

Critical Apparatus759

Ξα.‎ ἆ.

Οι.‎ πρᾶγμα πρᾶγμα μέγα κεκίνηται μέγα

Critical Apparatus Link 760ἐν τοῖϲ νεκροῖϲι καὶ ϲτάϲιϲ πολλὴ πάνυ.

761

Ξα.‎ ἐκ τοῦ;

Οι.‎ νόμοϲ τιϲ ἐνθάδʼ ἐϲτὶ κείμενοϲ

Critical Apparatus762ἀπὸ τῶν τεχνῶν, ὅϲαι μεγάλαι καὶ δεξιαί,

Critical Apparatus763τὸν ἄριϲτον ὄντα τῶν ἑαυτοῦ ϲυντέχνων

764ϲίτηϲιν αὐτὸν ἐν πρυτανείῳ λαμβάνειν

765θρόνον τε τοῦ Πλούτωνοϲ ἑξῆϲ—

Ξα.‎ μανθάνω.

766

Οι.‎ ἕωϲ ἀφίκοιτο τὴν τέχνην ϲοφώτεροϲ

767ἕτερόϲ τιϲ αὐτοῦ· τότε δὲ παραχωρεῖν ἔδει.

Critical Apparatus768

Ξα.‎ τί δῆτα τουτὶ τεθορύβηκεν Αἰϲχύλον;

769

Οι.‎ ἐκεῖνοϲ εἶχε τὸν τραγῳδικὸν θρόνον,

770ὡϲ ὢν κράτιϲτοϲ τὴν τέχνην.

Ξα.‎ νυνὶ δὲ τίϲ;

Link 771

Οι.‎ ὅτε δὴ κατῆλθʼ Εὐριπίδηϲ, ἐπεδείκνυτο

Critical Apparatus772τοῖϲ λωποδύταιϲ καὶ τοῖϲι βαλλαντιοτόμοιϲ

773καὶ τοῖϲι πατραλοίαιϲι καὶ τοιχωρύχοιϲ,

Link 774ὅπερ ἔϲτʼ ἐν Ἅιδου πλῆθοϲ, οἱ δʼ ἀκροώμενοι

775τῶν ἀντιλογιῶν καὶ λυγιϲμῶν καὶ ϲτροφῶν

pg 170776ὑπερεμάνηϲαν κἀνόμιϲαν ϲοφώτατον·

777κἄπειτʼ ἐπαρθεὶϲ ἀντελάβετο τοῦ θρόνου,

778ἵνʼ Αἰϲχύλοϲ καθῆϲτο.

Ξα.‎ κοὐκ ἐβάλλετο;

Link 779

Οι.‎ μὰ Δίʼ, ἀλλʼ ὁ δῆμοϲ ἀνεβόα κρίϲιν ποιεῖν

Link 780ὁπότεροϲ εἴη τὴν τέχνην ϲοφώτεροϲ.

781

Ξα.‎ ὁ τῶν πανούργων;

Οι.‎ νὴ Δίʼ, οὐράνιόν γʼ ὅϲον.

782

Ξα.‎ μετʼ Αἰϲχύλου δʼ οὐκ ἦϲαν ἕτεροι ϲύμμαχοι;

Critical Apparatus Link 783

Οι.‎ ὀλίγον τὸ χρηϲτόν ἐϲτιν, ὥϲπερ ἐνθαδί.

784

Ξα.‎ τί δῆθʼ ὁ Πλούτων δρᾶν παραϲκευάζεται;

Link 785

Οι.‎ ἀγῶνα ποιεῖν αὐτίκα μάλα καὶ κρίϲιν

Critical Apparatus Link 786κἄλεγχον αὐτῶν τῆϲ τέχνηϲ.

Ξα.‎ κἄπειτα πῶϲ

Link 787οὐ καὶ Ϲοφοκλέηϲ ἀντελάβετο τοῦ θρόνου;

Critical Apparatus788

Οι.‎ μὰ Δίʼ οὐκ ἐκεῖνοϲ, ἀλλʼ ἔκυϲε μὲν Αἰϲχύλοϲ,

Critical Apparatus789ὅτε δὴ κατῆλθε, κἀνέβαλε τὴν δεξιάν,

Critical Apparatus790κἀκεῖνοϲ ὑπεχώρηϲεν αὐτῷ τοῦ θρόνου·

Critical Apparatus791νυνὶ δʼ ἔμελλεν, ὡϲ ἔφη Κλειδημίδηϲ,

792ἔφεδροϲ καθεδεῖϲθαι· κἂν μὲν Αἰϲχύλοϲ κρατῇ,

793ἕξειν κατὰ χώραν· εἰ δὲ μή, περὶ τῆϲ τέχνηϲ

Critical Apparatus794διαγωνιεῖϲθʼ ἔφαϲκε πρόϲ γʼ Εὐριπίδην.

Ξα.‎ τὸ χρῆμʼ ἄρʼ ἔϲται;

Critical Apparatus795

Οι.‎ νὴ Δίʼ, ὀλίγον ὕϲτερον.

796κἀνταῦθα δὴ τὰ δεινὰ κινηθήϲεται.

Critical Apparatus Link 797καὶ γὰρ ταλάντῳ μουϲικὴ ϲταθμήϲεται—

798

Ξα.‎ τί δέ; μειαγωγήϲουϲι τὴν τραγῳδίαν;

799

Οι.‎ καὶ κανόναϲ ἐξοίϲουϲι καὶ πήχειϲ ἐπῶν

pg 171Critical Apparatus800καὶ πλαίϲια ξύμπυκτα—

Ξα.‎ πλινθεύϲουϲι γάρ;

Link 801

Οι.‎ καὶ διαμέτρουϲ καὶ ϲφῆναϲ. ὁ γὰρ Εὐριπίδηϲ

Link 802κατʼ ἔποϲ βαϲανιεῖν φηϲι τὰϲ τραγῳδίαϲ.

Critical Apparatus803

Ξα.‎ ἦ που βαρέωϲ οἶμαι τὸν Αἰϲχύλον φέρειν.

Critical Apparatus Link 804

Οι.‎ ἔβλεψε γοῦν ταυρηδὸν ἐγκύψαϲ κάτω.

Link 805

Ξα.‎ κρινεῖ δὲ δὴ τίϲ ταῦτα;

Οι.‎ τοῦτʼ ἦν δύϲκολον·

Link 806ϲοφῶν γὰρ ἀνδρῶν ἀπορίαν ηὑριϲκέτην.

Link 807οὔτε γὰρ Ἀθηναίοιϲι ϲυνέβαινʼ Αἰϲχύλοϲ—

808

Ξα.‎ πολλοὺϲ ἴϲωϲ ἐνόμιζε τοὺϲ τοιχωρύχουϲ.

809

Οι.‎ λῆρόν τε τἄλλʼ ἡγεῖτο τοῦ γνῶναι πέρι

Link 810φύϲειϲ ποιητῶν· εἶτα τῷ ϲῷ δεϲπότῃ

Link 811ἐπέτρεψαν, ὁτιὴ τῆϲ τέχνηϲ ἔμπειροϲ ἦν.

812ἀλλʼ εἰϲίωμεν· ὡϲ ὅταν γʼ οἱ δεϲπόται

Link 813ἐϲπουδάκωϲι, κλαύμαθʼ ἡμῖν γίγνεται.

Link 814

Χο.‎ ἦ που δεινὸν ἐριβρεμέταϲ χόλον ἔνδοθεν ἕξει,

Critical Apparatus815ἡνίκʼ ἂν ὀξύλαλόν περ ἴδῃ θήγοντοϲ ὀδόντα

816ἀντιτέχνου· τότε δὴ μανίαϲ ὑπὸ δεινῆϲ

817ὄμματα ϲτροβήϲεται.

Critical Apparatus Link 822φρίξαϲ δʼ αὐτοκόμου λοφιᾶϲ λαϲιαύχενα χαίταν,

823δεινὸν ἐπιϲκύνιον ξυνάγων, βρυχώμενοϲ ἥϲει

Link 824ῥήματα γομφοπαγῆ, πινακηδὸν ἀποϲπῶν

825γηγενεῖ φυϲήματι·

Critical Apparatus826ἔνθεν δὴ ϲτοματουργόϲ, ἐπῶν βαϲανίϲτρια, λίϲπη

Critical Apparatus Link 827γλῶϲϲʼ ἀνελιϲϲομένη, φθονεροὺϲ κινοῦϲα χαλινούϲ,

pg 172Critical Apparatus828ῥήματα δαιομένη καταλεπτολογήϲει

829πλευμόνων πολὺν πόνον.

Critical Apparatus818ἔϲται δʼ ὑψιλόφων τε λόγων κορυθαίολα νείκη

Critical Apparatus Link 819ϲκινδάλαμοί τε παραξονίων ϲμιλεύματά τʼ ἔργων,

Link 820φωτὸϲ ἀμυνομένου φρενοτέκτονοϲ ἀνδρὸϲ

821ῥήμαθʼ ἱπποβάμονα.

Link 830

ΕΥΡΙΠΙΔΗϹ‎ οὐκ ἂν μεθείμην τοῦ θρόνου, μὴ νουθέτει·

831κρείττων γὰρ εἶναί φημι τούτου τὴν τέχνην.

832

Δι.‎ Αἰϲχύλε, τί ϲιγᾷϲ; αἰϲθάνει γὰρ τοῦ λόγου.

Critical Apparatus Link 833

Ευ.‎ ἀποϲεμνυνεῖται πρῶτον, ἅπερ ἑκάϲτοτε

834ἐν ταῖϲ τραγῳδίαιϲιν ἐτερατεύετο.

835

Δι.‎ ὦ δαιμόνιʼ ἀνδρῶν, μὴ μεγάλα λίαν λέγε.

Link 836

Ευ.‎ ἐγᾦδα τοῦτον καὶ διέϲκεμμαι πάλαι,

837ἄνθρωπον ἀγριοποιόν, αὐθαδόϲτομον,

Critical Apparatus838ἔχοντʼ ἀχάλινον ἀκρατὲϲ ἀπύλωτον ϲτόμα,

Link 839ἀπεριλάλητον, κομποφακελορρήμονα.

Link 840

ΑΙϹΧΥΛΟϹ‎ ἄληθεϲ, ὦ παῖ τῆϲ ἀρουραίαϲ θεοῦ;

Critical Apparatus841ϲὺ δή με ταῦτʼ, ὦ ϲτωμυλιοϲυλλεκτάδη

Link 842καὶ πτωχοποιὲ καὶ ῥακιοϲυρραπτάδη;

Critical Apparatus843ἀλλʼ οὔ τι χαίρων αὔτʼ ἐρεῖϲ.

Δι.‎ παῦʼ, Αἰϲχύλε,

pg 173 Link 844καὶ μὴ πρὸϲ ὀργὴν ϲπλάγχνα θερμήνῃϲ κότῳ.

845

Αι.‎ οὐ δῆτα, πρίν γʼ ἂν τοῦτον ἀποφήνω ϲαφῶϲ

Link 846τὸν χωλοποιὸν οἷοϲ ὢν θραϲύνεται.

Critical Apparatus847

Δι.‎ ἄρνʼ ἄρνα μέλανα, παῖδεϲ, ἐξενέγκατε·

848τυφὼϲ γὰρ ἐκβαίνειν παραϲκευάζεται.

849

Αι.‎ ὦ Κρητικὰϲ μὲν ϲυλλέγων μονῳδίαϲ,

Link 850γάμουϲ δʼ ἀνοϲίουϲ εἰϲφέρων εἰϲ τὴν τέχνην—

851

Δι.‎ ἐπίϲχεϲ οὗτοϲ, ὦ πολυτίμητʼ Αἰϲχύλε.

Critical Apparatus Link 852ἀπὸ τῶν χαλαζῶν δʼ, ὦ πόνηρʼ Εὐριπίδη,

Critical Apparatus853ἄναγε ϲεαυτὸν ἐκποδών, εἰ ϲωφρονεῖϲ,

Link 854ἵνα μὴ κεφαλαίῳ τὸν κρόταφόν ϲου ῥήματι

Critical Apparatus855θενὼν ὑπʼ ὀργῆϲ ἐκχέῃ τὸν Τήλεφον·

856ϲὺ δὲ μὴ πρὸϲ ὀργήν, Αἰϲχύλʼ, ἀλλὰ πραόνωϲ

Critical Apparatus857ἔλεγχʼ, ἐλέγχου· λοιδορεῖϲθαι δʼ οὐ πρέπει

Link 858ἄνδραϲ ποιητὰϲ ὥϲπερ ἀρτοπώλιδαϲ·

Link 859ϲὺ δʼ εὐθὺϲ ὥϲπερ πρῖνοϲ ἐμπρηϲθεὶϲ βοᾷϲ.

860

Ευ.‎ ἕτοιμόϲ εἰμʼ ἔγωγε, κοὐκ ἀναδύομαι,

861δάκνειν, δάκνεϲθαι πρότεροϲ, εἰ τούτῳ δοκεῖ,

Link 862τἄπη, τὰ μέλη, τὰ νεῦρα τῆϲ τραγῳδίαϲ,

Critical Apparatus863καὶ νὴ Δία τὸν Πηλέα γε καὶ τὸν Αἴολον

864καὶ τὸν Μελέαγρον κἄτι μάλα τὸν Τήλεφον.

Critical Apparatus865

Δι.‎ ϲὺ δὲ δὴ τί βουλεύει ποιεῖν; λέγʼ, Αἰϲχύλε.

Critical Apparatus866

Αι.‎ ἐβουλόμην μὲν οὐκ ἐρίζειν ἐνθάδε·

Critical Apparatus867οὐκ ἐξ ἴϲου γάρ ἐϲτιν ἁγὼν νῷν.

Δι.‎ τί δαί;

Critical Apparatus868

Αι.‎ ὅτι ἡ ποίηϲιϲ οὐχὶ ϲυντέθνηκέ μοι,

869τούτῳ δὲ ϲυντέθνηκεν, ὥϲθʼ ἕξει λέγειν.

Critical Apparatus870ὅμωϲ δʼ, ἐπειδή ϲοι δοκεῖ, δρᾶν ταῦτα χρή.

pg 174871

Δι.‎ ἴθι νυν, λιβανωτὸν δεῦρό τιϲ καὶ πῦρ δότω,

872ὅπωϲ ἂν εὔξωμαι πρὸ τῶν ϲοφιϲμάτων

Link 873ἀγῶνα κρῖναι τόνδε μουϲικώτατα·

Critical Apparatus874ὑμεῖϲ δὲ ταῖϲ Μούϲαιϲ τι μέλοϲ ὑπᾴϲατε.

875

Χο.‎ ὦ Διὸϲ ἐννέα παρθένοι ἁγναὶ

Link 876Μοῦϲαι, λεπτολόγουϲ ξυνετὰϲ φρέναϲ αἳ καθορᾶτε

Critical Apparatus877ἀνδρῶν γνωμοτύπων, ὅταν εἰϲ ἔριν ὀξυμέριμνοι

878ἔλθωϲι ϲτρεβλοῖϲι παλαίϲμαϲιν ἀντιλογοῦντεϲ,

879ἔλθετʼ ἐποψόμεναι δύναμιν

Critical Apparatus880δεινοτάτοιν ϲτομάτοιν πορίϲαϲθαι

Critical Apparatus881ῥήγματα καὶ παραπρίϲματʼ ἐπῶν.

Critical Apparatus Link 882νῦν γὰρ ἀγὼν ϲοφίαϲ ὁ μέγαϲ χω-

883ρεῖ πρὸϲ ἔργον ἤδη.

885

Δι.‎ εὔχεϲθε δὴ καὶ ϲφώ τι πρὶν τἄπη λέγειν.

Link 886

Αι.‎ Δήμητερ ἡ θρέψαϲα τὴν ἐμὴν φρένα,

887εἶναί με τῶν ϲῶν ἄξιον μυϲτηρίων.

Critical Apparatus888

Δι.‎ ἐπίθεϲ λαβὼν δὴ καὶ ϲὺ λιβανωτόν.

Ευ.‎ καλῶϲ·

889ἕτεροι γάρ εἰϲιν οἷϲιν εὔχομαι θεοῖϲ.

Critical Apparatus Link 890

Δι.‎ ἴδιοί τινέϲ ϲου, κόμμα καινόν;

Ευ.‎ καὶ μάλα.

Critical Apparatus Link 891

Δι.‎ ἴθι δὴ προϲεύχου τοῖϲιν ἰδιώταιϲ θεοῖϲ.

Critical Apparatus Link 892

Ευ.‎ αἰθὴρ ἐμὸν βόϲκημα, καὶ γλώττηϲ ϲτρόφιγξ,

Critical Apparatus893καὶ ξύνεϲι καὶ μυκτῆρεϲ ὀϲφραντήριοι,

894ὀρθῶϲ μʼ ἐλέγχειν ὧν ἂν ἅπτωμαι λόγων.

pg 175Critical Apparatus Link 895

[ϲτρ.‎Χο.‎ καὶ μὴν ἡμεῖϲ ἐπιθυμοῦμεν

παρὰ ϲοφοῖν ἀνδροῖν ἀκοῦϲαι,

Critical Apparatusτίνα λόγων, 〈τίνʼ〉 ἐμμελείαϲ

897ἔπιτε δαΐαν ὁδόν.

898γλῶϲϲα μὲν γὰρ ἠγρίωται,

Link 899λῆμα δʼ οὐκ ἄτολμον ἀμφοῖν,

οὐδʼ ἀκίνητοι φρένεϲ.

900προϲδοκᾶν οὖν εἰκόϲ ἐϲτι

Critical Apparatus Link 901τὸν μὲν ἀϲτεῖόν τι λέξειν

Link 902καὶ κατερρινημένον,

Critical Apparatus Link 903τὸν δʼ ἀναϲπῶντʼ αὐτοπρέμνοιϲ

τοῖϲ λόγοιϲιν

904ἐμπεϲόντα ϲυϲκεδᾶν πολλὰϲ ἀλινδήθραϲ ἐπῶν.

Critical Apparatus905ἀλλʼ ὡϲ τάχιϲτα χρὴ λέγειν· οὕτω δʼ ὅπωϲ ἐρεῖτον,

906ἀϲτεῖα καὶ μήτʼ εἰκόναϲ μήθʼ οἷʼ ἂν ἄλλοϲ εἴποι.

Critical Apparatus907

Ευ.‎ καὶ μὴν ἐμαυτὸν μέν γε, τὴν ποίηϲιν οἷόϲ εἰμι,

Critical Apparatus908ἐν τοῖϲιν ὑϲτάτοιϲ φράϲω, τοῦτον δὲ πρῶτʼ ἐλέγξω,

Link 909ὡϲ ἦν ἀλαζὼν καὶ φέναξ, οἵοιϲ τε τοὺϲ θεατὰϲ

910ἐξηπάτα, μώρουϲ λαβὼν παρὰ Φρυνίχῳ τραφένταϲ.

Critical Apparatus911πρώτιϲτα μὲν γὰρ ἕνα τινʼ ἂν καθεῖϲεν ἐγκαλύψαϲ,

912Ἀχιλλέα τινʼ ἢ Νιόβην, τὸ πρόϲωπον οὐχὶ δεικνύϲ,

Critical Apparatus913πρόϲχημα τῆϲ τραγῳδίαϲ, γρύζονταϲ οὐδὲ τουτί.

Critical Apparatus Link 914

Δι.‎ μὰ τὸν Δίʼ οὐ δῆθʼ.

Ευ.‎ ὁ δὲ χορόϲ γʼ ἤρειδεν ὁρμαθοὺϲ ἂν

915μελῶν ἐφεξῆϲ τέτταραϲ ξυνεχῶϲ ἄν· οἱ δʼ ἐϲίγων.

916

Δι.‎ ἐγὼ δʼ ἔχαιρον τῇ ϲιωπῇ, καί με τοῦτʼ ἔτερπεν

pg 176 Link 917οὐχ ἧττον ἢ νῦν οἱ λαλοῦντεϲ.

Ευ.‎ ἠλίθιοϲ γὰρ ἦϲθα,

918ϲάφʼ ἴϲθι.

Δι.‎ κἀμαυτῷ δοκῶ. τί δὲ ταῦτʼ ἔδραϲʼ ὁ δεῖνα;

Critical Apparatus Link 919

Ευ.‎ ὑπʼ ἀλαζονείαϲ, ἵνʼ ὁ θεατὴϲ προϲδοκῶν καθῇτο,

920ὁπόθʼ ἡ Νιόβη τι φθέγξεται· τὸ δρᾶμα δʼ ἂν διῄει.

921

Δι.‎ ὢ παμπόνηροϲ, οἷʼ ἄρʼ ἐφενακιζόμην ὑπʼ αὐτοῦ.

922τί ϲκορδινᾷ καὶ δυϲφορεῖϲ;

Ευ.‎ ὅτι αὐτὸν ἐξελέγχω.

Link 923κἄπειτʼ ἐπειδὴ ταῦτα ληρήϲειε καὶ τὸ δρᾶμα

Link 924ἤδη μεϲοίη, ῥήματʼ ἂν βόεια δώδεκʼ εἶπεν,

Critical Apparatus925ὀφρῦϲ ἔχοντα καὶ λόφουϲ, δείνʼ ἄττα μορμορωπά,

Critical Apparatus Link 926ἄγνωτα τοῖϲ θεωμένοιϲ.

Αι.‎ οἴμοι τάλαϲ.

Δι.‎ ϲιώπα.

Link 927

Ευ.‎ ϲαφὲϲ δʼ ἂν εἶπεν οὐδὲ ἕν—

Δι.‎ μὴ πρῖε τοὺϲ ὀδόνταϲ.

Critical Apparatus Link 928

Ευ.‎ ἀλλʼ ἢ Ϲκαμάνδρουϲ καὶ τάφρουϲ κἀπʼ ἀϲπίδων ἐπόνταϲ

929γρυπαιέτουϲ χαλκηλάτουϲ καὶ ῥήμαθʼ ἱππόκρημνα,

Critical Apparatus Link 930ἃ ξυμβαλεῖν οὐ ῥᾴδιʼ ἦν.

Δι.‎ νὴ τοὺϲ θεούϲ, ἐγὼ γοῦν

Link 931ἤδη ποτʼ ἐν μακρῷ χρόνῳ νυκτὸϲ διηγρύπνηϲα

932τὸν ξουθὸν ἱππαλεκτρυόνα ζητῶν τίϲ ἐϲτιν ὄρνιϲ.

Critical Apparatus933

Αι.‎ ϲημεῖον ἐν ταῖϲ ναυϲίν, ὦμαθέϲτατʼ, ἐνεγέγραπτο.

934

Δι.‎ ἐγὼ δὲ τὸν Φιλοξένου γʼ ᾤμην Ἔρυξιν εἶναι.

Critical Apparatus935

Ευ.‎ εἶτʼ ἐν τραγῳδίαιϲ ἐχρῆν κἀλεκτρυόνα ποιῆϲαι;

pg 177Critical Apparatus936

Αι.‎ ϲὺ δʼ, ὦ θεοῖϲιν ἐχθρέ, ποῖʼ ἄττʼ ἐϲτὶν ἅττʼ ἐποίειϲ;

937

Ευ.‎ οὐχ ἱππαλεκτρυόναϲ, μὰ Δίʼ, οὐδὲ τραγελάφουϲ, ἅπερ ϲύ,

938ἃν τοῖϲι παραπετάϲμαϲιν τοῖϲ Μηδικοῖϲ γράφουϲιν·

Critical Apparatus Link 939ἀλλʼ ὡϲ παρέλαβον τὴν τέχνην παρὰ ϲοῦ τὸ πρῶτον εὐθὺϲ

Link 940οἰδοῦϲαν ὑπὸ κομπαϲμάτων καὶ ῥημάτων ἐπαχθῶν,

941ἴϲχνανα μὲν πρώτιϲτον αὐτὴν καὶ τὸ βάροϲ ἀφεῖλον

Critical Apparatus Link 942ἐπυλλίοιϲ καὶ περιπάτοιϲ καὶ τευτλίοιϲι λευκοῖϲ,

Link 943χυλὸν διδοὺϲ ϲτωμυλμάτων, ἀπὸ βιβλίων ἀπηθῶν·

Critical Apparatus Link 944εἶτʼ ἀνέτρεφον μονῳδίαιϲ, Κηφιϲοφῶντα μειγνύϲ.

945εἶτʼ οὐκ ἐλήρουν ὅ τι τύχοιμʼ οὐδʼ ἐμπεϲὼν ἔφυρον,

Critical Apparatus Link 946ἀλλʼ οὑξιὼν πρώτιϲτα μέν μοι τὸ γένοϲ εἶπʼ ἂν εὐθὺϲ

947τοῦ δράματοϲ.

Αι.‎ κρεῖττον γὰρ ἦν ϲοι, νὴ Δίʼ, ἢ τὸ ϲαυτοῦ.

Critical Apparatus Link 948

Ευ.‎ ἔπειτʼ ἀπὸ τῶν πρώτων ἐπῶν οὐδένα παρῆκʼ ἂν ἀργόν

949ἀλλʼ ἔλεγεν ἡ γυνή τέ μοι χὠ δοῦλοϲ οὐδὲν ἧττον

Critical Apparatus950τοῦ δεϲπότου χἠ παρθένοϲ χἠ γραῦϲ ἄν.

Αι.‎ εἶτα δῆτα

951οὐκ ἀποθανεῖν ϲε ταῦτʼ ἐχρῆν τολμῶντα;

Ευ.‎ μὰ τὸν Ἀπόλλω·

952δημοκρατικὸν γὰρ αὔτʼ ἔδρων.

Δι.‎ τοῦτο μὲν ἔαϲον, ὦ τᾶν.

Link 953οὐ ϲοὶ γάρ ἐϲτι περίπατοϲ κάλλιϲτα περί γε τούτου.

Link 954

Ευ.‎ ἔπειτα τουτουϲὶ λαλεῖν ἐδίδαξα—

Αι.‎ φημὶ κἀγώ.

pg 178955ὡϲ πρὶν διδάξαι γʼ ὤφελεϲ μέϲοϲ διαρραγῆναι.

Critical Apparatus Link 956

Ευ.‎ λεπτῶν τε κανόναϲ εἰϲβολῶν ἐπῶν τε γωνιαϲμούϲ,

Critical Apparatus Link 957νοεῖν, ὁρᾶν, ξυνιέναι, ϲτρέφειν †ἐρᾶν† τεχνάζειν,

Critical Apparatus958κάχʼ ὑποτοπεῖϲθαι, περινοεῖν ἅπαντα—

Αι.‎ φημὶ κἀγώ.

Link 959

Ευ.‎ οἰκεῖα πράγματʼ εἰϲάγων, οἷϲ χρώμεθʼ, οἷϲ ξύνεϲμεν,

Critical Apparatus Link 960ἐξ ὧν γʼ ἂν ἐξηλεγχόμην· ξυνειδότεϲ γὰρ οὗτοι

961ἤλεγχον ἄν μου τὴν τέχνην· ἀλλʼ οὐκ ἐκομπολάκουν

Link 962ἀπὸ τοῦ φρονεῖν ἀποϲπάϲαϲ, οὐδʼ ἐξέπληττον αὐτούϲ,

Link 963Κύκνουϲ ποιῶν καὶ Μέμνοναϲ κωδωνοφαλαροπώλουϲ.

Critical Apparatus Link 964γνώϲει δὲ τοῖϲ τούτου τε κἀμοῖϲ ἑκατέρου μαθηταῖϲ.

Critical Apparatus Link 965τουτουμενὶ Φορμίϲιοϲ Μεγαίνετόϲ θʼ ὁ Μανῆϲ,

Critical Apparatus966ϲαλπιγγολογχυπηνάδαι, ϲαρκαϲμοπιτυοκάμπται,

Critical Apparatus Link 967οὑμοὶ δὲ Κλειτοφῶν τε καὶ Θηραμένηϲ ὁ κομψόϲ.

968

Δι.‎ Θηραμένηϲ; ϲοφόϲ γʼ ἀνὴρ καὶ δεινὸϲ εἰϲ τὰ πάντα,

969ὃϲ ἢν κακοῖϲ που περιπέϲῃ καὶ πληϲίον παραϲτῇ,

Critical Apparatus Link 970πέπτωκεν ἔξω τῶν κακῶν, οὐ Χῖοϲ ἀλλὰ Κεῖοϲ.

Critical Apparatus Link 971

Ευ.‎ τοιαῦτα μέντοὐγὼ φρονεῖν

972τούτοιϲιν εἰϲηγηϲάμην,

Link 973λογιϲμὸν ἐνθεὶϲ τῇ τέχνῃ

974καὶ ϲκέψιν, ὥϲτʼ ἤδη νοεῖν

975ἅπαντα καὶ διειδέναι

976τά τʼ ἄλλα καὶ τὰϲ οἰκίαϲ

977οἰκεῖν ἄμεινον ἢ πρὸ τοῦ

978κἀναϲκοπεῖν, "πῶϲ τοῦτʼ ἔχει;

pg 179Critical Apparatus979ποῦ μοι τοδί; τίϲ τόδʼ ἔλαβεν;"

980

Δι.‎ νὴ τοὺϲ θεούϲ, νῦν γοῦν Ἀθη-

981ναίων ἅπαϲ τιϲ εἰϲιὼν

982κέκραγε πρὸϲ τοὺϲ οἰκέταϲ

Critical Apparatus983ζητεῖ τε· "ποῦ ʼϲτιν ἡ χύτρα;

984τίϲ τὴν κεφαλὴν ἀπεδήδοκεν

985τῆϲ μαινίδοϲ; τὸ τρύβλιον

986τὸ περυϲινὸν τέθνηκέ μοι·

Critical Apparatus987ποῦ τὸ ϲκόροδον τὸ χθιζινόν;

988τίϲ τῆϲ ἐλάαϲ παρέτραγεν;"

989τέωϲ δʼ ἀβελτερώτατοι

990κεχηνότεϲ, μαμμάκυθοι,

Critical Apparatus991Μελητίδαι καθῆντο.

992

[ἀντ.‎Χο.‎ τάδε μὲν λεύϲϲειϲ, φαίδιμʼ Ἀχιλλεῦ·

Critical Apparatus993ϲὺ δὲ τί, φέρε, πρὸϲ ταῦτα λέξειϲ;

994μόνον ὅπωϲΒΑΤΡΑΧΟΙ‎

μή ϲʼ ὁ θυμὸϲ ἁρπάϲαϲ

Critical Apparatus995ἐκτὸϲ οἴϲει τῶν ἐλαῶν·

996δεινὰ γὰρ κατηγόρηκεν.

997ἀλλʼ ὅπωϲ, ὦ γεννάδα,

Critical Apparatus998μὴ πρὸϲ ὀργὴν ἀντιλέξειϲ,

999ἀλλὰ ϲυϲτείλαϲ ἄκροιϲι

Critical Apparatus1000χρώμενοϲ τοῖϲ ἱϲτίοιϲ,

Critical Apparatus1001εἶτα μᾶλλον μᾶλλον ἄξειϲ

1002καὶ φυλάξειϲ,

1003ἡνίκʼ ἂν τὸ πνεῦμα λεῖον καὶ καθεϲτηκὸϲ λάβῃϲ.

pg 180Critical Apparatus Link 1004

Δι.‎ ἀλλʼ ὦ πρῶτοϲ τῶν Ἑλλήνων πυργώϲαϲ ῥήματα ϲεμνὰ

Critical Apparatus Link 1005καὶ κοϲμήϲαϲ τραγικὸν κλῆρον θαρρῶν τὸν κρουνὸν ἀφίει.

Link 1006

Αι.‎ θυμοῦμαι μὲν τῇ ξυντυχίᾳ, καί μου τὰ ϲπλάγχνʼ ἀγανακτεῖ,

1007εἰ πρὸϲ τοῦτον δεῖ μʼ ἀντιλέγειν· ἵνα μὴ φάϲκῃ δʼ ἀπορεῖν με,

Critical Apparatus Link 1008ἀπόκριναί μοι, τίνοϲ οὕνεκα χρὴ θαυμάζειν ἄνδρα ποιητήν;

Critical Apparatus Link 1009

Ευ.‎ δεξιότητοϲ καὶ νουθεϲίαϲ, ὅτι βελτίουϲ γε ποιοῦμεν

Critical Apparatus1010τοὺϲ ἀνθρώπουϲ ἐν ταῖϲ πόλεϲιν.

Αι.‎ ταῦτʼ οὖν εἰ μὴ πεποίηκαϲ,

Critical Apparatus1011ἀλλʼ ἐκ χρηϲτῶν καὶ γενναίων μοχθηροτέρουϲ ἀπέδειξαϲ,

1012τί παθεῖν φήϲειϲ ἄξιοϲ εἶναι;

Δι.‎ τεθνάναι· μὴ τοῦτον ἐρώτα.

1013

Αι.‎ ϲκέψαι τοίνυν οἵουϲ αὐτοὺϲ παρʼ ἐμοῦ παρεδέξατο πρῶτον,

1014εἰ γενναίουϲ καὶ τετραπήχειϲ, καὶ μὴ διαδραϲιπολίταϲ,

Critical Apparatus1015μηδʼ ἀγοραίουϲ μηδὲ κοβάλουϲ, ὥϲπερ νῦν, μηδὲ πανούργουϲ,

Link 1016ἀλλὰ πνέονταϲ δόρυ καὶ λόγχαϲ καὶ λευκολόφουϲ τρυφαλείαϲ

1017καὶ πήληκαϲ καὶ κνημῖδαϲ καὶ θυμοὺϲ ἑπταβοείουϲ.

Critical Apparatus1018

Δι.‎ καὶ δὴ χωρεῖ τουτὶ τὸ κακόν· κρανοποιῶν αὖ μʼ ἐπιτρίψει.

pg 181Critical Apparatus1019

Ευ.‎ καὶ τί ϲὺ δράϲαϲ οὕτωϲ αὐτοὺϲ γενναίουϲ ἐξεδίδαξαϲ;

Link 1020

Δι.‎ Αἰϲχύλε, λέξον, μηδʼ αὐθάδωϲ ϲεμνυνόμενοϲ χαλέπαινε.

Link 1021

Αι.‎ δρᾶμα ποιήϲαϲ Ἄρεωϲ μεϲτόν.

Ευ.‎ ποῖον;

Αι.‎ τοὺϲ Ἕπτʼ ἐπὶ Θήβαϲ·

1022ὃ θεαϲάμενοϲ πᾶϲ ἄν τιϲ ἀνὴρ ἠράϲθη δάϊοϲ εἶναι.

Critical Apparatus1023

Δι.‎ τουτὶ μέν ϲοι κακὸν εἴργαϲται· Θηβαίουϲ γὰρ πεποίηκαϲ

1024ἀνδρειοτέρουϲ εἰϲ τὸν πόλεμον, καὶ τούτου γʼ οὕνεκα τύπτου.

1025

Αι.‎ ἀλλʼ ὑμῖν αὔτʼ ἐξῆν ἀϲκεῖν, ἀλλʼ οὐκ ἐπὶ τοῦτʼ ἐτράπεϲθε.

Critical Apparatus Link 1026εἶτα διδάξαϲ Πέρϲαϲ μετὰ τοῦτʼ ἐπιθυμεῖν ἐξεδίδαξα

1027νικᾶν ἀεὶ τοὺϲ ἀντιπάλουϲ, κοϲμήϲαϲ ἔργον ἄριϲτον.

Critical Apparatus Link 1028

Δι.‎ ἐχάρην γοῦν, ἡνίκʼ †ἤκουϲα περὶ† Δαρείου τεθνεῶτοϲ,

1029ὁ χορὸϲ δʼ εὐθὺϲ τὼ χεῖρʼ ὡδὶ ϲυγκρούϲαϲ εἶπεν· "ἰαυοῖ."

Link 1030

Αι.‎ ταῦτα γὰρ ἄνδραϲ χρὴ ποιητὰϲ ἀϲκεῖν. ϲκέψαι γὰρ ἀπʼ ἀρχῆϲ

Link 1031ὡϲ ὠφέλιμοι τῶν ποιητῶν οἱ γενναῖοι γεγένηνται.

Link 1032Ὀρφεὺϲ μὲν γὰρ τελετάϲ θʼ ἡμῖν κατέδειξε φόνων τʼ ἀπέχεϲθαι,

Link 1033Μουϲαῖοϲ δʼ ἐξακέϲειϲ τε νόϲων καὶ χρηϲμούϲ, Ἡϲίοδοϲ δὲ

Link 1034γῆϲ ἐργαϲίαϲ, καρπῶν ὥραϲ, ἀρότουϲ· ὁ δὲ θεῖοϲ Ὅμηροϲ

pg 182Critical Apparatus1035ἀπὸ τοῦ τιμὴν καὶ κλέοϲ ἔϲχεν πλὴν τοῦδʼ, ὅτι χρήϲτʼ ἐδίδαξεν,

Link 1036τάξειϲ, ἀρετάϲ, ὁπλίϲειϲ ἀνδρῶν;

Δι.‎ καὶ μὴν οὐ Παντακλέα γε

1037ἐδίδαξεν ὅμωϲ τὸν ϲκαιότατον. πρῴην γοῦν, ἡνίκʼ ἔπεμπεν,

1038τὸ κράνοϲ πρῶτον περιδηϲάμενοϲ τὸν λόφον ἤμελλʼ ἐπιδήϲειν.

Critical Apparatus Link 1039

Αι.‎ ἀλλʼ ἄλλουϲ τοι πολλοὺϲ ἀγαθούϲ, ὧν ἦν καὶ Λάμαχοϲ ἥρωϲ·

Critical Apparatus1040ὅθεν ἡμὴ φρὴν ἀπομαξαμένη πολλὰϲ ἀρετὰϲ ἐποίηϲεν,

1041Πατρόκλων, Τεύκρων θυμολεόντων, ἵνʼ ἐπαίροιμʼ ἄνδρα πολίτην

Critical Apparatus1042ἀντεκτείνειν αὑτὸν τούτοιϲ, ὁπόταν ϲάλπιγγοϲ ἀκούϲῃ.

Link 1043ἀλλʼ οὐ μὰ Δίʼ οὐ Φαίδραϲ ἐποίουν πόρναϲ οὐδὲ Ϲθενεβοίαϲ,

Critical Apparatus1044οὐδʼ οἶδʼ οὐδεὶϲ ἥντινʼ ἐρῶϲαν πώποτʼ ἐποίηϲα γυναῖκα.

Critical Apparatus Link 1045

Ευ.‎ μὰ Δίʼ, οὐ γὰρ ἐπῆν τῆϲ Ἀφροδίτηϲ οὐδέν ϲοι.

Αι.‎ μηδέ γʼ ἐπείη·

Critical Apparatus Link 1046ἀλλʼ ἐπί τοι ϲοὶ καὶ τοῖϲ ϲοῖϲιν πολλὴ πολλοῦ ʼπικαθῆτο,

Critical Apparatus1047ὥϲτε γε καὐτὸν ϲὲ κατʼ οὖν ἔβαλεν.

Δι.‎ νὴ τὸν Δία τοῦτό γέ τοι δή.

1048ἃ γὰρ εἰϲ τὰϲ ἀλλοτρίαϲ ἐποίειϲ, αὐτὸϲ τούτοιϲιν ἐπλήγηϲ.

pg 183Critical Apparatus Link 1049

Ευ.‎ καὶ τί βλάπτουϲʼ, ὦ ϲχέτλιʼ ἀνδρῶν, τὴν πόλιν ἁμαὶ Ϲθενέβοιαι;

Critical Apparatus1050

Αι.‎ ὅτι γενναίαϲ καὶ γενναίων ἀνδρῶν ἀλόχουϲ ἀνέπειϲαϲ

Critical Apparatus1051κώνεια πιεῖν αἰϲχυνθείϲαϲ διὰ τοὺϲ ϲοὺϲ Βελλεροφόνταϲ.

Critical Apparatus Link 1052

Ευ.‎ πότερον δʼ οὐκ ὄντα λόγον τοῦτον περὶ τῆϲ Φαίδραϲ ξυνέθηκα;

Link 1053

Αι.‎ μὰ Δίʼ, ἀλλʼ ὄντʼ· ἀλλʼ ἀποκρύπτειν χρὴ τὸ πονηρὸν τόν γε ποιητήν,

Critical Apparatus1054καὶ μὴ παράγειν μηδὲ διδάϲκειν. τοῖϲ μὲν γὰρ παιδαρίοιϲίν

Critical Apparatus Link 1055ἐϲτι διδάϲκαλοϲ ὅϲτιϲ φράζει, τοῖϲιν δʼ ἡβῶϲι ποιηταί.

Critical Apparatus Link 1056πάνυ δὴ δεῖ χρηϲτὰ λέγειν ἡμᾶϲ.

Ευ.‎ ἢν οὖν ϲὺ λέγῃϲ Λυκαβηττοὺϲ

Critical Apparatus1057καὶ Παρναϲϲῶν ἡμῖν μεγέθη, τοῦτʼ ἐϲτὶ τὸ χρηϲτὰ διδάϲκειν,

Critical Apparatus Link 1058ὃν χρὴ φράζειν ἀνθρωπείωϲ;

Αι.‎ ἀλλʼ, ὦ κακόδαιμον, ἀνάγκη

Link 1059μεγάλων γνωμῶν καὶ διανοιῶν ἴϲα καὶ τὰ ῥήματα τίκτειν.

1060κἄλλωϲ εἰκὸϲ τοὺϲ ἡμιθέουϲ τοῖϲ ῥήμαϲι μείζοϲι χρῆϲθαι·

1061καὶ γὰρ τοῖϲ ἱματίοιϲ ἡμῶν χρῶνται πολὺ ϲεμνοτέροιϲιν.

1062ἁμοῦ χρηϲτῶϲ καταδείξαντοϲ διελυμήνω ϲύ.

Ευ.‎ τί δράϲαϲ;

pg 184Critical Apparatus Link 1063

Αι.‎ πρῶτον μὲν τοὺϲ βαϲιλεύονταϲ ῥάκιʼ ἀμπιϲχών, ἵνʼ ἐλεινοὶ

Critical Apparatus1064τοῖϲ ἀνθρώποιϲ φαίνοιντʼ εἶναι.

Ευ.‎ τοῦτʼ οὖν ἔβλαψά τι δράϲαϲ;

1065

Αι.‎ οὔκουν ἐθέλει γε τριηραρχεῖν πλουτῶν οὐδεὶϲ διὰ ταῦτα,

Critical Apparatus1066ἀλλὰ ῥακίοιϲ περιιλάμενοϲ κλάει καὶ φηϲὶ πένεϲθαι.

1067

Δι.‎ νὴ τὴν Δήμητρα χιτῶνά γʼ ἔχων οὔλων ἐρίων ὑπένερθεν.

Critical Apparatus1068κἂν ταῦτα λέγων ἐξαπατήϲῃ, περὶ τοὺϲ ἰχθῦϲ ἀνέκυψεν.

Link 1069

Αι.‎ εἶτʼ αὖ λαλιὰν ἐπιτηδεῦϲαι καὶ ϲτωμυλίαν ἐδίδαξαϲ,

Critical Apparatus1070ἣ ʼξεκένωϲεν τάϲ τε παλαίϲτραϲ καὶ τὰϲ πυγὰϲ ἐνέτριψεν

1071τῶν μειρακίων ϲτωμυλλομένων, καὶ τοὺϲ Παράλουϲ ἀνέπειϲεν

Critical Apparatus1072ἀνταγορεύειν τοῖϲ ἄρχουϲιν. καίτοι τότε γʼ, ἡνίκʼ ἐγὼ ʼζων,

Critical Apparatus1073οὐκ ἠπίϲταντʼ ἀλλʼ ἢ μᾶζαν καλέϲαι καὶ "ῥυππαπαῖ" εἰπεῖν.

1074

Δι.‎ νὴ τὸν Ἀπόλλω, καὶ προϲπαρδεῖν γʼ εἰϲ τὸ ϲτόμα τῷ θαλάμακι,

1075καὶ μινθῶϲαι τὸν ξύϲϲιτον κἀκβάϲ τινα λωποδυτῆϲαι·

Critical Apparatus1076νῦν δʼ ἀντιλέγει κοὐκέτʼ ἐλαύνει· πλεῖ δευρὶ καὖθιϲ ἐκεῖϲε.

pg 185 Link 1077

Αι.‎ ποίων δὲ κακῶν οὐκ αἴτιόϲ ἐϲτʼ;

Critical Apparatus Link 1078οὐ προαγωγοὺϲ κατέδειξʼ οὗτοϲ,

Link 1080καὶ τικτούϲαϲ ἐν τοῖϲ ἱεροῖϲ,

Critical Apparatus Link 1081καὶ μειγνυμέναϲ τοῖϲιν ἀδελφοῖϲ,

1082καὶ φαϲκούϲαϲ οὐ ζῆν τὸ ζῆν;

Link 1083κᾆτʼ ἐκ τούτων ἡ πόλιϲ ἡμῶν

1084ὑπογραμματέων ἀνεμεϲτώθη

1085καὶ βωμολόχων δημοπιθήκων

Link 1086ἐξαπατώντων τὸν δῆμον ἀεί,

Critical Apparatus1087λαμπάδα δʼ οὐδεὶϲ οἷόϲ τε φέρειν

1088ὑπʼ ἀγυμναϲίαϲ ἔτι νυνί.

Critical Apparatus1089

Δι.‎ μὰ Δίʼ οὐ δῆθʼ, ὥϲτʼ ἐπαφηυάνθην

1090Παναθηναίοιϲι γελῶν, ὅτε δὴ

1091βραδὺϲ ἄνθρωπόϲ τιϲ ἔθει κύψαϲ,

1092λευκόϲ, πίων, ὑπολειπόμενοϲ

1093καὶ δεινὰ ποιῶν· κᾆθʼ οἱ Κεραμῆϲ

1094ἐν ταῖϲι πύλαιϲ παίουϲʼ αὐτοῦ

1095γαϲτέρα, πλευράϲ, λαγόναϲ, πυγήν,

1096ὁ δὲ τυπτόμενοϲ ταῖϲι πλατείαιϲ

1097ὑποπερδόμενοϲ

1098φυϲῶν τὴν λαμπάδʼ ἔφευγεν.

Critical Apparatus Link 1099

[ϲτρ.‎Χο.‎ μέγα τὸ πρᾶγμα, πολὺ τὸ νεῖκοϲ, ἁδρὸϲ ὁ πόλεμοϲ ἔρχεται.

Link 1100χαλεπὸν οὖν ἔργον διαιρεῖν, ὅταν ὁ μὲν τείνῃ βιαίωϲ,

1101ὁ δʼ ἐπαναϲτρέφειν δύνηται κἀντερείδεϲθαι τορῶϲ.

Critical Apparatus1102ἀλλὰ μὴ ʼν ταὐτῷ κάθηϲθον·

1103εἰϲβολαὶ γάρ εἰϲι πολλαὶ χἄτεραι ϲοφιϲμάτων.

pg 1861105ὅ τι περ οὖν ἔχετον ἐρίζειν,

Critical Apparatus1106λέγετον, ἔπιτον, ἀνὰ 〈δὲ〉 δέρετον

Link 1107τά τε παλαιὰ καὶ τὰ καινά,

Link 1108κἀποκινδυνεύετον λεπτόν τι καὶ ϲοφὸν λέγειν

Link 1109[ἀντ.‎εἰ δὲ τοῦτο καταφοβεῖϲθον, μή τιϲ ἀμαθία προϲῇ

Critical Apparatus Link 1110τοῖϲ θεωμένοιϲιν, ὡϲ τὰ λεπτὰ μὴ γνῶναι λεγόντοιν,

1111μηδὲν ὀρρωδεῖτε τοῦθʼ, ὡϲ οὐκέθʼ οὕτω ταῦτʼ ἔχει.

Critical Apparatus1112ἐϲτρατευμένοι γάρ εἰϲι,

Link 1113βιβλίον τʼ ἔχων ἕκαϲτοϲ μανθάνει τὰ δεξιά·

Critical Apparatus1115αἱ φύϲειϲ τʼ ἄλλωϲ κράτιϲται,

Link 1116νῦν δὲ καὶ παρηκόνηνται.

1117μηδὲν οὖν δείϲητον, ἀλλὰ

Link 1118πάντʼ ἐπέξιτον, θεατῶν γʼ οὕνεχʼ, ὡϲ ὄντων ϲοφῶν.

Critical Apparatus1119

Ευ.‎ καὶ μὴν ἐπʼ αὐτοὺϲ τοὺϲ προλόγουϲ ϲου τρέψομαι,

1120ὅπωϲ τὸ πρῶτον τῆϲ τραγῳδίαϲ μέροϲ

Link 1121πρώτιϲτον αὐτοῦ βαϲανιῶ τοῦ δεξιοῦ.

Critical Apparatus Link 1122ἀϲαφὴϲ γὰρ ἦν ἐν τῇ φράϲει τῶν πραγμάτων.

1123

Δι.‎ καὶ ποῖον αὐτοῦ βαϲανιεῖϲ;

Ευ.‎ πολλοὺϲ πάνυ.

Critical Apparatus1124πρῶτον δέ μοι τὸν ἐξ Ὀρεϲτείαϲ λέγε.

Link 1125

Δι.‎ ἄγε δή, ϲιώπα πᾶϲ ἀνήρ. λέγʼ, Αἰϲχύλε.

1126

Αι.‎ "Ἑρμῆ χθόνιε, πατρῷʼ ἐποπτεύων κράτη,

1127ϲωτὴρ γενοῦ μοι ϲύμμαχόϲ τʼ αἰτουμένῳ.

1128ἥκω γὰρ εἰϲ γῆν τήνδε καὶ κατέρχομαι."

1129

Δι.‎ τούτων ἔχειϲ ψέγειν τι;

Ευ.‎ πλεῖν ἢ δώδεκα.

Critical Apparatus1130

Δι.‎ ἀλλʼ οὐδὲ πάντα ταῦτά γʼ ἔϲτʼ ἀλλʼ ἢ τρία.

pg 1871131

Ευ.‎ ἔχει δʼ ἕκαϲτον εἴκοϲίν γʼ ἀμαρτίαϲ.

Critical Apparatus Link 1132

Δι.‎ Αἰϲχύλε, παραινῶ ϲοι ϲιωπᾶν· εἰ δὲ μή,

Critical Apparatus1133πρὸϲ τριϲὶν ἰαμβείοιϲι προϲοφείλων φανεῖ.

Critical Apparatus1134

Αι.‎ ἐγὼ ϲιωπῶ τῷδʼ;

Δι.‎ ἐὰν πείθῃ γʼ ἐμοί.

Critical Apparatus1135

Ευ.‎ εὐθὺϲ γὰρ ἡμάρτηκεν, οὐράνιον γʼ ὅϲον.

Critical Apparatus1136

Αι.‎ ὁρᾷϲ ὅτι ληρεῖϲ; ἀλλʼ ὀλίγον γέ μοι μέλει.

1137πῶϲ φῄϲ μʼ ἁμαρτεῖν;

Ευ.‎ αὖθιϲ ἐξ ἀρχῆϲ λέγε.

1138

Αι.‎ "Ἑρμῆ χθόνιε, πατρῷʼ ἐποπτεύων κράτη."

1139

Ευ.‎ οὔκουν Ὀρέϲτηϲ τοῦτʼ ἐπὶ τῷ τύμβῳ λέγει

1140τῷ τοῦ πατρὸϲ τεθνεῶτοϲ;

Αι.‎ οὐκ ἄλλωϲ λέγω.

Link 1141

Ευ.‎ πότερʼ οὖν τὸν Ἑρμῆν, ὡϲ ὁ πατὴρ ἀπώλετο

1142αὐτοῦ βιαίωϲ ἐκ γυναικείαϲ χερὸϲ

1143δόλοιϲ λαθραίοιϲ, ταῦτʼ "ἐποπτεύειν" ἔφη;

Critical Apparatus1144

Αι.‎ οὐ δῆτʼ ἐκεῖνοϲ, ἀλλὰ τὸν Ἐριούνιον

1145Ἑρμῆν χθόνιον προϲεῖπε, κἀδήλου λέγων

1146ὁτιὴ πατρῷον τοῦτο κέκτηται γέραϲ—

Critical Apparatus1147

Ευ.‎ ἔτι μεῖζον ἐξήμαρτεϲ ἢ ʼγὼ ʼβουλόμην·

1148εἰ γὰρ πατρῷον τὸ χθόνιον ἔχει γέραϲ—

Critical Apparatus1149

Δι.‎ οὕτω γʼ ἂν εἴη πρὸϲ πατρὸϲ τυμβωρύχοϲ.

Link 1150

Αι.‎ Διόνυϲε, πίνειϲ οἶνον οὐκ ἀνθοϲμίαν.

1151

Δι.‎ λέγʼ ἕτερον αὐτῷ· ϲὺ δʼ ἐπιτήρει τὸ βλάβοϲ.

1152

Αι.‎ "ϲωτὴρ γενοῦ μοι ϲύμμαχόϲ τʼ αἰτουμένῳ.

1153ἥκω γὰρ εἰϲ γῆν τήνδε καὶ κατέρχομαι."

Link 1154

Ευ.‎ δὶϲ ταὐτὸν ἡμῖν εἶπεν ὁ ϲοφὸϲ Αἰϲχύλοϲ.

1155

Δι.‎ πῶϲ δίϲ;

Ευ.‎ ϲκόπει τὸ ῥῆμʼ· ἐγὼ δέ ϲοι φράϲω.

pg 1881156"ἥκω γὰρ εἰϲ γῆν," φηϲί, "καὶ κατέρχομαι·"

Critical Apparatus1157"ἥκω" δὲ ταὐτόν ἐϲτι τῷ "κατέρχομαι".

Critical Apparatus1158

Δι.‎ νὴ τὸν Δίʼ, ὥϲπερ γʼ εἴ τιϲ εἴποι γείτονι,

1159"χρῆϲον ϲὺ μάκτραν, εἰ δὲ βούλει, κάρδοπον."

1160

Αι.‎ οὐ δῆτα τοῦτό γʼ, ὦ κατεϲτωμυλμένε

Critical Apparatus1161ἄνθρωπε, ταὔτʼ ἔϲτʼ, ἀλλʼ ἄριϲτʼ ἐπῶν ἔχον.

Critical Apparatus1162

Δι.‎ πῶϲ δή; δίδαξον γάρ με καθʼ ὅτι δὴ λέγειϲ;

Critical Apparatus1163

Αι.‎ 'ἐλθεῖν' μὲν εἰϲ γῆν ἔϲθʼ ὅτῳ μετῇ πάτραϲ·

1164χωρὶϲ γὰρ ἄλληϲ ϲυμφορᾶϲ ἐλήλυθεν·

1165φεύγων δʼ ἀνὴρ 'ἥκει' τε καὶ 'κατέρχεται'.

1166

Δι.‎ εὖ, νὴ τὸν Ἀπόλλω. τί ϲὺ λέγειϲ, Εὐριπίδη;

1167

Ευ.‎ οὔ φημι τὸν Ὀρέϲτην κατελθεῖν οἴκαδε·

1168λάθρᾳ γὰρ ἦλθεν, οὐ πιθὼν τοὺϲ κυρίουϲ.

1169

Δι.‎ εὖ, νὴ τὸν Ἑρμῆν· ὅ τι λέγειϲ δʼ οὐ μανθάνω.

1170

Ευ.‎ πέραινε τοίνυν ἕτερον.

Δι.‎ ἴθι, πέραινε ϲύ,

1171Αἰϲχύλʼ, ἁνύϲαϲ· ϲὺ δʼ εἰϲ τὸ κακὸν ἀπόβλεπε.

1172

Αι.‎ "τύμβου δʼ ἐπʼ ὄχθῳ τῷδε κηρύϲϲω πατρὶ

Critical Apparatus1173κλύειν, ἀκοῦϲαι."

Ευ.‎ τοῦθʼ ἕτερον αὖ δὶϲ λέγει,

1174"κλύειν, ἀκοῦϲαι"‎, ταὐτὸν ὂν ϲαφέϲτατα.

Critical Apparatus1175

Δι.‎ τεθνηκόϲιν γὰρ ἔλεγεν, ὦ μόχθηρε ϲύ,

Critical Apparatus1176οἷϲ οὐδὲ τρὶϲ λέγοντεϲ ἐξικνούμεθα.

Critical Apparatus1177ϲὺ δὲ πῶϲ ἐποίειϲ τοὺϲ προλόγουϲ;

Ευ.‎ ἐγὼ φράϲω.

1178κἄν που δὶϲ εἴπω ταὐτόν, ἢ ϲτοιβὴν ἴδῃϲ

1179ἐνοῦϲαν ἔξω τοῦ λόγου, κατάπτυϲον.

pg 189Critical Apparatus1180

Δι.‎ ἴθι δή, λέγʼ· οὐ γὰρ μοὔϲτιν ἀλλʼ ἀκουϲτέα

Link 1181τῶν ϲῶν προλόγων τῆϲ ὀρθότητοϲ τῶν ἐπῶν.

Critical Apparatus1182

Ευ.‎ "ἦν Οἰδίπουϲ τὸ πρῶτον εὐτυχὴϲ ἀνήρ"—

1183

Αι.‎ μὰ τὸν Δίʼ οὐ δῆτʼ, ἀλλὰ κακοδαίμων φύϲει.

Critical Apparatus1184ὅντινά γε πρὶν φῦναι μὲν Ἁπόλλων ἔφη

Critical Apparatus1185ἀποκτενεῖν τὸν πατέρα, πρὶν καὶ γεγονέναι·

Critical Apparatus1186πῶϲ οὗτοϲ ἦν τὸ πρῶτον εὐτυχὴϲ ἀνήρ;

1187

Ευ.‎ "εἶτʼ ἐγένετʼ αὖθιϲ ἀθλιώτατοϲ βροτῶν."

1188

Αι.‎ μὰ τὸν Δίʼ οὐ δῆτʼ, οὐ μὲν οὖν ἐπαύϲατο.

1189πῶϲ γάρ; ὅτε δὴ πρῶτον μὲν αὐτὸν γενόμενον

1190χειμῶνοϲ ὄντοϲ ἐξέθεϲαν ἐν ὀϲτράκῳ,

1191ἵνα μὴ ʼκτραφεὶϲ γένοιτο τοῦ πατρὸϲ φονεύϲ·

Critical Apparatus1192εἶθʼ ὡϲ Πόλυβον ἤρρηϲεν οἰδῶν τὼ πόδε·

1193ἔπειτα γραῦν ἔγημεν αὐτὸϲ ὢν νέοϲ

1194καὶ πρόϲ γε τούτοιϲ τὴν ἑαυτοῦ μητέρα·

Critical Apparatus1195εἶτʼ ἐξετύφλωϲεν αὑτόν.

Δι.‎ εὐδαίμων ἄρʼ ἦν,

1196εἰ κἀϲτρατήγηϲέν γε μετʼ Ἐραϲινίδου.

Critical Apparatus1197

Ευ.‎ ληρεῖϲ· ἐγὼ δὲ τοὺϲ προλόγουϲ καλῶϲ ποιῶ.

Link 1198

Αι.‎ καὶ μὴν μὰ τὸν Δίʼ οὐ κατʼ ἔποϲ γέ ϲου κνίϲω

1199τὸ ῥῆμʼ ἕκαϲτον, ἀλλὰ ϲὺν τοῖϲιν θεοῖϲ

Critical Apparatus Link 1200ἀπὸ ληκυθίου ϲου τοὺϲ προλόγουϲ διαφθερῶ.

1201

Ευ.‎ ἀπὸ ληκυθίου ϲὺ τοὺϲ ἐμούϲ;

Αι.‎ ἑνὸϲ μόνου.

1202ποιεῖϲ γὰρ οὕτωϲ ὥϲτʼ ἐναρμόττειν ἅπαν,

Critical Apparatus1203καὶ κῳδάριον καὶ ληκύθιον καὶ θυλάκιον,

1204ἐν τοῖϲ ἰαμβείοιϲι. δείξω δʼ αὐτίκα.

pg 190Critical Apparatus1205

Ευ.‎ ἰδού, ϲὺ δείξειϲ;

Αι.‎ φημί.

Ευ.‎ καὶ δὴ χρὴ λέγειν.

1206"Αἴγυπτοϲ, ὡϲ ὁ πλεῖϲτοϲ ἔϲπαρται λόγοϲ,

1207ξὺν παιϲὶ πεντήκοντα ναυτίλῳ πλάτῃ

1208Ἄργοϲ καταϲχών"—

Αι.‎ ληκύθιον ἀπώλεϲεν.

1209

Δι.‎ τουτὶ τί ἦν τὸ ληκύθιον; οὐ κλαύϲεται;

Critical Apparatus1210λέγʼ ἕτερον αὐτῷ πρόλογον, ἵνα καὶ γνῶ πάλιν.

1211

Ευ.‎ "Διόνυϲοϲ, ὃϲ θύρϲοιϲι καὶ νεβρῶν δοραῖϲ

Critical Apparatus1212καθαπτὸϲ ἐν πεύκαιϲι Παρναϲϲὸν κάτα

1213πηδᾷ χορεύων"—

Αι.‎ ληκύθιον ἀπώλεϲεν.

1214

Δι.‎ οἴμοι, πεπλήγμεθʼ αὖθιϲ ὑπὸ τῆϲ ληκύθου.

1215

Ευ.‎ ἀλλʼ οὐδὲν ἔϲται πρᾶγμα· πρὸϲ γὰρ τουτονὶ

Critical Apparatus1216τὸν πρόλογον οὐχ ἕξει προϲάψαι λήκυθον.

1217"οὐκ ἔϲτιν ὅϲτιϲ πάντʼ ἀνὴρ εὐδαιμονεῖ·

1218ἢ γὰρ πεφυκὼϲ ἐϲθλὸϲ οὐκ ἔχει βίον,

1219ἢ δυϲγενὴϲ ὤν"—

Αι.‎ ληκύθιον ἀπώλεϲεν.

Critical Apparatus1220

Δι.‎ Εὐριπίδη—

Ευ.‎ τί ἐϲτιν;

Δι.‎ ὑφέϲθαι μοι δοκεῖ·

1221τὸ ληκύθιον γὰρ τοῦτο πνευϲεῖται πολύ.

Critical Apparatus1222

Ευ.‎ οὐδʼ ἂν μὰ τὴν Δήμητρα φροντίϲαιμί γε·

1223νυνὶ γὰρ αὐτοῦ τοῦτό γʼ ἐκκεκόψεται.

1224

Δι.‎ ἴθι δή, λέγʼ ἕτερον κἀπέχου τῆϲ ληκύθου.

1225

Ευ.‎ "Ϲιδώνιόν ποτʼ ἄϲτυ Κάδμοϲ ἐκλιπὼν

1226Ἀγήνοροϲ παῖϲ"—

Αι.‎ ληκύθιον ἀπώλεϲεν.

pg 1911227

Δι.‎ ὦ δαιμόνιʼ ἀνδρῶν, ἀποπρίω τὴν λήκυθον,

Critical Apparatus1228ἵνα μὴ διακναίϲῃ τοὺϲ προλόγουϲ ἡμῶν.

Ευ.‎ τὸ τί;

1229ἐγὼ πρίωμαι τῷδʼ;

Δι.‎ ἐὰν πείθῃ γʼ ἐμοί.

Critical Apparatus1230

Ευ.‎ οὐ δῆτʼ, ἐπεὶ πολλοὺϲ προλόγουϲ ἔχω λέγειν

Critical Apparatus1231ἵνʼ οὗτοϲ οὐχ ἕξει προϲάψαι λήκυθον.

1232"Πέλοψ ὁ Ταντάλειοϲ εἰϲ Πῖϲαν μολὼν

1233θοαῖϲιν ἵπποιϲ"—

Αι.‎ ληκύθιον ἀπώλεϲεν.

1234

Δι.‎ ὁρᾷϲ, προϲῆψεν αὖθιϲ αὖ τὴν λήκυθον.

Critical Apparatus1235ἀλλʼ, ὦγάθʼ, ἔτι καὶ νῦν πρίω πάϲῃ τέχνῃ·

1236λήψει γὰρ ὀβολοῦ πάνυ καλήν τε κἀγαθήν.

1237

Ευ.‎ μὰ τὸν Δίʼ οὔπω γʼ· ἔτι γὰρ εἰϲί μοι ϲυχνοί.

1238"Οἰνεύϲ ποτʼ ἐκ γῆϲ"—

Αι.‎ ληκύθιον ἀπώλεϲεν.

1239

Ευ.‎ ἔαϲον εἰπεῖν πρῶθʼ ὅλον με τὸν ϲτίχον.

Critical Apparatus1240"Οἰνεύϲ ποτʼ ἐκ γῆϲ πολύμετρον λαβὼν ϲτάχυν

1241θύων ἀπαρχάϲ"—

Αι.‎ ληκύθιον ἀπώλεϲεν.

1242

Δι.‎ μεταξὺ θύων; καὶ τίϲ αὔθʼ ὑφείλετο;

Critical Apparatus1243

Ευ.‎ ἔαϲον, ὦ τᾶν· πρὸϲ τοδὶ γὰρ εἰπάτω.

1244"Ζεύϲ, ὡϲ λέλεκται τῆϲ ἀληθείαϲ ὕπο"—

Critical Apparatus1245

Δι.‎ ἀπολεῖϲ· ἐρεῖ γὰρ "ληκύθιον ἀπώλεϲεν."

1246τὸ ληκύθιον γὰρ τοῦτʼ ἐπὶ τοῖϲ προλόγοιϲί ϲου

1247ὥϲπερ τὰ ϲῦκʼ ἐπὶ τοῖϲιν ὀφθαλμοῖϲ ἔφυ.

Critical Apparatus Link 1248ἀλλʼ εἰϲ τὰ μέλη πρὸϲ τῶν θεῶν αὐτοῦ τραποῦ.

Critical Apparatus1249

Ευ.‎ καὶ μὴν ἔχω γʼ οἷϲ αὐτὸν ἀποδείξω κακὸν

pg 192Critical Apparatus1250μελοποιὸν ὄντα καὶ ποιοῦντα ταὔτʼ ἀεί.

Link 1251

Χο.‎ τί ποτε πρᾶγμα γενήϲεται;

Critical Apparatus1252φροντίζειν γὰρ ἐγὼ οὐκ ἔχω,

1253τίνʼ ἄρα μέμψιν ἐποίϲει

1254ἀνδρὶ τῷ πολὺ πλεῖϲτα δὴ

1255καὶ κάλλιϲτα μέλη ποιή-

Critical Apparatus1256ϲαντι τῶν μέχρι νυνί.

Link 1257θαυμάζω γὰρ ἔγωγʼ ὅπῃ

1258μέμψεταί ποτε τοῦτον

Link 1259τὸν Βακχεῖον ἄνακτα,

1260καὶ δέδοιχʼ ὑπὲρ αὐτοῦ.

Critical Apparatus Link 1261

Ευ.‎ πάνυ γε μέλη θαυμαϲτά· δείξει δὴ τάχα.

1262εἰϲ ἓν γὰρ αὐτοῦ πάντα τὰ μέλη ξυντεμῶ.

Critical Apparatus1263

Δι.‎ καὶ μὴν λογιοῦμαί γʼ αὐτα τῶν ψήφων λαβών.

1264

Ευ.‎ Φθιῶτʼ Ἀχιλ-

λεῦ, τί ποτʼ ἀνδροδάικτον ἀκούων

Critical Apparatus1265ἰὴ κόπον οὐ πελάθειϲ ἐπʼ ἀρωγάν;

Link 1266Ἑρμᾶν μὲν πρόγονον τίομεν γένοϲ οἱ περὶ λίμναν.

1267ἰὴ κόπον οὐ πελάθειϲ ἐπʼ ἀρωγάν;

1268

Δι.‎ δύο ϲοι κόπω, Αἰϲχύλε, τούτω.

1269

Ευ.‎ κύδιϲτʼ Ἀχαι-

1270ῶν Ἀτρέωϲ πολυκοίρανε μάνθανέ μου παῖ.

1271ἰὴ κόπον οὐ πελάθειϲ ἐπʼ ἀρωγάν;

Critical Apparatus1272

Δι.‎ τρίτοϲ, ᾠϲχύλε, ϲοι κόποϲ οὗτοϲ.

Link 1273

Ευ.‎ εὐφαμεῖτε· μελιϲϲονόμοι δόμον Ἀρτέμιδοϲ πέλαϲ

οἴγειν.

pg 1931275ἰὴ κόπον οὐ πελάθειϲ ἐπʼ ἀρωγάν;

Critical Apparatus1276κύριόϲ εἰμι θροεῖν ὅδιον κράτοϲ αἴϲιον ἀνδρῶν.

1277ἰὴ κόπον οὐ πελάθειϲ ἐπʼ ἀρωγάν;

1278

Δι.‎ ὦ Ζεῦ βαϲιλεῦ, τὸ χρῆμα τῶν κόπων ὅϲον.

1279ἐγὼ μὲν οὖν εἰϲ τὸ βαλανεῖον βούλομαι·

Link 1280ὑπὸ τῶν κόπων γὰρ τὼ νεφρὼ βουβωνιῶ.

Critical Apparatus1281

Ευ.‎ μὴ πρίν γʼ ἀκούϲῃϲ χἀτέραν ϲτάϲιν μελῶν

1282ἐκ τῶν κιθαρῳδικῶν νόμων εἰργαϲμένην.

1283

Δι.‎ ἴθι δή, πέραινε, καὶ κόπον μὴ προϲτίθει.

1284

Ευ.‎ ὅπωϲ Ἀχαι-

Critical Apparatus1285ῶν δίθρονον κράτοϲ, Ἑλλάδοϲ ἥβαϲ,

Critical Apparatus1286φλαττοθραττοφλαττοθρατ,

Critical Apparatus1287Ϲφίγγα δυϲαμεριᾶν πρύτανιν κύνα πέμπει,

1288φλαττοθραττοφλαττοθρατ,

Critical Apparatus1289ϲὺν δορὶ καὶ χερὶ πράκτορι θούριοϲ ὄρνιϲ,

1290φλαττοθραττοφλαττοθρατ,

1291κυρεῖν παρα-

1292ϲχὼν ἰταμαῖϲ κυϲὶν ἀεροφοίτοιϲ,

Critical Apparatus1293φλαττοθραττοφλαττοθρατ,

Critical Apparatus1294τὸ ϲυγκλινέϲ τʼ ἐπʼ Αἴαντι,

1295φλαττοθραττοφλαττοθρατ.

1296

Δι.‎ τί τὸ "φλαττοθρατ" τοῦτʼ ἐϲτίν; ἐκ Μαραθῶνοϲ ἢ

1297πόθεν ϲυνέλεξαϲ ἱμονιοϲτρόφου μέλη;

Critical Apparatus1298

Αι.‎ ἀλλʼ οὖν ἐγὼ μὲν εἰϲ τὸ καλὸν ἐκ τοῦ καλοῦ

Link 1299ἤνεγκον αὔθʼ, ἵνα μὴ τὸν αὐτὸν Φρυνίχῳ

1300λειμῶνα Μουϲῶν ἱερὸν ὀφθείην δρέπων·

pg 194Critical Apparatus Link 1301οὗτοϲ δʼ ἀπὸ πάντων μεταφέρει, πορνῳδιῶν,

Critical Apparatus Link 1302ϲκολίων Μελήτου, Καρικῶν αὐλημάτων,

Critical Apparatus1303θρήνων, χορειῶν. τάχα δὲ δηλωθήϲεται.

Link 1304ἐνεγκάτω τιϲ τὸ λύριον. καίτοι τί δεῖ

Critical Apparatus Link 1305λύραϲ ἐπὶ τοῦτο; ποῦ ʼϲτιν ἡ τοῖϲ ὀϲτράκοιϲ

Link 1306αὕτη κροτοῦϲα; δεῦρο, Μοῦϲʼ Εὐριπίδου,

Critical Apparatus1307πρὸϲ ἥνπερ ἐπιτήδεια ταῦτʼ ᾄδειν μέλη.

Critical Apparatus1308

Δι.‎ αὕτη ποθʼ ἡ Μοῦϲʼ οὐκ ἐλεϲβίαζεν, οὔ.

Critical Apparatus1309

Αι.‎ ἀλκυόνεϲ, αἳ παρʼ ἀενάοιϲ θαλάϲϲηϲ

1310κύμαϲι ϲτωμύλλετε,

Critical Apparatus Link 1311τέγγουϲαι νοτίοιϲ πτερῶν

1312ῥανίϲι χρόα δροϲιζόμεναι·

1313αἵ θʼ ὑπωρόφιοι κατὰ γωνίαϲ

Critical Apparatus Link 1314εἱειειειειειλίϲϲετε δακτύλοιϲ φάλαγγεϲ

Critical Apparatus1315ἱϲτότονα πηνίϲματα,

1316κερκίδοϲ ἀοιδοῦ μελέταϲ,

1317ἵνʼ ὁ φίλαυλοϲ ἔπαλλε δελ-

1318φὶϲ πρῴραιϲ κυανεμβόλοιϲ

1319μαντεῖα καὶ ϲταδίουϲ,

1320οἰνάνθαϲ γάνοϲ ἀμπέλου,

1321βότρυοϲ ἕλικα παυϲίπονον.

Critical Apparatus1322περίβαλʼ, ὦ τέκνον, ὠλέναϲ.

pg 195Critical Apparatus Link 1323ὁρᾷϲ τὸν πόδα τοῦτον;

Ευ.‎ ὁρῶ.

Critical Apparatus1324

Αι.‎ τί δαί; τοῦτον ὁρᾷϲ;

Δι.‎ ὁρῶ.

Critical Apparatus Link 1325

Αι.‎ τοιαυτὶ μέντοι ϲὺ ποιῶν

1326τολμᾷϲ τἀμὰ μέλη ψέγειν,

Link 1327ἀνὰ τὸ δωδεκαμήχανον

Link 1328Κυρήνηϲ μελοποιῶν;

Critical Apparatus1329τὰ μὲν μέλη ϲου ταῦτα· βούλομαι δʼ ἔτι

Critical Apparatus1330τὸν τῶν μονῳδιῶν διεξελθεῖν τρόπον.

Link 1331ὦ νυκτὸϲ κελαινοφαὴϲ ὄρφνα,

1332τίνα μοι δύϲτανον ὄνειρον

Critical Apparatus1333πέμπειϲ, ἀφανοῦϲ Ἀίδα πρόμολον,

1334ψυχὰν ἄψυχον ἔχοντα,

Critical Apparatus1335Νυκτὸϲ παῖδα μελαίναϲ,

1336φρικώδη δεινὰν ὄψιν,

1337μελανονεκυείμονα,

1338φόνια φόνια δερκόμενον,

1339μεγάλουϲ ὄνυχαϲ ἔχοντα;

ἀλλά μοι, ἀμφίπολοι, λύχνον ἅψατε

κάλπιϲί τʼ ἐκ ποταμῶν δρόϲον ἄρατε, θέρμετε δʼ ὕδωρ,

1340ὡϲ ἂν θεῖον ὄνειρον ἀποκλύϲω.

1341ἰὼ πόντιε δαῖμον,

Link 1342τοῦτʼ ἐκεῖνʼ· ἰ-

Critical Apparatus Link 1343ὼ ξύνοικοι, τάδε τέρα θεάϲαϲθε· τὸν ἀλεκτρυόνα

Critical Apparatus Link 1344μου ξυναρπά-

ϲαϲα φρούδη Γλύκη.

pg 196Νύμφαι ὀρεϲϲίγονοι.

1345ὦ Μανία, ξύλλαβε.

Link 1346ἐγὼ δʼ ἁ τάλαινα

1347προϲέχουϲʼ ἔτυχον ἐμαυτῆϲ

ἔργοιϲι, λίνου μεϲτὸν ἄτρακτον

Critical Apparatus1348εἱειειλίϲϲουϲα χεροῖν,

Link 1349κλωϲτῆρα ποιοῦϲʼ, ὅπωϲ

1350κνεφαῖοϲ εἰϲ ἀγορὰν

1351φέρουϲʼ ἀποδοίμαν·

Critical Apparatus1352ὁ δʼ ἀνέπτατʼ ἀνέπτατʼ ἐϲ αἰθέρα

           κουφοτάταιϲ πτερύγων ἀκμαῖϲ·

Critical Apparatus1353ἐμοὶ δʼ ἄχεʼ ἄχεα κατέλιπε,

1354δάκρυα δάκρυά τʼ ἀπʼ ὀμμάτων

Critical Apparatus1355ἔβαλον ἔβαλον ἁ τλάμων.

Critical Apparatus1356ἀλλʼ ὦ Κρῆτεϲ, Ἴδαϲ τέκνα, τὰ τόξα 〈τε〉 λα-

1357           βόντεϲ ἐπαμύνατε, τὰ κῶλά τʼ ἀμπάλλετε κυ-

1358κλούμενοι τὴν οἰκίαν.

Critical Apparatus Link 1359ἅμα δὲ Δίκτυννα παῖϲ ἁ καλά,

1360τὰϲ κυνίϲκαϲ ἔχουϲʼ ἐλθέτω διὰ δόμων πανταχῇ,

1361ϲὺ δʼ, ὦ Διόϲ, διπύρουϲ ἀνέχουϲα

1362λαμπάδαϲ ὀξυτάταϲ χεροῖν Ἑκάτα, παράφηνον

1363εἰϲ Γλύκηϲ, ὅπωϲ ἂν εἰϲελ-

θοῦϲα φωράϲω.

1364

Δι.‎ παύϲαϲθον ἤδη τῶν μελῶν.

Αι.‎ κἄμοιγʼ ἅλιϲ.

Link 1365ἐπὶ τὸν ϲταθμὸν γὰρ αὐτὸν ἀγαγεῖν βούλομαι,

Critical Apparatus1366ὅπερ ἐξελέγξει τὴν ποίηϲιν νῷν μόνον·

Critical Apparatus1367τὸ γὰρ βάροϲ νὼ βαϲανιεῖ τῶν ῥημάτων.

pg 197 Link 1368

Δι.‎ ἴτε δεῦρό νυν, εἴπερ γε δεῖ καὶ τοῦτό με,

Critical Apparatus1369ἀνδρῶν ποιητῶν τυροπωλῆϲαι τέχνην.

Link 1370

Χο.‎ ἐπίπονοί γʼ οἱ δεξιοί.

1371τόδε γὰρ ἕτερον αὖ τέραϲ

Critical Apparatus1372νεοχμόν, ἀτοπίαϲ πλέων,

Critical Apparatus1373ὃ τίϲ ἂν ἐπενόηϲεν ἄλλοϲ;

Critical Apparatus1374μὰ τόν, ἐγὼ μὲν οὐδʼ ἂν εἴ τιϲ

Critical Apparatus1375ἔλεγέ μοι τῶν παρατυχόντων,

Critical Apparatus1376ἐπιθόμην, ἀλλʼ ᾠόμην ἂν

1377αὐτὸν αὐτὰ ληρεῖν.

Critical Apparatus1378

Δι.‎ ἴθι δή, παρίϲταϲθον παρὰ τὼ πλάϲτιγγʼ,—

Αι. Ευ.‎ ἰδού.

1379

Δι.‎ καὶ λαβομένω τὸ ῥῆμʼ ἑκάτεροϲ εἴπατον,

Critical Apparatus1380καὶ μὴ μεθῆϲθον, πρὶν ἂν ἐγὼ ϲφῷν κοκκύϲω.

1381

Αι. Ευ.‎ ἐχόμεθα.

Δι.‎ τοὔποϲ νυν λέγετον εἰϲ τὸν ϲταθμόν.

1382

Ευ.‎ "εἴθʼ ὤφελʼ Ἀργοῦϲ μὴ διαπτάϲθαι ϲκάφοϲ."

1383

Αι.‎ "Ϲπερχειὲ ποταμὲ βούνομοί τʼ ἐπιϲτροφαί."

Critical Apparatus1384

Δι.‎ κόκκυ.

Αι. Ευ.‎ μεθεῖται.

Δι.‎ καὶ πολύ γε κατωτέρω

1385χωρεῖ τὸ τοῦδε.

Ευ.‎ καὶ τί ποτʼ ἐϲτὶ ταἴτιον;

Critical Apparatus1386

Δι.‎ ὅ τι; εἰϲέθηκε ποταμόν, ἐριοπωλικῶϲ

1387ὑγρὸν ποιήϲαϲ τοὔποϲ ὥϲπερ τἄρια,

1388ϲὺ δʼ εἰϲέθηκαϲ τοὔποϲ ἐπτερωμένον.

pg 198Critical Apparatus1389

Αι.‎ ἀλλʼ ἕτερον εἰπάτω τι κἀντιϲτηϲάτω.

1390

Δι.‎ λάβεϲθε τοίνυν αὖθιϲ.

Αι. Ευ.‎ ἢν ἰδού.

Δι.‎ λέγε.

1391

Ευ.‎ "οὐκ ἔϲτι Πειθοῦϲ ἱερὸν ἄλλο πλὴν λόγοϲ."

1392

Αι.‎ "μόνοϲ θεῶν γὰρ Θάνατοϲ οὐ δώρων ἐρᾷ."

Critical Apparatus1393

Δι.‎ μέθετε.

Αι. Ευ.‎ μεθεῖται.

Δι.‎ καὶ τὸ τοῦδέ γʼ αὖ ῥέπει·

Critical Apparatus1394θάνατον γὰρ εἰϲέθηκε, βαρύτατον κακόν.

1395

Ευ.‎ ἐγὼ δὲ πειθώ γʼ, ἔποϲ ἄριϲτʼ εἰρημένον.

Critical Apparatus Link 1396

Δι.‎ πειθὼ δὲ κοῦφόν ἐϲτι καὶ νοῦν οὐκ ἔχον.

Critical Apparatus1397ἀλλʼ ἕτερον αὖ ζήτει τι τῶν βαρυϲτάθμων,

Critical Apparatus1398ὅ τι ϲοὶ καθέλξει, καρτερόν τι καὶ μέγα.

Critical Apparatus1399

Ευ.‎ φέρε, ποῦ τοιοῦτον δῆτά μοὐϲτί; ποῦ;

Δι.‎ φράϲω·

Critical Apparatus1400"βέβληκʼ Ἀχιλλεὺϲ—‎ " δύο κύβω καὶ τέτταρα.

Critical Apparatus1401λέγοιτʼ ἄν, ὡϲ αὕτη ʼϲτὶ λοιπὴ ϲφῷν ϲτάϲιϲ.

1402

Ευ.‎ "ϲιδηροβριθέϲ τʼ ἔλαβε δεξιᾷ ξύλον."

Critical Apparatus1403

Αι.‎ "ἐφʼ ἅρματοϲ γὰρ ἅρμα καὶ νεκρῷ νεκρόϲ."

1404

Δι.‎ ἐξηπάτηκεν αὖ ϲε καὶ νῦν.

Ευ.‎ τῷ τρόπῳ;

Critical Apparatus Link 1405

Δι.‎ δύʼ ἅρματʼ εἰϲέθηκε καὶ νεκρὼ δύο,

Critical Apparatus1406ὅϲʼ οὐκ ἂν ἄραιντʼ οὐδʼ ἑκατὸν Αἰγύπτιοι.

Link 1407

Αι.‎ καὶ μηκέτʼ ἔμοιγε κατʼ ἔποϲ, ἀλλʼ εἰϲ τὸν ϲταθμὸν

Critical Apparatus Link 1408αὐτόϲ, τὰ παιδίʼ, ἡ γυνή, Κηφιϲοφῶν,

pg 199 Link 1409ἐμβὰϲ καθήϲθω, ξυλλαβὼν τὰ βιβλία·

Critical Apparatus Link 1410ἐγὼ δὲ δύʼ ἔπη τῶν ἐμῶν ἐρῶ μόνον.

......................................

Critical Apparatus Link 1411

Δι.‎ ἅνδρεϲ φίλοι, κἀγὼ μὲν αὐτοὺϲ οὐ κρινῶ.

1412οὐ γὰρ διʼ ἔχθραϲ οὐδετέρῳ γενήϲομαι.

Link 1413τὸν μὲν γὰρ ἡγοῦμαι ϲοφόν, τῷ δʼ ἥδομαι.

1414

ΠΛΟΥΤΩΝ‎ οὐδὲν ἄρα πράξειϲ ὧνπερ ἦλθεϲ οὕνεκα.

Link 1415

Δι.‎ ἐὰν δὲ κρίνω;

Πλ.‎ τὸν ἕτερον λαβὼν ἄπει,

Critical Apparatus1416ὁπότερον ἂν κρίνῃϲ, ἵνʼ ἔλθῃϲ μὴ μάτην.

Critical Apparatus1417

Δι.‎ εὐδαιμονοίηϲ. φέρε, πύθεϲθέ μου ταδί.

Critical Apparatus Link 1418ἐγὼ κατῆλθον ἐπὶ ποιητήν. τοῦ χάριν;

Link 1419ἵνʼ ἡ πόλιϲ ϲωθεῖϲα τοὺϲ χοροὺϲ ἄγῃ.

Critical Apparatus Link 1420ὁπότεροϲ οὖν ἂν τῇ πόλει παραινέϲειν

Critical Apparatus Link 1421μέλλῃ τι χρηϲτόν, τοῦτον ἄξειν μοι δοκῶ.

Link 1422πρῶτον μὲν οὖν περὶ Ἀλκιβιάδου τίνʼ ἔχετον

Critical Apparatus Link 1423γνώμην ἑκάτεροϲ; ἡ πόλιϲ γὰρ δυϲτοκεῖ.

Critical Apparatus1424

Αι.‎ ἔχει δὲ περὶ αὐτοῦ τίνα γνώμην;

Δι.‎ τίνα;

1425ποθεῖ μέν, ἐχθαίρει δέ, βούλεται δʼ ἔχειν.

1426ἀλλʼ ὅ τι νοεῖτον εἴπατον τούτου πέρι.

Link 1427

Ευ.‎ μιϲῶ πολίτην, ὅϲτιϲ ὠφελεῖν πάτραν

Critical Apparatus1428βραδὺϲ πέφανται, μεγάλα δὲ βλάπτειν ταχύϲ,

Link 1429καὶ πόριμον αὑτῷ, τῇ πόλει δʼ ἀμήχανον.

pg 2001430

Δι.‎ εὖ γʼ, ὦ Πόϲειδον. ϲὺ δὲ τίνα γνώμην ἔχειϲ;

Critical Apparatus1431a

Αι.‎ οὐ χρὴ λέοντοϲ ϲκύμνον ἐν πόλει τρέφειν·

_________________________________________________

Critical Apparatus1431bμάλιϲτα μὲν λέοντα μὴ ʼν πόλει τρέφειν·

_________________________________________________

1432ἢν δʼ ἐκτραφῇ τιϲ, τοῖϲ τρόποιϲ ὑπηρετεῖν.

Link 1433

Δι.‎ νὴ τὸν Δία τὸν ϲωτῆρα, δυϲκρίτωϲ γʼ ἔχω·

1434ὁ μὲν ϲοφῶϲ γὰρ εἶπεν, ὁ δʼ ἕτεροϲ ϲαφῶϲ.

1435ἀλλʼ ἔτι μίαν γνώμην ἑκάτεροϲ εἴπατον

Link 1436περὶ τῆϲ πόλεωϲ, ἥντινʼ ἔχετον ϲωτηρίαν.

_________________________________________________

Critical Apparatus Link 1437

Ευ.‎ εἴ τιϲ πτερώϲαϲ Κλεόκριτον Κινηϲίᾳ,

Critical Apparatus Link 1438ἄρειεν αὔραιϲ πελαγίαν ὑπὲρ πλάκα—

1439

Δι.‎ γελοῖον ἂν φαίνοιτο. νοῦν δʼ ἔχει τίνα;

1440

Ευ.‎ εἰ ναυμαχοῖεν, κᾆτʼ ἔχοντεϲ ὀξίδαϲ

1441ῥαίνοιεν εἰϲ τὰ βλέφαρα τῶν ἐναντίων.

Link 1451

Δι.‎ εὖ γʼ, ὦ Παλάμηδεϲ,ὦ ϲοφωτάτη φύϲιϲ.

Link 1452ταυτὶ πότερʼ αὐτὸϲ ηὗρεϲ ἢ Κηφιϲοφῶν;

Link 1453

Ευ.‎ ἐγὼ μόνοϲ· τὰϲ δʼ ὀξίδαϲ Κηφιϲοφῶν.

_________________________________________________

Link 1442

Ευ.‎ ἐγὼ μὲν οἶδα καὶ θέλω φράζειν.

Δι.‎ λέγε.

Link 1443

Ευ.‎ ὅταν τὰ νῦν ἄπιϲτα πίϲθʼ ἡγώμεθα,

τὰ δʼ ὄντα πίϲτʼ ἄπιϲτα.

Δι.‎ πῶϲ; οὐ μανθάνω.

Critical Apparatus1445ἀμαθέϲτερόν πωϲ εἰπὲ καὶ ϲαφέϲτερον.

Link 1446

Ευ.‎ εἰ τῶν πολιτῶν οἷϲι νῦν πιϲτεύομεν,

1447τούτοιϲ ἀπιϲτήϲαιμεν, οἷϲ δʼ οὐ χρώμεθα,

pg 201Critical Apparatus1448τούτοιϲι χρηϲαίμεϲθα—

Δι.‎ ϲωθείημεν ἄν.

1449

Ευ.‎ εἰ νῦν γε δυϲτυχοῦμεν ἐν τούτοιϲι, πῶϲ

Critical Apparatus1450τἀναντίʼ 〈ἂν〉 πράξαντεϲ οὐ ϲῳζοίμεθʼ ἄν;

_________________________________________________

Link 1454

Δι.‎ τί δαὶ ϲύ; τί λέγειϲ;

Αι.‎ τὴν πόλιν νύν μοι φράϲον

1455πρῶτον τίϲι χρῆται· πότερα τοῖϲ χρηϲτοῖϲ;

Δι.‎ πόθεν;

1456μιϲεῖ κάκιϲτα.

Αι.‎ τοῖϲ πονηροῖϲ δʼ ἥδεται;

1457

Δι.‎ οὐ δῆτʼ ἐκείνη γʼ, ἀλλὰ χρῆται πρὸϲ βίαν.

Link 1458

Αι.‎ πῶϲ οὖν τιϲ ἂν ϲώϲειε τοιαύτην πόλιν,

Critical Apparatus1459ᾗ μήτε χλαῖνα μήτε ϲιϲύρα ξυμφέρει;

1460

Δι.‎ εὕριϲκε νὴ Δίʼ, εἴπερ ἀναδύϲει πάλιν.

Critical Apparatus1461

Αι.‎ ἐκεῖ φράϲαιμʼ ἄν, ἐνθαδὶ δʼ οὐ βούλομαι.

Link 1462

Δι.‎ μὴ δῆτα ϲύ γʼ, ἀλλʼ ἐνθένδʼ ἀνίει τἀγαθά.

Critical Apparatus Link 1463

Αι.‎ τὴν γῆν ὅταν νομίϲωϲι τὴν τῶν πολεμίων

1464εἶναι ϲφετέραν, τὴν δὲ ϲφετέραν τῶν πολεμίων,

1465πόρον δὲ τὰϲ ναῦϲ, ἀπορίαν δὲ τὸν πόρον.

Critical Apparatus Link 1466

Δι.‎ εὖ, πλήν γʼ ὁ δικαϲτὴϲ αὐτὰ καταπίνει μόνοϲ.

Link 1467

Πλ.‎ κρίνοιϲ ἄν.

Δι.‎ αὕτη ϲφῷν κρίϲιϲ γενήϲεται.

Link 1468αἱρήϲομαι γὰρ ὅνπερ ἡ ψυχὴ θέλει.

1469

Ευ.‎ μεμνημένοϲ νυν τῶν θεῶν, οὓϲ ὤμοϲαϲ

Critical Apparatus Link 1470ἦ μὴν ἀπάξειν μʼ οἴκαδʼ, αἱροῦ τοὺϲ φίλουϲ.

Link 1471

Δι.‎ ἡ γλῶττʼ ὀμώμοκʼ, Αἰϲχύλον δʼ αἱρήϲομαι.

1472

Ευ.‎ τί δέδρακαϲ, ὦ μιαρώτατʼ ἀνθρώπων;

Δι.‎ ἐγώ;

pg 202 Link 1473ἔκρινα νικᾶν Αἰϲχύλον. τιὴ γὰρ οὔ;

Critical Apparatus1474

Ευ.‎ αἴϲχιϲτον ἔργον προϲβλέπειϲ μʼ εἰργαϲμένοϲ;

Link 1475

Δι.‎ τί δʼ αἰϲχρόν, ἢν μὴ τοῖϲ θεωμένοιϲ δοκῇ;

1476

Ευ.‎ ὦ ϲχέτλιε, περιόψει με δὴ τεθνηκότα;

1477

Δι.‎ τίϲ δʼ οἶδεν εἰ τὸ ζῆν μέν ἐϲτι κατθανεῖν,

Link 1478τὸ πνεῖν δὲ δειπνεῖν, τὸ δὲ καθεύδειν κῴδιον;

1479

Πλ.‎ χωρεῖτε τοίνυν, ὦ Διόνυϲʼ, εἴϲω.

Δι.‎ τί δαί;

Critical Apparatus Link 1480

Πλ.‎ ἵνα ξενίϲωμεν ϲφὼ πρὶν ἀποπλεῖν.

Δι.‎ εὖ λέγειϲ

1481νὴ τὸν Δίʼ· οὐ γὰρ ἄχθομαι τῷ πράγματι.

Critical Apparatus Link 1482

[ϲτρ.‎Χο.‎ μακάριόϲ γʼ ἀνὴρ ἔχων

Link 1483ξύνεϲιν ἠκριβωμένην.

Critical Apparatus1484πάρα δὲ πολλοῖϲιν μαθεῖν.

1485ὅδε γὰρ εὖ φρονεῖν δοκήϲαϲ

Critical Apparatus1486πάλιν ἄπειϲιν οἴκαδʼ αὖ,

Link 1487ἐπʼ ἀγαθῷ μὲν τοῖϲ πολίταιϲ,

1488ἐπʼ ἀγαθῷ δὲ τοῖϲ ἑαυτοῦ

Critical Apparatus1489ξυγγενέϲι τε καὶ φίλοιϲ〈ι〉,

1490διὰ τὸ ϲυνετὸϲ εἶναι.

Link 1491[ἀντ.‎χαρίεν οὖν μὴ Ϲωκράτει

Link 1492παρακαθήμενον λαλεῖν,

1493ἀποβαλόντα μουϲικὴν

Critical Apparatus1494τά τε μέγιϲτα παραλιπόντα

1495τῆϲ τραγῳδικῆϲ τέχνηϲ.

Critical Apparatus1496τὸ δʼ ἐπὶ ϲεμνοῖϲιν λόγοιϲι

pg 203Critical Apparatus Link 1497καὶ ϲκαριφηϲμοῖϲι λήρων

1498διατριβὴν ἀργὸν ποιεῖϲθαι,

1499παραφρονοῦντοϲ ἀνδρόϲ.

Critical Apparatus Link 1500

Πλ.‎ ἄγε δὴ χαίρων, Αἰϲχύλε, χώρει,

Critical Apparatus Link 1501καὶ ϲῷζε πόλιν τὴν ἡμετέραν

1502γνώμαιϲ ἀγαθαῖϲ, καὶ παίδευϲον

Link 1503τοὺϲ ἀνοήτουϲ· πολλοὶ δʼ εἰϲίν·

Link 1504καὶ δὸϲ τουτὶ Κλεοφῶντι φέρων

Critical Apparatus1505καὶ τουτουϲὶ τοῖϲι ποριϲταῖϲ,

1506Μύρμηκί θʼ ὁμοῦ καὶ Νικομάχῳ

1507τόδε δʼ Ἀρχενόμῳ· καὶ φράζʼ αὐτοῖϲ

1508ταχέωϲ ἥκειν ὡϲ ἐμὲ δευρὶ

1509καὶ μὴ μέλλειν· κἂν μὴ ταχέωϲ

1510ἥκωϲιν, ἐγὼ νὴ τὸν Ἀπόλλω

1511ϲτίξαϲ αὐτοὺϲ καὶ ϲυμποδίϲαϲ

1512μετʼ Ἀδειμάντου τοῦ Λευκολόφου

Link 1513κατὰ γῆϲ ταχέωϲ ἀποπέμψω.

Critical Apparatus Link 1515

Αι.‎ ταῦτα ποιήϲω· ϲὺ δὲ τὸν θᾶκον

1516τὸν ἐμὸν παράδοϲ Ϲοφοκλεῖ τηρεῖν

Critical Apparatus1517καὶ διαϲῴζειν, ἢν ἄρʼ ἐγώ ποτε

Critical Apparatus1518δεῦρʼ ἀφίκωμαι. τοῦτον γὰρ ἐγὼ

1519ϲοφίᾳ κρίνω δεύτερον εἶναι.

Link 1520μέμνηϲο δʼ ὅπωϲ ὁ πανοῦργοϲ ἀνὴρ

1521καὶ ψευδολόγοϲ καὶ βωμολόχοϲ

1522μηδέποτʼ εἰϲ τὸν θᾶκον τὸν ἐμὸν

1523μηδʼ ἄκων ἐγκαθεδεῖται.

1524

Πλ.‎ φαίνετε τοίνυν ὑμεῖϲ τούτῳ

1525λαμπάδαϲ ἱεράϲ, χἄμα προπέμπετε

pg 204Critical Apparatus1526τοῖϲιν τούτου τοῦτον μέλεϲιν

1527καὶ μολπαῖϲιν κελαδοῦντεϲ.

Critical Apparatus Link 1528

Χο.‎ πρῶτα μὲν εὐοδίαν ἀγαθὴν ἀπιόντι ποιητῇ

Critical Apparatus1529εἰϲ φάοϲ ὀρνυμένῳ δότε, δαίμονεϲ οἱ κατὰ γαίαϲ,

Critical Apparatus Link 1530τῇ δὲ πόλει μεγάλων ἀγαθῶν ἀγαθὰϲ ἐπινοίαϲ.

Critical Apparatus Link 1531πάγχυ γὰρ ἐκ μεγάλων ἀχέων παυϲαίμεθʼ ἂν οὕτωϲ

Link 1532ἀργαλέων τʼ ἐν ὅπλοιϲ ξυνόδων. Κλεοφῶν δὲ μαχέϲθω

1533κἄλλοϲ ὁ βουλόμενοϲ τούτων πατρίοιϲ ἐν ἀρούραιϲ.

Notes Settings

Notes

Critical Apparatus
7 ἐκεῖνʼ‎] om. R: δʼ ἐκεῖνʼ‎ Md1U
Critical Apparatus
14 post ποιεῖν‎ sic interpunxit Sommerstein
Critical Apparatus
15 v. del. Dindorf; ante hunc v. lacunam statuit Radermacher
ϲκεύη φέρουϲʼ‎] ϲκευοφοροῦϲʼ‎ MacΘ‎pc: οἳ ϲκευοφοροῦϲʼ‎ GNp1 ἐν] ἐν τῇ‎ R
Critical Apparatus
20 ὅτι] ὅτε‎ A. Palmer
Critical Apparatus
21 καὶ πολλὴ] πολλὴ καὶ‎ Dobree
Critical Apparatus
27 οὕνοϲ‎ vel sim. VAK: ὄνοϲ‎ cett.
Critical Apparatus
33 ἐγὼ οὐκ‎ L: ἔγωγʼ οὐκ‎ vel sim. cett.
Critical Apparatus
36 εἰμὶ‎ V: εἶμι‎ RAKL
Critical Apparatus
48 ἀπεδήμειϲ] ἀποδημεῖϲ‎ Su. π‎ 3070 codd. FV
Critical Apparatus
50 τρεῖϲ‎ G, Meineke: τριϲ‎- cett.
Critical Apparatus
55 πόϲοϲ] ποῖοϲ‎ V
ϲμικρόϲ‎ VK: μικρόϲ‎ RA: μακρόϲ‎ L
Critical Apparatus
57 ἀπαπαῖ‎ Fritzsche, cf. sch. Θ‎: ἀππαπαῖ‎ vel sim. RV, v.l. ap. sch. E: ἀταταῖ‎ Md1 UΘ‎L: ἀτταταῖ‎ vel sim. AK
τῷ] τῳ‎ Fraenkel: del. Blaydes, recepto ἀππαπαῖ‎: an πωϲ‎?
Critical Apparatus
63 γʼ‎ RK: om. VAL
Critical Apparatus
67 totum versum Libero tribuere possis
Critical Apparatus
73 τοῦτο γάρ τοι] τουτὶ γὰρ‎ V
Critical Apparatus
76 οὐ‎ Bentley: οὐχὶ‎ codd.
ὄντʼ‎ codd.: del. Elmsley: ἀντʼ‎ A. Palmer
Critical Apparatus
77 ἀναγαγεῖν] ἀνάγειν‎ RVL
εἴπερ] εἴπερ γʼ‎ LGNp1: εἴ γʼ ἄνδρʼ‎ Radermacher, recepto ἀνάγειν‎
Critical Apparatus
81 κἂν‎ Dobree: καὶ‎ codd.
Critical Apparatus
83 ἀποίχεται] οἴχεται‎ RV, Su. α‎ 124
Critical Apparatus
84 τοῖϲ φίλοιϲ] τοῖϲ ϲοφοῖϲ‎ V s.l., lm. sch. E
Critical Apparatus
90 μύρια‎ ApcMacU: μυρία‎ cett.: μυρίαϲ‎ Dindorf
Critical Apparatus
94–5 ἅπαξ‎ … μόνον‎ Meineke: μόνον‎ … ἅπαξ‎ codd.
Critical Apparatus
103 μἀλλὰ‎ Su. ϲ‎ 187 codd. AFV, sch.: μᾶλλα‎ V: μάλα‎ R: καὶ μάλα‎ AKL
Critical Apparatus
104 ἦ μὴν] καὶ μὴν‎ sch. ad Eur. Hec. 131
Critical Apparatus
108 ἔχων] φέρων‎ LVs1
Critical Apparatus
113 κρήναϲ] κρημνούϲ‎ v.l. ap. sch. E
post ὁδοὺϲ‎ add. καπηλίδαϲ‎ V
Critical Apparatus
118 ὅπῃ‎ VpcUVp3: ὅπωϲ‎ RV, Αγρ,‎ L
ἀφίξομʼ‎ VKL: ἀφιξόμεθʼ‎ Rs.l. A: ἀφικόμεθʼ‎ R
Critical Apparatus
127 ταχεῖαν καὶ κατάντη] κατάντη καὶ ταχεῖαν‎ V
Critical Apparatus
129 κᾆτα] εἶτα‎ R
Critical Apparatus
133 εἷνται‎ Seidler: εἵητε‎ v.l. ap. sch. et Su. ει‎ 157: εἷναι‎ vel εἶναι‎ codd.
Critical Apparatus
134 δύο‎ Athenaeus 2.66b, Su. θ‎ 489 codd. plerique: δύω‎ codd., Su. cod. V
Critical Apparatus
137 ἐπὶ] εἰϲ‎ V
Critical Apparatus
138 πῶϲ‎ VK: πῶϲ γε‎ RAL
Critical Apparatus
143 τοῦτʼ‎ R: ταῦθʼ‎ V: ταῦτʼ‎ AKL
Critical Apparatus
146 ἀείνων‎ Photius, Et. Gen., Su. ϲ‎ 691: ἀείναον‎ V, Eustathius 1625.55: ἀεὶ νῶν‎ cett.
Critical Apparatus
147 ἠδίκηϲε] ἠδίκηκε‎ V
Critical Apparatus
149 ἠλόηϲεν‎ Ammonius, Su. η‎ 255: ἠλοίηϲεν‎ vel sim. codd.
Critical Apparatus
151 τιϲ ῥῆϲιν] ῥῆϲίν τινʼ‎ Cobet, Blaydes
Critical Apparatus
152–3 hos vv. sigmate et antisigmate notabat Aristophanes Byzantinus ap. sch. VE, unde v. 152 delebant quidam, ἢ‎ pro τὴν‎ in v.
Critical Apparatus
154 περίειϲιν‎ R: -ϲι‎ cett.
Critical Apparatus
155 τε] δὲ‎ V
Critical Apparatus
159 ἄγω‎ RV: ἄγων‎ AKL
Critical Apparatus
168 del. Hamaker
τοῦτʼ‎] ταὔτʼ‎ Bergk
Critical Apparatus
169 μὴ εὕρω] μὴ ʼχω‎ v.l. ap. sch.
τότʼ ἔμʼ‎ V6, Krüger: τότε μʼ‎ cett.
ἔμʼ ἄγειν] ἐμὲ δεῖ‎ Platnauer
Critical Apparatus
170 τινʼ‎ Elmsley: τινεϲ‎ codd.
ἐκφέρουϲι‎ EpcUVb3: φέρουϲι‎ cett.
Critical Apparatus
175 ἐὰν‎ AKL: ἵνα‎ R, novit sch.: ἵνα ἂν‎ V
Critical Apparatus
177 ἀναβιῴην]‎ -βιοίην‎ Cobet
Critical Apparatus
178 ὡϲ‎ … κατάρατον‎ Libero tribuere possis
Critical Apparatus
181–2 vices personarum parum certae
Critical Apparatus
182 αὑτή‎ Sommerstein: αὕτη‎ codd.
Critical Apparatus
184 alterum χαῖρʼ ὦ Χάρων‎ servo, tertium servo et Libero tribuit van Leeuwen (cf. etiam sch.)
Critical Apparatus
186 Ὄκνου πλοκάϲ‎ novit Aristarchus ap. Phot. et Su. ο‎ 399: ὄνου πόκαϲ‎ codd., ceteri testes
Critical Apparatus
188 ποῦ] ποῖ‎ EUPar 20: που‎ (Charoni tributum) Radermacher
οὕνεκα‎ AL: εἵνεκα‎ RK: ἕνεκα‎ V
Critical Apparatus
189 ἐϲ κόρακαϲ ὄντωϲ;‎ Libero continuare possis
Critical Apparatus
190 εἴϲβαινε] ἔμβαινε‎ EMUΘ‎
Critical Apparatus
191 κρεῶν] νεκρῶν‎ AK, v.l. ap. sch.
Critical Apparatus
193 οὔκουν‎ Beck: οὐκοῦν‎ codd.
κύκλῳ‎ RV: τρέχων‎ AKL: an δρόμῳ‎?
Critical Apparatus
194 ποῦ] ποῖ‎ V
Αὑαίνου‎ Kock: Αὐ‎- codd., Su. α‎ 1998, τ‎ 655
Critical Apparatus
197 ἔτι πλεῖ‎ Kuster: ἐπιπλεῖ‎ codd.
Critical Apparatus
199 οὗπερ ἐκέλευέϲ‎ RV: οἷπερ ἐκέλευϲάϲ‎ AKL
Critical Apparatus
201 v. om. R
προβαλεῖ]‎ -εῖϲ‎ V
Critical Apparatus
204 ἀθαλάττωτοϲ]‎ -τευτοϲ‎ Kock 208 v. om. R
exclamationem ter praebet V
Critical Apparatus
209 sqq. κοὰξ κοάξ‎ ab altero Ranarum hemichorio cani veri simile est, ut docuit H. Wansborough
Critical Apparatus
214 κοάξ‎ ter V
Critical Apparatus
216 Διόνυϲον] Διώνυϲον‎ Hermann, sed vide Parker, Songs p. 464: τόκον δίγονον‎ dubitanter Sommerstein
Critical Apparatus
217 Λίμναιϲιν] Λίμναιϲ‎ Schroeder: prosodia verbi ἰαχεῖν‎ incerta est
Critical Apparatus
219 Χύτροιϲ‎ Radermacher: Χύτροιϲι‎ codd.
Critical Apparatus
221 γʼ‎] τʼ‎ AKL: om. V
Critical Apparatus
223 v. om. V
Critical Apparatus
227 ἐϲτʼ‎] ἴϲτʼ‎ Blaydes
Critical Apparatus
229 suppl. Hermann
Critical Apparatus
238 ἐκκύψαϲ‎ P19 ut videtur, Par 20ac: ἐγκύψαϲ‎ cett.: an ἐκρήξαϲ‎?
Critical Apparatus
239 v. choro tribuit Vs1, Reisig, Libero cett.
Critical Apparatus
242 φθεγξόμεϲθʼ‎ R: -όμεθʼ‎ VAK: -ώμεθʼ‎ L
Critical Apparatus
243 ἡλάμεϲθα‎ Par 20pc, Musurus: ἡλλάμεϲθα‎ L: ἡλάμεθα‎ fere vett.
Critical Apparatus
245 πολυκολυμβήτοιϲι‎ Fritzsche: πολυκολύμβοιϲι‎ RV: -οιϲ‎ AKL
Critical Apparatus
250, 256, 261 a choro et Libero simul pronuntiari censuit Rogers
Critical Apparatus
252 γʼ ἆρα] γʼ αρ[‎ P19: γʼ ἄρα‎ AK: γὰρ‎ R: τἄρα‎ V
Critical Apparatus
259 φάρυξ‎ RV: φάρυγξ‎ AKL
Critical Apparatus
265 με δῇ‎ RV: με δέῃ‎ A: με δεῖ‎ KL
διʼ‎] δύʼ‎ Tammaro post Radermacher
Critical Apparatus
269 ὢ‎ Dindorf: ὦ‎ codd.
τῷ κωπίῳ] τὠ κωπίω‎ Md1, Blass
Critical Apparatus
270 τὸν] τὸ‎ A
Critical Apparatus
271 Ξανθία‎ V: -ίαϲ‎ cett.
Critical Apparatus
281 φιλοτιμούμενοϲ]‎ -μενον‎ v.l. ap. Su. η‎ 189 et μ‎ 304: [P19]: φιλότιμον γένοϲ‎ V
Critical Apparatus
286 ʼϲτιν‎ R: ʼϲτʼ‎ Md1Θ‎L: om. VAK
ὄπιϲθεν‎ AKL: ἐξόπιϲθεν‎ R: ʼξόπιϲθεν‎ V
ἐξόπιϲθέ‎ EΘ‎Np1L: -θεν‎ RVAK
νῦν]‎ om. R: αὖ‎ V
Critical Apparatus
289 γίγνεται‎ M: γίνεται‎ P19, cett.
Critical Apparatus
290 prius τοτὲ] ποτὲ‎ A
alterum τοτὲ] ποτὲ‎ A
Critical Apparatus
293 τοίνυν] τοίνυν γʼ‎ AL
Critical Apparatus
300 γʼ ἔθʼ‎ Bentley: γʼ ἔϲθʼ‎ A, lm. sch. EM: γʼ‎ RVKL: ἔθʼ‎ Dindorf
Critical Apparatus
308 ϲου‎ R: μου‎ AK: που‎ V: μοι‎ L
Critical Apparatus
311 post hunc v. add. αὐλεῖ τιϲ ἔνδοθεν‎ RVM
Critical Apparatus
312–15 personarum vices incertae; ita distinxit van Leeuwen
Critical Apparatus
313 με] μοι‎ Blaydes; cf. 338
Critical Apparatus
314 αὔρα‎ Md1L, sch. ad Eur. Hec. 447: αὖρα‎ RVK: αὖρά γε‎ A
Critical Apparatus
315 ἠρεμεὶ‎ RAK: [V]: ἠρέμα‎ cett.
Critical Apparatus
318 ἐκεῖνʼ ὦ‎ R: ἐκεῖνο‎ VAKL
Critical Apparatus
320 διʼ ἀγορᾶϲ‎ V, Apollodorus Tarsensis ap. sch. VE, Hsch.: Διαγόραϲ‎ cett., Aristarchus ap. sch.: sententiam interruptam esse censuit van Leeuwen
Critical Apparatus
322 ἐϲτιν, ὡϲ] ἐϲθʼ ἕωϲ‎ V: ἐϲθʼ ὡϲ‎ K
Critical Apparatus
324 πολυτίμητʼ‎ Reisig: πολυτιμήτοιϲ‎ codd.
ἐν‎ om. L
Critical Apparatus
329 περὶ‎ RV ἀμφὶ‎ AKL
Critical Apparatus
333 φιλοπαίγμονα]‎ -παίϲμονα‎ van Herwerden
Critical Apparatus
335 ἱερὰν ὁϲίοιϲ] ὁϲίοιϲ μετὰ‎ Kock
μύϲταιϲ‎ KL: μύϲταιϲι‎ RVA
Critical Apparatus
339 καὶ] πωϲ‎ Blaydes
Critical Apparatus
340 ἐγείρων‎ Meineke, qui etiam ἔγειρʼ ὦ‎ temptavit: ἔγειρε‎ codd.
προϲήκειϲ‎ Sommerstein (παρήκειϲ‎ iam Goligher): γὰρ ἥκειϲ‎ (ἥκει‎ RV) τινάϲϲων‎ codd. vett.: γὰρ ἥκειϲ‎ L: τινάϲϲων‎ Hermann
Critical Apparatus
344 φέγγεται‎ RpcL: φλέγεται‎ VAK
Critical Apparatus
350 φέγγων‎ Bothe (1808), Voss: φλέγων‎ codd.: πέμπων‎ Blaydes
Critical Apparatus
353 ἥβην‎ Holford-Strevens: ἥβαν‎ codd.
Critical Apparatus
354 χρὴ] δεῖ‎ Priscianus 18.175
Critical Apparatus
355 γνώμην‎ MacUVb3, Priscianus 18.213: γνώμῃ‎ cett., Gellius, NA praef. 21: γλώττῃ‎ Plut. Mor. 348 e (sed cf. 349 b)
καθαρεύει‎ MacUVb3, Plutarchus, Gellius: -εύῃ‎ Rac, Priscianus: -εύοι‎ cett.
Critical Apparatus
357 μηδὲ‎ LMNp1Vs1, sch. V, Plutarchus: μήτε‎ cett., sch. RVE
Critical Apparatus
358 βωμολόχοιϲ]‎ -χων‎ Blaydes
ἔπεϲιν‎ Md1UL: ἔπεϲι‎ cett.
ποιούντων‎ Blaydes, von Velsen: ποιοῦϲιν‎ codd.
Critical Apparatus
359 πολίταιϲ‎ KL: πολίτηϲ‎ VA: [R]
Critical Apparatus
362 προδίδωϲιν‎ Dawes: -ωϲι‎ codd.
Critical Apparatus
363 ὢν‎ om. RA, lm. sch. V
Critical Apparatus
365 ναυϲὶν‎ U, Greg. Cor. de dialectis p. 146, Daubuz: -ϲὶ‎ cett.
Critical Apparatus
366 Ἑκαταίων] Ἑκατείων‎ Blaydes
ὑπᾴδων] ἐπᾴδων‎ R
Critical Apparatus
369 αὐδῶ] ἀπαυδῶ‎ RKL, Su. α‎ 2942
ἐπαυδῶ‎ bis Richards: ἀπαυδῶ‎ codd., Gellius NA praef. 21
Critical Apparatus
372 νυν‎ Bentley: νῦν‎ Epc: δὴ νῦν‎ cett.
Critical Apparatus
378 ἀρεῖϲ‎ Scaliger, cf. sch. VE: αἴρειϲ‎ RK: αἴροιϲ‎ A: αἰρήϲειϲ‎ V, lm. sch. R: αἴρηϲ‎ L
Critical Apparatus
382 ϲώϲειν‎ Cobet: ϲώϲει‎ V: ϲῴζειν‎ cett.
Critical Apparatus
384 Δήμητρα‎ RL: -αν‎ VAK
Critical Apparatus
389 γελοῖά μʼ‎] γελοῖʼ ἅμʼ‎ Ct1, Ct2
Critical Apparatus
394 ἄγʼ‎] ἀλλʼ‎ Bentley
Critical Apparatus
404 κατεϲχίϲω μὲν] καταϲχίϲω μὲν‎ R: διδόαμεν‎ Su. ε‎ 3766: καταϲχιϲάμενοϲ‎ Kock
Critical Apparatus
405 τόδε τὸ‎ Bergk: τόνδε τὸν‎ codd.: τόν τε‎ Bentley
Critical Apparatus
407 κἀξηῦρεϲ‎ Meineke: κἀξεῦρεϲ‎ VAKL: ἐξεῦρεϲ‎ R, Su. ρ‎ 29
408 με] μοι‎ P19
Critical Apparatus
412 παραρραγέντοϲ] διαρρ‎- R
Critical Apparatus
418 φράτεραϲ‎ Dindorf: φράτοραϲ‎ codd., Su. φ‎ 692
Critical Apparatus
422 Κλειϲθένουϲ]‎ -ένην‎ U, Ls.l.
Critical Apparatus
427 Ἁναφλύϲτιοϲ‎ Porson: Ἀ‎- codd.
Critical Apparatus
429 τοῦτον‎ VL: τουτονὶ‎ RAK
Ἱπποκίνου‎ Sternbach: Ἱπποβίνου‎ codd., Su. ι‎ 575, sch. ad Eur. Phoen. 28
Critical Apparatus
430 κύϲθῳ‎ Bothe: κύϲθου‎ codd., sch. ad v. 501
Critical Apparatus
437 post παῖ‎ add. τὰ ϲτρώματα‎ RAKL
Critical Apparatus
455 ἱερόν‎ RVK, titulus Rhodi inventus: ἱλαρόν‎ AL
Critical Apparatus
458 περὶ‎ R, Su. ι‎ 121, titulus (cf. 455): περί τε‎ VAKL
Critical Apparatus
462 γεύϲει‎ Bekker: γεύϲη‎ R: γεῦϲαι‎ VAKL
Critical Apparatus
464 haud facile dispicias utrum Aeacus an servus hic loquatur
Critical Apparatus
474 πλευμόνων] πνευ‎- VA, Ks.l., L
Critical Apparatus
475 Ταρτηϲϲία‎ sch. R, Pollux 6.63: -ηϲία‎ codd.
ϲου] ϲοι‎ V
Critical Apparatus
477 Τειθράϲιαι‎ van Leeuwen: Τιθ‎- codd.
Critical Apparatus
483 sunt qui verba ποῦ ʼϲτιν‎ Libero tribuant
προϲθοῦ‎ Dindorf: πρόϲθου‎ codd.
Critical Apparatus
488 οὐκ ἂν‎ V: οὔκουν‎ RAKL
γʼ αὔτʼ‎ RV: ταῦτʼ‎ AKL
Critical Apparatus
494 ληματίαϲ‎ Vγρ,‎ v.l. ap. sch. E et Su. λ‎ 445, cf. Hsch. et Phot.: ληματιᾷϲ‎ cett., Su. ι‎ 239
Critical Apparatus
498 αὔτʼ‎ VAL: αὐτὸν‎ RK
Critical Apparatus
499 Ἡρακλειοξανθίαν‎ L: -κλεο‎- codd. vett.
Critical Apparatus
501 Μελίτηϲ] ἐμελίττηϲ‎ R: μελέτηϲ‎ V
Critical Apparatus
503 incertum est utrum ancilla an servus loquatur
Critical Apparatus
504 ϲʼ‎ ML: om. cett.
Critical Apparatus
505 κατερικτῶν‎ RVL: κατερεικτῶν‎ AK
Critical Apparatus
506 post βοῦν‎ add. τʼ‎ V, δʼ‎ Su. α‎ 3171 cod. M
Critical Apparatus
507 suppl. Blaydes
ἀλλʼ‎] δεῦρʼ‎ R
Critical Apparatus
513 τέ‎ V: γέ‎ cett.
Critical Apparatus
514 ἤδη‎ Tyrwhitt: ἥδʼ‎ vel sim. codd.
Critical Apparatus
515 πῶϲ] πῶϲ γε‎ R
Critical Apparatus
516 κἄρτι] γʼ, ἄρτι‎ Lenting
Critical Apparatus
519 ὀρχηϲτρίϲιν‎ RV: αὐλητρίϲιν‎ AKL
Critical Apparatus
523 Ἡρακλέα ʼνεϲκεύαϲα‎ Elmsley: -κλε ἐϲκεύαϲα‎ R: -κλέα γʼ ἐϲκεύαϲα‎ vel sim. VAKL
Critical Apparatus
524 φλυαρήϲειϲ‎ RL: -ϲῃϲ‎ VAK
Critical Apparatus
526 τί που‎ VK: δή που‎ RAL, Su. ο‎ 823, lm. sch. VE
Critical Apparatus
531 Ἁλκμήνηϲ‎ Lenting: Ἀ‎- codd. (Ἀλκμήνηϲ γʼ‎ A)
Critical Apparatus
532 αὔτʼ‎] αὐτόν‎ R
Critical Apparatus
539 μεταϲτρέφεϲθαι‎ VL: -ϲτρέφειν‎ AK: -ϲτρέφεϲθʼ ἀεὶ‎ R, Su. δ‎ 234, μ‎ 108
Critical Apparatus
543 ϲτρώμαϲιν‎ LVs1: -ϲι‎ cett.
Critical Apparatus
545 οὗτοϲ] καὶ μὴν οὗτοϲ‎ A: αὐτὸϲ‎ R
Critical Apparatus
546 καὐτὸϲ‎ Meineke, cf. sch. R: αὐτὸϲ‎ VAKL: om. R
Critical Apparatus
548 τοῦ χοροῦ‎ van Herwerden, Kock: τοὺϲ χοροὺϲ‎ codd.
τοὺϲ‎ RAKL: τοῦ‎ V
Critical Apparatus
550 ποτε] τότε‎ Vpc, Blaydes
Critical Apparatus
554 ἀνʼ ἡμ‎- Md1Vb3, Pollux 9.64: ἀνημ‎- cett.
ἡμιωβελιαῖα‎ Sommerstein: -βολιαῖα‎ codd., Pollux
Critical Apparatus
557 ἀναγνῶναι] ἂν γνῶναι‎ Elmsley
Critical Apparatus
565 πωϲ‎ Dobree: πω‎ RAKL: που‎ V: an ὅμωϲ‎?
Critical Apparatus
567 τὰϲ] τοὺϲ‎ Callistratus ap. sch.
Critical Apparatus
569 utra caupona loquatur incertum
Critical Apparatus
576 τὰϲ‎ Schaefer: τοὺϲ‎ codd.
χόλικαϲ‎ Schweighäuser: κόλικαϲ‎ codd.
Critical Apparatus
580 τοῦ λόγου] τούτουϲ τοὺϲ λόγουϲ‎ V
Critical Apparatus
582 Ἁλκμήνηϲ‎ van Herwerden: Ἀ‎- codd.
Critical Apparatus
592 suppl. Seidler: ϲαυτὸν ἀεὶ‎ L: om. RVAK et P79 ut videtur
Critical Apparatus
594 ἢν‎ A: ἂν‎ sch. V: εἰ‎ RVKL
ἁλῷϲ ἢ‎ Radermacher: ἁλώϲῃ‎ V: ἁλῷϲ‎ A: ἁλώϲει‎ RKL
Critical Apparatus
595 κἀκβάλῃϲ‎ P79, V: καὶ βάλῃϲ‎ RAKL: κἀκβαλεῖϲ‎ Hermann
Critical Apparatus
597 ʼϲται‎ Dawes: ʼϲτι‎ V: om. P79, RAK: τιϲ‎ L
Critical Apparatus
599b ὅδε‎ Blaydes: ὅτι‎ codd.
Critical Apparatus
600 ταῦτʼ‎ AKL: τοῦτʼ‎ P79, RV
Critical Apparatus
605 de persona vide ad v. 464
Critical Apparatus
607 interpunctionem post κόρακαϲ‎ sustulit Sommerstein
Critical Apparatus
608 Παρδόκαϲ] Ϲπαρδόκαϲ‎ V
Critical Apparatus
609 δευρὶ] δεῦρο‎ R
μάχεϲθε] λάβεϲθε Θγρ,‎ quo recepto τουτουί‎ pro τουτῳί‎ Naber, fort. recte
Critical Apparatus
625 ἔμοιγ· οὕτω δὲ‎ RL: ἔμοιγʼ οὕτωϲ ἄνευ τιμῆϲ‎ V: ἐμέγε τοῦτον δὲ‎ A: ἐμοὶ τοῦτον δὲ‎ K
Critical Apparatus
630 ϲεαυτὸν‎ RA: ἑαυτὸν‎ V: ϲαυτὸν‎ K: ϲὺ ϲαυτὸν‎ L
Critical Apparatus
637 γʼ‎ RV: om. AKL
Critical Apparatus
639 ἡγοῦ‎ … εἶναι‎ Blaydes: εἶναι‎ … ἡγοῦ‎ codd.
Critical Apparatus
643 prius πληγὴν] πληγῇ‎ Blaydes
Critical Apparatus
644–5 personarum vices incertae
Critical Apparatus
644 μʼ ὑποκινήϲαντʼ‎] μʼ ἀπο‎- V: με παρα‎- KL
Critical Apparatus
645 ʼπάταξαϲ;‎ Fraenkel: πατάξαϲ‎ R: πατάξα ϲʼ‎ V: ʼπάταξά ϲʼ‎ AL: πατάξαϲ‎ K
οὐδʼ‎] οὐκ‎ (sine siglo personae) Bothe
δοκεῖϲ] δοκεῖ‎ vel δοκῶ‎ Bentley
Critical Apparatus
647 οὐκ] οὐδʼ‎ Richards
Critical Apparatus
649 τι; ἀτταταῖ‎ Thiersch: ἰατταταῖ‎ KL: ἰαταταῖ‎ A: ἰαττατ‎(τ‎)ατ‎- R, Su. ι‎ 56: τί τατταταῖ‎ V
Critical Apparatus
651 ὁπόθʼ Ἡράκλεια] πότε θἠράκλεια‎ Blaydes
Critical Apparatus
652 ἅνθρωποϲ‎ Dindorf: ἄ‎- codd.
Critical Apparatus
656 τἄρʼ‎ V: ἄρʼ‎ vel ἆρʼ‎ RAK: γʼ ἄρʼ‎ L
Critical Apparatus
659 Πυθῶνʼ ἔχειϲ] Πυθῶ νέμειϲ‎ Blaydes
Critical Apparatus
665 πρωνὸϲ‎ Scaliger: πρῶναϲ‎ codd.
ἁλὸϲ ἐν βένθεϲιν‎ post ἤλγηϲέν τιϲ‎ transp. Hermann ut v. 664 integer esset
Critical Apparatus
668 πω] ʼγὼ‎ Coulon
Critical Apparatus
671 Φερρέφατθʼ‎ Thiersch: Φερρέφατʼ‎ V: Φερϲέφατʼ‎ R: Φερϲέφαϲϲʼ‎ KL: Περϲέφαττʼ‎ A
Critical Apparatus
673 νοῆϲαι‎ V: ποιῆϲαι‎ RAKL
με] ἐμὲ‎ R
Critical Apparatus
680 ἐπιβρέμεται] περι‎- Su. χ‎ 187, sch. RV ad v.93, quod recipere possis si δεινὰ‎ pro δεινὸν‎ scribas
ἐπιβρέμεταί 〈τιϲ〉‎ Blass
Critical Apparatus
682–3 τρύζει‎ Fritzsche: κελαρύζει‎ R, Su. ε‎ 2381 codd. plerique: κελαρύξει‎ Su. codd. GI: κελαδεῖ‎ VAKL
Critical Apparatus
686 ἐϲτι] πολλὰ‎ Vita Aristophanis (l. 38 ap. K.–A.)
Critical Apparatus
690 ἐκγενέϲθαι‎ Md1pcUVs1: ἐγγ‎- cett.
Critical Apparatus
695 ταῦτʼ‎] τοῦτʼ‎ RKL
Critical Apparatus
696 μόνα] μάλα‎ Meineke
Critical Apparatus
697 ὑμῶν] ἡμῶν‎ V
Critical Apparatus
699 αἰτουμένοιϲ]‎ -μένουϲ‎ V
Critical Apparatus
704 ταῦτʼ‎] πάντʼ‎ van Herwerden, fort. recte
Critical Apparatus
711 κυκηϲίτεφροι‎ Radermacher: -τέφρου‎ codd., Su. κ‎ 1744, 2640
ψευδολίτρου‎ RV: -νίτρου‎ AKL
κονίαϲ‎ VL, Pollux 7.39: τε κονίαϲ‎ RAK, Su.
Critical Apparatus
714 ἰδὼν‎ Bentley: εἰδὼϲ‎ codd.
Critical Apparatus
718 γʼ‎ AL: om. RVK
Critical Apparatus
722 δοκεῖ‎ RKL: δοκεῖν‎ VA
Critical Apparatus
727 θʼ‎] δʼ‎ V
Critical Apparatus
729 παλαίϲτραιϲ]‎ -ρᾳ‎ Stobaeus 4.1.28
Critical Apparatus
730 προυϲελοῦμεν‎ R: προϲ‎- VAKL
Πυρρίαιϲ‎ scribendum censuit Blaydes
Critical Apparatus
736 γοῦν] γὰρ‎ Stobaeus
Critical Apparatus
741 ἐξελεγχθέντʼ‎ VA: ἐξελλεχθέντʼ‎ R: ἐξελέγξαντʼ‎ KL
Critical Apparatus
743 ᾤμωξε‎ M: ᾤμωζε‎ Np1: οἴμωζε‎ RVAKL
Critical Apparatus
745 μἀλλʼ‎] μάλα‎ K: μάλʼ‎ V: μάλα γʼ‎ L
Critical Apparatus
747 δὲ‎ RL: δαὶ‎ VAK
Critical Apparatus
748 τοῦθʼ‎ RV: τόθʼ‎ AKL
Critical Apparatus
751 μἀλλὰ‎ Bentley: μᾶλλα‎ R: μάλα‎ VK: καὶ μάλα‎ A: μάλα γʼ‎ L
Critical Apparatus
753 κἀκμιαίνομαι] κἀκμολύνομαι‎ V
Critical Apparatus
757 καὶ] χἠ‎ AL
Critical Apparatus
759 prius μέγα‎ om. V: ϲφόδρα‎ K: γὰρ‎ L
alterum μέγα] πάνυ‎ A
Critical Apparatus
760 καὶ] γὰρ‎ A
Critical Apparatus
762 ὅϲαι] ὁπόϲαι‎ A
Critical Apparatus
763 ϲυντέχνων] ξυν‎- V, sch.
Critical Apparatus
768 τουτὶ] τοῦτο‎ V
Critical Apparatus
772 βαλλαντιοτόμοιϲ‎ R: βαλα‎- VAKL
Critical Apparatus
783 ἐνθαδί‎ Meineke: ἐνθάδε‎ codd.: κἀνθαδί‎ Blaydes
Critical Apparatus
786 αὐτῶν] αὐτοῖν‎ V
Critical Apparatus
788 Αἰϲχύλοϲ‎ Naber: -ον‎ codd.
Critical Apparatus
789 κἀνέβαλε]‎ -βαλλε‎ RV
Critical Apparatus
790 v. del. Wilamowitz
κἀκεῖνοϲ] κἄνεικοϲ‎ Coulon
Critical Apparatus
791 ante Κλειδημίδηϲ‎ interpunxit Meineke
Critical Apparatus
794 γʼ‎ RMd1: om. VAKL
Critical Apparatus
795 τὸ‎ R: τί‎ VAL: τί τὸ‎ K
post ὀλίγον‎ add. γʼ‎ V
Critical Apparatus
797 ϲταθμήϲεται] κριθήϲεται‎ v.l. ap. Poll. 9.52, Su. τ‎ 33 codd. AFM: ϲταθήϲεται‎ Beare
Critical Apparatus
800 ξύμπτυκτα‎ KL, Su. π‎ 1716 codd. AVN, Pollux 10.148: -πτυκα‎ R: -πυκτα‎ V, lm. sch. V Su. cod. G: -πηκτα‎ A, Su. cod. F lm. sch. Ε‎
πλινθεύϲουϲι]‎ -εύουϲι‎ V
γὰρ‎ Kock: γε‎ AKL, Pollux 10.148: τε‎ RV
Critical Apparatus
803 τὸν] τόδʼ‎ Ranke: τάδʼ‎ Blaydes
Critical Apparatus
804 γοῦν‎ VAKL: δʼ οὖν‎ R: (–εν‎)
οὖν‎ EpcMUVs1: γὰρ‎ Su. τ‎ 157 codd. AFVMac
Critical Apparatus
815 περ ἴδῃ] παρίδῃ‎ V
818–21 post 829 transp. Richards (post 825 iam Dobree)
Critical Apparatus
822 δʼ‎ RAL: θʼ‎ V: om. K
Critical Apparatus
826 δὴ] δὲ‎ A, Richards
Critical Apparatus
827 γλῶϲϲʼ ἀνελιϲϲομένη] γλῶϲϲαν ἐλ‎- (sic) V
Critical Apparatus
828 πλευμόνων‎ RV: πνευ‎- AKL
Critical Apparatus
818 ὑψιλόφων‎ U, lm. sch. Ε,‎ cf. sch. RVE: ἱππολόφων‎ RVAKL
Critical Apparatus
819 ϲκινδάλαμοί‎ Dover: ϲκινδαλάμων‎ vel sim. VL, sch. RVE ad v. 824: ϲκινδάλμων‎ vel sim. cett., Su. ϲ‎ 608, sch. RE ad v. 824
παραξονίων‎ Stanford: παραξόνια‎ codd.
ϲμιλεύματά τʼ ἔργων‎ vix sanum: ϲμίλευμά τε γέρρων‎ vel ϲμιλεύματα γέρρων‎ Borth-wick: ϲμιλευματοεργοῦ‎ Heiberg: ϲμιλεύματʼ ἐπῶν τε‎ Blaydes: ϲμιλεύματά τʼ, ἔργα‎ Sommerstein: ϲμιλεύματά τʼ ὄζων‎ (cf. Ar. Rhet. 1414b 18) Wilson 830 μεθείμην] μεθείην‎ RL
Critical Apparatus
833 ἅπερ] ὅπερ‎ V
Critical Apparatus
838 ἀπύλωτον‎ VAKL, cf. Su. α‎ 3720 et sch. VE, Gellius NA 1.15.19: ἀθύρωτον‎ R, Su., α‎ 772, Phrynichus ap. sch.
Critical Apparatus
841 δή με] δὴ ʼμὲ‎ Meineke, fort. recte
Critical Apparatus
843 παῦʼ‎ V: παῦϲʼ‎ RAKL
Critical Apparatus
847 μέλανα‎ R, sch.: μέλαιναν‎ VAKL (sed post παῖδεϲ‎ V)
Critical Apparatus
852 δʼ‎ R: τʼ‎ M: om. VAKL, Su.χ‎ 5
Critical Apparatus
853 ἄναγε‎ P17, R: ἄπαγε‎ cett.
Critical Apparatus
855 θενὼν‎ Blomfield: θενω[‎ P17: θένων‎ RVL: θείνων‎ AK
Critical Apparatus
857 πρέπει] θέμιϲ‎ EUVs1
Critical Apparatus
863 γε‎ RV: τε‎ AKL
Critical Apparatus
865 ϲὺ δὲ δὴ τί‎ L: ϲὺ δὲ τί‎ RAK: τί δαὶ ϲὺ‎ V
Critical Apparatus
866 ἐνθάδε] ἐνθαδί‎ Meineke
Critical Apparatus
867 ἁγὼν‎ Dawes: ἀ‎- codd.
τί δαί;] τιή‎ VL
Critical Apparatus
868 μοι] ἐμοί‎ Bothe
Critical Apparatus
870 ϲοι] ϲοὶ‎ V, Fritzsche
Critical Apparatus
874 ὑπᾴϲατε] ἐπ‎- Θ‎L: προϲ‎- EpcUVs1
Critical Apparatus
877 ὀξυμέριμνοι‎ (vel -ον‎) Blaydes: -οιϲ‎ codd.
Critical Apparatus
880 πορίϲαϲθαι]‎ -ϲθε‎ AL[K]: [P17]
Critical Apparatus
881 ῥήγματα‎ Francke: ῥήματα‎ P17, codd.: κνίϲματα‎ vel ξέϲματα‎ Blaydes: alii alia
Critical Apparatus
882 ὁ‎ Hermann: ὅδε‎ RVAL: om. K: [P17]
Critical Apparatus
888 λαβὼν‎ … λιβανωτόν‎ VAKL: καὶ ϲὺ δὴ λιβανωτὸν λαβών‎ P17: καὶ δὴ ϲὺ λιβανωτὸν λαβών‎ R: λιβανωτὸν καὶ ϲὺ δὴ λαβών‎ Md1pc, Fritzsche 889 θεοῖϲ] θεοί‎ A: [P17]
Critical Apparatus
890 ϲου‎ R: ϲοι‎ cett. (-εϲ οι‎ P17)
Critical Apparatus
891 δὴ] νῦν‎ AL
Critical Apparatus
892 γλώττηϲ‎ RV: γλώϲϲηϲ‎ AKL: [P17]
Critical Apparatus
893 ξύνεϲι‎ P17, R: -ϲιϲ‎ VAKL
Critical Apparatus
895 ἡμεῖϲ 〈γʼ〉‎ Cobet
Critical Apparatus
896b suppl. Kock
ἐμμελείαϲ‎ Kock: -ειαν‎ codd.: del. Dindorf
Critical Apparatus
901 λέξειν] λέξαι‎ RAMd1, Su. κ‎ 981: [P17]
Critical Apparatus
903 αὐτοπρέμνοιϲ‎ … λόγοιϲιν]‎ -ουϲ τοὺϲ‎ -ουϲ 〈εἶτʼ〉‎ Blaydes post Reiske