Jump to Content

Main Text

pg 1ΙΛΙΑΔΟΣ Α‎

  • Critical Apparatus1Μῆνιν ἄειδε, θεά, Πηληϊάδεω Ἀχιλῆος
  • 2οὐλομένην, ἣ μυρί᾽ Ἀχαιοῖς ἄλγε᾽ ἔθηκε‎,
  • Critical Apparatus3πολλὰς δ᾽ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν
  • Critical Apparatus4ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν
  • Critical Apparatus5οἰωνοῖσί τε πᾶσι, Διὸς δ᾽ ἐτελείετο βουλή‎,
  • 6ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε
  • 7Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς‎.
  • Critical Apparatus8    Τίς τ᾽ ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι‎;
  • 9Λητοῦς καὶ Διὸς υἱός· ὁ γὰρ βασιλῆϊ χολωθεὶς
  • 10νοῦσον ἀνὰ στρατὸν ὦρσε κακήν, ὀλέκοντο δὲ λαοί‎,
  • Critical Apparatus11οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα
  • 12Ἀτρεΐδης· ὁ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
  • 13λυσόμενός τε θύγατρα φέρων τ᾽ ἀπερείσι᾽ ἄποινα‎,
  • 14στέμματ᾽ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος
  • Critical Apparatus15χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς‎,
  • Critical Apparatus16Ἀτρεΐδα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν·
  • pg 217"Ἀτρεΐδαι τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί‎,
  • 18ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματ᾽ ἔχοντες
  • 19ἐκπέρσαι Πριάμοιο πόλιν, εὖ δ᾽ οἴκαδ᾽ ἱκέσθαι·
  • Critical Apparatus20παῖδα δ᾽ ἐμοὶ λύσαιτε φίλην, τὰ δ᾽ ἄποινα δέχεσθαι‎,
  • 21ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα‎."
  • 22    Ἔνθ᾽ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ
  • 23αἰδεῖσθαί θ᾽ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα·
  • Critical Apparatus24ἀλλ᾽ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ‎,
  • 25ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ᾽ ἐπὶ μῦθον ἔτελλε·
  • 26"μή σε, γέρον, κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω
  • 27ἢ νῦν δηθύνοντ᾽ ἢ ὕστερον αὖτις ἰόντα‎,
  • 28μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο·
  • Critical Apparatus29τὴν δ᾽ ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν
  • 30ἡμετέρῳ ἐνὶ οἴκῳ, ἐν Ἄργεϊ, τηλόθι πάτρης‎,
  • 31ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν·
  • 32ἀλλ᾽ ἴθι, μή μ᾽ ἐρέθιζε, σαώτερος ὥς κε νέηαι‎."
  • 33    Ὣς ἔφατ᾽, ἔδεισεν δ᾽ ὁ γέρων καὶ ἐπείθετο μύθῳ·
  • Critical Apparatus34βῆ δ᾽ ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης·
  • 35πολλὰ δ᾽ ἔπειτ᾽ ἀπάνευθε κιὼν ἠρᾶθ᾽ ὁ γεραιὸς
  • 36Ἀπόλλωνι ἄνακτι, τὸν ἠΰκομος τέκε Λητώ·
  • 37"κλῦθί μευ, ἀργυρότοξ᾽, ὃς Χρύσην ἀμφιβέβηκας
  • Critical Apparatus38Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις‎,
  • Critical Apparatus39Σμινθεῦ, εἴ ποτέ τοι χαρίεντ᾽ ἐπὶ νηὸν ἔρεψα‎,
  • 40ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί᾽ ἔκηα
  • 41ταύρων ἠδ᾽ αἰγῶν, τόδε μοι κρήηνον ἐέλδωρ·
  • Critical Apparatus42τείσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν‎."
  • 43    Ὣς ἔφατ᾽ εὐχόμενος, τοῦ δ᾽ ἔκλυε Φοῖβος Ἀπόλλων‎,
  • 44βῆ δὲ κατ᾽ Οὐλύμποιο καρήνων χωόμενος κῆρ‎,
  • 45τόξ᾽ ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην·
  • pg 3Critical Apparatus46ἔκλαγξαν δ᾽ ἄρ᾽ ὀϊστοὶ ἐπ᾽ ὤμων χωομένοιο‎,
  • Critical Apparatus47αὐτοῦ κινηθέντος· ὁ δ᾽ ἤϊε νυκτὶ ἐοικώς‎.
  • 48ἕζετ᾽ ἔπειτ᾽ ἀπάνευθε νεῶν, μετὰ δ᾽ ἰὸν ἕηκε·
  • 49δεινὴ δὲ κλαγγὴ γένετ᾽ ἀργυρέοιο βιοῖο·
  • 50οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς‎,
  • 51αὐτὰρ ἔπειτ᾽ αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς
  • 52βάλλ᾽· αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί‎.
  • 53    Ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο‎,
  • 54τῇ δεκάτῃ δ᾽ ἀγορήνδε καλέσσατο λαὸν Ἀχιλλεύς·
  • 55τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη·
  • Critical Apparatus56κήδετο γὰρ Δαναῶν, ὅτι ῥα θνήσκοντας ὁρᾶτο‎.
  • 57οἱ δ᾽ ἐπεὶ οὖν ἤγερθεν ὁμηγερέες τ' ἐγένοντο‎,
  • 58τοῖσι δ᾽ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  • Critical Apparatus59"Ἀτρεΐδη, νῦν ἄμμε παλιμπλαγχθέντας ὀΐω
  • Critical Apparatus60ἂψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν‎,
  • 61εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς·
  • 62ἀλλ᾽ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα‎,
  • Critical Apparatus63ἢ καὶ ὀνειροπόλον, καὶ γάρ τ᾽ ὄναρ ἐκ Διός ἐστιν‎,
  • 64ὅς κ᾽ εἴποι ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων‎,
  • Critical Apparatus65εἴτ᾽ ἄρ᾽ ὅ γ᾽ εὐχωλῆς ἐπιμέμφεται εἴθ᾽ ἑκατόμβης‎,
  • 66αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων
  • 67βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι‎."
  • Critical Apparatus68    Ἤτοι ὅ γ᾽ ὣς εἰπὼν κατ᾽ ἄρ᾽ ἕζετο· τοῖσι δ᾽ ἀνέστη
  • Critical Apparatus69Κάλχας Θεστορίδης, οἰωνοπόλων ὄχ᾽ ἄριστος‎,
  • 70ὃς ᾔδη τά τ᾽ ἐόντα τά τ᾽ ἐσσόμενα πρό τ᾽ ἐόντα‎,
  • 71καὶ νήεσσ᾽ ἡγήσατ᾽ Ἀχαιῶν Ἴλιον εἴσω
  • 72ἣν διὰ μαντοσύνην, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων·
  • Critical Apparatus73ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
  • pg 474"ὦ Ἀχιλεῦ, κέλεαί με, Διῒ φίλε, μυθήσασθαι
  • 75μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος·
  • 76τοιγὰρ ἐγὼν ἐρέω· σὺ δὲ σύνθεο καί μοι ὄμοσσον
  • 77ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν·
  • 78ἦ γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων
  • 79Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί·
  • Critical Apparatus80κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ·
  • 81εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ‎,
  • 82ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ‎,
  • Critical Apparatus83ἐν στήθεσσιν ἑοῖσι· σὺ δὲ φράσαι εἴ με σαώσεις‎."
  • 84    Τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  • Critical Apparatus85"θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅ τι οἶσθα·
  • Critical Apparatus86οὐ μὰ γὰρ Ἀπόλλωνα Διῒ φίλον, ᾧ τε σύ, Κάλχαν‎,
  • 87εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις‎,
  • 88οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο
  • 89σοὶ κοίλῃς παρὰ νηυσὶ βαρείας χεῖρας ἐποίσει
  • 90συμπάντων Δαναῶν, οὐδ᾽ ἢν Ἀγαμέμνονα εἴπῃς‎,
  • Critical Apparatus91ὃς νῦν πολλὸν ἄριστος Ἀχαιῶν εὔχεται εἶναι‎."
  • 92    Καὶ τότε δὴ θάρσησε καὶ ηὔδα μάντις ἀμύμων·
  • Critical Apparatus93"οὔτ᾽ ἄῤ ὅ γ᾽ εὐχωλῆς ἐπιμέμφεται οὔθ᾽ ἑκατόμβης‎,
  • 94ἀλλ᾽ ἕνεκ᾽ ἀρητῆρος, ὃν ἠτίμησ᾽ Ἀγαμέμνων
  • Critical Apparatus95οὐδ᾽ ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατ᾽ ἄποινα‎,
  • Critical Apparatus96τοὔνεκ᾽ ἄρ᾽ ἄλγε᾽ ἔδωκεν ἑκηβόλος ἠδ᾽ ἔτι δώσει·
  • Critical Apparatus97οὐδ᾽ ὅ γε πρὶν Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει‎,
  • 98πρίν γ᾽ ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην
  • 99ἀπριάτην ἀνάποινον, ἄγειν θ᾽ ἱερὴν ἑκατόμβην
  • Critical Apparatus100ἐς Χρύσην· τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν‎."
  • 101    Ἤτοι ὅ γ᾽ ὣς εἰπὼν κατ᾽ ἄρ᾽ ἕζετο· τοῖσι δ᾽ ἀνέστη
  • 102ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
  • pg 5103ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφὶ μέλαιναι
  • 104πίμπλαντ᾽, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην·
  • 105Κάλχαντα πρώτιστα κάκ᾽ ὀσσόμενος προσέειπε·
  • 106"μάντι κακῶν, οὐ πώ ποτέ μοι τὸ κρήγυον εἶπας·
  • 107αἰεί τοι τὰ κάκ᾽ ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι‎,
  • Critical Apparatus108ἐσθλὸν δ᾽ οὔτε τί πω εἶπας ἔπος οὔτ᾽ ἐτέλεσσας·
  • 109καὶ νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύεις
  • Critical Apparatus110ὡς δὴ τοῦδ᾽ ἕνεκά σφιν ἑκηβόλος ἄλγεα τεύχει‎,
  • 111οὕνεκ᾽ ἐγὼ κούρης Χρυσηΐδος ἀγλά᾽ ἄποινα
  • 112οὐκ ἔθελον δέξασθαι, ἐπεὶ πολὺ βούλομαι αὐτὴν
  • Critical Apparatus113οἴκοι ἔχειν· καὶ γάρ ῥα Κλυταιμνήστρης προβέβουλα
  • 114κουριδίης ἀλόχου, ἐπεὶ οὔ ἑθέν ἐστι χερείων‎,
  • 115οὐ δέμας οὐδὲ φυήν, οὔτ᾽ ἂρ φρένας οὔτέ τι ἔργα‎.
  • 116ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν, εἰ τό γ᾽ ἄμεινον·
  • Critical Apparatus117βούλομ᾽ ἐγὼ λαὸν σῶν ἔμμεναι ἢ ἀπολέσθαι·
  • 118αὐτὰρ ἐμοὶ γέρας αὐτίχ᾽ ἑτοιμάσατ᾽, ὄφρα μὴ οἶος
  • 119Ἀργείων ἀγέραστος ἔω, ἐπεὶ οὐδὲ ἔοικε·
  • 120λεύσσετε γὰρ τό γε πάντες, ὅ μοι γέρας ἔρχεται ἄλλῃ‎."
  • 121    Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς·
  • Critical Apparatus122"Ἀτρεΐδη κύδιστε, φιλοκτεανώτατε πάντων‎,
  • 123πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί‎;
  • Critical Apparatus124οὐδέ τί που ἴδμεν ξυνήϊα κείμενα πολλά·
  • 125ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν, τὰ δέδασται‎,
  • 126λαοὺς δ᾽ οὐκ ἐπέοικε παλίλλογα ταῦτ᾽ ἐπαγείρειν‎.
  • 127ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες· αὐτὰρ Ἀχαιοὶ
  • 128τριπλῇ τετραπλῇ τ᾽ ἀποτείσομεν, αἴ κέ ποθι Ζεὺς
  • 129δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι‎."
  • 130    Τὸν δ᾽ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
  • 131"μὴ δὴ οὕτως, ἀγαθός περ ἐών, θεοείκελ᾽ Ἀχιλλεῦ‎,
  • pg 6132κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις‎.
  • Critical Apparatus133ἦ ἐθέλεις, ὄφρ᾽ αὐτὸς ἔχῃς γέρας, αὐτὰρ ἔμ᾽ αὔτως
  • 134ἧσθαι δευόμενον, κέλεαι δέ με τήνδ᾽ ἀποδοῦναι‎;
  • 135ἀλλ᾽ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί‎,
  • 136ἄρσαντες κατὰ θυμόν, ὅπως ἀντάξιον ἔσται·
  • Critical Apparatus137εἰ δέ κε μὴ δώωσιν, ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι
  • 138ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας, ἢ Ὀδυσῆος
  • Critical Apparatus139ἄξω ἑλών· ὁ δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι‎.
  • 140ἀλλ᾽ ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις‎,
  • 141νῦν δ᾽ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν‎,
  • Critical Apparatus142ἐν δ᾽ ἐρέτας ἐπιτηδὲς ἀγείρομεν, ἐς δ᾽ ἑκατόμβην
  • Critical Apparatus143θείομεν, ἂν δ᾽ αὐτὴν Χρυσηΐδα καλλιπάρῃον
  • 144βήσομεν· εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω‎,
  • 145ἢ Αἴας ἢ Ἰδομενεὺς ἢ δῖος Ὀδυσσεὺς
  • 146ἠὲ σύ, Πηλεΐδη, πάντων ἐκπαγλότατ᾽ ἀνδρῶν‎,
  • 147ὄφρ᾽ ἡμῖν ἑκάεργον ἱλάσσεαι ἱερὰ ῥέξας‎."
  • 148    Τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  • 149"ὤ μοι, ἀναιδείην ἐπιειμένε, κερδαλεόφρον‎,
  • 150πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶν
  • 151ἢ ὁδὸν ἐλθέμεναι ἢ ἀνδράσιν ἶφι μάχεσθαι‎;
  • 152οὐ γὰρ ἐγὼ Τρώων ἕνεκ᾽ ἤλυθον αἰχμητάων
  • 153δεῦρο μαχησόμενος, ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν·
  • 154οὐ γάρ πώ ποτ᾽ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους‎,
  • 155οὐδέ ποτ᾽ ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃ
  • 156καρπὸν ἐδηλήσαντ᾽, ἐπεὶ ἦ μάλα πολλὰ μεταξὺ
  • Critical Apparatus157οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα·
  • 158ἀλλὰ σοί, ὦ μέγ᾽ ἀναιδές, ἅμ᾽ ἑσπόμεθ᾽, ὄφρα σὺ χαίρῃς‎,
  • Critical Apparatus159τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε, κυνῶπα‎,
  • Critical Apparatus160πρὸς Τρώων· τῶν οὔ τι μετατρέπῃ οὐδ᾽ ἀλεγίζεις·
  • 161καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς‎,
  • pg 7Critical Apparatus162ᾧ ἔπι πολλὰ μόγησα, δόσαν δέ μοι υἷες Ἀχαιῶν‎.
  • Critical Apparatus163οὐ μὲν σοί ποτε ἶσον ἔχω γέρας, ὁππότ᾽ Ἀχαιοὶ
  • 164Τρώων ἐκπέρσωσ᾽ εὖ ναιόμενον πτολίεθρον·
  • 165ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο
  • 166χεῖρες ἐμαὶ διέπουσ᾽· ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται‎,
  • 167σοὶ τὸ γέρας πολὺ μεῖζον, ἐγὼ δ᾽ ὀλίγον τε φίλον τε
  • Critical Apparatus168ἔρχομ᾽ ἔχων ἐπὶ νῆας, ἐπεί κε κάμω πολεμίζων‎.
  • Critical Apparatus169νῦν δ᾽ εἶμι Φθίηνδ᾽, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν
  • 170οἴκαδ᾽ ἴμεν σὺν νηυσὶ κορωνίσιν, οὐδέ σ᾽ ὀΐω
  • 171ἐνθάδ᾽ ἄτιμος ἐὼν ἄφενος καὶ πλοῦτον ἀφύξειν‎."
  • 172    Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
  • Critical Apparatus173"φεῦγε μάλ᾽, εἴ τοι θυμὸς ἐπέσσυται, οὐδέ σ᾽ ἔγωγε
  • 174λίσσομαι εἵνεκ᾽ ἐμεῖο μένειν· πάρ᾽ ἔμοιγε καὶ ἄλλοι
  • 175οἵ κέ με τιμήσουσι, μάλιστα δὲ μητίετα Ζεύς‎.
  • 176ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων·
  • Critical Apparatus177αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε·
  • Critical Apparatus178εἰ μάλα καρτερός ἐσσι, θεός που σοὶ τό γ᾽ ἔδωκεν·
  • 179οἴκαδ᾽ ἰὼν σὺν νηυσί τε σῇς καὶ σοῖς ἑτάροισι
  • 180Μυρμιδόνεσσιν ἄνασσε, σέθεν δ᾽ ἐγὼ οὐκ ἀλεγίζω‎,
  • 181οὐδ᾽ ὄθομαι κοτέοντος· ἀπειλήσω δέ τοι ὧδε·
  • 182ὡς ἔμ᾽ ἀφαιρεῖται Χρυσηΐδα Φοῖβος Ἀπόλλων‎,
  • 183τὴν μὲν ἐγὼ σὺν νηΐ τ᾽ ἐμῇ καὶ ἐμοῖς ἑτάροισι
  • 184πέμψω, ἐγὼ δέ κ᾽ ἄγω Βρισηΐδα καλλιπάρῃον
  • 185αὐτὸς ἰὼν κλισίηνδε, τὸ σὸν γέρας, ὄφρ᾽ ἐῢ εἰδῇς
  • 186ὅσσον φέρτερός εἰμι σέθεν, στυγέῃ δὲ καὶ ἄλλος
  • 187ἶσον ἐμοὶ φάσθαι καὶ ὁμοιωθήμεναι ἄντην‎."
  • 188    Ὣς φάτο· Πηλεΐωνι δ᾽ ἄχος γένετ᾽, ἐν δέ οἱ ἦτορ
  • 189στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν‎,
  • 190ἢ ὅ γε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
  • 191τοὺς μὲν ἀναστήσειεν, ὁ δ᾽ Ἀτρεΐδην ἐναρίζοι‎,
  • pg 8Critical Apparatus192ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν‎.
  • 193ἧος ὁ ταῦθ᾽ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν‎,
  • 194ἕλκετο δ᾽ ἐκ κολεοῖο μέγα ξίφος, ἦλθε δ᾽ Ἀθήνη
  • Critical Apparatus195οὐρανόθεν· πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη‎,
  • 196ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε·
  • Critical Apparatus197στῆ δ᾽ ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλεΐωνα
  • Critical Apparatus198οἴῳ φαινομένη· τῶν δ᾽ ἄλλων οὔ τις ὁρᾶτο·
  • 199θάμβησεν δ᾽ Ἀχιλεύς, μετὰ δ᾽ ἐτράπετ᾽, αὐτίκα δ᾽ ἔγνω
  • 200Παλλάδ᾽ Ἀθηναίην· δεινὼ δέ οἱ ὄσσε φάανθεν·
  • 201καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  • 202"τίπτ᾽ αὖτ᾽, αἰγιόχοιο Διὸς τέκος, εἰλήλουθας‎;
  • Critical Apparatus203ἦ ἵνα ὕβριν ἴδῃ Ἀγαμέμνονος Ἀτρεΐδαο‎;
  • Critical Apparatus204ἀλλ᾽ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τελέεσθαι ὀΐω·
  • 205ᾗς ὑπεροπλίῃσι τάχ᾽ ἄν ποτε θυμὸν ὀλέσσῃ‎."
  • 206    Τὸν δ᾽ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
  • Critical Apparatus207"ἦλθον ἐγὼ παύσουσα τὸ σὸν μένος, αἴ κε πίθηαι‎,
  • 208οὐρανόθεν· πρὸ δέ μ᾽ ἧκε θεὰ λευκώλενος Ἥρη
  • 209ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε·
  • 210ἀλλ᾽ ἄγε λῆγ᾽ ἔριδος, μηδὲ ξίφος ἕλκεο χειρί·
  • 211ἀλλ᾽ ἤτοι ἔπεσιν μὲν ὀνείδισον ὡς ἔσεταί περ·
  • Critical Apparatus212ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
  • 213καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶρα
  • 214ὕβριος εἵνεκα τῆσδε· σὺ δ᾽ ἴσχεο, πείθεο δ᾽ ἡμῖν‎."
  • 215    Τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  • 216"χρὴ μὲν σφωΐτερόν γε, θεά, ἔπος εἰρύσσασθαι
  • 217καὶ μάλα περ θυμῷ κεχολωμένον· ὧς γὰρ ἄμεινον·
  • 218ὅς κε θεοῖς ἐπιπείθηται, μάλα τ᾽ ἔκλυον αὐτοῦ‎."
  • Critical Apparatus219    Ἦ καὶ ἐπ᾽ ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν‎,
  • 220ἂψ δ᾽ ἐς κουλεὸν ὦσε μέγα ξίφος, οὐδ᾽ ἀπίθησε
  • pg 9221μύθῳ Ἀθηναίης· ἡ δ᾽ Οὔλυμπόνδε βεβήκει
  • 222δώματ᾽ ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους‎.
  • 223    Πηλεΐδης δ᾽ ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν
  • 224Ἀτρεΐδην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο·
  • Critical Apparatus225"οἰνοβαρές, κυνὸς ὄμματ᾽ ἔχων, κραδίην δ᾽ ἐλάφοιο‎,
  • 226οὔτε ποτ᾽ ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι
  • 227οὔτε λόχονδ᾽ ἰέναι σὺν ἀριστήεσσιν Ἀχαιῶν
  • 228τέτληκας θυμῷ· τὸ δέ τοι κὴρ εἴδεται εἶναι‎.
  • 229ἦ πολὺ λώϊόν ἐστι κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν
  • 230δῶρ᾽ ἀποαιρεῖσθαι ὅς τις σέθεν ἀντίον εἴπῃ·
  • 231δημοβόρος βασιλεύς, ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις·
  • 232ἦ γὰρ ἄν, Ἀτρεΐδη, νῦν ὕστατα λωβήσαιο‎.
  • 233ἀλλ᾽ ἔκ τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι·
  • 234ναὶ μὰ τόδε σκῆπτρον, τὸ μὲν οὔ ποτε φύλλα καὶ ὄζους
  • 235φύσει, ἐπεὶ δὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν‎,
  • 236οὐδ᾽ ἀναθηλήσει· περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε
  • 237φύλλα τε καὶ φλοιόν· νῦν αὖτέ μιν υἷες Ἀχαιῶν
  • 238ἐν παλάμῃς φορέουσι δικασπόλοι, οἵ τε θέμιστας
  • 239πρὸς Διὸς εἰρύαται· ὁ δέ τοι μέγας ἔσσεται ὅρκος·
  • 240ἦ ποτ᾽ Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν
  • Critical Apparatus241σύμπαντας· τότε δ᾽ οὔ τι δυνήσεαι ἀχνύμενός περ
  • 242χραισμεῖν, εὖτ᾽ ἂν πολλοὶ ὑφ᾽ Ἕκτορος ἀνδροφόνοιο
  • 243θνῄσκοντες πίπτωσι· σὺ δ᾽ ἔνδοθι θυμὸν ἀμύξεις
  • 244χωόμενος ὅ τ᾽ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτεισας‎."
  • 245    Ὣς φάτο Πηλεΐδης, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ
  • 246χρυσείοις ἥλοισι πεπαρμένον, ἕζετο δ᾽ αὐτός·
  • 247Ἀτρεΐδης δ᾽ ἑτέρωθεν ἐμήνιε· τοῖσι δὲ Νέστωρ
  • 248ἡδυεπὴς ἀνόρουσε, λιγὺς Πυλίων ἀγορητής‎,
  • Critical Apparatus249τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή·
  • 250τῷ δ᾽ ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων
  • Critical Apparatus251ἐφθίαθ᾽, οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδ᾽ ἐγένοντο
  • 252ἐν Πύλῳ ἠγαθέῃ, μετὰ δὲ τριτάτοισιν ἄνασσεν·
  • pg 10253ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
  • 254"ὦ πόποι, ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει·
  • 255ἦ κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδες
  • 256ἄλλοι τε Τρῶες μέγα κεν κεχαροίατο θυμῷ‎,
  • 257εἰ σφῶϊν τάδε πάντα πυθοίατο μαρναμένοιϊν‎,
  • Critical Apparatus258οἳ περὶ μὲν βουλὴν Δαναῶν, περὶ δ᾽ ἐστὲ μάχεσθαι‎.
  • 259ἀλλὰ πίθεσθ᾽· ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο·
  • Critical Apparatus260ἤδη γάρ ποτ᾽ ἐγὼ καὶ ἀρείοσιν ἠέ περ ὑμῖν
  • 261ἀνδράσιν ὡμίλησα, καὶ οὔ ποτέ μ᾽ οἵ γ᾽ ἀθέριζον‎.
  • 262οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι‎,
  • 263οἷον Πειρίθοόν τε Δρύαντά τε, ποιμένα λαῶν‎,
  • 264Καινέα τ᾽ Ἐξάδιόν τε καὶ ἀντίθεον Πολύφημον‎,
  • Critical Apparatus265Θησέα τ᾽ Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισι·
  • 266κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν·
  • 267κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο‎,
  • Critical Apparatus268φηρσὶν ὀρεσκῴοισι, καὶ ἐκπάγλως ἀπόλεσσαν‎.
  • 269καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθών‎,
  • 270τηλόθεν ἐξ ἀπίης γαίης· καλέσαντο γὰρ αὐτοί·
  • Critical Apparatus271καὶ μαχόμην κατ᾽ ἔμ᾽ αὐτὸν ἐγώ· κείνοισι δ᾽ ἂν οὔ τις
  • 272τῶν οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι μαχέοιτο·
  • Critical Apparatus273καὶ μέν μευ βουλέων ξύνιεν πείθοντό τε μύθῳ·
  • 274ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον·
  • 275μήτε σὺ τόνδ᾽ ἀγαθός περ ἐὼν ἀποαίρεο κούρην‎,
  • 276ἀλλ᾽ ἔα, ὥς οἱ πρῶτα δόσαν γέρας υἷες Ἀχαιῶν·
  • 277μήτε σύ, Πηλεΐδη, ἔθελ᾽ ἐριζέμεναι βασιλῆϊ
  • 278ἀντιβίην, ἐπεὶ οὔ ποθ᾽ ὁμοίης ἔμμορε τιμῆς
  • 279σκηπτοῦχος βασιλεύς, ᾧ τε Ζεὺς κῦδος ἔδωκεν‎.
  • 280εἰ δὲ σὺ καρτερός ἐσσι, θεὰ δέ σε γείνατο μήτηρ‎,
  • Critical Apparatus281ἀλλ᾽ ὅ γε φέρτερός ἐστιν, ἐπεὶ πλεόνεσσιν ἀνάσσει‎.
  • pg 11282Ἀτρεΐδη, σὺ δὲ παῦε τεὸν μένος· αὐτὰρ ἔγωγε
  • 283λίσσομ᾽ Ἀχιλλῆϊ μεθέμεν χόλον, ὃς μέγα πᾶσιν
  • 284ἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο‎."
  • 285    Τὸν δ᾽ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
  • 286"ναὶ δὴ ταῦτά γε πάντα, γέρον, κατὰ μοῖραν ἔειπες·
  • 287ἀλλ᾽ ὅδ᾽ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων‎,
  • 288πάντων μὲν κρατέειν ἐθέλει, πάντεσσι δ᾽ ἀνάσσειν‎,
  • 289πᾶσι δὲ σημαίνειν, ἅ τιν᾽ οὐ πείσεσθαι ὀΐω·
  • 290εἰ δέ μιν αἰχμητὴν ἔθεσαν θεοὶ αἰὲν ἐόντες‎,
  • 291τοὔνεκά οἱ προθέουσιν ὀνείδεα μυθήσασθαι‎;"
  • 292    Τὸν δ᾽ ἄρ᾽ ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλλεύς·
  • 293"ἦ γάρ κεν δειλός τε καὶ οὐτιδανὸς καλεοίμην‎,
  • 294εἰ δὴ σοὶ πᾶν ἔργον ὑπείξομαι ὅττι κεν εἴπῃς·
  • 295ἄλλοισιν δὴ ταῦτ᾽ ἐπιτέλλεο, μὴ γὰρ ἔμοιγε
  • Critical Apparatus296σήμαιν᾽· οὐ γὰρ ἔγωγ᾽ ἔτι σοὶ πείσεσθαι ὀΐω‎.
  • 297ἄλλο δέ τοι ἐρέω, σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσι·
  • Critical Apparatus298χερσὶ μὲν οὔ τοι ἔγωγε μαχήσομαι εἵνεκα κούρης
  • Critical Apparatus299οὔτε σοὶ οὔτε τῳ ἄλλῳ, ἐπεί μ᾽ ἀφέλεσθέ γε δόντες·
  • 300τῶν δ᾽ ἄλλων ἅ μοί ἐστι θοῇ παρὰ νηῒ μελαίνῃ‎,
  • 301τῶν οὐκ ἄν τι φέροις ἀνελὼν ἀέκοντος ἐμεῖο·
  • 302εἰ δ᾽ ἄγε μὴν πείρησαι, ἵνα γνώωσι καὶ οἵδε·
  • 303αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί‎."
  • Critical Apparatus304    Ὣς τώ γ᾽ ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσιν
  • 305ἀνστήτην, λῦσαν δ᾽ ἀγορὴν παρὰ νηυσὶν Ἀχαιῶν·
  • 306Πηλεΐδης μὲν ἐπὶ κλισίας καὶ νῆας ἐΐσας
  • 307ἤϊε σύν τε Μενοιτιάδῃ καὶ οἷς ἑτάροισιν·
  • 308Ἀτρεΐδης δ᾽ ἄρα νῆα θοὴν ἅλαδε προέρυσσεν‎,
  • Critical Apparatus309ἐν δ᾽ ἐρέτας ἔκρινεν ἐείκοσιν, ἐς δ᾽ ἑκατόμβην
  • 310βῆσε θεῷ, ἀνὰ δὲ Χρυσηΐδα καλλιπάρῃον
  • Critical Apparatus311εἷσεν ἄγων· ἐν δ᾽ ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς‎.
  • pg 12312    Οἱ μὲν ἔπειτ᾽ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα‎,
  • 313λαοὺς δ᾽ Ἀτρεΐδης ἀπολυμαίνεσθαι ἄνωγεν·
  • Critical Apparatus314οἱ δ᾽ ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματα βάλλον‎,
  • 315ἕρδον δ᾽ Ἀπόλλωνι τεληέσσας ἑκατόμβας
  • 316ταύρων ἠδ᾽ αἰγῶν παρὰ θῖν᾽ ἁλὸς ἀτρυγέτοιο·
  • 317κνίση δ᾽ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ‎.
  • 318    Ὣς οἱ μὲν τὰ πένοντο κατὰ στρατόν· οὐδ᾽ Ἀγαμέμνων
  • 319λῆγ᾽ ἔριδος, τὴν πρῶτον ἐπηπείλησ᾽ Ἀχιλῆϊ‎,
  • 320ἀλλ᾽ ὅ γε Ταλθύβιόν τε καὶ Εὐρυβάτην προσέειπε‎,
  • 321τώ οἱ ἔσαν κήρυκε καὶ ὀτρηρὼ θεράποντε·
  • 322"ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος·
  • 323χειρὸς ἑλόντ᾽ ἀγέμεν Βρισηΐδα καλλιπάρῃον·
  • Critical Apparatus324εἰ δέ κε μὴ δώῃσιν, ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι
  • 325ἐλθὼν σὺν πλεόνεσσι· τό οἱ καὶ ῥίγιον ἔσται‎."
  • 326    Ὣς εἰπὼν προΐει, κρατερὸν δ᾽ ἐπὶ μῦθον ἔτελλε·
  • 327τὼ δ᾽ ἀέκοντε βάτην παρὰ θῖν᾽ ἁλὸς ἀτρυγέτοιο‎,
  • 328Μυρμιδόνων δ᾽ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην‎.
  • 329τὸν δ᾽ εὗρον παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ
  • 330ἥμενον· οὐδ᾽ ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς‎.
  • 331τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλῆα
  • Critical Apparatus332στήτην, οὐδέ τί μιν προσεφώνεον οὐδ᾽ ἐρέοντο·
  • 333αὐτὰρ ὁ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·
  • 334"χαίρετε, κήρυκες, Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν‎,
  • 335ἆσσον ἴτ᾽· οὔ τί μοι ὔμμες ἐπαίτιοι, ἀλλ᾽ Ἀγαμέμνων‎,
  • Critical Apparatus336ὃ σφῶϊ προΐει Βρισηΐδος εἵνεκα κούρης‎.
  • 337ἀλλ᾽ ἄγε, διογενὲς Πατρόκλεες, ἔξαγε κούρην
  • Critical Apparatus338καί σφωϊν δὸς ἄγειν· τὼ δ᾽ αὐτὼ μάρτυροι ἔστων
  • 339πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων‎,
  • Critical Apparatus340καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος, εἴ ποτε δὴ αὖτε
  • 341χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι
  • 342τοῖς ἄλλοις· ἦ γὰρ ὅ γ᾽ ὀλοιῇσι φρεσὶ θύει‎,
  • pg 13343οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω‎,
  • Critical Apparatus344ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Ἀχαιοί‎."
  • 345    Ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ᾽ ἑταίρῳ‎,
  • 346ἐκ δ᾽ ἄγαγε κλισίης Βρισηΐδα καλλιπάρῃον‎,
  • 347δῶκε δ᾽ ἄγειν· τὼ δ᾽ αὖτις ἴτην παρὰ νῆας Ἀχαιῶν·
  • 348ἡ δ᾽ ἀέκουσ᾽ ἅμα τοῖσι γυνὴ κίεν· αὐτὰρ Ἀχιλλεὺς
  • 349δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς‎,
  • Critical Apparatus350θῖν᾽ ἔφ᾽ ἁλὸς πολιῆς, ὁρόων ἐπ᾽ ἀπείρονα πόντον·
  • Critical Apparatus351πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς·
  • 352"μῆτερ, ἐπεί μ᾽ ἔτεκές γε μινυνθάδιόν περ ἐόντα‎,
  • 353τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαι
  • 354Ζεὺς ὑψιβρεμέτης· νῦν δ᾽ οὐδέ με τυτθὸν ἔτεισεν·
  • 355ἦ γάρ μ᾽ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
  • 356ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας, αὐτὸς ἀπούρας‎."
  • 357    Ὣς φάτο δάκρυ χέων, τοῦ δ᾽ ἔκλυε πότνια μήτηρ
  • 358ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι·
  • 359καρπαλίμως δ᾽ ἀνέδυ πολιῆς ἁλὸς ἠΰτ᾽ ὀμίχλη‎,
  • 360καί ῥα πάροιθ᾽ αὐτοῖο καθέζετο δάκρυ χέοντος‎,
  • 361χειρί τέ μιν κατέρεξεν, ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε·
  • 362"τέκνον, τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος‎;
  • 363ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω‎."
  • 364    Τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  • 365"οἶσθα· τίη τοι ταῦτα ἰδυίῃ πάντ᾽ ἀγορεύω‎;
  • 366ᾠχόμεθ᾽ ἐς Θήβην, ἱερὴν πόλιν Ἠετίωνος‎,
  • 367τὴν δὲ διεπράθομέν τε καὶ ἤγομεν ἐνθάδε πάντα·
  • 368καὶ τὰ μὲν εὖ δάσσαντο μετὰ σφίσιν υἷες Ἀχαιῶν‎,
  • 369ἐκ δ᾽ ἕλον Ἀτρεΐδῃ Χρυσηΐδα καλλιπάρῃον‎.
  • 370Χρύσης δ᾽ αὖθ᾽ ἱερεὺς ἑκατηβόλου Ἀπόλλωνος
  • 371ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν χαλκοχιτώνων
  • Critical Apparatus372λυσόμενός τε θύγατρα φέρων τ᾽ ἀπερείσι᾽ ἄποινα‎,
  • 373στέμματ᾽ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος
  • pg 14Critical Apparatus374χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς‎,
  • 375Ἀτρεΐδα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν‎.
  • 376ἔνθ᾽ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ
  • 377αἰδεῖσθαί θ᾽ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα·
  • 378ἀλλ᾽ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ‎,
  • 379ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ᾽ ἐπὶ μῦθον ἔτελλε·
  • 380χωόμενος δ᾽ ὁ γέρων πάλιν ᾤχετο· τοῖο δ᾽ Ἀπόλλων
  • Critical Apparatus381εὐξαμένου ἤκουσεν, ἐπεὶ μάλα οἱ φίλος ἦεν‎,
  • 382ἧκε δ᾽ ἐπ᾽ Ἀργείοισι κακὸν βέλος· οἱ δέ νυ λαοὶ
  • 383θνῇσκον ἐπασσύτεροι, τὰ δ᾽ ἐπῴχετο κῆλα θεοῖο
  • 384πάντῃ ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν· ἄμμι δὲ μάντις
  • 385εὖ εἰδὼς ἀγόρευε θεοπροπίας ἑκάτοιο‎.
  • 386αὐτίκ᾽ ἐγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι·
  • 387Ἀτρεΐωνα δ᾽ ἔπειτα χόλος λάβεν, αἶψα δ᾽ ἀναστὰς
  • 388ἠπείλησεν μῦθον, ὁ δὴ τετελεσμένος ἐστί·
  • 389τὴν μὲν γὰρ σὺν νηῒ θοῇ ἑλίκωπες Ἀχαιοὶ
  • 390ἐς Χρύσην πέμπουσιν, ἄγουσι δὲ δῶρα ἄνακτι·
  • 391τὴν δὲ νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντες
  • 392κούρην Βρισῆος, τήν μοι δόσαν υἷες Ἀχαιῶν‎.
  • Critical Apparatus393ἀλλὰ σύ, εἰ δύνασαί γε, περίσχεο παιδὸς ἑῆος·
  • 394ἐλθοῦσ᾽ Οὔλυμπόνδε Δία λίσαι, εἴ ποτε δή τι
  • 395ἢ ἔπει ὤνησας κραδίην Διὸς ἠὲ καὶ ἔργῳ‎.
  • Critical Apparatus396πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα
  • 397εὐχομένης, ὅτ᾽ ἔφησθα κελαινεφέϊ Κρονίωνι
  • 398οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι‎,
  • 399ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι‎,
  • Critical Apparatus400Ἥρη τ᾽ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη·
  • 401ἀλλὰ σὺ τόν γ᾽ ἐλθοῦσα, θεά, ὑπελύσαο δεσμῶν‎,
  • 402ὦχ᾽ ἑκατόγχειρον καλέσασ᾽ ἐς μακρὸν Ὄλυμπον‎,
  • Critical Apparatus403ὃν Βριάρεων καλέουσι θεοί, ἄνδρες δέ τε πάντες
  • pg 15Critical Apparatus404Αἰγαίων᾽—ὁ γὰρ αὖτε βίην οὗ πατρὸς ἀμείνων‎—
  • 405ὅς ῥα παρὰ Κρονίωνι καθέζετο κύδεϊ γαίων·
  • 406τὸν καὶ ὑπέδεισαν μάκαρες θεοὶ οὐδ᾽ ἔτ᾽ ἔδησαν‎.
  • 407τῶν νῦν μιν μνήσασα παρέζεο καὶ λαβὲ γούνων‎,
  • 408αἴ κέν πως ἐθέλῃσιν ἐπὶ Τρώεσσιν ἀρῆξαι‎,
  • 409τοὺς δὲ κατὰ πρύμνας τε καὶ ἀμφ᾽ ἅλα ἔλσαι Ἀχαιοὺς
  • 410κτεινομένους, ἵνα πάντες ἐπαύρωνται βασιλῆος‎,
  • 411γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
  • 412ἣν ἄτην, ὅ τ᾽ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτεισε‎."
  • 413    Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα·
  • 414"ὤ μοι τέκνον ἐμόν, τί νύ σ᾽ ἔτρεφον αἰνὰ τεκοῦσα‎;
  • 415αἴθ᾽ ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος καὶ ἀπήμων
  • 416ἧσθαι, ἐπεί νύ τοι αἶσα μίνυνθά περ, οὔ τι μάλα δήν·
  • 417νῦν δ᾽ ἅμα τ᾽ ὠκύμορος καὶ ὀϊζυρὸς περὶ πάντων
  • Critical Apparatus418ἔπλεο· τῶ σε κακῇ αἴσῃ τέκον ἐν μεγάροισι‎.
  • 419τοῦτο δέ τοι ἐρέουσα ἔπος Διὶ τερπικεραύνῳ
  • 420εἶμ᾽ αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον, αἴ κε πίθηται‎.
  • 421ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισι
  • 422μήνι᾽ Ἀχαιοῖσιν, πολέμου δ᾽ ἀποπαύεο πάμπαν·
  • Critical Apparatus423Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετ᾽ ἀμύμονας Αἰθιοπῆας
  • Critical Apparatus424χθιζὸς ἔβη κατὰ δαῖτα, θεοὶ δ᾽ ἅμα πάντες ἕποντο·
  • 425δωδεκάτῃ δέ τοι αὖτις ἐλεύσεται Οὔλυμπόνδε‎,
  • 426καὶ τότ᾽ ἔπειτά τοι εἶμι Διὸς ποτὶ χαλκοβατὲς δῶ‎,
  • 427καί μιν γουνάσομαι καί μιν πείσεσθαι ὀΐω‎."
  • Critical Apparatus428    Ὣς ἄρα φωνήσασ᾽ ἀπεβήσετο, τὸν δὲ λίπ᾽ αὐτοῦ
  • 429χωόμενον κατὰ θυμὸν ἐϋζώνοιο γυναικός‎,
  • 430τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων· αὐτὰρ Ὀδυσσεὺς
  • 431ἐς Χρύσην ἵκανεν ἄγων ἱερὴν ἑκατόμβην‎.
  • Critical Apparatus432οἱ δ᾽ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο‎,
  • pg 16433ἱστία μὲν στείλαντο, θέσαν δ᾽ ἐν νηῒ μελαίνῃ‎,
  • Critical Apparatus434ἱστὸν δ᾽ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες
  • Critical Apparatus435καρπαλίμως, τὴν δ᾽ εἰς ὅρμον προέρεσσαν ἐρετμοῖς‎.
  • 436ἐκ δ᾽ εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσι᾽ ἔδησαν·
  • 437ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης‎,
  • 438ἐκ δ᾽ ἑκατόμβην βῆσαν ἑκηβόλῳ Ἀπόλλωνι·
  • 439ἐκ δὲ Χρυσηῒς νηὸς βῆ ποντοπόροιο‎.
  • 440τὴν μὲν ἔπειτ᾽ ἐπὶ βωμὸν ἄγων πολύμητις Ὀδυσσεὺς
  • 441πατρὶ φίλῳ ἐν χερσὶ τίθει, καί μιν προσέειπεν·
  • 442"ὦ Χρύση, πρό μ᾽ ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
  • 443παῖδά τε σοὶ ἀγέμεν, Φοίβῳ θ᾽ ἱερὴν ἑκατόμβην
  • Critical Apparatus444ῥέξαι ὑπὲρ Δαναῶν, ὄφρ᾽ ἱλασόμεσθα ἄνακτα‎,
  • 445ὃς νῦν Ἀργείοισι πολύστονα κήδε᾽ ἐφῆκεν‎."
  • Critical Apparatus446    Ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὁ δὲ δέξατο χαίρων
  • Critical Apparatus447παῖδα φίλην· τοὶ δ᾽ ὦκα θεῷ ἱερὴν ἑκατόμβην
  • 448ἑξείης ἔστησαν ἐΰδμητον περὶ βωμόν‎,
  • Critical Apparatus449χερνίψαντο δ᾽ ἔπειτα καὶ οὐλοχύτας ἀνέλοντο‎.
  • 450τοῖσιν δὲ Χρύσης μεγάλ᾽ εὔχετο χεῖρας ἀνασχών·
  • Critical Apparatus451"κλῦθί μευ, ἀργυρότοξ᾽, ὃς Χρύσην ἀμφιβέβηκας
  • 452Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις·
  • Critical Apparatus453ἠμὲν δή ποτ᾽ ἐμεῦ πάρος ἔκλυες εὐξαμένοιο‎,
  • 454τίμησας μὲν ἐμέ, μέγα δ᾽ ἴψαο λαὸν Ἀχαιῶν·
  • 455ἠδ᾽ ἔτι καὶ νῦν μοι τόδ᾽ ἐπικρήηνον ἐέλδωρ·
  • 456ἤδη νῦν Δαναοῖσιν ἀεικέα λοιγὸν ἄμυνον‎."
  • 457    Ὣς ἔφατ᾽ εὐχόμενος, τοῦ δ᾽ ἔκλυε Φοῖβος Ἀπόλλων‎.
  • 458αὐτὰρ ἐπεί ῥ᾽ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο‎,
  • 459αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν‎,
  • 460μηρούς τ᾽ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν
  • 461δίπτυχα ποιήσαντες, ἐπ᾽ αὐτῶν δ᾽ ὠμοθέτησαν·
  • pg 17462καῖε δ᾽ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δ᾽ αἴθοπα οἶνον
  • 463λεῖβε· νέοι δὲ παρ᾽ αὐτὸν ἔχον πεμπώβολα χερσίν‎.
  • Critical Apparatus464αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο‎,
  • 465μίστυλλόν τ᾽ ἄρα τἆλλα καὶ ἀμφ᾽ ὀβελοῖσιν ἔπειραν‎,
  • 466ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα‎.
  • 467αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα‎,
  • 468δαίνυντ᾽, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης‎.
  • 469αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο‎,
  • 470κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο‎,
  • 471νώμησαν δ᾽ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν·
  • 472οἱ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο
  • 473καλὸν ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν‎,
  • Critical Apparatus474μέλποντες ἑκάεργον· ὁ δὲ φρένα τέρπετ᾽ ἀκούων‎.
  • Critical Apparatus475    Ἦμος δ᾽ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε‎,
  • 476δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός·
  • 477ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς‎,
  • 478καὶ τότ᾽ ἔπειτ᾽ ἀνάγοντο μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν·
  • 479τοῖσιν δ᾽ ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων·
  • 480οἱ δ᾽ ἱστὸν στήσαντ᾽ ἀνά θ᾽ ἱστία λευκὰ πέτασσαν‎,
  • 481ἐν δ᾽ ἄνεμος πρῆσεν μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα
  • 482στείρῃ πορφύρεον μεγάλ᾽ ἴαχε νηὸς ἰούσης·
  • 483ἡ δ᾽ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον‎.
  • Critical Apparatus484αὐτὰρ ἐπεί ῥ᾽ ἵκοντο κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν‎,
  • Critical Apparatus485νῆα μὲν οἵ γε μέλαιναν ἐπ᾽ ἠπείροιο ἔρυσσαν
  • Critical Apparatus486ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δ᾽ ἕρματα μακρὰ τάνυσσαν·
  • 487αὐτοὶ δὲ σκίδναντο κατὰ κλισίας τε νέας τε‎.
  • Critical Apparatus488    Αὐτὰρ ὁ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι
  • 489διογενὴς Πηλῆος υἱός, πόδας ὠκὺς Ἀχιλλεύς·
  • 490οὔτε ποτ᾽ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν
  • 491οὔτε ποτ᾽ ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆρ
  • 492αὖθι μένων, ποθέεσκε δ᾽ ἀϋτήν τε πτόλεμόν τε‎.
  • pg 18493    Ἀλλ᾽ ὅτε δή ῥ᾽ ἐκ τοῖο δυωδεκάτη γένετ᾽ ἠώς‎,
  • 494καὶ τότε δὴ πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες
  • 495πάντες ἅμα, Ζεὺς δ᾽ ἦρχε· Θέτις δ᾽ οὐ λήθετ᾽ ἐφετμέων
  • 496παιδὸς ἑοῦ, ἀλλ᾽ ἥ γ᾽ ἀνεδύσετο κῦμα θαλάσσης‎,
  • 497ἠερίη δ᾽ ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε‎.
  • 498εὗρεν δ᾽ εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων
  • 499ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο·
  • 500καί ῥα πάροιθ᾽ αὐτοῖο καθέζετο, καὶ λάβε γούνων
  • 501σκαιῇ, δεξιτερῇ δ᾽ ἄρ᾽ ὑπ᾽ ἀνθερεῶνος ἑλοῦσα
  • 502λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα·
  • Critical Apparatus503"Ζεῦ πάτερ, εἴ ποτε δή σε μετ᾽ ἀθανάτοισιν ὄνησα
  • 504ἢ ἔπει ἢ ἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ·
  • 505τίμησόν μοι υἱόν, ὃς ὠκυμορώτατος ἄλλων
  • 506ἔπλετ᾽· ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων
  • 507ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας, αὐτὸς ἀπούρας‎.
  • 508ἀλλὰ σύ πέρ μιν τεῖσον, Ὀλύμπιε μητίετα Ζεῦ·
  • 509τόφρα δ᾽ ἐπὶ Τρώεσσι τίθει κράτος, ὄφρ᾽ ἂν Ἀχαιοὶ
  • Critical Apparatus510υἱὸν ἐμὸν τείσωσιν ὀφέλλωσίν τέ ἑ τιμῇ‎."
  • 511    Ὣς φάτο· τὴν δ᾽ οὔ τι προσέφη νεφεληγερέτα Ζεύς‎,
  • 512ἀλλ᾽ ἀκέων δὴν ἧστο· Θέτις δ᾽ ὡς ἥψατο γούνων‎,
  • Critical Apparatus513ὣς ἔχετ᾽ ἐμπεφυυῖα, καὶ εἴρετο δεύτερον αὖτις·
  • 514"νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον‎,
  • 515ἢ ἀπόειπ᾽, ἐπεὶ οὔ τοι ἔπι δέος, ὄφρ᾽ ἐῢ εἰδέω
  • 516ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι‎."
  • 517    Τὴν δὲ μέγ᾽ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·
  • 518"ἦ δὴ λοίγια ἔργ᾽ ὅ τέ μ᾽ ἐχθοδοπῆσαι ἐφήσεις
  • Critical Apparatus519Ἥρῃ, ὅτ᾽ ἄν μ᾽ ἐρέθῃσιν ὀνειδείοις ἐπέεσσιν·
  • 520ἡ δὲ καὶ αὔτως μ᾽ αἰεὶ ἐν ἀθανάτοισι θεοῖσι
  • 521νεικεῖ, καί τέ μέ φησι μάχῃ Τρώεσσιν ἀρήγειν‎.
  • Critical Apparatus522ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε, μή τι νοήσῃ
  • 523Ἥρη· ἐμοὶ δέ κε ταῦτα μελήσεται, ὄφρα τελέσσω·
  • pg 19Critical Apparatus524εἰ δ᾽ ἄγε τοι κεφαλῇ κατανεύσομαι, ὄφρα πεποίθῃς·
  • 525τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετ᾽ ἀθανάτοισι μέγιστον
  • 526τέκμωρ· οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ᾽ ἀπατηλὸν
  • 527οὐδ᾽ ἀτελεύτητον, ὅ τί κεν κεφαλῇ κατανεύσω‎."
  • 528    Ἦ καὶ κυανέῃσιν ἐπ᾽ ὀφρύσι νεῦσε Κρονίων·
  • 529ἀμβρόσιαι δ᾽ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος
  • Critical Apparatus530κρατὸς ἀπ᾽ ἀθανάτοιο· μέγαν δ᾽ ἐλέλιξεν Ὄλυμπον‎.
  • Critical Apparatus531    Τώ γ᾽ ὣς βουλεύσαντε διέτμαγεν· ἡ μὲν ἔπειτα
  • 532εἰς ἅλα ἆλτο βαθεῖαν ἀπ᾽ αἰγλήεντος Ὀλύμπου‎,
  • 533Ζεὺς δὲ ἑὸν πρὸς δῶμα· θεοὶ δ᾽ ἅμα πάντες ἀνέσταν
  • Critical Apparatus534ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον· οὐδέ τις ἔτλη
  • 535μεῖναι ἐπερχόμενον, ἀλλ᾽ ἀντίοι ἔσταν ἅπαντες‎.
  • 536ὣς ὁ μὲν ἔνθα καθέζετ᾽ ἐπὶ θρόνου· οὐδέ μιν Ἥρη
  • 537ἠγνοίησεν ἰδοῦσ᾽ ὅτι οἱ συμφράσσατο βουλὰς
  • 538ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος·
  • 539αὐτίκα κερτομίοισι Δία Κρονίωνα προσηύδα·
  • 540"τίς δὴ αὖ τοι, δολομῆτα, θεῶν συμφράσσατο βουλάς‎;
  • 541αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπονόσφιν ἐόντα
  • Critical Apparatus542κρυπτάδια φρονέοντα δικαζέμεν· οὐδέ τί πώ μοι
  • 543πρόφρων τέτληκας εἰπεῖν ἔπος ὅττι νοήσῃς‎."
  • 544    Τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα πατὴρ ἀνδρῶν τε θεῶν τε·
  • 545"Ἥρη, μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους
  • 546εἰδήσειν· χαλεποί τοι ἔσοντ᾽ ἀλόχῳ περ ἐούσῃ·
  • 547ἀλλ᾽ ὃν μέν κ᾽ ἐπιεικὲς ἀκουέμεν, οὔ τις ἔπειτα
  • 548οὔτε θεῶν πρότερος τόν γʼ εἴσεται οὔτ᾽ ἀνθρώπων·
  • Critical Apparatus549ὃν δέ κ᾽ ἐγὼν ἀπάνευθε θεῶν ἐθέλωμι νοῆσαι‎,
  • Critical Apparatus550μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα‎."
  • 551    Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα βοῶπις πότνια Ἥρη·
  • 552"αἰνότατε Κρονίδη, ποῖον τὸν μῦθον ἔειπες‎;
  • Critical Apparatus553καὶ λίην σε πάρος γ᾽ οὔτ᾽ εἴρομαι οὔτε μεταλλῶ‎,
  • pg 20Critical Apparatus554ἀλλὰ μάλ᾽ εὔκηλος τὰ φράζεαι ἅσσα θέλῃσθα‎.
  • 555νῦν δ᾽ αἰνῶς δείδοικα κατὰ φρένα μή σε παρείπῃ
  • 556ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος·
  • 557ἠερίη γὰρ σοί γε παρέζετο καὶ λάβε γούνων·
  • 558τῇ σ᾽ ὀΐω κατανεῦσαι ἐτήτυμον ὡς Ἀχιλῆα
  • Critical Apparatus559τιμήσῃς, ὀλέσῃς δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν‎."
  • Critical Apparatus560    Τὴν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
  • 561"δαιμονίη, αἰεὶ μὲν ὀΐεαι, οὐδέ σε λήθω·
  • 562πρῆξαι δ᾽ ἔμπης οὔ τι δυνήσεαι, ἀλλ᾽ ἀπὸ θυμοῦ
  • 563μᾶλλον ἐμοὶ ἔσεαι· τὸ δέ τοι καὶ ῥίγιον ἔσται‎.
  • 564εἰ δ᾽ οὕτω τοῦτ᾽ ἐστίν, ἐμοὶ μέλλει φίλον εἶναι·
  • Critical Apparatus565ἀλλ᾽ ἀκέουσα κάθησο, ἐμῷ δ᾽ ἐπιπείθεο μύθῳ‎,
  • 566μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσ᾽ ἐν Ὀλύμπῳ
  • Critical Apparatus567ἆσσον ἰόνθ᾽, ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω‎."
  • 568    Ὣς ἔφατ᾽, ἔδεισεν δὲ βοῶπις πότνια Ἥρη‎,
  • 569καί ῥ᾽ ἀκέουσα καθῆστο, ἐπιγνάμψασα φίλον κῆρ·
  • 570ὄχθησαν δ᾽ ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες·
  • 571τοῖσιν δ᾽ Ἥφαιστος κλυτοτέχνης ἦρχ᾽ ἀγορεύειν‎,
  • Critical Apparatus572μητρὶ φίλῃ ἐπὶ ἦρα φέρων, λευκωλένῳ Ἥρῃ·
  • 573"ἦ δὴ λοίγια ἔργα τάδ᾽ ἔσσεται οὐδ᾽ ἔτ᾽ ἀνεκτά‎,
  • 574εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε‎,
  • 575ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον· οὐδέ τι δαιτὸς
  • 576ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ‎.
  • 577μητρὶ δ᾽ ἐγὼ παράφημι, καὶ αὐτῇ περ νοεούσῃ‎,
  • 578πατρὶ φίλῳ ἐπὶ ἦρα φέρειν Διί, ὄφρα μὴ αὖτε
  • 579νεικείῃσι πατήρ, σὺν δ᾽ ἡμῖν δαῖτα ταράξῃ‎.
  • 580εἴ περ γάρ κ᾽ ἐθέλῃσιν Ὀλύμπιος ἀστεροπητὴς
  • 581ἐξ ἑδέων στυφελίξαι· ὁ γὰρ πολὺ φέρτατός ἐστιν·
  • 582ἀλλὰ σὺ τόν γ' ἐπέεσσι καθάπτεσθαι μαλακοῖσιν·
  • 583αὐτίκ᾽ ἔπειθ᾽ ἵλαος Ὀλύμπιος ἔσσεται ἡμῖν‎."
  • pg 21584    Ὣς ἄρ᾽ ἔφη, καὶ ἀναΐξας δέπας ἀμφικύπελλον
  • Critical Apparatus585μητρὶ φίλῃ ἐν χειρὶ τίθει, καί μιν προσέειπε·
  • 586"τέτλαθι, μῆτερ ἐμή, καὶ ἀνάσχεο κηδομένη περ‎,
  • 587μή σε φίλην περ ἐοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι
  • 588θεινομένην, τότε δ᾽ οὔ τι δυνήσομαι ἀχνύμενός περ
  • 589χραισμεῖν· ἀργαλέος γὰρ Ὀλύμπιος ἀντιφέρεσθαι·
  • 590ἤδη γάρ με καὶ ἄλλοτ᾽ ἀλεξέμεναι μεμαῶτα
  • 591ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο‎,
  • 592πᾶν δ᾽ ἦμαρ φερόμην, ἅμα δ᾽ ἠελίῳ καταδύντι
  • Critical Apparatus593κάππεσον ἐν Λήμνῳ, ὀλίγος δ᾽ ἔτι θυμὸς ἐνῆεν·
  • 594ἔνθα με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα‎."
  • 595    Ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη‎,
  • 596μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον·
  • 597αὐτὰρ ὁ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν
  • Critical Apparatus598οἰνοχόει γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων·
  • 599ἄσβεστος δ᾽ ἄρ᾽ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν‎,
  • Critical Apparatus600ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα‎.
  • 601    Ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
  • 602δαίνυντ᾽, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης‎,
  • 603οὐ μὲν φόρμιγγος περικαλλέος, ἣν ἔχ᾽ Ἀπόλλων‎,
  • 604Μουσάων θ᾽, αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ‎.
  • 605    Αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο‎,
  • Critical Apparatus606οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος‎,
  • 607ἧχι ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήεις
  • Critical Apparatus608Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσι·
  • Critical Apparatus609Ζεὺς δὲ πρὸς ὃν λέχος ἤϊ᾽ Ὀλύμπιος ἀστεροπητής‎,
  • 610ἔνθα πάρος κοιμᾶθ᾽ ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι·
  • Critical Apparatus611ἔνθα καθεῦδ᾽ ἀναβάς, παρὰ δὲ χρυσόθρονος Ἥρη‎.

Notes Settings

Notes

Critical Apparatus
1 Μούσας ἀείδω καὶ Ἀπόλλωνα κλυτότοξον‎ ed. Apelliconis pro vv. 1–9 hos tres versus—
  •         ἔσπετε νῦν μοι, μοῦσαι, ὀλύμπια δώματ' ἔχουσαι‎,
  •         ὅππως δὴ μῆνίς τε χόλος θ' ἕλε Πηλείωνα
  •         Λητοῦς τ' ἀγλαὸν υἱόν· ὁ γὰρ βασιλῆϊ χολωθεὶς
quidam teste Aristox.
Critical Apparatus
3 ψυχὰς‎] κεφαλὸς‎ Apoll. Rhod. cf. Λ‎ 55. Hesiod. fr. 96. 80
Critical Apparatus
4–5 ath. Zen.
Critical Apparatus
5 πᾶσι‎] δαῖτα‎ Zen. teste Ath. 12 f
βουλῇ‎ Nic. (teste Eust.)
Critical Apparatus
8 σφῶϊ‎ Zen. Seleuc., Dion. Sid.
Critical Apparatus
11 ἠτίμασεν‎ Þ1 A B E4 L18 V26 W5: ἠτίμησ', ἠτίμησεν‎ vulg.
Critical Apparatus
15 λίσσετο‎ Ar. A T: ἐλίσσετο‎ vulg.
Critical Apparatus
16 Ἀτρείδας‎ Zen. (uv.), L15 M13 P15, Bm8 P13 ss.
Critical Apparatus
20 λύσαιτε, λύσατε‎ vulg.: λῦσαί τε‎ Apio, Herodor., E2 Ma2 P2 P7 U5 W4
δέχεσθαι‎ d l A B C T al.: δέχεσθε‎ vulg.
Critical Apparatus
24 Ἀτρείδεω Ἀγαμέμνονος‎ Zen. (-ου‎) L18 M1 V4 V32 ss.
Critical Apparatus
29–31 ath. Ar.
Critical Apparatus
34 ἀχέων‎ Zen.
Critical Apparatus
38 Κίλλον‎ Zen.
Critical Apparatus
39 ἔρεξα‎ e
Critical Apparatus
42 τίσαιεν‎ Zen.
Critical Apparatus
46–47 ath. Zen.
Critical Apparatus
47 ἐοικώς‎] ἐλυσθείς‎ Zen.
Critical Apparatus
56 δρῆτο‎ Zen
Critical Apparatus
59 παλιμπλαγχθέντας‎ Ar. vulg.: πάλιν πλαγχθέντας‎ L8 L10 Le1 M10
Critical Apparatus
60 εἴ‎] οἵ‎ Zen.
Critical Apparatus
63 ath. Zen.
Critical Apparatus
65 εἴ ταρ‎ Hdn.
εἴθ'‎] ἠδ'‎ Hdn. h i o s t v A T
Critical Apparatus
68 ἐκαθέζετο‎ Zen.
Critical Apparatus
69 Κάλχας‎] μάντις‎ Zen. post 69 duo versus de Calchante lectos fuisse ait Porph. ap. Eust.
Critical Apparatus
73 ὅς μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα‎ Zen.
Critical Apparatus
80 ath. Zen.
κρείσσω‎ Zen. L15
Critical Apparatus
83 φράσον‎ Zen. E2 O1 P2 U1
Critical Apparatus
85 οἶσθας‎ Zen. teste Eust.
Critical Apparatus
86 Κάλχα‎ Zen. L8 L18 P15 V10
Critical Apparatus
91 Ἀχαιῶν‎ Zen. Aristoph. Sosig. Ar.: ἀνὰ στρατὸν‎ L9 L18 U6: ἐνὶ στρατῷ‎ vulg.
Critical Apparatus
93 οὔ ταρ‎ Hdn.
οὔθ'‎ c g q s B corr. al.: οὐδ'‎ Hdn. vulg.
Critical Apparatus
97 Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει‎ Rhian. Mass. Ar.: λοιμοῖο βαρείας χεῖρας ἀφέξει‎ Zen. codd.
Critical Apparatus
100 τότε‎] αἴ‎ Zen.
Critical Apparatus
108 οὔτε—οὔτ'‎ Aristoph. Ar. (cf. 553): οὔτε—οὐδ'‎ vulg.: οὐδέ—οὐδ'‎ b d o t A al.
Critical Apparatus
110 ath. Ar.
Critical Apparatus
113 κλυταιμήστρης‎ Þ30 Ve: κλυταιμήστρης‎ A
Critical Apparatus
117 ath. Zen.
σῶν‎ Ar.: σάον‎ Apoll. de coni. 223. 16: σόον‎ (σῶον‎) vulg.
Critical Apparatus
122 φιλοκτεανέστατε‎ Aristoph.
Critical Apparatus
124 που‎ Aristoph. Sosig. Ar. A suprascr. L8 R1 R2: πω‎ vulg.
Critical Apparatus
133 ἔχῃ‎ Philemo 228. 10
Critical Apparatus
133–134 ath. Ar.
Critical Apparatus
137 δώσουσι‎ s v L13 M13 U5 V5 V12 V13 V20 Vi2
Critical Apparatus
139 ath. Ar.
Critical Apparatus
142 ἐν‎ Ar. cit. Rhet. gr. iii. 417: ἐς‎ codd.
Critical Apparatus
143 ath. Zen., om. Rhet. gr. vii. 1231
Critical Apparatus
157 σκιόωντα‎ Ar.
Critical Apparatus
159 ἀρνύμενος‎ Zen.
Critical Apparatus
160 ath. Zen.
Critical Apparatus
162 ita Ar. πόλλ' ἐμ‎. codd.
Critical Apparatus
163 ὁππότ'‎] οὐδ' ὅτ'‎ Zen.
Critical Apparatus
168 ἐπεί κε κάμω‎ Ar. Hdn. A ss.: ἐπήν κε κάμω, ἐπὴν κεκάμω‎ codd. (cf. Η‎ 5)
Critical Apparatus
169 Φθίην‎ M8 V27 W3
φέρτερον] λώϊον‎ cit. Plat. Hipp. min. 370 c
Critical Apparatus
173 ἐέλδεται‎ Þ103 Ve, v. l. ap. s Lp T
Critical Apparatus
177 ath. hic Ar. ( = Ε‎ 891)
Critical Apparatus
178 om. Þ44
Critical Apparatus
192 ath. Ar.
Critical Apparatus
195–196 ath. hic Ar. ( = 208–209)
Critical Apparatus
197 ξανθὴν δὲ κόμην … Πηλείωνος‎ qu. S A ita Þ43, P15 ss.
Critical Apparatus
198 ὁρῆτο‎ Zen. B C Ge Pal1
Critical Apparatus
203 ἴδῃ‎ Ar. vulg.: ἴδῃς‎ Zen. a b c g t al.
Critical Apparatus
204 τελέεσθαι ὀΐω‎ Ar. Bm6 E4 ss. M6 M8 O2 P5 Pa: τετελέσθαι ὀΐω‎ vulg.: τετελεσμένον ἔσται‎ Zen.
Critical Apparatus
207 τὸ σὸν‎ vulg.: τεὸν‎ e Eust.
Critical Apparatus
212 τετελεσμένον ἔσται‎] τετελέσθαι ὀΐω‎ Zen.
Critical Apparatus
219–220 ὣς εἰπὼν πάλιν ὦσε μέγα ξίφος οὐδ' ἀπίθησε‎ Zen.
Critical Apparatus
225–233 ath. Zen.
Critical Apparatus
241 τότε‎ Ar. A L10 L12 M13: τοῖς‎ cet.
Critical Apparatus
249 γλυκίω‎ Zen. (cf. 80)
Critical Apparatus
251 αἵ‎ Zen.
Critical Apparatus
258 βουλὴν‎ Ar. (καὶ ἐν τῇ πολυστίχῳ‎ Did.), A B C E2 P8 P12: βουλῇ‎ Heraclides, vulg.
Critical Apparatus
260 ὑμῖν‎ Zen. vulg.: ἡμῖν‎ Ar. o A L8 L10 L18 N4 V1 al.
Critical Apparatus
265 om. vulg. (= Hes. Scut. 182): hab. b e t al., cit. Dio Chrys. 57. 1, Paus. x. 29. 10
Critical Apparatus
268 θηρσὶν‎ b h t T
Critical Apparatus
271 ἐμωυτὸν‎ Zen. L15
Critical Apparatus
273 ξύνιεν‎ Ar. A B C E3 L18 V4: ξύνιον‎ cet.
Critical Apparatus
281 ὅ γε‎] ὅδε‎ h i v A E2 E3 Et Ge T, cit. Nic.
Critical Apparatus
296 ath. Ar.
Critical Apparatus
298 μαχήσομαι‎ Antim. Aristoph. Mass. Argol. Sinop. Ar. b d g r t u A C T al.: μαχέσσομαι‎ v. l. ant. (Heracleo) vulg.
Critical Apparatus
299 ἐπεί ῥ' ἐθέλεις ἀφελέσθαι‎ Zen.
Critical Apparatus
304 μαχεσσαμένω‎ vulg.: μαχησαμένω‎ Ar. O5 uv. V13
Critical Apparatus
309 ἐν‎ Ar., P10: ἐς‎ vulg. (cf. 142)
Critical Apparatus
311 ἐν‎] ἂν‎ d g al.
Critical Apparatus
314 λύματα βάλλον‎ Ar. B E3 Ge: -ατ' ἔβ‎. cet.
Critical Apparatus
324 δώωσιν‎ q U6 cf. 137
Critical Apparatus
332 τί‎ Cypr. Ar. codd.: τέ‎ v. l. ant.
Critical Apparatus
336 σφῶϊν‎ Zen. Aroll. de synt. ii. 115, L3 L17 M1 O5, A corr.
Critical Apparatus
338 μάρτυρες‎ q
Critical Apparatus
340 ἀπηνέος‎] ἀναιδέος‎ Seleucus (ἐν τῇ πολυστίχῳ‎), v. l. in M8
Critical Apparatus
344 μαχέονται‎ Ve (ci. Thiersch)
Critical Apparatus
350 ἐπ' ἀπείρονα‎ Ar.: ἐπὶ οἴνο το‎ codd.
Critical Apparatus
351 ὀρεγνύς‎] ἀναπτάς‎ Zen.: ἀνασχών‎ v. l. ant. (= 450)
Critical Apparatus
372–379 ath. hic Ar. (= 12–16, 22–25)
Critical Apparatus
374 λίσσετο‎ Ar. A B E3 Lp T: ἐλ‎. cet. (cf. 15)
Critical Apparatus
381 ἐπεί ῥά νύ‎ Theagenes, Cypr. Cret. (teste Sel.): ὁ δέ νυ λίαν‎ v. l. ap. sch. A
Critical Apparatus
393 ἑοῖο‎ Zen. b g i s t
Critical Apparatus
396–406 ath. Zen.
Critical Apparatus
400 Παλλὰς Ἀθήνη‎] Φοῖβος Ἀπόλλων‎ Zen. Þ54 v. l. P9 R1. cit. S Pind. Ol. vii. 41, Philodem. de piet. p. 41
Critical Apparatus
403–405 asterisci A: om. Aphthon. ii. 626 W.
Critical Apparatus
404 βίην‎ Ar. Ve: βίῃ πολὺ φέρτατος ἁπάντων ὁππόσοι‎ (ἄλλων ὁππόσσοι‎ Düntzer) ναίουσ ὑπὸ Τάρταρον εὐρώεντα‎ Zen.: βίῃ‎ vulg.
Critical Apparatus
418 τῶ‎ A B C T al.: τῷ‎ vulg. (vid. praef.)
Critical Apparatus
423 μετὰ μέμνονας‎ et δαίμονας ἄλλους‎ qu.
Critical Apparatus
424 ath. qu.
κατὰ‎ Antim. Aristoph. Mass. Sinop. Cypr. Ar. V1 Ve P15 corr., Apoll. lex.: μετὰ‎ vulg.
ἕπονται‎ Ar. uv., Ve
Critical Apparatus
428 ἡ μὲν ἄρ' ὣς εἰπουσ‎' Bm4 U1 V18
δ' ἔλιπ‎' codd.
Critical Apparatus
432 ἐντὸς‎] ἐγγὺς‎ Ar.
Critical Apparatus
434 ὑφέντες‎ Zen. codd.: ἀφέντες‎ Ar.
Critical Apparatus
435 προέρεσσαν‎ Sosig. Argol. Sinop. Ar.: προέρυσσαν‎ codd.
Critical Apparatus
444 ath. Ar.
Critical Apparatus
446–447 ὣς εἰπὼν‎ (εἶπεν‎ Wolf) τοὶ δ' ὦκα θεῷ ἱερὴν ἐκατόμβην‎ Zen.
Critical Apparatus
447 ἱερὴν‎ Zen. Ar.: κλειτὴν‎ v. l. ant., codd.: κλεινὴν‎ V1
Critical Apparatus
449 ἀνέλοντο‎] προβάλοντο‎ Ve Eust.
Critical Apparatus
451 μοι‎ Þ99
Critical Apparatus
453 ἠμὲν δή‎ S T Σ‎ 75 (cf. Ξ‎ 234 Π‎ 236): ἤδη μέν‎ codd.
Critical Apparatus
464 μῆρε κάη‎ Ar. Ptol. M8: -ρ' ἐκ‎. cet.
σπλάγχνα πάσ‎. Ar. M8: -χν' ἐπ‎. cet.
Critical Apparatus
464 a σπλάγχνα δ' ἄρ' ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο‎ L11 V9 al. (marg. M12 Mc V12)
Critical Apparatus
474 ath. Ar.
Critical Apparatus
475 obelus Þ99
Critical Apparatus
484 μετὰ‎ b g t u v A T κ‎]αι αυτοι βαντ‎[ Þ53
Critical Apparatus
485 εξαλο‎]ς ηπειρον δε θοη ν‎ Þ53
Critical Apparatus
486 -θωι παρ‎[α‎ Þ53 cf. h. Apoll. 505–7
Critical Apparatus
488–492 ath. Zen.: 491 non scr.
Critical Apparatus
503 ὔνησα‎] ἔτισα‎ cit. Dionys. Hal. rhet. ix. 15
Critical Apparatus
510 τιμήν‎ b d f g t
Critical Apparatus
513 εἶρε τὸ‎ Ixion
Critical Apparatus
519 Ἥρη‎ Ar.
Critical Apparatus
522 τι‎ Ar. (καὶ αί ἀλλαι σχεδὸν πᾶσαι διορθώσεις‎): σε‎ codd.
Critical Apparatus
524 κατανεύσομαι‎ Ar. vulg.: ἐπινεύσομαι‎ v. l. ant., cit. Athen. 66 c
Critical Apparatus
530 κρητὸς‎ Zen.
Critical Apparatus
531 διέτμαγεν‎ Ar. c d e g i l p r A B C Ge Mc al.: διέτμαγον‎ cet.
Critical Apparatus
534 ἑδρέων‎ qu. c h i q
Critical Apparatus
542 νυ‎ pro τι‎ Þ101
Critical Apparatus
549 ἐθέλωμι‎ O8 P12: -οιμι‎ cet.
Critical Apparatus
550 μὴ σύ γε‎ Ve
Critical Apparatus
553 οὔτε‎ Rhi. Aristoph. Ar. codd.: οὐδὲ‎ v. l. ant. M11 Vi3 Vi7
Critical Apparatus
554 ὅττι θέλῃσθα‎ Dion. Sid.
Critical Apparatus
559 πολῦς‎ Zen. ap. sch. T (cod. πολεῖς‎, cf. Β‎ 4)
Critical Apparatus
560 τὴν δὲ μέγ' ὀχθήσας‎ v. l. in A
Critical Apparatus
565 ἀέκουσα‎ Ap. Dysc. adv. 554. 18 (ἐν ἐνίαις ἐκδόσεσιν‎)
Critical Apparatus
567 ἰόνθ'‎] ἰόντε‎ Zen.
ἀέπτους‎ Aristoph.
Critical Apparatus
572 ἐπὶ ἦρα‎ Hdn. Hesych. (cf. Ξ‎ 132, al.): ἐπίηρα‎ Ar. vulg.
τετιημένῃ ἦτορ‎ v. l. ap. S B T
Critical Apparatus
585 χειρὶ‎ Aristoph. Sosig. Mass. Ar.: χερσὶ‎ codd.
Critical Apparatus
593 ἐς Λῆμνον‎ v. l. ant.
Critical Apparatus
598 οἰνοχόει‎ Antim. Zen. Aristoph. Mass. Argol. Ar., Bm2 L8 (ὀν‎-): ᾠνοχόει‎ vulg.
Critical Apparatus
600 ποιπνύοντα‎ codd.: ποιπνύσαντα‎ Ar. (αἱ πᾶσαι‎ s Lp T)
Critical Apparatus
606 κακκείοντες‎ codd.: δὴ κείοντες‎ Ar. (αἱ πᾶσαι‎ s Lp T)
ἕκαστος‎] νέεσθαι‎ M8 M10 P12 U5
Critical Apparatus
608 ἰδυίῃσι‎ Ar. Þ1 A M1 Vi1 Eu: εἰδ‎. cet.
Critical Apparatus
609 πρὸς ὃ λέχος‎ Zen. P4
Critical Apparatus
611 ἔνθ' ἐκάθευδ'‎ Zen.
logo-footer Copyright © 2024. All rights reserved. Access is brought to you by Log out