Find Location in text

Main Text

I

  • Critical Apparatus1Φιλοκλέων Ἀθηναῖοϲ φιλόδικοϲ ὢν τὴν φύϲιν ἐφοίτα περὶ τὰ
  • 2δικαϲτήρια ϲυνεχῶϲ. Βδελυκλέων δὲ ὁ τούτου παῖϲ ἀχθόμενοϲ
  • Critical Apparatus3ταύτῃ τῇ νόϲῳ καὶ πειρώμενοϲ τὸν πατέρα παύϲειν,
  • 4ἐγκαθείρξαϲ τοῖϲ οἴκοιϲ καὶ δίκτυα περιβαλὼν ἐφύλαττε
  • Critical Apparatus5νύκτωρ καὶ μεθʼ ἡμέραν. ὁ δὲ ἐξόδου ἑαυτῷ μὴ προκειμένηϲ
  • 6ἔκραζεν. οἱ δὲ ϲυνδικαϲταὶ αὐτοῦ ϲφηξὶν ἑαυτοὺϲ ἀφομοι-
  • 7ώϲαντεϲ παρεγένοντο, βουλόμενοι διὰ ταύτηϲ τῆϲ τέχνηϲ
  • 8ὑποκλέπτειν τὸν ϲυνδικαϲτήν· ἐξ ὧν καὶ ὁ χορὸϲ ϲυνέϲτηκε καὶ
  • 9τὸ δρᾶμα ἐπιγέγραπται. ἀλλʼ οὐδὲν ἥνυον οὐδὲ οὗτοι. πέραϲ δὲ
  • 10τοῦ νεανίϲκου θαυμάζοντοϲ τίνοϲ ἕνεκα ὁ πατὴρ οὕτωϲ ἥττη-
  • 11ται τοῦ πράιγματοϲ, ἔφη ὁ πρεϲβύτηϲ τὸ πρᾶγμα εἶναι ϲπου-
  • Critical Apparatus12δαῖον καὶ ϲχεδὸν ἀρχὴν τὸ δικάζειν. ὁ δὲ παῖϲ ἐπειρᾶτο τὰϲ
  • Critical Apparatus13ὑποψίαϲ ἐξαίρειν τοῦ πράγματοϲ νουθετῶν τὸν γέροντα. ὁ δὲ
  • 14πρεϲβύτηϲ μηδαμῶϲ νουθετούμενοϲ οὐ μεθίει τοῦ πάθουϲ· ἀλλʼ
  • 15ἀναγκάζεται ὁ νέοϲ ἐπιτρέπειν αὐτῷ φιλοδικεῖν, καὶ ἐπὶ τῆϲ
  • Critical Apparatus16οἰκίαϲ τοῦτο ποιεῖ καὶ τοῖϲ κατὰ τὴν οἰκίαν δικάνζει. καὶ δύο
  • Critical Apparatus17κύνεϲ ἐπειϲάγονται πολιτικῶϲ παρʼ αὐτῷ κρινόμενοι· καὶ κατὰ
  • 18τοῦ φεύγοντοϲ ἐκφέρειν ϲυνεχῶϲ τὴν ψῆφον μέλλων ἀπατηθεὶϲ
  • 19ἄκων τὴν ἀποδικάζουϲαν φέρει ψῆφον.
  • Critical Apparatus20περιέχει δὲ καὶ δικαιολογίαν τινὰ τοῦ ποιητοῦ ἐκ τοῦ ποιη-
  • pg 20621τικοῦ προϲώπου, ὡϲ ϲφηξὶν ἐμφερεῖϲ εἰϲιν οἱ τοῦ χοροῦ, ἐξ ὧν
  • Critical Apparatus22καὶ τὸ δρᾶμα. οἵ, ὅτε μὲν ἦϲαν νέοι, πικρῶϲ †ταῖϲ δίκαιϲ†
  • 23ἐφήδρευον, ἐπεὶ δὲ γέροντεϲ γεγόναϲιν, κεντοῦϲι τοῖϲ κέντροιϲ.
  • 24ἐπὶ τέλει δὲ τοῦ δράματοϲ ὁ γέρων ἐπὶ δεῖπνον καλεῖται, καὶ
  • 25ἐπὶ ὕβριν τρέπεται, καὶ κρίνει αὐτὸν ὕβρεωϲ ἀρτόπωλιϲ· ὁ δὲ
  • 26γέρων πρὸϲ αὐλὸν καὶ ὄρχηϲιν τρέπεται καὶ γελωτοποιεῖ τὸ
  • 27δρᾶμα.
  • 28τοῦτο τὸ δρᾶμα πεποίηται αὐτῷ οὐκ ἐξ ὑποκειμένηϲ
  • 29ὑποθέϲεωϲ, ἀλλʼ ὡϲανεὶ γενομένηϲ. πέπλαϲται γὰρ τὸ ὅλον.
  • 30διαβάλλει δὲ Ἀθηναίουϲ ὡϲ φιλοδικοῦνταϲ, καὶ ϲωφρονίζει τὸν
  • 31δῆμον ἀποϲτῆναι δικῶν, καὶ διά τοι τοῦτο καὶ τοὺϲ δικαϲτὰϲ
  • 32ϲφηξὶν ἀπεικάζει κέντρα ἔχουϲι καὶ πλήττουϲι. πεποίηται δʼ
  • 33αὐτῷ χαριέντωϲ.
  • Critical Apparatus34ἐδιδάχθη ἐπὶ ἄρχοντοϲ Ἀμεινίου διὰ Φιλωνίδου ἐν τῇ πθʹ
  • 35ὀλυμπιάδι. δεύτεροϲ ἦν, εἰϲ Λήναια. καὶ ἐνίκα πρῶτοϲ Φιλ-
  • 36ωνίδηϲ Προάγωνι, Λεύκων Πρέϲβεϲι τρίτοϲ.

Notes Settings

Notes

Critical Apparatus
I 1 φιλόδικοϲ‎ R: φιλοδικαϲτὴϲ‎ cett.
Critical Apparatus
3 παύϲειν‎] παύειν‎ V: παῦϲαι‎ Vp3
Critical Apparatus
5 προκειμένηϲ‎ Kuster: περικειμένηϲ‎ codd.
Critical Apparatus
12 ἀρχὴν‎ R: ἀρχῆϲ‎ cett.
Critical Apparatus
13 ὑποψίαϲ‎] ὑπεροψίαϲ‎ Zacher
ἐξαίρειν‎] ἐξαιρεῖν‎ Dindorf
Critical Apparatus
16 ποιεῖ‎ … δικάζει‎ RV: ποιεῖν καὶ τοὺϲ κατὰ τὴν οἰκίαν δικάζειν‎ cett.
Critical Apparatus
17 ἐπειϲάγονται‎ RV: παρειϲάγονται‎ cett.
πολιτικῶϲ‎ RV: πολιτευτικῶϲ‎ (ante κρινόμενοι‎ transp.) cett.
Critical Apparatus
17–18 καὶ κατὰ‎ … ψῆφον‎ LVp3: καὶ κατὰ τοῦ φεύγοντοϲ ἐκφέρει τὴν ψῆφον‎ RV
Critical Apparatus
20 ποιητοῦ‎ RV: χοροῦ‎ cett.
Critical Apparatus
22 ταῖϲ δίκαιϲ‎] τοῖϲ Μήδοιϲ‎ van Leeuwen
Critical Apparatus
34 Ἀμεινίου‎ Brunck: Ἀμυνίου‎ codd.
πθʹ‎ Kannegiesser: πόλει‎ codd.
logo-footer Copyright © 2020. All rights reserved.