Find Location in text

Main Text

IIΑΡΙϹΤΟΦΑΝΟΥϹ ΤΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ‎

  • 1Φιλοῦντα δικάζειν πατέρα παῖϲ εἵρξαϲ ἄφνω
  • 2αὐτόϲ τʼ ἐφύλαττεν ἔνδον οἰκέται θʼ,ὅπωϲ
  • 3μὴ λανθάνῃ μηδʼ ἐξίῃ διὰ τὴν νόϲον.
  • 4ὁ δʼ ἀντιμάχεται παντὶ τρόπῳ καὶ μηχανῇ.
  • 5εἶθʼ οἱ ϲυνήθειϲ καὶ γέροντεϲ, λεγόμενοι
  • 6ϲφῆκεϲ, παραγίνονται βοηθοῦντεϲ ϲφόδρα
  • 7ἐπὶ τῷ δύναϲθαι κέντρον ἐνιέναι τιϲὶν
  • 8φρονοῦντεϲ ἱκανόν. ὁ δὲ γέρων τηρούμενοϲ
  • 9ϲυμπείθετʼ ἔνδον διαδικάζειν καὶ βιοῦν,
  • 10ἐπεὶ τὸ δικάζειν κέκρικεν ἐκ παντὸϲ τρόπου.

pg 20711 

logo-footer Copyright © 2020. All rights reserved.