Jump to Content

Main Text

Α.‎

  • 1094a Link 1Πᾶσα τέχνη καὶ πᾶσα μέθοδος, ὁμοίως δὲ πρᾶξίς τε καὶ
  • Link 2προαίρεσις, ἀγαθοῦ τινὸς ἐφίεσθαι δοκεῖ· διὸ καλῶς ἀπεφή-
  • Link 32ναντο τἀγαθόν, οὗ πάντ᾽ ἐφίεται. διαφορὰ δέ τις φαίνεται
  • Link 4τῶν τελῶν· τὰ μὲν γάρ εἰσιν ἐνέργειαι, τὰ δὲ παρ᾽ αὐτὰς
  • Link 5ἔργα τινά. ὧν δ᾽ εἰσὶ τέλη τινὰ παρὰ τὰς πράξεις, ἐν τού-
  • Link 63τοις βελτίω πέφυκε τῶν ἐνεργειῶν τὰ ἔργα. πολλῶν δὲ
  • 7πράξεων οὐσῶν καὶ τεχνῶν καὶ ἐπιστημῶν πολλὰ γίνεται
  • Critical Apparatus Link 8καὶ τὰ τέλη· ἰατρικῆς μὲν γὰρ ὑγίεια, ναυπηγικῆς δὲ
  • Link 94πλοῖον, στρατηγικῆς δὲ νίκη, οἰκονομικῆς δὲ πλοῦτος. ὅσαι
  • 10δ᾽ εἰσὶ τῶν τοιούτων ὑπὸ μίαν τινὰ δύναμιν, καθάπερ ὑπὸ
  • Critical Apparatus11τὴν ἱππικὴν χαλινοποιικὴ καὶ ὅσαι ἄλλαι τῶν ἱππικῶν
  • 12ὀργάνων εἰσίν, αὕτη δὲ καὶ πᾶσα πολεμικὴ πρᾶξις ὑπὸ
  • Critical Apparatus13τὴν στρατηγικήν, κατὰ τὸν αὐτὸν δὴ τρόπον ἄλλαι ὑφ᾽
  • Critical Apparatus14ἑτέρας· ἐν ἁπάσαις δὲ τὰ τῶν ἀρχιτεκτονικῶν τέλη πάν-
  • Critical Apparatus15των ἐστὶν αἱρετώτερα τῶν ὑπ᾽ αὐτά· τούτων γὰρ χάριν
  • Link 165κἀκεῖνα διώκεται. διαφέρει δ᾽ οὐδὲν τὰς ἐνεργείας αὐτὰς
  • 17εἶναι τὰ τέλη τῶν πράξεων ἢ παρὰ ταύτας ἄλλο τι, καθά-
  • pg 2II Link 18περ ἐπὶ τῶν λεχθεισῶν ἐπιστημῶν. Εἰ δή τι τέλος ἐστὶ τῶν
  • 19πρακτῶν ὃ δι᾽ αὑτὸ βουλόμεθα, τἆλλα δὲ διὰ τοῦτο, καὶ μὴ
  • Critical Apparatus20πάντα δι᾽ ἕτερον αἱρούμεθα (πρόεισι γὰρ οὕτω γ᾽ εἰς ἄπειρον‎,
  • Link 21ὥστ᾽ εἶναι κενὴν καὶ ματαίαν τὴν ὄρεξιν), δῆλον ὡς τοῦτ᾽ ἂν
  • Link 222εἴη τἀγαθὸν καὶ τὸ ἄριστον. ἆρ᾽ οὖν καὶ πρὸς τὸν βίον ἡ
  • Link 23γνῶσις αὐτοῦ μεγάλην ἔχει ῥοπήν, καὶ καθάπερ τοξόται
  • Link 243σκοπὸν ἔχοντες μᾶλλον ἂν τυγχάνοιμεν τοῦ δέοντος; εἰ δ᾽
  • 25οὕτω, πειρατέον τύπῳ γε περιλαβεῖν αὐτὸ τί ποτ᾽ ἐστὶ καὶ
  • Link 264τίνος τῶν ἐπιστημῶν ἢ δυνάμεων. δόξειε δ᾽ ἂν τῆς κυριω-
  • Critical Apparatus Link 27τάτης καὶ μάλιστα ἀρχιτεκτονικῆς. τοιαύτη δ᾽ ἡ πολιτικὴ
  • Link 286φαίνεται· τίνας γὰρ εἶναι χρεὼν τῶν ἐπιστημῶν ἐν ταῖς πό-
  • 1094b1λεσι, καὶ ποίας ἑκάστους μανθάνειν καὶ μέχρι τίνος, αὕτη
  • Link 2διατάσσει· ὁρῶμεν δὲ καὶ τὰς ἐντιμοτάτας τῶν δυνάμεων
  • 3ὑπὸ ταύτην οὔσας, οἷον στρατηγικὴν οἰκονομικὴν ῥητορικήν·
  • Critical Apparatus47χρωμένης δὲ ταύτης ταῖς λοιπαῖς [πρακτικαῖς] τῶν ἐπιστη-‎,
  • Link 5μῶν, ἔτι δὲ νομοθετούσης τί δεῖ πράττειν καὶ τίνων ἀπέχε-
  • 6σθαι, τὸ ταύτης τέλος περιέχοι ἂν τὰ τῶν ἄλλων, ὥστε τοῦτ᾽
  • Link 78ἂν εἴη τἀνθρώπινον ἀγαθόν. εἰ γὰρ καὶ ταὐτόν ἐστιν ἑνὶ
  • Critical Apparatus8καὶ πόλει, μεῖζόν γε καὶ τελειότερον τὸ τῆς πόλεως φαίνε-
  • Critical Apparatus Link 9ται καὶ λαβεῖν καὶ σῴζειν· ἀγαπητὸν μὲν γὰρ καὶ ἑνὶ
  • Link 10μόνῳ, κάλλιον δὲ καὶ θειότερον ἔθνει καὶ πόλεσιν. ἡ μὲν
  • Link 11III.οὖν μέθοδος τούτων ἐφίεται, πολιτική τις οὖσα. Λέγοιτο δ᾽ ἂν
  • Link 12ἱκανῶς, εἰ κατὰ τὴν ὑποκειμένην ὕλην διασαφηθείη· τὸ γὰρ
  • 13ἀκριβὲς οὐχ ὁμοίως ἐν ἅπασι τοῖς λόγοις ἐπιζητητέον, ὥσπερ
  • Link 142οὐδ᾽ ἐν τοῖς δημιουργουμένοις. τὰ δὲ καλὰ καὶ τὰ δίκαια‎,
  • Critical Apparatus Link 15περὶ ὧν ἡ πολιτικὴ σκοπεῖται, πολλὴν ἔχει διαφορὰν καὶ
  • Link 163πλάνην, ὥστε δοκεῖν νόμῳ μόνον εἶναι, φύσει δὲ μή. τοιαύ-
  • pg 3Critical Apparatus17την δέ τινα πλάνην ἔχει καὶ τἀγαθὰ διὰ τὸ πολλοῖς συμ-
  • 18βαίνειν βλάβας ἀπ᾽ αὐτῶν· ἤδη γάρ τινες ἀπώλοντο διὰ
  • Link 194πλοῦτον, ἕτεροι δὲ δι᾽ ἀνδρείαν. ἀγαπητὸν οὖν περὶ τοιούτων
  • 20καὶ ἐκ τοιούτων λέγοντας παχυλῶς καὶ τύπῳ τἀληθὲς ἐν-
  • Link 21δείκνυσθαι, καὶ περὶ τῶν ὡς ἐπὶ τὸ πολὺ καὶ ἐκ τοιούτων
  • Critical Apparatus22λέγοντας τοιαῦτα καὶ συμπεραίνεσθαι. τὸν αὐτὸν δὴ τρόπον
  • Critical Apparatus Link 23καὶ ἀποδέχεσθαι χρεὼν ἕκαστα τῶν λεγομένων· πεπαιδευ-
  • Link 24μένου γάρ ἐστιν ἐπὶ τοσοῦτον τἀκριβὲς ἐπιζητεῖν καθ᾽ ἕκαστον
  • 25γένος, ἐφ᾽ ὅσον ἡ τοῦ πράγματος φύσις ἐπιδέχεται· παρα-
  • Link 26πλήσιον γὰρ φαίνεται μαθηματικοῦ τε πιθανολογοῦντος ἀπο-
  • 275δέχεσθαι καὶ ῥητορικὸν ἀποδείξεις ἀπαιτεῖν. ἕκαστος δὲ κρί-
  • 28νει καλῶς ἃ γινώσκει, καὶ τούτων ἐστὶν ἀγαθὸς κριτής. καθ᾽
  • 1095aCritical Apparatus Link 1ἕκαστον μὲν ἄρα ὁ πεπαιδευμένος, ἁπλῶς δ᾽ ὁ περὶ πᾶν πεπαι-
  • Link 2δευμένος. διὸ τῆς πολιτικῆς οὐκ ἔστιν οἰκεῖος ἀκροατὴς ὁ
  • 3νέος· ἄπειρος γὰρ τῶν κατὰ τὸν βίον πράξεων, οἱ λόγοι δ᾽ ἐκ
  • Link 46τούτων καὶ περὶ τούτων· ἔτι δὲ τοῖς πάθεσιν ἀκολουθητικὸς ὢν
  • 5ματαίως ἀκούσεται καὶ ἀνωφελῶς, ἐπειδὴ τὸ τέλος ἐστὶν οὐ
  • Link 67γνῶσις ἀλλὰ πρᾶξις. διαφέρει δ᾽ οὐδὲν νέος τὴν ἡλικίαν ἢ
  • Link 7τὸ ἦθος νεαρός· οὐ γὰρ παρὰ τὸν χρόνον ἡ ἔλλειψις, ἀλλὰ
  • 8διὰ τὸ κατὰ πάθος ζῆν καὶ διώκειν ἕκαστα. τοῖς γὰρ τοιού-
  • 9τοις ἀνόνητος ἡ γνῶσις γίνεται, καθάπερ τοῖς ἀκρατέσιν·
  • Link 10τοῖς δὲ κατὰ λόγον τὰς ὀρέξεις ποιουμένοις καὶ πράττουσι
  • 118πολυωφελὲς ἂν εἴη τὸ περὶ τούτων εἰδέναι. καὶ περὶ μὲν
  • Critical Apparatus12ἀκροατοῦ, καὶ πῶς ἀποδεκτέον, καὶ τί προτιθέμεθα, πεφροι-
  • Critical Apparatus13μιάσθω ταῦτα‎.
  • Link 14IV.2 Λέγωμεν δ᾽ ἀναλαβόντες, ἐπειδὴ πᾶσα γνῶσις καὶ προ-
  • 15αίρεσις ἀγαθοῦ τινὸς ὀρέγεται, τί ἐστὶν οὗ λέγομεν τὴν
  • pg 4 Link 16πολιτικὴν ἐφίεσθαι καὶ τί τὸ πάντων ἀκρότατον τῶν πρακτῶν
  • Critical Apparatus Link 172ἀγαθῶν. ὀνόματι μὲν οὖν σχεδὸν ὑπὸ τῶν πλείστων ὁμολο-
  • Link 18γεῖται· τὴν γὰρ εὐδαιμονίαν καὶ οἱ πολλοὶ καὶ οἱ χαρίεν-
  • Link 19τες λέγουσιν, τὸ δ᾽ εὖ ζῆν καὶ τὸ εὖ πράττειν ταὐτὸν ὑπο-
  • Link 20λαμβάνουσι τῷ εὐδαιμονεῖν· περὶ δὲ τῆς εὐδαιμονίας, τί
  • 21ἐστιν, ἀμφισβητοῦσι καὶ οὐχ ὁμοίως οἱ πολλοὶ τοῖς σοφοῖς
  • Link 223ἀποδιδόασιν. οἳ μὲν γὰρ τῶν ἐναργῶν τι καὶ φανερῶν, οἷον
  • Link 23ἡδονὴν ἢ πλοῦτον ἢ τιμήν, ἄλλοι δ᾽ ἄλλο—πολλάκις δὲ
  • Link 24καὶ ὁ αὐτὸς ἕτερον· νοσήσας μὲν γὰρ ὑγίειαν, πενόμενος δὲ
  • 25πλοῦτον· συνειδότες δ᾽ ἑαυτοῖς ἄγνοιαν τοὺς μέγα τι καὶ
  • Link 26ὑπὲρ αὐτοὺς λέγοντας θαυμάζουσιν. ἔνιοι δ᾽ ᾤοντο παρὰ τὰ
  • Critical Apparatus27πολλὰ ταῦτα ἀγαθὰ ἄλλο τι καθ᾽ αὑτὸ εἶναι, ὃ καὶ τούτοις
  • Critical Apparatus Link 284πᾶσιν αἴτιόν ἐστι τοῦ εἶναι ἀγαθά. ἁπάσας μὲν οὖν ἐξετάζειν
  • Link 29τὰς δόξας ματαιότερον ἴσως ἐστίν, ἱκανὸν δὲ τὰς μάλιστα
  • Link 305ἐπιπολαζούσας ἢ δοκούσας ἔχειν τινὰ λόγον. μὴ λανθανέτω δ᾽
  • Link 31ἡμᾶς ὅτι διαφέρουσιν οἱ ἀπὸ τῶν ἀρχῶν λόγοι καὶ οἱ ἐπὶ
  • Critical Apparatus Link 32τὰς ἀρχάς. εὖ γὰρ καὶ ὁ Πλάτων ἠπόρει τοῦτο καὶ ἐζήτει, πότε-
  • 33ρον ἀπὸ τῶν ἀρχῶν ἢ ἐπὶ τὰς ἀρχάς ἐστιν ἡ ὁδός, ὥσπερ
  • 1095bCritical Apparatus Link 1ἐν τῷ σταδίῳ ἀπὸ τῶν ἀθλοθετῶν ἐπὶ τὸ πέρας ἢ ἀνάπαλιν‎.
  • Critical Apparatus Link 2ἀρκτέον μὲν γὰρ ἀπὸ τῶν γνωρίμων, ταῦτα δὲ διττῶς· τὰ
  • Critical Apparatus Link 3μὲν γὰρ ἡμῖν τὰ δ᾽ ἁπλῶς. ἴσως οὖν ἡμῖν γε ἀρκτέον ἀπὸ
  • Critical Apparatus Link 46τῶν ἡμῖν γνωρίμων. διὸ δεῖ τοῖς ἔθεσιν ἦχθαι καλῶς τὸν
  • Link 5περὶ καλῶν καὶ δικαίων καὶ ὅλως τῶν πολιτικῶν ἀκουσόμε-
  • Critical Apparatus Link 67νον ἱκανῶς. ἀρχὴ γὰρ τὸ ὅτι, καὶ εἰ τοῦτο φαίνοιτο ἀρ-
  • Critical Apparatus7κούντως, οὐδὲν προσδεήσει τοῦ διότι· ὁ δὲ τοιοῦτος ἔχει ἢ
  • 8λάβοι ἂν ἀρχὰς ῥᾳδίως. ᾧ δὲ μηδέτερον ὑπάρχει τούτων‎,
  • Link 9ἀκουσάτω τῶν Ἡσιόδου·

  • pg 5 Link 10                  οὗτος μὲν πανάριστος ὃς αὐτὸς πάντα νοήσῃ‎,
  • 11                  ἐσθλὸς δ᾽ αὖ κἀκεῖνος ὃς εὖ εἰπόντι πίθηται‎.
  • 12                  ὃς δέ κε μήτ᾽ αὐτὸς νοέῃ μήτ᾽ ἄλλου ἀκούων
  • 13                  ἐν θυμῷ βάλληται, ὃ δ᾽ αὖτ᾽ ἀχρήιος ἀνήρ‎.

  • Link 14V. 3 Ἡμεῖς δὲ λέγωμεν ὅθεν παρεξέβημεν. τὸ γὰρ ἀγαθὸν
  • Link 15καὶ τὴν εὐδαιμονίαν οὐκ ἀλόγως ἐοίκασιν ἐκ τῶν βίων
  • 162ὑπολαμβάνειν οἱ μὲν πολλοὶ καὶ φορτικώτατοι τὴν ἡδονήν·
  • 17διὸ καὶ τὸν βίον ἀγαπῶσι τὸν ἀπολαυστικόν. τρεῖς γάρ εἰσι
  • Critical Apparatus Link 18μάλιστα οἱ προύχοντες, ὅ τε νῦν εἰρημένος καὶ ὁ πολιτικὸς
  • Link 193καὶ τρίτος ὁ θεωρητικός. οἱ μὲν οὖν πολλοὶ παντελῶς ἀν-
  • Link 20δραποδώδεις φαίνονται βοσκημάτων βίον προαιρούμενοι‎,
  • Link 21τυγχάνουσι δὲ λόγου διὰ τὸ πολλοὺς τῶν ἐν ταῖς ἐξουσίαις
  • Critical Apparatus Link 224ὁμοιοπαθεῖν Σαρδαναπάλλῳ. οἱ δὲ χαρίεντες καὶ πρακτικοὶ
  • Link 23τιμήν· τοῦ γὰρ πολιτικοῦ βίου σχεδὸν τοῦτο τέλος. φαί-
  • Link 24νεται δ᾽ ἐπιπολαιότερον εἶναι τοῦ ζητουμένου· δοκεῖ γὰρ ἐν
  • 25τοῖς τιμῶσι μᾶλλον εἶναι ἢ ἐν τῷ τιμωμένῳ, τἀγαθὸν δὲ
  • Critical Apparatus Link 265οἰκεῖόν τι καὶ δυσαφαίρετον εἶναι μαντευόμεθα. ἔτι δ᾽ ἐοί-
  • Critical Apparatus Link 27κασι τὴν τιμὴν διώκειν ἵνα πιστεύσωσιν ἑαυτοὺς ἀγαθοὺς
  • 28εἶναι· ζητοῦσι γοῦν ὑπὸ τῶν φρονίμων τιμᾶσθαι, καὶ παρ᾽
  • 29οἷς γινώσκονται, καὶ ἐπ᾽ ἀρετῇ· δῆλον οὖν ὅτι κατά γε
  • Link 306τούτους ἡ ἀρετὴ κρείττων. τάχα δὲ καὶ μᾶλλον ἄν τις
  • Critical Apparatus Link 31τέλος τοῦ πολιτικοῦ βίου ταύτην ὑπολάβοι. φαίνεται δὲ
  • Critical Apparatus Link 32ἀτελεστέρα καὶ αὕτη· δοκεῖ γὰρ ἐνδέχεσθαι καὶ καθεύδειν
  • Link 33ἔχοντα τὴν ἀρετὴν ἢ ἀπρακτεῖν διὰ βίου, καὶ πρὸς τούτοις
  • 1096a1κακοπαθεῖν καὶ ἀτυχεῖν τὰ μέγιστα· τὸν δ᾽ οὕτω ζῶντα
  • Link 2οὐδεὶς ἂν εὐδαιμονίσειεν, εἰ μὴ θέσιν διαφυλάττων. καὶ
  • Critical Apparatus3περὶ μὲν τούτων ἅλις· ἱκανῶς γὰρ καὶ ἐν τοῖς ἐγκυκλίοις
  • pg 6 Link 47εἴρηται περὶ αὐτῶν. τρίτος δ᾽ ἐστὶν ὁ θεωρητικός, ὑπὲρ οὗ
  • Critical Apparatus Link 58τὴν ἐπίσκεψιν ἐν τοῖς ἑπομένοις ποιησόμεθα. ὁ δὲ χρημα-
  • 6τιστὴς βίαιός τις ἐστίν, καὶ ὁ πλοῦτος δῆλον ὅτι οὐ τὸ ζητού-
  • Link 7μενον ἀγαθόν· χρήσιμον γὰρ καὶ ἄλλου χάριν. διὸ μᾶλλον
  • Link 8τὰ πρότερον λεχθέντα τέλη τις ἂν ὑπολάβοι· δι᾽ αὑτὰ γὰρ
  • Critical Apparatus9ἀγαπᾶται. φαίνεται δ᾽ οὐδ᾽ ἐκεῖνα· καίτοι πολλοὶ λόγοι
  • 10πρὸς αὐτὰ καταβέβληνται. ταῦτα μὲν οὖν ἀφείσθω‎.
  • Link 11VI.4 Τὸ δὲ καθόλου βέλτιον ἴσως ἐπισκέψασθαι καὶ διαπο-
  • 12ρῆσαι πῶς λέγεται, καίπερ προσάντους τῆς τοιαύτης ζητή-
  • Link 13σεως γινομένης διὰ τὸ φίλους ἄνδρας εἰσαγαγεῖν τὰ εἴδη‎.
  • Link 14δόξειε δ᾽ ἂν ἴσως βέλτιον εἶναι καὶ δεῖν ἐπὶ σωτηρίᾳ γε τῆς
  • 15ἀληθείας καὶ τὰ οἰκεῖα ἀναιρεῖν, ἄλλως τε καὶ φιλοσόφους
  • Link 16ὄντας· ἀμφοῖν γὰρ ὄντοιν φίλοιν ὅσιον προτιμᾶν τὴν ἀλή-
  • Critical Apparatus Link 172θειαν. οἱ δὴ κομίσαντες τὴν δόξαν ταύτην οὐκ ἐποίουν ἰδέας
  • Critical Apparatus18ἐν οἷς τὸ πρότερον καὶ ὕστερον ἔλεγον, διόπερ οὐδὲ τῶν
  • Link 19ἀριθμῶν ἰδέαν κατεσκεύαζον· τὸ δ᾽ ἀγαθὸν λέγεται καὶ ἐν
  • Critical Apparatus Link 20τῷ τί ἐστι καὶ ἐν τῷ ποιῷ καὶ ἐν τῷ πρός τι, τὸ δὲ καθ᾽
  • 21αὑτὸ καὶ ἡ οὐσία πρότερον τῇ φύσει τοῦ πρός τι (παρα-
  • 22φυάδι γὰρ τοῦτ᾽ ἔοικε καὶ συμβεβηκότι τοῦ ὄντος)· ὥστ᾽ οὐκ
  • Critical Apparatus Link 233ἂν εἴη κοινή τις ἐπὶ τούτοις ἰδέα. ἔτι δ᾽ ἐπεὶ τἀγαθὸν ἰσαχῶς
  • Link 24λέγεται τῷ ὄντι (καὶ γὰρ ἐν τῷ τί λέγεται, οἷον ὁ θεὸς καὶ
  • Link 25ὁ νοῦς, καὶ ἐν τῷ ποιῷ αἱ ἀρεταί, καὶ ἐν τῷ ποσῷ τὸ μέ-
  • 26τριον, καὶ ἐν τῷ πρός τι τὸ χρήσιμον, καὶ ἐν χρόνῳ και-
  • 27ρός, καὶ ἐν τόπῳ δίαιτα καὶ ἕτερα τοιαῦτα), δῆλον ὡς οὐκ
  • 28ἂν εἴη κοινόν τι καθόλου καὶ ἕν· οὐ γὰρ ἂν ἐλέγετ᾽ ἐν πά-
  • Link 294σαις ταῖς κατηγορίαις, ἀλλ᾽ ἐν μιᾷ μόνῃ. ἔτι δ᾽ ἐπεὶ τῶν
  • 30κατὰ μίαν ἰδέαν μία καὶ ἐπιστήμη, καὶ τῶν ἀγαθῶν ἁπάν-
  • Critical Apparatus31των ἦν ἂν μία τις ἐπιστήμη· νῦν δ᾽ εἰσὶ πολλαὶ καὶ τῶν
  • pg 7Critical Apparatus32ὑπὸ μίαν κατηγορίαν, οἷον καιροῦ, ἐν πολέμῳ μὲν γὰρ στρατη-
  • Link 33γικὴ ἐν νόσῳ δ᾽ ἰατρική, καὶ τοῦ μετρίου ἐν τροφῇ μὲν
  • Link 345ἰατρικὴ ἐν πόνοις δὲ γυμναστική. ἀπορήσειε δ᾽ ἄν τις τί
  • Critical Apparatus Link 35ποτε καὶ βούλονται λέγειν αὐτοέκαστον, εἴπερ ἔν τε αὐτο-
  • 1096bCritical Apparatus1ανθρώπῳ καὶ ἐν ἀνθρώπῳ εἷς καὶ ὁ αὐτὸς λόγος ἐστὶν ὁ τοῦ
  • 2ἀνθρώπου. ᾗ γὰρ ἄνθρωπος, οὐδὲν διοίσουσιν· εἰ δ᾽ οὕτως‎,
  • Link 36οὐδ᾽ ᾗ ἀγαθόν. ἀλλὰ μὴν οὐδὲ τῷ ἀίδιον εἶναι μᾶλλον
  • Critical Apparatus4ἀγαθὸν ἔσται, εἴπερ μηδὲ λευκότερον τὸ πολυχρόνιον τοῦ
  • 57ἐφημέρου. πιθανώτερον δ᾽ ἐοίκασιν οἱ Πυθαγόρειοι λέγειν
  • Link 6περὶ αὐτοῦ, τιθέντες ἐν τῇ τῶν ἀγαθῶν συστοιχίᾳ τὸ ἕν· οἷς
  • 78δὴ καὶ Σπεύσιππος ἐπακολουθῆσαι δοκεῖ. ἀλλὰ περὶ μὲν
  • Critical Apparatus Link 8τούτων ἄλλος ἔστω λόγος· τοῖς δὲ λεχθεῖσιν ἀμφισβήτησίς
  • 9τις ὑποφαίνεται διὰ τὸ μὴ περὶ παντὸς ἀγαθοῦ τοὺς λόγους
  • Critical Apparatus10εἰρῆσθαι, λέγεσθαι δὲ καθ᾽ ἓν εἶδος τὰ καθ᾽ αὑτὰ διωκό-
  • Link 11μενα καὶ ἀγαπώμενα, τὰ δὲ ποιητικὰ τούτων ἢ φυλακτικά
  • 12πως ἢ τῶν ἐναντίων κωλυτικὰ διὰ ταῦτα λέγεσθαι καὶ
  • Critical Apparatus139τρόπον ἄλλον. δῆλον οὖν ὅτι διττῶς λέγοιτ᾽ ἂν τἀγαθά‎,
  • 14καὶ τὰ μὲν καθ᾽ αὑτά, θάτερα δὲ διὰ ταῦτα. χωρίσαντες
  • 15οὖν ἀπὸ τῶν ὠφελίμων τὰ καθ᾽ αὑτὰ σκεψώμεθα εἰ λέ-
  • Link 1610γεται κατὰ μίαν ἰδέαν. καθ᾽ αὑτὰ δὲ ποῖα θείη τις ἄν; ἢ
  • Link 17ὅσα καὶ μονούμενα διώκεται, οἷον τὸ φρονεῖν καὶ ὁρᾶν καὶ
  • 18ἡδοναί τινες καὶ τιμαί; ταῦτα γὰρ εἰ καὶ δι᾽ ἄλλο τι διώ-
  • Critical Apparatus19κομεν, ὅμως τῶν καθ᾽ αὑτὰ ἀγαθῶν θείη τις ἄν. ἢ οὐδ᾽
  • 20ἄλλο οὐδὲν πλὴν τῆς ἰδέας; ὥστε μάταιον ἔσται τὸ εἶδος‎.
  • 2111εἰ δὲ καὶ ταῦτ᾽ ἐστὶ τῶν καθ᾽ αὑτά, τὸν τἀγαθοῦ λόγον ἐν
  • 22ἅπασιν αὐτοῖς τὸν αὐτὸν ἐμφαίνεσθαι δεήσει, καθάπερ ἐν
  • Link 23χιόνι καὶ ψιμυθίῳ τὸν τῆς λευκότητος. τιμῆς δὲ καὶ
  • pg 824φρονήσεως καὶ ἡδονῆς ἕτεροι καὶ διαφέροντες οἱ λόγοι ταύτῃ
  • Link 25ᾗ ἀγαθά. οὐκ ἔστιν ἄρα τὸ ἀγαθὸν κοινόν τι κατὰ μίαν
  • Critical Apparatus Link 2612ἰδέαν. ἀλλὰ πῶς δὴ λέγεται; οὐ γὰρ ἔοικε τοῖς γε ἀπὸ
  • Link 27τύχης ὁμωνύμοις. ἀλλ᾽ ἆρά γε τῷ ἀφ᾽ ἑνὸς εἶναι ἢ πρὸς
  • Link 28ἓν ἅπαντα συντελεῖν, ἢ μᾶλλον κατ᾽ ἀναλογίαν; ὡς γὰρ
  • 29ἐν σώματι ὄψις, ἐν ψυχῇ νοῦς, καὶ ἄλλο δὴ ἐν ἄλλῳ‎.
  • Critical Apparatus3013ἀλλ᾽ ἴσως ταῦτα μὲν ἀφετέον τὸ νῦν· ἐξακριβοῦν γὰρ ὑπὲρ
  • 31αὐτῶν ἄλλης ἂν εἴη φιλοσοφίας οἰκειότερον. ὁμοίως δὲ καὶ
  • Critical Apparatus32περὶ τῆς ἰδέας· εἰ γὰρ καὶ ἔστιν ἕν τι τὸ κοινῇ κατηγορού-
  • Critical Apparatus Link 33μενον ἀγαθὸν ἢ χωριστὸν αὐτό τι καθ᾽ αὑτό, δῆλον ὡς οὐκ
  • 34ἂν εἴη πρακτὸν οὐδὲ κτητὸν ἀνθρώπῳ· νῦν δὲ τοιοῦτόν τι
  • Link 3514ζητεῖται. τάχα δέ τῳ δόξειεν ἂν βέλτιον εἶναι γνωρίζειν
  • 1097a1αὐτὸ πρὸς τὰ κτητὰ καὶ πρακτὰ τῶν ἀγαθῶν· οἷον γὰρ
  • 2παράδειγμα τοῦτ᾽ ἔχοντες μᾶλλον εἰσόμεθα καὶ τὰ ἡμῖν
  • 315ἀγαθά, κἂν εἰδῶμεν, ἐπιτευξόμεθα αὐτῶν. πιθανότητα μὲν
  • Critical Apparatus4οὖν τινα ἔχει ὁ λόγος, ἔοικε δὲ ταῖς ἐπιστήμαις διαφωνεῖν·
  • 5πᾶσαι γὰρ ἀγαθοῦ τινὸς ἐφιέμεναι καὶ τὸ ἐνδεὲς ἐπιζητοῦ-
  • 6σαι παραλείπουσι τὴν γνῶσιν αὐτοῦ. καίτοι βοήθημα τηλι-
  • Critical Apparatus Link 7κοῦτον τοὺς τεχνίτας ἅπαντας ἀγνοεῖν καὶ μηδ᾽ ἐπιζητεῖν
  • Link 816οὐκ εὔλογον. ἄπορον δὲ καὶ τί ὠφεληθήσεται ὑφάντης ἢ
  • Critical Apparatus9τέκτων πρὸς τὴν αὑτοῦ τέχνην εἰδὼς τὸ αὐτὸ τοῦτο ἀγαθόν‎,
  • 10ἢ πῶς ἰατρικώτερος ἢ στρατηγικώτερος ἔσται ὁ τὴν ἰδέαν
  • Link 11αὐτὴν τεθεαμένος. φαίνεται μὲν γὰρ οὐδὲ τὴν ὑγίειαν
  • 12οὕτως ἐπισκοπεῖν ὁ ἰατρός, ἀλλὰ τὴν ἀνθρώπου, μᾶλλον δ᾽
  • 13ἴσως τὴν τοῦδε· καθ᾽ ἕκαστον γὰρ ἰατρεύει. καὶ περὶ μὲν
  • 14τούτων ἐπὶ τοσοῦτον εἰρήσθω‎.
  • Link 15VII. 5 Πάλιν δ᾽ ἐπανέλθωμεν ἐπὶ τὸ ζητούμενον ἀγαθόν, τί
  • pg 916ποτ᾽ ἂν εἴη. φαίνεται μὲν γὰρ ἄλλο ἐν ἄλλῃ πράξει καὶ
  • Link 17τέχνῃ· ἄλλο γὰρ ἐν ἰατρικῇ καὶ στρατηγικῇ καὶ ταῖς λοιπαῖς
  • Link 18ὁμοίως. τί οὖν ἑκάστης τἀγαθόν; ἢ οὗ χάριν τὰ λοιπὰ
  • 19πράττεται; τοῦτο δ᾽ ἐν ἰατρικῇ μὲν ὑγίεια, ἐν στρατηγικῇ
  • 20δὲ νίκη, ἐν οἰκοδομικῇ δ᾽ οἰκία, ἐν ἄλλῳ δ᾽ ἄλλο, ἐν
  • 21ἁπάσῃ δὲ πράξει καὶ προαιρέσει τὸ τέλος· τούτου γὰρ ἕνεκα
  • Link 22τὰ λοιπὰ πράττουσι πάντες. ὥστ᾽ εἴ τι τῶν πρακτῶν ἁπάν-
  • Link 23των ἐστὶ τέλος, τοῦτ᾽ ἂν εἴη τὸ πρακτὸν ἀγαθόν, εἰ δὲ πλείω‎,
  • Link 242ταῦτα. μεταβαίνων δὴ ὁ λόγος εἰς ταὐτὸν ἀφῖκται· τοῦτο
  • Critical Apparatus Link 253δ᾽ ἔτι μᾶλλον διασαφῆσαι πειρατέον. ἐπεὶ δὲ πλείω φαί-
  • Critical Apparatus26νεται τὰ τέλη, τούτων δ᾽ αἱρούμεθά τινα δι᾽ ἕτερον, οἷον
  • 27πλοῦτον αὐλοὺς καὶ ὅλως τὰ ὄργανα, δῆλον ὡς οὐκ ἔστι
  • Link 28πάντα τέλεια· τὸ δ᾽ ἄριστον τέλειόν τι φαίνεται. ὥστ᾽ εἰ
  • 29μέν ἐστιν ἕν τι μόνον τέλειον, τοῦτ᾽ ἂν εἴη τὸ ζητούμενον‎,
  • Link 304εἰ δὲ πλείω, τὸ τελειότατον τούτων. τελειότερον δὲ λέγο-
  • 31μεν τὸ καθ᾽ αὑτὸ διωκτὸν τοῦ δι᾽ ἕτερον καὶ τὸ μηδέποτε
  • Critical Apparatus32δι᾽ ἄλλο αἱρετὸν τῶν ⟨καὶ⟩ καθ᾽ αὑτὰ καὶ δι᾽ αὐτὸ αἱρετῶν‎,
  • Link 33καὶ ἁπλῶς δὴ τέλειον τὸ καθ᾽ αὑτὸ αἱρετὸν ἀεὶ καὶ μηδέ-
  • Critical Apparatus Link 345ποτε δι᾽ ἄλλο. τοιοῦτον δ᾽ ἡ εὐδαιμονία μάλιστ᾽ εἶναι δοκεῖ·
  • 1097b Link 1ταύτην γὰρ αἱρούμεθα ἀεὶ δι᾽ αὐτὴν καὶ οὐδέποτε δι᾽ ἄλλο‎,
  • Link 2τιμὴν δὲ καὶ ἡδονὴν καὶ νοῦν καὶ πᾶσαν ἀρετὴν αἱρούμεθα
  • Link 3μὲν καὶ δι᾽ αὐτά (μηθενὸς γὰρ ἀποβαίνοντος ἑλοίμεθ᾽ ἂν
  • Link 4ἕκαστον αὐτῶν), αἱρούμεθα δὲ καὶ τῆς εὐδαιμονίας χάριν‎,
  • Critical Apparatus5διὰ τούτων ὑπολαμβάνοντες εὐδαιμονήσειν. τὴν δ᾽ εὐδαιμο-
  • Link 66νίαν οὐδεὶς αἱρεῖται τούτων χάριν, οὐδ᾽ ὅλως δι᾽ ἄλλο. φαίνε-
  • Link 7ται δὲ καὶ ἐκ τῆς αὐταρκείας τὸ αὐτὸ συμβαίνειν· τὸ γὰρ
  • Link 8τέλειον ἀγαθὸν αὔταρκες εἶναι δοκεῖ. τὸ δ᾽ αὔταρκες λέγο-
  • Link 9μεν οὐκ αὐτῷ μόνῳ, τῷ ζῶντι βίον μονώτην, ἀλλὰ καὶ γο-
  • pg 10Critical Apparatus Link 10νεῦσι καὶ τέκνοις καὶ γυναικὶ καὶ ὅλως τοῖς φίλοις καὶ πολί-
  • Critical Apparatus Link 117ταις, ἐπειδὴ φύσει πολιτικὸν ὁ ἄνθρωπος. τούτων δὲ ληπτέος
  • 12ὅρος τις· ἐπεκτείνοντι γὰρ ἐπὶ τοὺς γονεῖς καὶ τοὺς ἀπογόνους
  • 13καὶ τῶν φίλων τοὺς φίλους εἰς ἄπειρον πρόεισιν. ἀλλὰ τοῦτο
  • Link 14μὲν εἰσαῦθις ἐπισκεπτέον· τὸ δ᾽ αὔταρκες τίθεμεν ὃ μονού-
  • Critical Apparatus15μενον αἱρετὸν ποιεῖ τὸν βίον καὶ μηδενὸς ἐνδεᾶ· τοιοῦτον δὲ
  • Link 168τὴν εὐδαιμονίαν οἰόμεθα εἶναι· ἔτι δὲ πάντων αἱρετωτάτην
  • Critical Apparatus Link 17μὴ συναριθμουμένην—συναριθμουμένην δὲ δῆλον ὡς αἱρετω-
  • Link 18τέραν μετὰ τοῦ ἐλαχίστου τῶν ἀγαθῶν· ὑπεροχὴ γὰρ ἀγαθῶν
  • Link 19γίνεται τὸ προστιθέμενον, ἀγαθῶν δὲ τὸ μεῖζον αἱρετώτερον
  • 20ἀεί. τέλειον δή τι φαίνεται καὶ αὔταρκες ἡ εὐδαιμονία‎,
  • Link 21τῶν πρακτῶν οὖσα τέλος‎.
  • Link 226 9 Ἀλλ᾽ ἴσως τὴν μὲν εὐδαιμονίαν τὸ ἄριστον λέγειν ὁμο-
  • Critical Apparatus23λογούμενόν τι φαίνεται, ποθεῖται δ᾽ ἐναργέστερον τί ἐστιν ἔτι
  • Critical Apparatus Link 2410λεχθῆναι. τάχα δὴ γένοιτ᾽ ἂν τοῦτ᾽, εἰ ληφθείη τὸ ἔργον
  • Link 25τοῦ ἀνθρώπου. ὥσπερ γὰρ αὐλητῇ καὶ ἀγαλματοποιῷ καὶ
  • Link 26παντὶ τεχνίτῃ, καὶ ὅλως ὧν ἔστιν ἔργον τι καὶ πρᾶξις, ἐν
  • Link 27τῷ ἔργῳ δοκεῖ τἀγαθὸν εἶναι καὶ τὸ εὖ, οὕτω δόξειεν ἂν καὶ
  • Link 2811ἀνθρώπῳ, εἴπερ ἔστι τι ἔργον αὐτοῦ. πότερον οὖν τέκτονος
  • Link 29μὲν καὶ σκυτέως ἔστιν ἔργα τινὰ καὶ πράξεις, ἀνθρώπου δ᾽
  • Link 30οὐδέν ἐστιν, ἀλλ᾽ ἀργὸν πέφυκεν; ἢ καθάπερ ὀφθαλμοῦ καὶ
  • Critical Apparatus31χειρὸς καὶ ποδὸς καὶ ὅλως ἑκάστου τῶν μορίων φαίνεταί τι
  • 32ἔργον, οὕτω καὶ ἀνθρώπου παρὰ πάντα ταῦτα θείη τις ἂν
  • Link 3312ἔργον τι; τί οὖν δὴ τοῦτ᾽ ἂν εἴη ποτέ; τὸ μὲν γὰρ ζῆν κοινὸν
  • Link 34εἶναι φαίνεται καὶ τοῖς φυτοῖς, ζητεῖται δὲ τὸ ἴδιον. ἀφορι-
  • 1098aCritical Apparatus Link 1στέον ἄρα τήν τε θρεπτικὴν καὶ τὴν αὐξητικὴν ζωήν. ἑπομένη
  • pg 11Critical Apparatus Link 2δὲ αἰσθητική τις ἂν εἴη, φαίνεται δὲ καὶ αὐτὴ κοινὴ καὶ ἵππῳ
  • Critical Apparatus Link 313καὶ βοῒ καὶ παντὶ ζῴῳ. λείπεται δὴ πρακτική τις τοῦ λόγον
  • Link 4ἔχοντος· τούτου δὲ τὸ μὲν ὡς ἐπιπειθὲς λόγῳ, τὸ δ᾽ ὡς
  • Link 5ἔχον καὶ διανοούμενον. διττῶς δὲ καὶ ταύτης λεγομένης
  • Link 6τὴν κατ᾽ ἐνέργειαν θετέον· κυριώτερον γὰρ αὕτη δοκεῖ λέγε-
  • Link 714σθαι. εἰ δ᾽ ἐστὶν ἔργον ἀνθρώπου ψυχῆς ἐνέργεια κατὰ λόγον
  • Link 8ἢ μὴ ἄνευ λόγου, τὸ δ᾽ αὐτό φαμεν ἔργον εἶναι τῷ γένει
  • Link 9τοῦδε καὶ τοῦδε σπουδαίου, ὥσπερ κιθαριστοῦ καὶ σπουδαίου
  • 10κιθαριστοῦ, καὶ ἁπλῶς δὴ τοῦτ᾽ ἐπὶ πάντων, προστιθεμένης
  • Critical Apparatus Link 11τῆς κατὰ τὴν ἀρετὴν ὑπεροχῆς πρὸς τὸ ἔργον· κιθαριστοῦ
  • Critical Apparatus Link 12μὲν γὰρ κιθαρίζειν, σπουδαίου δὲ τὸ εὖ· εἰ δ᾽ οὕτως, [ἀνθρώ-
  • Link 13που δὲ τίθεμεν ἔργον ζωήν τινα, ταύτην δὲ ψυχῆς ἐνέργειαν
  • Link 14καὶ πράξεις μετὰ λόγου, σπουδαίου δ᾽ ἀνδρὸς εὖ ταῦτα καὶ
  • Link 1515καλῶς, ἕκαστον δ᾽ εὖ κατὰ τὴν οἰκείαν ἀρετὴν ἀποτελεῖται·
  • Link 16εἰ δ᾽ οὕτω,] τὸ ἀνθρώπινον ἀγαθὸν ψυχῆς ἐνέργεια γίνεται
  • Link 17κατ᾽ ἀρετήν, εἰ δὲ πλείους αἱ ἀρεταί, κατὰ τὴν ἀρίστην καὶ
  • Link 1816τελειοτάτην. ἔτι δ᾽ ἐν βίῳ τελείῳ. μία γὰρ χελιδὼν ἔαρ οὐ
  • Critical Apparatus19ποιεῖ, οὐδὲ μία ἡμέρα· οὕτω δὲ οὐδὲ μακάριον καὶ εὐδαίμονα
  • Link 2017 7 μία ἡμέρα οὐδ᾽ ὀλίγος χρόνος. Περιγεγράφθω μὲν οὖν τἀγα-
  • 21θὸν ταύτῃ· δεῖ γὰρ ἴσως ὑποτυπῶσαι πρῶτον, εἶθ᾽ ὕστερον
  • 22ἀναγράψαι. δόξειε δ᾽ ἂν παντὸς εἶναι προαγαγεῖν καὶ διαρ-
  • 23θρῶσαι τὰ καλῶς ἔχοντα τῇ περιγραφῇ, καὶ ὁ χρόνος τῶν
  • 24τοιούτων εὑρετὴς ἢ συνεργὸς ἀγαθὸς εἶναι· ὅθεν καὶ τῶν τεχ-
  • Critical Apparatus25νῶν γεγόνασιν αἱ ἐπιδόσεις· παντὸς γὰρ προσθεῖναι τὸ ἐλ-
  • Link 2618λεῖπον. μεμνῆσθαι δὲ καὶ τῶν προειρημένων χρή, καὶ τὴν
  • 27ἀκρίβειαν μὴ ὁμοίως ἐν ἅπασιν ἐπιζητεῖν, ἀλλ᾽ ἐν ἑκά-
  • 28στοις κατὰ τὴν ὑποκειμένην ὕλην καὶ ἐπὶ τοσοῦτον ἐφ᾽ ὅσον
  • pg 12 Link 2919οἰκεῖον τῇ μεθόδῳ. καὶ γὰρ τέκτων καὶ γεωμέτρης διαφε-
  • 30ρόντως ἐπιζητοῦσι τὴν ὀρθήν· ὃ μὲν γὰρ ἐφ᾽ ὅσον χρησίμη
  • Critical Apparatus Link 31πρὸς τὸ ἔργον, ὃ δὲ τί ἐστιν ἢ ποῖόν τι· θεατὴς γὰρ τἀλη-
  • Link 32θοῦς. τὸν αὐτὸν δὴ τρόπον καὶ ἐν τοῖς ἄλλοις ποιητέον, ὅπως
  • Link 3320μὴ τὰ πάρεργα τῶν ἔργων πλείω γίνηται. οὐκ ἀπαιτητέον
  • 1098b Link 1δ᾽ οὐδὲ τὴν αἰτίαν ἐν ἅπασιν ὁμοίως, ἀλλ᾽ ἱκανὸν ἔν τισι τὸ
  • Link 2ὅτι δειχθῆναι καλῶς, οἷον καὶ περὶ τὰς ἀρχάς· τὸ δ᾽ ὅτι πρῶ-
  • Link 321τον καὶ ἀρχή. τῶν ἀρχῶν δ᾽ αἳ μὲν ἐπαγωγῇ θεωροῦνται‎,
  • Link 422αἳ δ᾽ αἰσθήσει, αἳ δ᾽ ἐθισμῷ τινί, καὶ ἄλλαι δ᾽ ἄλλως. μετιέ-
  • Link 5ναι δὲ πειρατέον ἑκάστας ᾗ πεφύκασιν, καὶ σπουδαστέον
  • Critical Apparatus Link 623ὅπως διορισθῶσι καλῶς· μεγάλην γὰρ ἔχουσι ῥοπὴν πρὸς τὰ
  • Critical Apparatus7ἑπόμενα. δοκεῖ γὰρ πλεῖον ἢ ἥμισυ τοῦ παντὸς εἶναι ἡ ἀρχή‎,
  • 8καὶ πολλὰ συμφανῆ γίνεσθαι δι᾽ αὐτῆς τῶν ζητουμένων‎.
  • Critical Apparatus Link 9VIII. 8 Σκεπτέον δὲ περὶ αὐτῆς οὐ μόνον ἐκ τοῦ συμπεράσμα-
  • Link 10τος καὶ ἐξ ὧν ὁ λόγος, ἀλλὰ καὶ ἐκ τῶν λεγομένων περὶ
  • Link 112αὐτῆς· τῷ μὲν γὰρ ἀληθεῖ πάντα συνᾴδει τὰ ὑπάρχοντα‎,
  • Link 12τῷ δὲ ψευδεῖ ταχὺ διαφωνεῖ τἀληθές. νενεμημένων δὴ τῶν
  • 13ἀγαθῶν τριχῇ, καὶ τῶν μὲν ἐκτὸς λεγομένων τῶν δὲ περὶ
  • Link 14ψυχὴν καὶ σῶμα, τὰ περὶ ψυχὴν κυριώτατα λέγομεν καὶ
  • 15μάλιστα ἀγαθά, τὰς δὲ πράξεις καὶ τὰς ἐνεργείας τὰς
  • Link 16ψυχικὰς περὶ ψυχὴν τίθεμεν. ὥστε καλῶς ἂν λέγοιτο κατά
  • 17γε ταύτην τὴν δόξαν παλαιὰν οὖσαν καὶ ὁμολογουμένην ὑπὸ
  • Link 183τῶν φιλοσοφούντων. ὀρθῶς δὲ καὶ ὅτι πράξεις τινὲς λέγον-
  • 19ται καὶ ἐνέργειαι τὸ τέλος· οὕτω γὰρ τῶν περὶ ψυχὴν ἀγα-
  • Link 204θῶν γίνεται καὶ οὐ τῶν ἐκτός. συνᾴδει δὲ τῷ λόγῳ καὶ τὸ
  • Link 21εὖ ζῆν καὶ τὸ εὖ πράττειν τὸν εὐδαίμονα· σχεδὸν γὰρ εὐζωία
  • Link 225 9 τις εἴρηται καὶ εὐπραξία. φαίνεται δὲ καὶ τὰ ἐπιζητούμενα
  • Critical Apparatus236τὰ περὶ τὴν εὐδαιμονίαν ἅπανθ᾽ ὑπάρχειν τῷ λεχθέντι. τοῖς
  • pg 1324μὲν γὰρ ἀρετὴ τοῖς δὲ φρόνησις ἄλλοις δὲ σοφία τις εἶναι δο-
  • 25κεῖ, τοῖς δὲ ταῦτα ἢ τούτων τι μεθ᾽ ἡδονῆς ἢ οὐκ ἄνευ ἡδονῆς·
  • Link 26ἕτεροι δὲ καὶ τὴν ἐκτὸς εὐετηρίαν συμπαραλαμβάνουσιν‎.
  • Link 277τούτων δὲ τὰ μὲν πολλοὶ καὶ παλαιοὶ λέγουσιν, τὰ δὲ ὀλίγοι
  • Critical Apparatus Link 28καὶ ἔνδοξοι ἄνδρες· οὐδετέρους δὲ τούτων εὔλογον διαμαρτά-
  • Critical Apparatus29νειν τοῖς ὅλοις, ἀλλ᾽ ἕν γέ τι ἢ καὶ τὰ πλεῖστα κατορθοῦν‎.
  • Critical Apparatus Link 308τοῖς μὲν οὖν λέγουσι τὴν ἀρετὴν ἢ ἀρετήν τινα συνῳδός ἐστιν
  • Link 319ὁ λόγος· ταύτης γάρ ἐστιν ἡ κατ᾽ αὐτὴν ἐνέργεια. διαφέρει
  • 32δὲ ἴσως οὐ μικρὸν ἐν κτήσει ἢ χρήσει τὸ ἄριστον ὑπολαμβά-
  • Link 33νειν, καὶ ἐν ἕξει ἢ ἐνεργείᾳ. τὴν μὲν γὰρ ἕξιν ἐνδέχεται
  • 1099a Link 1μηδὲν ἀγαθὸν ἀποτελεῖν ὑπάρχουσαν, οἷον τῷ καθεύδοντι ἢ
  • 2καὶ ἄλλως πως ἐξηργηκότι, τὴν δ᾽ ἐνέργειαν οὐχ οἷόν τε·
  • 3πράξει γὰρ ἐξ ἀνάγκης, καὶ εὖ πράξει. ὥσπερ δ᾽ Ὀλυμ-
  • 4πίασιν οὐχ οἱ κάλλιστοι καὶ ἰσχυρότατοι στεφανοῦνται ἀλλ᾽
  • 5οἱ ἀγωνιζόμενοι (τούτων γάρ τινες νικῶσιν), οὕτω καὶ τῶν
  • 6ἐν τῷ βίῳ καλῶν κἀγαθῶν οἱ πράττοντες ὀρθῶς ἐπήβολοι
  • Link 710γίνονται. ἔστι δὲ καὶ ὁ βίος αὐτῶν καθ᾽ αὑτὸν ἡδύς. τὸ
  • Link 8μὲν γὰρ ἥδεσθαι τῶν ψυχικῶν, ἑκάστῳ δ᾽ ἐστὶν ἡδὺ πρὸς ὃ
  • 9λέγεται φιλοτοιοῦτος, οἷον ἵππος μὲν τῷ φιλίππῳ, θέαμα
  • Link 10δὲ τῷ φιλοθεώρῳ· τὸν αὐτὸν δὲ τρόπον καὶ τὰ δίκαια τῷ
  • Link 1111φιλοδικαίῳ καὶ ὅλως τὰ κατ᾽ ἀρετὴν τῷ φιλαρέτῳ. τοῖς
  • Link 12μὲν οὖν πολλοῖς τὰ ἡδέα μάχεται διὰ τὸ μὴ φύσει τοιαῦτ᾽
  • Critical Apparatus Link 13εἶναι, τοῖς δὲ φιλοκάλοις ἐστὶν ἡδέα τὰ φύσει ἡδέα· τοιαῦται
  • 14δ᾽ αἱ κατ᾽ ἀρετὴν πράξεις, ὥστε καὶ τούτοις εἰσὶν ἡδεῖαι καὶ
  • Critical Apparatus Link 1512καθ᾽ αὑτάς. οὐδὲν δὴ προσδεῖται τῆς ἡδονῆς ὁ βίος αὐτῶν
  • 16ὥσπερ περιάπτου τινός, ἀλλ᾽ ἔχει τὴν ἡδονὴν ἐν ἑαυτῷ‎.
  • Link 17πρὸς τοῖς εἰρημένοις γὰρ οὐδ᾽ ἐστὶν ἀγαθὸς ὁ μὴ χαίρων ταῖς
  • 18καλαῖς πράξεσιν· οὔτε γὰρ δίκαιον οὐθεὶς ἂν εἴποι τὸν μὴ
  • pg 1419χαίροντα τῷ δικαιοπραγεῖν, οὔτ᾽ ἐλευθέριον τὸν μὴ χαίροντα
  • 20ταῖς ἐλευθερίοις πράξεσιν· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων‎.
  • Link 2113εἰ δ᾽ οὕτω, καθ᾽ αὑτὰς ἂν εἶεν αἱ κατ᾽ ἀρετὴν πράξεις ἡδεῖαι‎.
  • Critical Apparatus22ἀλλὰ μὴν καὶ ἀγαθαί γε καὶ καλαί, καὶ μάλιστα τούτων
  • Link 23ἕκαστον, εἴπερ καλῶς κρίνει περὶ αὐτῶν ὁ σπουδαῖος· κρίνει
  • 2414δ᾽ ὡς εἴπομεν. ἄριστον ἄρα καὶ κάλλιστον καὶ ἥδιστον ἡ
  • Link 25εὐδαιμονία, καὶ οὐ διώρισται ταῦτα κατὰ τὸ Δηλιακὸν ἐπί-
  • 26γραμμα·

  • 27κάλλιστον τὸ δικαιότατον, λῷστον δ᾽ ὑγιαίνειν·
  • 28ἥδιστον δὲ πέφυχ᾽ οὗ τις ἐρᾷ τὸ τυχεῖν‎.

  • Link 29ἅπαντα γὰρ ὑπάρχει ταῦτα ταῖς ἀρίσταις ἐνεργείαις· ταύ-
  • Link 30τας δέ, ἢ μίαν τούτων τὴν ἀρίστην, φαμὲν εἶναι τὴν εὐδαι-
  • Link 3115μονίαν. φαίνεται δ᾽ ὅμως καὶ τῶν ἐκτὸς ἀγαθῶν προσδεο-
  • Link 32μένη, καθάπερ εἴπομεν· ἀδύνατον γὰρ ἢ οὐ ῥᾴδιον τὰ καλὰ
  • Link 33πράττειν ἀχορήγητον ὄντα. πολλὰ μὲν γὰρ πράττεται‎,
  • 1099bCritical Apparatus Link 1καθάπερ δι᾽ ὀργάνων, διὰ φίλων καὶ πλούτου καὶ πολιτικῆς
  • Link 216δυνάμεως· ἐνίων δὲ τητώμενοι ῥυπαίνουσι τὸ μακάριον, οἷον
  • Critical Apparatus Link 3εὐγενείας εὐτεκνίας κάλλους· οὐ πάνυ γὰρ εὐδαιμονικὸς ὁ
  • 4τὴν ἰδέαν παναίσχης ἢ δυσγενὴς ἢ μονώτης καὶ ἄτεκνος‎,
  • Critical Apparatus5ἔτι δ᾽ ἴσως ἧττον, εἴ τῳ πάγκακοι παῖδες εἶεν ἢ φίλοι, ἢ
  • 617ἀγαθοὶ ὄντες τεθνᾶσιν. καθάπερ οὖν εἴπομεν, ἔοικε προσδεῖ-
  • Link 7σθαι καὶ τῆς τοιαύτης εὐημερίας· ὅθεν εἰς ταὐτὸ τάττουσιν
  • 8ἔνιοι τὴν εὐτυχίαν τῇ εὐδαιμονίᾳ, ἕτεροι δὲ τὴν ἀρετήν‎.
  • Critical Apparatus Link 9IX. 10 Ὅθεν καὶ ἀπορεῖται πότερόν ἐστι μαθητὸν ἢ ἐθιστὸν ἢ καὶ
  • 10ἄλλως πως ἀσκητόν, ἢ κατά τινα θείαν μοῖραν ἢ καὶ διὰ τύχην
  • Link 112παραγίνεται. εἰ μὲν οὖν καὶ ἄλλο τί ἐστι θεῶν δώρημα ἀν-
  • 12θρώποις, εὔλογον καὶ τὴν εὐδαιμονίαν θεόσδοτον εἶναι, καὶ
  • 133μάλιστα τῶν ἀνθρωπίνων ὅσῳ βέλτιστον. ἀλλὰ τοῦτο μὲν
  • pg 1514ἴσως ἄλλης ἂν εἴη σκέψεως οἰκειότερον, φαίνεται δὲ κἂν εἰ
  • 15μὴ θεόπεμπτός ἐστιν ἀλλὰ δι᾽ ἀρετὴν καί τινα μάθησιν ἢ
  • Link 16ἄσκησιν παραγίνεται, τῶν θειοτάτων εἶναι· τὸ γὰρ τῆς ἀρε-
  • 17τῆς ἆθλον καὶ τέλος ἄριστον εἶναι φαίνεται καὶ θεῖόν τι καὶ
  • Link 184μακάριον. εἴη δ᾽ ἂν καὶ πολύκοινον· δυνατὸν γὰρ ὑπάρξαι
  • Link 19πᾶσι τοῖς μὴ πεπηρωμένοις πρὸς ἀρετὴν διά τινος μαθήσεως
  • Critical Apparatus205καὶ ἐπιμελείας. εἰ δ᾽ ἐστὶν οὕτω βέλτιον ἢ τὸ διὰ τύχην εὐ-
  • Link 21δαιμονεῖν, εὔλογον ἔχειν οὕτως, εἴπερ τὰ κατὰ φύσιν, ὡς
  • 226οἷόν τε κάλλιστα ἔχειν, οὕτω πέφυκεν, ὁμοίως δὲ καὶ τὰ κατὰ
  • Critical Apparatus23τέχνην καὶ πᾶσαν αἰτίαν, καὶ μάλιστα ⟨τὰ⟩ κατὰ τὴν ἀρίστην‎.
  • 24τὸ δὲ μέγιστον καὶ κάλλιστον ἐπιτρέψαι τύχῃ λίαν πλημ-
  • Link 257μελὲς ἂν εἴη. συμφανὲς δ᾽ ἐστὶ καὶ ἐκ τοῦ λόγου τὸ ζητού-
  • 26μενον· εἴρηται γὰρ ψυχῆς ἐνέργεια κατ᾽ ἀρετὴν ποιά τις‎.
  • Link 27τῶν δὲ λοιπῶν ἀγαθῶν τὰ μὲν ὑπάρχειν ἀναγκαῖον, τὰ δὲ
  • 288συνεργὰ καὶ χρήσιμα πέφυκεν ὀργανικῶς. ὁμολογούμενα
  • Link 29δὲ ταῦτ᾽ ἂν εἴη καὶ τοῖς ἐν ἀρχῇ· τὸ γὰρ τῆς πολιτικῆς
  • 30τέλος ἄριστον ἐτίθεμεν, αὕτη δὲ πλείστην ἐπιμέλειαν ποιεῖται
  • 31τοῦ ποιούς τινας καὶ ἀγαθοὺς τοὺς πολίτας ποιῆσαι καὶ πρακ-
  • 329τικοὺς τῶν καλῶν. εἰκότως οὖν οὔτε βοῦν οὔτε ἵππον οὔτε
  • 33ἄλλο τῶν ζῴων οὐδὲν εὔδαιμον λέγομεν· οὐδὲν γὰρ αὐτῶν
  • 1100a Link 110οἷόν τε κοινωνῆσαι τοιαύτης ἐνεργείας. διὰ ταύτην δὲ τὴν
  • 2αἰτίαν οὐδὲ παῖς εὐδαίμων ἐστίν· οὔπω γὰρ πρακτικὸς τῶν
  • 3τοιούτων διὰ τὴν ἡλικίαν· οἱ δὲ λεγόμενοι διὰ τὴν ἐλπίδα
  • Link 4μακαρίζονται. δεῖ γάρ, ὥσπερ εἴπομεν, καὶ ἀρετῆς τελείας
  • Link 511καὶ βίου τελείου. πολλαὶ γὰρ μεταβολαὶ γίνονται καὶ παν-
  • Link 6τοῖαι τύχαι κατὰ τὸν βίον, καὶ ἐνδέχεται τὸν μάλιστ᾽ εὐθη-
  • 7νοῦντα μεγάλαις συμφοραῖς περιπεσεῖν ἐπὶ γήρως, καθάπερ ἐν
  • Critical Apparatus Link 8τοῖς Τρωικοῖς περὶ Πριάμου μυθεύεται· τὸν δὲ τοιαύταις χρησά-
  • 9μενον τύχαις καὶ τελευτήσαντα ἀθλίως οὐδεὶς εὐδαιμονίζει‎.
  • pg 16X. 11 Link 10Πότερον οὖν οὐδ᾽ ἄλλον οὐδένα ἀνθρώπων εὐδαιμονιστέον
  • Link 112ἕως ἂν ζῇ, κατὰ Σόλωνα δὲ χρεὼν τέλος ὁρᾶν; εἰ δὲ δὴ καὶ
  • 12θετέον οὕτως, ἆρά γε καὶ ἔστιν εὐδαίμων τότε ἐπειδὰν ἀπο-
  • Link 13θάνῃ; ἢ τοῦτό γε παντελῶς ἄτοπον, ἄλλως τε καὶ τοῖς λέ-
  • Link 143γουσιν ἡμῖν ἐνέργειάν τινα τὴν εὐδαιμονίαν; εἰ δὲ μὴ λέγο-
  • 15μεν τὸν τεθνεῶτα εὐδαίμονα, μηδὲ Σόλων τοῦτο βούλεται‎,
  • 16ἀλλ᾽ ὅτι τηνικαῦτα ἄν τις ἀσφαλῶς μακαρίσειεν ἄνθρωπον
  • 17ὡς ἐκτὸς ἤδη τῶν κακῶν ὄντα καὶ τῶν δυστυχημάτων, ἔχει
  • Critical Apparatus18μὲν καὶ τοῦτ᾽ ἀμφισβήτησίν τινα· δοκεῖ γὰρ εἶναί τι τῷ
  • Link 19τεθνεῶτι καὶ κακὸν καὶ ἀγαθόν, εἴπερ καὶ τῷ ζῶντι μὴ
  • 20αἰσθανομένῳ δέ, οἷον τιμαὶ καὶ ἀτιμίαι καὶ τέκνων καὶ
  • 214ὅλως ἀπογόνων εὐπραξίαι τε καὶ δυστυχίαι. ἀπορίαν δὲ
  • Link 22καὶ ταῦτα παρέχει· τῷ γὰρ μακαρίως βεβιωκότι μέχρι
  • 23γήρως καὶ τελευτήσαντι κατὰ λόγον ἐνδέχεται πολλὰς με-
  • Link 24ταβολὰς συμβαίνειν περὶ τοὺς ἐκγόνους, καὶ τοὺς μὲν αὐτῶν
  • 25ἀγαθοὺς εἶναι καὶ τυχεῖν βίου τοῦ κατ᾽ ἀξίαν, τοὺς δ᾽ ἐξ ἐν-
  • 26αντίας· δῆλον δ᾽ ὅτι καὶ τοῖς ἀποστήμασι πρὸς τοὺς γονεῖς
  • Link 27παντοδαπῶς ἔχειν αὐτοὺς ἐνδέχεται. ἄτοπον δὴ γίνοιτ᾽ ἄν‎,
  • 28εἰ συμμεταβάλλοι καὶ ὁ τεθνεὼς καὶ γίνοιτο ὁτὲ μὲν εὐδαί-
  • Link 295μων πάλιν δ᾽ ἄθλιος· ἄτοπον δὲ καὶ τὸ μηδὲν μηδ᾽ ἐπί
  • 30τινα χρόνον συνικνεῖσθαι τὰ τῶν ἐκγόνων τοῖς γονεῦσιν‎.
  • Link 316ἀλλ᾽ ἐπανιτέον ἐπὶ τὸ πρότερον ἀπορηθέν· τάχα γὰρ ἂν θεω-
  • Critical Apparatus Link 327ρηθείη καὶ τὸ νῦν ἐπιζητούμενον ἐξ ἐκείνου. εἰ δὴ τὸ τέλος
  • Link 33ὁρᾶν δεῖ καὶ τότε μακαρίζειν ἕκαστον οὐχ ὡς ὄντα μακάριον
  • 34ἀλλ᾽ ὅτι πρότερον ἦν, πῶς οὐκ ἄτοπον, εἰ ὅτ᾽ ἔστιν εὐδαί-
  • 35μων, μὴ ἀληθεύσεται κατ᾽ αὐτοῦ τὸ ὑπάρχον διὰ τὸ μὴ
  • 1100b1βούλεσθαι τοὺς ζῶντας εὐδαιμονίζειν διὰ τὰς μεταβολάς‎,
  • Link 2καὶ διὰ τὸ μόνιμόν τι τὴν εὐδαιμονίαν ὑπειληφέναι καὶ
  • 3μηδαμῶς εὐμετάβολον, τὰς δὲ τύχας πολλάκις ἀνακυ-
  • pg 17 Link 48κλεῖσθαι περὶ τοὺς αὐτούς; δῆλον γὰρ ὡς εἰ συνακολουθοίημεν
  • 5ταῖς τύχαις, τὸν αὐτὸν εὐδαίμονα καὶ πάλιν ἄθλιον ἐροῦμεν
  • 6πολλάκις, χαμαιλέοντά τινα τὸν εὐδαίμονα ἀποφαίνοντες
  • Link 79καὶ σαθρῶς ἱδρυμένον. ἢ τὸ μὲν ταῖς τύχαις ἐπακολουθεῖν
  • Link 8οὐδαμῶς ὀρθόν; οὐ γὰρ ἐν ταύταις τὸ εὖ ἢ κακῶς, ἀλλὰ
  • Link 9προσδεῖται τούτων ὁ ἀνθρώπινος βίος, καθάπερ εἴπομεν, κύ-
  • 10ριαι δ᾽ εἰσὶν αἱ κατ᾽ ἀρετὴν ἐνέργειαι τῆς εὐδαιμονίας, αἱ
  • Link 1110δ᾽ ἐναντίαι τοῦ ἐναντίου. μαρτυρεῖ δὲ τῷ λόγῳ καὶ τὸ νῦν
  • Critical Apparatus Link 12διαπορηθέν. περὶ οὐδὲν γὰρ οὕτως ὑπάρχει τῶν ἀνθρωπί-
  • 13νων ἔργων βεβαιότης ὡς περὶ τὰς ἐνεργείας τὰς κατ᾽ ἀρετήν·
  • 14μονιμώτεραι γὰρ καὶ τῶν ἐπιστημῶν αὗται δοκοῦσιν εἶναι·
  • Critical Apparatus15τούτων δ᾽ αὐτῶν αἱ τιμιώταται μονιμώτεραι διὰ τὸ μάλι-
  • Critical Apparatus16στα καὶ συνεχέστατα καταζῆν ἐν αὐταῖς τοὺς μακαρίους·
  • 17τοῦτο γὰρ ἔοικεν αἰτίῳ τοῦ μὴ γίνεσθαι περὶ αὐτὰς λήθην‎.
  • Critical Apparatus1811ὑπάρξει δὴ τὸ ζητούμενον τῷ εὐδαίμονι, καὶ ἔσται διὰ βίου
  • Link 19τοιοῦτος· ἀεὶ γὰρ ἢ μάλιστα πάντων πράξει καὶ θεωρήσει
  • Link 20τὰ κατ᾽ ἀρετήν, καὶ τὰς τύχας οἴσει κάλλιστα καὶ πάντῃ
  • 21πάντως ἐμμελῶς ὅ γ᾽ ὡς ἀληθῶς ἀγαθὸς καὶ τετράγωνος
  • Link 2212ἄνευ ψόγου. πολλῶν δὲ γινομένων κατὰ τύχην καὶ διαφε-
  • 23ρόντων μεγέθει καὶ μικρότητι, τὰ μὲν μικρὰ τῶν εὐτυχη-
  • 24μάτων, ὁμοίως δὲ καὶ τῶν ἀντικειμένων, δῆλον ὡς οὐ ποιεῖ
  • Link 25ῥοπὴν τῆς ζωῆς, τὰ δὲ μεγάλα καὶ πολλὰ γινόμενα μὲν
  • 26εὖ μακαριώτερον τὸν βίον ποιήσει (καὶ γὰρ αὐτὰ συνεπι-
  • Critical Apparatus27κοσμεῖν πέφυκεν, καὶ ἡ χρῆσις αὐτῶν καλὴ καὶ σπουδαία
  • Link 28γίνεται), ἀνάπαλιν δὲ συμβαίνοντα θλίβει καὶ λυμαίνεται
  • Link 29τὸ μακάριον· λύπας τε γὰρ ἐπιφέρει καὶ ἐμποδίζει πολ-
  • Link 30λαῖς ἐνεργείαις. ὅμως δὲ καὶ ἐν τούτοις διαλάμπει τὸ κα-
  • 31λόν, ἐπειδὰν φέρῃ τις εὐκόλως πολλὰς καὶ μεγάλας ἀτυ-
  • pg 1832χίας, μὴ δι᾽ ἀναλγησίαν, ἀλλὰ γεννάδας ὢν καὶ μεγαλό-
  • Critical Apparatus Link 3313ψυχος. εἰ δ᾽ εἰσὶν αἱ ἐνέργειαι κύριαι τῆς ζωῆς, καθάπερ
  • 34εἴπομεν, οὐδεὶς ἂν γένοιτο τῶν μακαρίων ἄθλιος· οὐδέποτε
  • Critical Apparatus Link 35γὰρ πράξει τὰ μισητὰ καὶ τὰ φαῦλα. τὸν γὰρ ὡς ἀληθῶς
  • 1101a Link 1ἀγαθὸν καὶ ἔμφρονα πάσας οἰόμεθα τὰς τύχας εὐσχημό-
  • 2νως φέρειν καὶ ἐκ τῶν ὑπαρχόντων ἀεὶ τὰ κάλλιστα πράτ-
  • 3τειν, καθάπερ καὶ στρατηγὸν ἀγαθὸν τῷ παρόντι στρατοπέδῳ
  • 4χρῆσθαι πολεμικώτατα καὶ σκυτοτόμον ἐκ τῶν δοθέντων
  • 5σκυτῶν κάλλιστον ὑπόδημα ποιεῖν· τὸν αὐτὸν δὲ τρόπον
  • Link 614καὶ τοὺς ἄλλους τεχνίτας ἅπαντας. εἰ δ᾽ οὕτως, ἄθλιος μὲν
  • 7οὐδέποτε γένοιτ᾽ ἂν ὁ εὐδαίμων, οὐ μὴν μακάριός γε, ἂν
  • Critical Apparatus Link 8Πριαμικαῖς τύχαις περιπέσῃ. oὐδὲ δὴ ποικίλος γε καὶ
  • Link 9εὐμετάβολος· οὔτε γὰρ ἐκ τῆς εὐδαιμονίας κινηθήσεται ῥᾳ-
  • Critical Apparatus Link 10δίως, οὐδ᾽ ὑπὸ τῶν τυχόντων ἀτυχημάτων ἀλλ᾽ ὑπὸ μεγά-
  • Link 11λων καὶ πολλῶν, ἔκ τε τῶν τοιούτων οὐκ ἂν γένοιτο πάλιν
  • Link 12εὐδαίμων ἐν ὀλίγῳ χρόνῳ, ἀλλ᾽ εἴπερ, ἐν πολλῷ τινὶ καὶ
  • 13τελείῳ, μεγάλων καὶ καλῶν ἐν αὐτῷ γενόμενος ἐπήβολος‎.
  • Link 1415τί οὖν κωλύει λέγειν εὐδαίμονα τὸν κατ᾽ ἀρετὴν τελείαν
  • Link 15ἐνεργοῦντα καὶ τοῖς ἐκτὸς ἀγαθοῖς ἱκανῶς κεχορηγημένον
  • Link 16μὴ τὸν τυχόντα χρόνον ἀλλὰ τέλειον βίον; ἢ προσθετέον
  • Link 17καὶ βιωσόμενον οὕτω καὶ τελευτήσοντα κατὰ λόγον; ἐπειδὴ
  • Critical Apparatus18τὸ μέλλον ἀφανὲς ἡμῖν ἐστίν, τὴν εὐδαιμονίαν δὲ τέλος καὶ
  • 1916τέλειον τίθεμεν πάντῃ πάντως. εἰ δ᾽ οὕτω, μακαρίους ἐροῦμεν
  • 20τῶν ζώντων οἷς ὑπάρχει καὶ ὑπάρξει τὰ λεχθέντα, μακαρίους
  • Critical Apparatus21δ᾽ ἀνθρώπους. καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον διωρίσθω‎.
  • Link 22IX. Τὰς δὲ τῶν ἀπογόνων τύχας καὶ τῶν φίλων ἁπάντων τὸ
  • 23μὲν μηδοτιοῦν συμβάλλεσθαι λίαν ἄφιλον φαίνεται καὶ
  • 242ταῖς δόξαις ἐναντίον· πολλῶν δὲ καὶ παντοίας ἐχόντων δια-
  • pg 1925φορὰς τῶν συμβαινόντων, καὶ τῶν μὲν μᾶλλον συνικνουμέ-
  • 26νων τῶν δ᾽ ἧττον, καθ᾽ ἕκαστον μὲν διαιρεῖν μακρὸν καὶ ἀπέ-
  • 27ραντον φαίνεται, καθόλου δὲ λεχθὲν καὶ τύπῳ τάχ᾽ ἂν
  • 283ἱκανῶς ἔχοι. εἰ δή, καθάπερ καὶ τῶν περὶ αὑτὸν ἀτυχη-
  • 29μάτων τὰ μὲν ἔχει τι βρῖθος καὶ ῥοπὴν πρὸς τὸν βίον τὰ
  • 30δ᾽ ἐλαφροτέροις ἔοικεν, οὕτω καὶ τὰ περὶ τοὺς φίλους ὁμοίως
  • 314ἅπαντας, διαφέρει δὲ τῶν παθῶν ἕκαστον περὶ ζῶντας ἢ
  • 32τελευτήσαντας συμβαίνειν πολὺ μᾶλλον ἢ τὰ παράνομα
  • 33καὶ δεινὰ προϋπάρχειν ἐν ταῖς τραγῳδίαις ἢ πράττεσθαι‎,
  • Critical Apparatus345συλλογιστέον δὴ καὶ ταύτην τὴν διαφοράν, μᾶλλον δ᾽ ἴσως
  • 35τὸ διαπορεῖσθαι περὶ τοὺς κεκμηκότας εἴ τινος ἀγαθοῦ κοινω-
  • 1101b Link 1νοῦσιν ἢ τῶν ἀντικειμένων. ἔοικε γὰρ ἐκ τούτων εἰ καὶ διικνεῖ-
  • Critical Apparatus2ται πρὸς αὐτοὺς ὁτιοῦν, εἴτ᾽ ἀγαθὸν εἴτε τοὐναντίον, ἀφαυρόν
  • 3τι καὶ μικρὸν ἢ ἁπλῶς ἢ ἐκείνοις εἶναι, εἰ δὲ μή, τοσοῦτόν
  • 4γε καὶ τοιοῦτον ὥστε μὴ ποιεῖν εὐδαίμονας τοὺς μὴ ὄντας
  • 56μηδὲ τοὺς ὄντας ἀφαιρεῖσθαι τὸ μακάριον. συμβάλλεσθαι
  • 6μὲν οὖν τι φαίνονται τοῖς κεκμηκόσιν αἱ εὐπραξίαι τῶν φί-
  • 7λων, ὁμοίως δὲ καὶ αἱ δυσπραξίαι, τοιαῦτα δὲ καὶ τηλι-
  • 8καῦτα ὥστε μήτε τοὺς εὐδαίμονας μὴ εὐδαίμονας ποιεῖν μήτ᾽
  • 9ἄλλο τῶν τοιούτων μηδέν‎.
  • Link 10XII. 12 Διωρισμένων δὲ τούτων ἐπισκεψώμεθα περὶ τῆς εὐδαι-
  • 11μονίας πότερα τῶν ἐπαινετῶν ἐστὶν ἢ μᾶλλον τῶν τιμίων·
  • 122δῆλον γὰρ ὅτι τῶν γε δυνάμεων οὐκ ἔστιν. φαίνεται δὴ πᾶν
  • 13τὸ ἐπαινετὸν τῷ ποιόν τι εἶναι καὶ πρός τι πῶς ἔχειν ἐπαι-
  • 14νεῖσθαι· τὸν γὰρ δίκαιον καὶ τὸν ἀνδρεῖον καὶ ὅλως τὸν
  • Critical Apparatus15ἀγαθόν τε καὶ τὴν ἀρετὴν ἐπαινοῦμεν διὰ τὰς πράξεις καὶ τὰ
  • Critical Apparatus16ἔργα, καὶ τὸν ἰσχυρὸν δὲ καὶ τὸν δρομικὸν καὶ τῶν ἄλλων
  • 17ἕκαστον τῷ ποιόν τινα πεφυκέναι καὶ ἔχειν πως πρὸς ἀγα-
  • 183θόν τι καὶ σπουδαῖον. δῆλον δὲ τοῦτο καὶ ἐκ τῶν περὶ τοὺς
  • pg 2019θεοὺς ἐπαίνων· γελοῖοι γὰρ φαίνονται πρὸς ἡμᾶς ἀναφερό-
  • 20μενοι, τοῦτο δὲ συμβαίνει διὰ τὸ γίνεσθαι τοὺς ἐπαίνους δι᾽
  • 214ἀναφορᾶς, ὥσπερ εἴπομεν. εἰ δ᾽ ἐστὶν ὁ ἔπαινος τῶν τοιού-
  • 22των, δῆλον ὅτι τῶν ἀρίστων οὐκ ἔστιν ἔπαινος, ἀλλὰ μεῖζόν
  • 23τι καὶ βέλτιον, καθάπερ καὶ φαίνεται· τούς τε γὰρ θεοὺς
  • 24μακαρίζομεν καὶ εὐδαιμονίζομεν καὶ τῶν ἀνδρῶν τοὺς θειο-
  • Critical Apparatus25τάτους [μακαρίζομεν]. ὁμοίως δὲ καὶ τῶν ἀγαθῶν· οὐδεὶς
  • Critical Apparatus26γὰρ τὴν εὐδαιμονίαν ἐπαινεῖ καθάπερ τὸ δίκαιον, ἀλλ᾽ ὡς
  • Link 275θειότερόν τι καὶ βέλτιον μακαρίζει. δοκεῖ δὲ καὶ Εὔδοξος
  • 28καλῶς συνηγορῆσαι περὶ τῶν ἀριστείων τῇ ἡδονῇ· τὸ γὰρ μὴ
  • Critical Apparatus29ἐπαινεῖσθαι τῶν ἀγαθῶν οὖσαν μηνύειν ᾤετο ὅτι κρεῖττόν ἐστι
  • 30τῶν ἐπαινετῶν, τοιοῦτον δ᾽ εἶναι τὸν θεὸν καὶ τἀγαθόν· πρὸς
  • Link 316ταῦτα γὰρ καὶ τἆλλα ἀναφέρεσθαι. ὁ μὲν γὰρ ἔπαινος
  • 32τῆς ἀρετῆς· πρακτικοὶ γὰρ τῶν καλῶν ἀπὸ ταύτης· τὰ δ᾽
  • 33ἐγκώμια τῶν ἔργων ὁμοίως καὶ τῶν σωματικῶν καὶ τῶν
  • 347ψυχικῶν. ἀλλὰ ταῦτα μὲν ἴσως οἰκειότερον ἐξακριβοῦν
  • Link 35τοῖς περὶ τὰ ἐγκώμια πεπονημένοις· ἡμῖν δὲ δῆλον ἐκ τῶν
  • 1102a1εἰρημένων ὅτι ἐστὶν ἡ εὐδαιμονία τῶν τιμίων καὶ τελείων‎.
  • Link 28ἔοικε δ᾽ οὕτως ἔχειν καὶ διὰ τὸ εἶναι ἀρχή· ταύτης γὰρ
  • Link 3χάριν τὰ λοιπὰ πάντα πάντες πράττομεν, τὴν ἀρχὴν δὲ
  • 4καὶ τὸ αἴτιον τῶν ἀγαθῶν τίμιόν τι καὶ θεῖον τίθεμεν‎.
  • Critical Apparatus Link 5XIII. 13 Ἐπεὶ δ᾽ ἐστὶν ἡ εὐδαιμονία ψυχῆς ἐνέργειά τις κατ᾽
  • Critical Apparatus Link 6ἀρετὴν τελείαν, περὶ ἀρετῆς ἐπισκεπτέον ἂν εἴη· τάχα γὰρ
  • Link 72οὕτως ἂν βέλτιον καὶ περὶ τῆς εὐδαιμονίας θεωρήσαιμεν. δοκεῖ
  • Link 8δὲ καὶ ὁ κατ᾽ ἀλήθειαν πολιτικὸς περὶ ταύτην μάλιστα πεπο-
  • Critical Apparatus9νῆσθαι· βούλεται γὰρ τοὺς πολίτας ἀγαθοὺς ποιεῖν καὶ τῶν
  • 103νόμων ὑπηκόους. παράδειγμα δὲ τούτων ἔχομεν τοὺς Κρητῶν
  • 11καὶ Λακεδαιμονίων νομοθέτας, καὶ εἴ τινες ἕτεροι τοιοῦτοι
  • pg 21124γεγένηνται. εἰ δὲ τῆς πολιτικῆς ἐστὶν ἡ σκέψις αὕτη, δῆλον
  • Critical Apparatus135ὅτι γίνοιτ᾽ ἂν ἡ ζήτησις κατὰ τὴν ἐξ ἀρχῆς προαίρεσιν. περὶ
  • 14ἀρετῆς δὲ ἐπισκεπτέον ἀνθρωπίνης δῆλον ὅτι· καὶ γὰρ τἀγα-
  • Link 15θὸν ἀνθρώπινον ἐζητοῦμεν καὶ τὴν εὐδαιμονίαν ἀνθρωπίνην‎.
  • Critical Apparatus166ἀρετὴν δὲ λέγομεν ἀνθρωπίνην οὐ τὴν τοῦ σώματος ἀλλὰ τὴν
  • 17τῆς ψυχῆς· καὶ τὴν εὐδαιμονίαν δὲ ψυχῆς ἐνέργειαν λέ-
  • Link 187γομεν. εἰ δὲ ταῦθ᾽ οὕτως ἔχει, δῆλον ὅτι δεῖ τὸν πολιτικὸν
  • Critical Apparatus19εἰδέναι πως τὰ περὶ ψυχῆς, ὥσπερ καὶ τὸν ὀφθαλμοὺς θε-
  • Critical Apparatus20ραπεύσοντα καὶ πᾶν ⟨τὸ⟩ σῶμα, καὶ μᾶλλον ὅσῳ τιμιωτέρα
  • Critical Apparatus Link 21καὶ βελτίων ἡ πολιτικὴ τῆς ἰατρικῆς· τῶν δ᾽ ἰατρῶν οἱ χα-
  • 22ρίεντες πολλὰ πραγματεύονται περὶ τὴν τοῦ σώματος γνῶ-
  • Link 238σιν. θεωρητέον δὴ καὶ τῷ πολιτικῷ περὶ ψυχῆς, θεωρητέον
  • 24δὲ τούτων χάριν, καὶ ἐφ᾽ ὅσον ἱκανῶς ἔχει πρὸς τὰ ζητού-
  • Link 25μενα· τὸ γὰρ ἐπὶ πλεῖον ἐξακριβοῦν ἐργωδέστερον ἴσως ἐστὶ
  • Critical Apparatus Link 269τῶν προκειμένων. λέγεται δὲ περὶ αὐτῆς καὶ ἐν τοῖς ἐξω-
  • Link 27τερικοῖς λόγοις ἀρκούντως ἔνια, καὶ χρηστέον αὐτοῖς· οἷον τὸ
  • Link 2810μὲν ἄλογον αὐτῆς εἶναι, τὸ δὲ λόγον ἔχον. ταῦτα δὲ πό-
  • 29τερον διώρισται καθάπερ τὰ τοῦ σώματος μόρια καὶ πᾶν τὸ
  • Link 30μεριστόν, ἢ τῷ λόγῳ δύο ἐστὶν ἀχώριστα πεφυκότα καθάπερ
  • 31ἐν τῇ περιφερείᾳ τὸ κυρτὸν καὶ τὸ κοῖλον, οὐθὲν διαφέρει
  • Link 3211πρὸς τὸ παρόν. τοῦ ἀλόγου δὲ τὸ μὲν ἔοικε κοινῷ καὶ φυ-
  • 33τικῷ, λέγω δὲ τὸ αἴτιον τοῦ τρέφεσθαι καὶ αὔξεσθαι· τὴν
  • 34τοιαύτην γὰρ δύναμιν τῆς ψυχῆς ἐν ἅπασι τοῖς τρεφομέ-
  • 1102b Link 1νοις θείη τις ἂν καὶ ἐν τοῖς ἐμβρύοις, τὴν αὐτὴν δὲ ταύτην
  • 212καὶ ἐν τοῖς τελείοις· εὐλογώτερον γὰρ ἢ ἄλλην τινά. ταύ-
  • Critical Apparatus Link 3της μὲν οὖν κοινή τις ἀρετὴ καὶ οὐκ ἀνθρωπίνη φαίνεται· δο-
  • Link 4κεῖ γὰρ ἐν τοῖς ὕπνοις ἐνεργεῖν μάλιστα τὸ μόριον τοῦτο καὶ
  • pg 225ἡ δύναμις αὕτη, ὁ δ᾽ ἀγαθὸς καὶ κακὸς ἥκιστα διάδηλοι καθ᾽
  • 6ὕπνον (ὅθεν φασὶν οὐδὲν διαφέρειν τὸ ἥμισυ τοῦ βίου τοὺς
  • 713εὐδαίμονας τῶν ἀθλίων· συμβαίνει δὲ τοῦτο εἰκότως· ἀργία
  • 8γάρ ἐστιν ὁ ὕπνος τῆς ψυχῆς ᾗ λέγεται σπουδαία καὶ φαύλη),
  • Critical Apparatus Link 9πλὴν εἰ μὴ κατὰ μικρὸν καὶ διικνοῦνταί τινες τῶν κινήσεων‎,
  • 10καὶ ταύτῃ βελτίω γίνεται τὰ φαντάσματα τῶν ἐπιεικῶν ἢ τῶν
  • Link 1114τυχόντων. ἀλλὰ περὶ μὲν τούτων ἅλις, καὶ τὸ θρεπτικὸν ἐατέον‎,
  • Link 12ἐπειδὴ τῆς ἀνθρωπικῆς ἀρετῆς ἄμοιρον πέφυκεν‎.
  • Link 1315ἔοικε δὲ καὶ ἄλλη τις φύσις τῆς ψυχῆς ἄλογος εἶναι, με-
  • Critical Apparatus Link 14τέχουσα μέντοι πῃ λόγου. τοῦ γὰρ ἐγκρατοῦς καὶ ἀκρατοῦς τὸν
  • Link 15λόγον καὶ τῆς ψυχῆς τὸ λόγον ἔχον ἐπαινοῦμεν· ὀρθῶς γὰρ
  • 16καὶ ἐπὶ τὰ βέλτιστα παρακαλεῖ· φαίνεται δ᾽ ἐν αὐτοῖς
  • Critical Apparatus17καὶ ἄλλο τι παρὰ τὸν λόγον πεφυκός, ὃ μάχεται καὶ
  • Link 18ἀντιτείνει τῷ λόγῳ. ἀτεχνῶς γὰρ καθάπερ τὰ παραλελυ-
  • 19μένα τοῦ σώματος μόρια εἰς τὰ δεξιὰ προαιρουμένων κινῆσαι
  • 20τοὐναντίον εἰς τὰ ἀριστερὰ παραφέρεται, καὶ ἐπὶ τῆς ψυχῆς
  • Link 2116οὕτως· ἐπὶ τἀναντία γὰρ αἱ ὁρμαὶ τῶν ἀκρατῶν. ἀλλ᾽ ἐν
  • Critical Apparatus22τοῖς σώμασι μὲν ὁρῶμεν τὸ παραφερόμενον, ἐπὶ δὲ τῆς ψυ-
  • 23χῆς οὐχ ὁρῶμεν. ἴσως δ᾽ οὐδὲν ἧττον καὶ ἐν τῇ ψυχῇ νομι-
  • 24στέον εἶναί τι παρὰ τὸν λόγον, ἐναντιούμενον τούτῳ καὶ ἀντι-
  • Link 2517βαῖνον. πῶς δ᾽ ἕτερον, οὐδὲν διαφέρει. λόγου δὲ καὶ τοῦτο
  • Link 26φαίνεται μετέχειν, ὥσπερ εἴπομεν· πειθαρχεῖ γοῦν τῷ λόγῳ
  • Critical Apparatus Link 27τὸ τοῦ ἐγκρατοῦς—ἔτι δ᾽ ἴσως εὐηκοώτερόν ἐστι τὸ τοῦ σώ-
  • Link 2818φρονος καὶ ἀνδρείου· πάντα γὰρ ὁμοφωνεῖ τῷ λόγῳ. φαίνεται
  • Link 29δὴ καὶ τὸ ἄλογον διττόν. τὸ μὲν γὰρ φυτικὸν οὐδαμῶς κοινω-
  • Link 30νεῖ λόγου, τὸ δ᾽ ἐπιθυμητικὸν καὶ ὅλως ὀρεκτικὸν μετέχει
  • Link 31πως, ᾗ κατήκοόν ἐστιν αὐτοῦ καὶ πειθαρχικόν· οὕτω δὴ καὶ
  • 32τοῦ πατρὸς καὶ τῶν φίλων φαμὲν ἔχειν λόγον, καὶ οὐχ
  • pg 23 Link 33ὥσπερ τῶν μαθηματικῶν. ὅτι δὲ πείθεταί πως ὑπὸ λόγου
  • Critical Apparatus34τὸ ἄλογον, μηνύει καὶ ἡ νουθέτησις καὶ πᾶσα ἐπιτίμησίς τε
  • 1103a Link 119καὶ παράκλησις. εἰ δὲ χρὴ καὶ τοῦτο φάναι λόγον ἔχειν‎,
  • Link 2διττὸν ἔσται καὶ τὸ λόγον ἔχον, τὸ μὲν κυρίως καὶ ἐν αὑτῷ‎,
  • Critical Apparatus Link 3τὸ δ᾽ ὥσπερ τοῦ πατρὸς ἀκουστικόν τι. διορίζεται δὲ καὶ ἡ
  • 4ἀρετὴ κατὰ τὴν διαφορὰν ταύτην· λέγομεν γὰρ αὐτῶν τὰς
  • 5μὲν διανοητικὰς τὰς δὲ ἠθικάς, σοφίαν μὲν καὶ σύνεσιν
  • 6καὶ φρόνησιν διανοητικάς, ἐλευθεριότητα δὲ καὶ σωφροσύνην
  • Critical Apparatus7ἠθικάς. λέγοντες γὰρ περὶ τοῦ ἤθους οὐ λέγομεν ὅτι σοφὸς ἢ
  • Link 8συνετὸς ἀλλ᾽ ὅτι πρᾶος ἢ σώφρων· ἐπαινοῦμεν δὲ καὶ τὸν
  • 9σοφὸν κατὰ τὴν ἕξιν· τῶν ἕξεων δὲ τὰς ἐπαινετὰς ἀρετὰς
  • 10λέγομεν‎.

Notes Settings

Notes

Critical Apparatus
1094a8. καὶ‎ om. Kb Mb Asp.
Critical Apparatus
11. ante χαλινοποιικὴ‎ add. ἡ‎ Lb χαλινοποιητικὴ‎ Lb Mb
Critical Apparatus
13. κατὰ‎ add. Kb Mb
δὲ‎ Aldina
Critical Apparatus
14. δὴ‎ Mb Γ‎
Critical Apparatus
15. ὑφʼ αὑτά‎ Lb Mb Asp.
Critical Apparatus
20. οὕτω γʼ‎ Kb: οὕτως‎ vulg.
Critical Apparatus
27. δʼ ἡ] δὲ καὶ ἡ‎ Lb: δὴ καὶ ἡ‎ Γ‎
Critical Apparatus
1094b4. λοιπαῖς‎ om. Kb
πρακτικαῖς‎ seclusi
Critical Apparatus
8. γε] τε‎ Kb Mb Γ‎
Critical Apparatus
9. γὰρ‎ om. Kb Γ‎
Critical Apparatus
15. πολλὴν‎ Asp. (v. etiam infra ad v. 17): τοσαύτην‎ Kb Lb Γ‎
Critical Apparatus
17. τινα πλάνην ἔχει] τινὰ πολλὴν ἔχει διαφορὰν καὶ πλάνην ὥστε δοκεῖν ἔχειν‎ pr. Kb
ἀγαθὰ‎ pr. Kb
Critical Apparatus
22. δὲ‎ Ob
Critical Apparatus
23. ἕκαστον‎ Lb Γ‎
Critical Apparatus
1095a1. μὲν‎ om. Lb Γ‎
Critical Apparatus
12. προοιμιάσθω‎ pr. Kb
Critical Apparatus
13. ταῦτα‎ Kb: τοσαῦτα‎ vulg.
Critical Apparatus
17. ἀγαθόν‎ Mb Γ‎
Critical Apparatus
27. τοῖσδε‎ Lb
Critical Apparatus
28. πᾶσι τοῦ εἶναι ἀγαθὰ αἴτιόν ἐστιν‎ Kb Mb
Critical Apparatus
32. ὁ‎ om. Lb
Critical Apparatus
1095b1. ἐπὶ τῶν σταδίων‎ Lb Γ‎
Critical Apparatus
2. γὰρ‎ Kb Mb: οὐν‎ Lb Γ‎
Critical Apparatus
3. γε‎ om. Lb Γ‎
Critical Apparatus
4. ἤθεσιν‎ Lb Mb Asp.
Critical Apparatus
6. εἰ τοῦτο] ἐν τούτοις‎ pr. Kb
Critical Apparatus
7. ἔχει] ἔχοι‎ Lb: ἢ ἔχοι‎ Mb
Critical Apparatus
18. προέχοντες‎ Kb
Critical Apparatus
22. ὁμοπαθεῖν‎ pr. Kb
Critical Apparatus
26. εἶναι‎ om. Lb Γ‎
Critical Apparatus
27. πιστεύωσιν‎ Lb Asp.
εἶναι ἀγαθούς‎ Kb Mb
Critical Apparatus
31. δὲ] δὴ‎ Lb: γὰρ‎ pr. Kb
Critical Apparatus
32. καὶ‎ ante καθεύδειν‎ om. Kb
Critical Apparatus
1096a3. καὶ‎ om. Lb Mb Γ‎
Critical Apparatus
5. ἐχομένοις‎ Kb
Critical Apparatus
9. καίτοι] καὶ‎ Kb Mb
Critical Apparatus
17. δὴ‎ codices Morelii: δὲ‎ vulg.
Critical Apparatus
18. ante ὕστερον‎ add. τὸ‎ Mb
ἐλέγομεν‎ Kb
Critical Apparatus
20. ἐστι‎ om. Kb Mb
Critical Apparatus
23. τούτων‎ Lb
δʼ‎ om. Lb
Critical Apparatus
31. ἦν] εἴη‎ Kb
Critical Apparatus
32. γὰρ‎ om. Lb
Critical Apparatus
35. αὐτὸ ἕκαστον‎ pr. Kb Lb
αὐτῶι ἀνθρώπωι‎ pr. Kb
Critical Apparatus
1096b1. ἐν‎ om. Lb
Critical Apparatus
4. πολυχρονιώτερον‎ Lb Γ‎
Critical Apparatus
8. ἔσται‎ Kb Mb
Critical Apparatus
10. εἰρῆσθαι‎ Lb Asp.: ποιεῖσθαι‎ KbMb: εἰρῆσθαι καὶ ποιεῖσθαι‎ Γ‎
Critical Apparatus
13. τἀγαθόν‎ Lb Γ‎
Critical Apparatus
19. ἄν τις‎ Lb
Critical Apparatus
26. γε‎ om. KbMb Γ‎
Critical Apparatus
30. τὰ νῦν‎ Kb
Critical Apparatus
32. καὶ‎ om. Kb Mb
τὸ] καὶ‎ Kb Mb
Critical Apparatus
33. τι αὐτὸ‎ Lb
Critical Apparatus
1097a4. ἔχει τινὰ‎ Lb
Critical Apparatus
7. ἄπαντας τοὺς τεχνίτας‎ Lb Γ‎
Critical Apparatus
9. τὸ αὐτὸ τοῦτο ἀγαθόν‎ Kb: αὐτὸ τἀγαθόν‎ Lb Γ‎: τὸ αὐτοαγαθόν‎ Mb
Critical Apparatus
25. δὲ] δὴ‎ Heliodorus
Critical Apparatus
26. ἕτερα‎ Lb
Critical Apparatus
32. καὶ‎ add. Felicianus (cum Aspasio, ut videtur)
διʼ αὐτὸ‎ Asp.: διʼ αὐτὰ‎ Kb: διʼ ἄλλο‎ Γ‎: διὰ τοῦθʼ‎ Lb Mb
Critical Apparatus
34. δʼ] δὴ‎ Kb Γ‎
Critical Apparatus
1097b5. τὴν εὐδαιμονίαν δʼ‎ Kb
Critical Apparatus
10. γυναιξὶ‎ Kb Mb
Critical Apparatus
11. πολιτικὸς‎ Lb Mb
ὁ‎ om. Lb
Critical Apparatus
15. αἱρετὸν‎ Kb Asp.: ἄρκιον καὶ αἱρετὸν‎ Lb Γ‎: αἱρετὸν καὶ ἄρκιον‎ Mb
Critical Apparatus
17. συναριθμουμένη δὲ δῆλον ὡς αἱρετωτέρα‎ Γ‎
Critical Apparatus
23. ποθεῖ‎ Kb
Critical Apparatus
24. δὴ] δὲ‎ Mb
Heliodorus
Critical Apparatus
31. ποδὸς καὶ χειρὸς‎ Kb Asp.
Critical Apparatus
1098a1. τε‎ add. Kb
τὴν‎ add. Kb
Critical Apparatus
2. αὐτὴ‎ Kb: αὕτη‎ vulg.
Critical Apparatus
3. δὲ‎ Kb Mb Asp.
Critical Apparatus
11. κατὰ τὴν‎ Kb: κατʼ‎ vulg.
Critical Apparatus
12. ἀνθρώπου‎—16. οὕτω‎ repetitio esse videtur eorum quae praecedunt
Critical Apparatus
19. οὐδὲ μία ἡμέρα‎ secludenda esse coni. Susemihl
Critical Apparatus
25. αἱ‎ add. Kb Asp.
Critical Apparatus
31. τι‎ om. Kb
Critical Apparatus
1098b6. διορισθῶσι‎ Kb: ὁρισθῶσι‎ vulg.
Critical Apparatus
7. γὰρ‎ Kb Γ‎: οὐν‎ Lb Mb
Critical Apparatus
9. δὴ‎ Mb Γ‎: δὴ καὶ‎ Lb
Critical Apparatus
23. τὰ‎ add. Kb
Critical Apparatus
28. δὴ‎ Kb
Critical Apparatus
29. καὶ‎ om. Kb Γ‎
Critical Apparatus
30. σύνορός‎ Kb
Critical Apparatus
1099a13. τοιαῦτα‎ Sylburg
Critical Apparatus
15. δὲ‎ Lb Γ‎
Critical Apparatus
22. καλαί γε καὶ ἀγαθαί‎ Lb
Critical Apparatus
1099b1. διὰ] καὶ διὰ‎ Kb Mb
Critical Apparatus
3. οὐ πάνυ] οὐδαμῶς‎ Kb
Critical Apparatus
5. ἢ‎ post φίλοι‎ om. Kb
Critical Apparatus
9. καὶ‎ post ἢ‎ om. Lb Γ‎
Critical Apparatus
20. τὸ‎ add. Kb Mb
Critical Apparatus
23. τὰ‎ add. Wilson
Critical Apparatus
1100a8. ἡρωικοῖς‎ Lb Γ‎
Critical Apparatus
18. τι‎ om. Kb
Critical Apparatus
32. τὸ‎ post δὴ‎ add. Kb
Critical Apparatus
1100b12. ὑπάρχει‎ post 13 ἔργων‎ Kb
Critical Apparatus
15. τιμιώταται‎ om. pr. Kb
μονιμώταται‎ Ob
Critical Apparatus
16. ταύταις‎ Kb
Critical Apparatus
18. δὲ‎ Mb: δὲ δὴ‎ Γ‎
Critical Apparatus
27. σπουδαία] βεβαία‎ Kb
Critical Apparatus
33. αἱ‎ om. Kb
Critical Apparatus
35. τὰ‎ ante φαῦλα‎ om. Lb
Critical Apparatus
1101a8. γε] τε‎ Kb: om. Lb
Critical Apparatus
10. οὐδʼ] οὔθʼ‎ Lb: οὔτε‎ Kb
Critical Apparatus
18. ἐστιν‎ add. Kb
Critical Apparatus
21. δʼ] δʼ ὡς‎ Γ‎ et fort. Asp.
Critical Apparatus
34. ταύτῃ‎ Lb Γ‎
Critical Apparatus
1101b2. φλαῦρόν‎ Kb: fort. ἀμαυρόν‎
Critical Apparatus
15. τε‎ add. Kb
τὰ ἔργα καὶ τὰς πράξεις‎ Lb Mb Γ‎
Critical Apparatus
16. δὲ‎ add. Kb
Critical Apparatus
25. μακαρίζομεν‎ seclusi (auctore Susemihlio)
Critical Apparatus
26. τὸ‎ om. pr. Kb
Critical Apparatus
29. κρείττων‎ Kb Mb
Critical Apparatus
1102a5. εἰ‎ Lb Γ‎
Critical Apparatus
6. ἂν εἴη‎ add. Kb Asp.
Critical Apparatus
9. ἀγαθοὺς τοὺς πολίτας‎ Kb
Critical Apparatus
13. γίνοιτʼ‎ Kb: γένοιτʼ‎ vulg.
Critical Apparatus
16. ἀλλὰ] ἀλλὰ καὶ‎ Kb
Critical Apparatus
19. ψυχῆς‎ Kb: ψυχὴν‎ vulg.
θεραπεύοντα‎ Kb Γ‎
Critical Apparatus
20. τὸ‎ add. Ramsauer
Critical Apparatus
21. τῶν δʼ ἰατρῶν] καὶ τῶν ἰατρῶν δʼ‎ Lb Γ‎
Critical Apparatus
26. δὲ] δὲ καὶ‎ Kb
Critical Apparatus
1102b3. ἀνθρωπικὴ‎ Lb Mb
Critical Apparatus
9. εἰ μὴ‎ Mb Asp.: εἴ πῃ‎ vulg.
καὶ‎ add. Kb
Critical Apparatus
14. μέντοι] μέν‎ Lb Mb Γ‎
ἀκρατοῦς καὶ ἐγκρατοῦς‎ Kb Mb Γ‎
Critical Apparatus
17. μάχεται‎ Lb Γ‎: μάχεταί τε‎ Kb Mb
Critical Apparatus
22. μὲν‎ om. Kb
Critical Apparatus
27. τὸ‎ prius om. Kb
Critical Apparatus
34. πᾶσα] πᾶσα ἡ‎ Kb
Critical Apparatus
1103a3. τι‎ om. Kb
Critical Apparatus
7. ἢ] καὶ‎ Kb Γ‎
Link Settings

Extras

logo-footer Copyright © 2023. All rights reserved. Access is brought to you by Log out