Jump to Content
Jump to chapter

Aristotle

W. D. Ross (ed.), Oxford Classical Texts: Aristotelis: Fragmenta Selecta

Contents
Find Location in text

Main Text

16 (R2 15, R3 16, W 16)

Simp. in De Caelo 288. 28–289. 15. ὅτι δὲ ἀίδιον τὸ θεῖον, μαρτυρεῖ, φησί, καὶ τὰ ἐν τοῖς ἐγκυκλίοις ϕιλοσοϕήμασι πολλαχοῦ προφαινόμενα ἐν τοῖς λόγοις, ὅτι τὸ θεῖον ἀμετάβλητον ἀναγκαῖον εἶναι πᾶν τὸ πρῶτοv καὶ ἀκρότατον· εἰ γὰρ ἀμετάβλητοv, καὶ ἀίδιον. ἐγκύκλια δὲ καλεῖ φιλοσοφήματα τὰ κατὰ τάξιv ἐξ ἀρχῆς τοῖς πολλοῖς προτιθέμενα, ἅπερ καὶ ἐξωτερικὰ καλεῖν εἰώθαμεv, ὥσπερ καὶ ἀκροαματικὰ καὶ συνταγματικὰ τὰ σπουδαιότερα· λέγει δὲ περὶ τούτου ἐν τοῖς Περὶ φιλοσοφίας‎.

Καθόλου γάρ, ἐν οἷς ἔστι τι βέλτιον, ἐν τούτοις ἔστι τι καὶ ἄριστον· ἐπεὶ οὖν ἔστιν ἐν τοῖς οὖσι ἄλλο ἄλλου βέλτιον, ἔστιν ἄρα τι καὶ ἄριστον, ὅπερ εἴη ἂν τὸ θεῖον. εἰ οὖν τὸ μεταβάλλον ἢ ὑπ' ἄλλου μεταβάλλει ἢ ὑφ' ἑαυτοῦ, καὶ εἰ ὑπ' ἄλλου, ἢ κρείττονος ἢ χείρονος, εἰ δὲ ὑφ' ἑαυτοῦ, ἢ ὡς πρός τι χεῖρον ἢ ὡς pg 85καλλίονός τινος ἐϕιέμενον, τὸ δὲ θεῖον οὔτε κρεῖττόν τι ἔχει ἑαυτοῦ, ὑϕʼ οὗ μεταβληθήσεται (ἐκεῖνο γὰρ ἂν ἦν θειότερον), οὔτε ὑπὸ χείρονος τὸ κρεῖττον πάσχειν θέμις ἐστί· καὶ μέντοι, εἰ ὑπὸ χείρονος, ϕαῦλον ἄν τι προσελάμβανεν, οὐδὲν δὲ ἐν ἐκείνῳ ϕαῦλον· ἀλλʼ οὐδὲ ἑαυτὸ μεταβάλλει ὡς καλλίονός τινος ἐφιέμενον· οὐδὲ γὰρ ἐνδεές ἐστι τῶν αὑτοῦ καλῶν οὐδενός· οὐ μέντοι οὐδὲ πρὸς τὸ χεῖρον, ὅτε μηδὲ ἄνθρωπος ἑκὼν ἑαυτὸν χείρω ποιεῖ, μήτε δὲ ἔχει τι ϕαῦλον μηδέν. ὅπερ ἂν ἐκ τῆς εἰς τὸ χεῖρον μεταβολῆς προσέλαβε. καὶ ταύτην δὲ ἀπὸ τοῦ δευτέρου τῆς Πλάτωνος Πολιτείας Ἀριστοτέλης μετέλαβε τὴν ἀπόδειξιν‎.

logo-footer Copyright © 2023. All rights reserved. Access is brought to you by Log out