Main Text
testimonia
Philop. in An. Post. 233. 32. λογικώτερα δέ φησιν ἐπιχειρήματα ὁ Ἀλέξανδρος τὰ ἀπὸ τῶν ὁρισμῶν, οἷς πρώτοις κέχρηται· λαμβάνει γὰρ ὅτι εἰσὶν ὁρισμοὶ καὶ ἔστιν ὁρίσασθαι τὰ πράγματα, μὴ δεῖξας τοῦτο, ὅτι εἰσὶν ὁρισμοί, ὥσπερ καὶ ἐν τῷ δευτέρῳ τῶν λογικῶν ἐπιχειρημάτων λαμβάνει τοῦτο ὡμολογημένον, ὅτι ἔστιν ἀπόδειξις.