Jump to Content
Jump to chapter

W. D. Ross (ed.), Oxford Classical Texts: Aristotelis: Fragmenta Selecta

Contents
Find Location in text

Main Text

1 (R2 180, R3 185)

Syrian. in Metaph. 120. 33–121. 4. ὅτι μὲν οὐδὲν τούτων πλέον εἰπεῖν ἔχει πρὸς τὴν τῶν εἰδῶν ὑπόθεσιν, δηλοῖ καὶ τὸ πρῶτον ταύτης τῆς πραγματείας βιβλίον καὶ τὰ Περὶ τῶν εἰδῶν αὐτῷ πεπραγματευμένα δύο βιβλία· σχεδὸν γὰρ αὐτὰ ταῦτα πανταχοῦ τὰ ἐπιχειρημάτια μεταφέρων καὶ ποτὲ μὲν αὐτὰ κατακερματίζων καὶ ὑποδιαιρῶν, ποτὲ δὲ συντομώτερον ἀπαγγέλλων, πειρᾶται τοὺς πρεσβυτέρους ἑαυτοῦ φιλοσόφους εὐθύνειν‎.

Ibid. 195. 10–15. ταῦτά ἐστιν ἃ ἐν τούτοις ἀντιλέγει ταῖς τῶν Πυθαγορείων καὶ Πλατωνικῶν ἀνδρῶν θεωρίαις ὁ Ἀριστοτέλης· ἃ δὴ περιέχει καὶ τὰ ἐν τῷ μείζονι τῶν ᾶ ῥηθέντα, ὡς καὶ ὁ ὑπομνηματιστὴς Ἀλέξανδρος ὑπεσημήνατο· διὸ καὶ ἡμεῖς τούτοις ἐπιστήσαντες οὐδʼ ἐκεῖνα παραλελοιπέναι νομίζομεν· οὐ μὴν οὐδʼ ὅσα ἐν τοῖς Περὶ εἰδῶν δύο βιβλίοις πρὸς αὐτοὺς εἴρηκε· σχεδὸν γὰρ κἀκεῖ τὰ αὐτὰ ταῦτα ἀνακυκλοῖ‎.

Ps.-Alex. in Metaph. 836. 34–837. 3. ταῦτα εἰπὼν συμπεραίνεται τὸν σύμπαντα λόγον λέγων 'τὰ μὲν οὖν συμβαίνονταʼ τοῖς εἰδητικοὺς ἀριθμοὺς ποιοῦσι καὶ τοῖς χωριστὰ τὰ μαθηματικὰ τιθεμένοις καὶ αἴτια τῶν φυσικῶν λέγουσι τὰ ῥηθέντα ἐστί, 'καὶ ἔτι πλείω τούτων συναχθείηʼ, τὰ περὶ τῶν εἰδῶν γραφέντα αὐτῷ δύο βιβλία, ἄλλα ὄντα παρὰ τὸ μ καὶ ν, καὶ ἐκτὸς τῆς Μετὰ τὰ φυσικὰ συντάξεως‎.

logo-footer Copyright © 2023. All rights reserved. Access is brought to you by Log out