Main Text
1 (R2 186, R3 191)
Apollon. Mirab. 6. τούτοις δὲ ἐπιγενόμενος Πυθαγόρας Μνησάρχου υἱὸς τὸ μὲν πρῶτον διεπονεῖτο περὶ τὰ μαθήματα καὶ τοὺς ἀριθμούς, ὕστερον δέ ποτε καὶ τῆς Φερεκύδου τερατοποιίας οὐκ ἀπέστη. καὶ γὰρ ἐν Μεταποντίῳ πλοίου εἰσερχομένου φορτίον ἔχοντος καὶ τῶν παρατυχόντων εὐχομένων σωστὸν κατελθεῖν διὰ τὸν φόρτον, ἐφεστῶτα τοῦτον εἰπεῖν 'νεκρὸν τοίνυν φανήσεται ὑμῖν σῶμα ἄγον τὸ πλοῖον τοῦτο'. πάλιν δʼ ἐν Καυλωνίᾳ, ὥς φησιν Ἀριστοτέλης, 〈προυσήμενε τὴν λευκὴν ἄρκτον, καὶ ὁ αὐτὸς Ἀριστοτέλης〉 γράφων περὶ αὐτοῦ πολλὰ μὲν καὶ ἄλλα λέγει καὶ τὸν ἐν Τυρρηνίᾳ, φησί, δάκνοντα θανάσιμον ὄφιν αὐτὸς δάκνων ἀπέκτεινεν. καὶ τὴν γινομένην δὲ στάσιν τοῖς Πυθαγορείοις προειπεῖν· διὸ καὶ εἰς Μεταπόντιον ἀπῆρεν ὑπὸ μηδενὸς θεωρηθείς. καὶ ὑπὸ τοῦ Κόσα τοῦ ποταμοῦ διαβαίνων σὺν ἄλλοις ἤκουσε φωνὴν μεγάλην καὶ ὑπὲρ ἄνθρωπον 'Πυθαγόρα, χαῖρε'· τοὺς δὲ παρόντας περιδεεῖς γενέσθαι. ἐφάνη δέ ποτε καὶ ἐν Κρότωνι καὶ ἐν Μεταποντίῳ τῇ αὐτῇ ἡμέρᾳ καὶ ὥρᾳ. ἐν θεάτρῳ δὲ καθήμενός ποτε ἐξανίστατο, ὥς φησιν Ἀριστοτέλης, καὶ τὸν ἴδιον μηρὸν παρέφηνε τοῖς καθημένοις ὡς χρυσοῦν. λέγεται δὲ περὶ αὐτοῦ καὶ ἄλλα τινὰ παράδοξα, ἡμεῖς δὲ μὴ βουλόμενοι μεταγραφέων ἔργον ποιεῖν αὐτοῦ τὸν λόγον καταπαύσομεν.
Aelian. V.H. 2. 26. Ἀριστοτέλης λέγει ὑπὸ τῶν Κροτωνιατῶν τὸν Πυθαγόραν Ἀπόλλωνα Ὑπερβόρειον προσαγορεύεσθαι. κἀκεῖνα δὲ προσεπιλέγει ὁ τοῦ Νικομάχου1 ὅτι τῆς αὐτῆς pg 131ἡμέρας ποτὲ καὶ κατὰ τὴν αὐτὴν ὥραν καὶ ἐν Μεταποντίῳ ὤφθη ὑπὸ πολλῶν καὶ ἐν Κρότωνι. 〈καὶ ἐν Ὀλυμπίᾳ δὲ ἐν〉 τῷ ἀγῶνι ἐξανιστάμενος ἐν θεάτρῳ καὶ τῶν μηρῶν ὁ Πυθαγόρας παρέφηνε τὸν ἕτερον χρυσοῦν. λέγει δὲ ὁ αὐτὸς καὶ ὅτι ὑπὸ τοῦ Κόσα τοῦ ποταμοῦ διαβαίνων προσερρήθη· καὶ πολλούς φησιν ἀκηκοέναι τὴν πρόσρησιν ταύτην.
Ibid. 4. 17. Ἐδίδασκε Πυθαγόρας τούς ἀνθρώπους ὅτι κρειττόνων γεγένηται σπερμάτων ἢ κατὰ τὴν φύσιν τὴν θνητήν· τῆς γὰρ αὐτῆς ἡμέρας ὤφθη καὶ κατὰ τὴν αὐτὴν ὥραν ἐν Μεταποντίῳ, φασί, καὶ ἐν Κρότωνι. καὶ ἐν Ὀλυμπίᾳδὲ παρέφηνε χρυσοῦν τὸν ἕτερον τῶν μηρῶν. καὶ Μυλλίαν δὲ τὸν Κροτωνιάτην ὑπέμνησεν ὅτι Μίδας ὁ Γορδίου ἐστὶν ὁ Φρύξ. καὶ τὸν ἀετὸν δὲ τὸν λευκὸν κατέψησεν ὑπομείναντα αὐτόν. ἀλλὰ καὶ ὑπὸ τοῦ Κόσα τοῦ ποταμοῦ διαβαίνων προσερρήθη, τοῦ ποταμοῦ εἰπόντος αὐτῷ 'χαῖρε, Πυθαγόρα'.
Diog. Laert. 8. 1. 11 (9). καὶ γὰρ καὶ σεμνοπρεπέστατος λέγεται γενέσθαι, καὶ οἱ μαθηταὶ δόξαν εἶχον περὶ αὐτοῦ ὡς εἴη Ἀπόλλων ἐξ Ὑπερβορέων ἀφιγμένος. λόγος δέ ποτʼ αὐτοῦ παραγυμνωθέντος τὸν μηρὸν ὀφθῆναι χρυσοῦν· καὶ ὅτι Νέσσος ὁ ποταμὸς διαβαίνοντα αὐτὸν προσαγορεῦσαι πολύς ἦν ὁ φάσκων.
Iambl. V.P. 28. 140–3. τὴν δὲ πίστιν τῶν παρʼ αὐτοῖς ὑπολήψεων ἡγοῦνται εἶναι ταύτην ὅτι ἦν ὁ πρῶτος εἰπὼν αὐτάς1 οὐχ ὁ τυχὼν ἀλλʼ ὁ θεός. καὶ ἓν τοῦτο τῶν ἀκουσμάτων ἐστί, 'τίς εἶ, Πυθαγόρα;' φασὶ γὰρ εἶναι Ἀπόλλωνα Ὑπερβόρεον. τούτου δὲ τεκμήρια ἔχεσθαι ὅτι ἐν τῷ ἀγῶνι ἐξανιστάμενος τὸν μηρὸν παρέφηνε χρυσοῦν, καὶ ὅτι Ἄβαριν τὸν ῾Υπερβόρεον εἱστία καὶ τὴν οἰστὸν αὐτοῦ ἀφείλετο ᾗ ἐκυβερνᾶτο. λέγεται δὲ ὁ Ἄβαρις ἐλθεῖν ἐξ Ὑπερβορέων ἀγείρων χρυσὸν εἰς τὸν νεὼν καὶ προλέγων λοιμόν. κατέλυε δὲ ἐν τοῖς ἱεροῖς καὶ οὔτε πίνων οὔτε ἐσθίων ὤφθη ποτε pg 132οὐθέν. λέγεται δὲ καὶ ἐν Λακεδαιμονίοις θῦσαι τὰ κωλυτήρια καὶ διὰ τοῦτο οὐδὲ πώποτε ὕστερον ἐν Λακεδαίμονι λοιμὸν γενέσθαι. τοῦτον οὖν τὸν Ἄβαριν παρελόμενος ὃν εἶχεν οἰστὸν χρυσοῦν, οὗ ἄνευ οὐχ οἷός τʼ ἦν τὰς ὁδοὺς ἐξευρίσκειν, ὁμολογοῦντα ἐποίησε. καὶ ἐν Μεταποντίῳ εὐξαμένων τινῶν γενέσθαι αὐτοῖς τὰ ἐν τῷ προσπλέοντι πλοίῳ 'νεκρὸς τοίνυν ἔσται ὑμῖν' ἔφη· καὶ ἐφάνη νεκρὸν ἄγον τὸ πλοῖον. καὶ ἐν Συβάρει τὸν ὄφιν, τὸν ἀποκτείναντα τὸν δασύ〈πουν〉, ἔλαβε καὶ ἀπεπέμψατο· ὁμοίως δὲ καὶ τὸν ἐν Τυρρηνίᾳ τὸν μικρὸν ὄφιν ὃς ἀπέκτεινε δάκνων. ἐν Κρότωνι δὲ τὸν ἀετὸν τὸν λευκὸν κατέψησεν ὑπομείναντα, ὥς φασι. βουλομένου δέ τινος ἀκούειν οὐκ ἔφη πω λέξειν πρὶν ἢ σημεῖόν τι φανῇ· καὶ μετὰ ταῦτα ἐγένετο ἐν Καυλωνίᾳ ἡ λευκὴ ἄρκτος. καὶ πρὸς τὸν μέλλοντα ἐξαγγέλλειν αὐτῷ τὸν τοῦ υἱοῦ θάνατον προεῖπεν αὐτός. καὶ Μυλλίαν τὸν Κροτωνιάτην ἀπέμνησεν ὅτι ἦν Μίδας ὁ Γορδίου· καὶ ᾤχετο ὁ Μυλλίας εἰς τὴν ἤπειρον ποιήσων ὅσα ἐπὶ τῷ τάφῳ ἐκέλευσε. λέγουσι δὲ καὶ ὅτι τὴν οἰκίαν αὐτοῦ ὁ πριάμενος καὶ ἀνορύξας ἃ μὲν εἶδεν οὐδενὶ ἐτόλμησεν εἰπεῖν, ἀντὶ δὲ τῆς ἁμαρτίας ταύτης ἐν Κρότωνι ἱεροσυλῶν ἐλήφθη καὶ ἀπέθανε· τὸ γὰρ γένειον ἀποπεσὸν τοῦ ἀγάλματος τὸ χρυσοῦν ἐφωράθη λαβών. ταῦτά τε οὖν λέγουσι πρὸς πίστιν καὶ ἄλλα τοιαῦτα.
Cf. Porph. V.P. 23–28.