Main Text
15 (R2 200, R3 205)
Simp. in De Caelo, 392. 16–32. πῶς δὲ τοὺς Πυθαγορείους ἡμᾶς ἄνω ποιεῖν φησὶ καὶ ἐν τῷ δεξιῷ, τοὺς δὲ ἐκεῖ κάτω καὶ ἐν pg 142τῷ ἀριστερῷ, εἴπερ, ὡς αὐτὸς ἐν τῷ δευτέρῳ τῆς συναγωγῆς τῶν Πυθαγορικῶν ἱστορεῖ, τοῦ ὅλου οὐρανοῦ τὸ μὲν ἄνω λέγουσιν εἶναι τὸ δὲ κάτω, καὶ τὸ μὲν κάτω τοῦ οὐρανοῦ δεξιὸν εἶναι τὸ δὲ ἄνω ἀριστερόν, καὶ ἡμᾶς ἐν τῷ κάτω εἶναι; ἢ τὸ μὲν ἄνω καὶ πρὸς τοῖς δεξιοῖς ἐνταῦθα λεγόμενον οὐ κατὰ τὸ ἑαυτῷ ἀρέσκον εἶπεν ἀλλὰ κατὰ τοὺς Πυθαγορείους· ἐκεῖνοι γὰρ τῷ δεξιῷ τὸ ἄνω καὶ τὸ ἔμπροσθεν συνέταττον, τῷ δὲ ἀριστερῷ τὸ κάτω καὶ τὸ ὄπισθεν. τὰ δὲ ἐν τῇ τῶν Πυθαγορικῶν συναγωγῇ μεταγεγράφθαι μᾶλλον ὑπό τινος ὁ Ἀλέξανδρος οἴεται ὀφείλοντα ἔχειν οὕτω, τὸ μὲν ἄνω τοῦ οὐρανοῦ δεξιὸν εἶναι τὸ δὲ κάτω ἀριστερὸν καὶ ἡμᾶς ἐν τῷ ἄνω εἶναι, οὐχὶ ἐν τῷ κάτω ὡς γέγραπται· οὕτω γὰρ ἂν συνᾴδοι τοῖς ἐνταῦθα λεγομένοις, ὅτι ἡμεῖς κάτω λέγοντες οἰκεῖν καὶ διὰ τοῦτο καὶ ἐν τοῖς ἀριστεροῖς, εἴπερ τῷ ἀριστερῷ τὸ κάτω συντέτακται, ἐναντίως λέγομεν ἢ ὡς οἱ Πυθαγόρειοι λέγουσιν ἄνω καὶ ἐν τοῖς δεξιοῖς. καὶ τάχα ἔχει λόγον τὸ μεταγεγράφθαι, εἴπερ οἶδεν ὁ Ἀριστοτέλης τῷ μὲν δεξιῷ τὸ ἄνω τῷ δὲ ἀριστερῷ τὸ κάτω συντάττοντας.
Them. in De Caelo, 96. 17–22. Siquidem Pythagorei dicunt superiorem partem eam esse quae dextrae e regione existit, quemadmodum invenimus Aristotelem hoc confirmare in commentariis quos adversus Pythagoreorum sententias conscripsit: ubi contra eos disputat qui superiorem partem dextram esse contendebant.