Jump to Content
Jump to chapter

Aristotle

W. D. Ross (ed.), Oxford Classical Texts: Aristotelis: Fragmenta Selecta

Contents
Find Location in text

Main Text

7 (R2 41, R3 45, W 7)

Philop. in De An. 141. 22. μεμψάμενος ὁ Ἀριστοτέλης κοινῶς τοὺς περὶ ψυχῆς ἅπαντας εἰπόντας ὅτι μηδὲν περὶ τοῦ δεξομένου αὐτήν σώματος διελέχθησαν‎.… 30. οἰκείως ἀκόλουθον τούτοις περὶ ψυχῆς δόξαν συνάπτει. εἰς ταὐτὸ γάρ τινες ἀποβλέψαντες ὅτι οὐχ ὡς ἔτυχε ἔχον τὸ σῶμα ψυχῆς μετέχει, ἀλλὰ δεῖται τοιῆσδε κράσεως, ὥσπερ καὶ ἡ ἁρμονία οὐχ ὡς ἔτυχε τῶν χορδῶν ἐχουσῶν γίνεται, ἀλλὰ δεῖται τοσῆσδε τάσεως, ἐνόμισαν καὶ τὴν ψυχὴν ἁρμονίαν εἶναι τοῦ σώματος καὶ πρὸς τὰς διαφόρους τοῦ σώματος ἁρμονίας τὰ διάφορα εἴδη τῶν ψυχῶν εἶναι. ταύτην pg 20οὖν ἐκτίθεται τὴν δόξαν καὶ διελέγχει. καὶ τέως μὲν αὐτὴν τὴν δόξαν μόνην ἐν τούτοις ἱστορεῖ, μετ' ὀλίγα δὲ καὶ τοὺς λόγους διʼ ὧν εἰς ταύτην ἐκεῖνοι τὴν δόξαν ὑπήχθησαν τίθησιν. ἤδη δὲ καὶ ἐν ἄλλοις πρὸς ταύτην ἀντεῖπεν τὴν δόξαν, λέγω δὴ ἐν τῷ Εὐδήμῳ διαλόγῳ, καὶ πρὸ αὐτοῦ ὁ Πλάτων ἐν τῷ Φαίδωνι πέντε τισὶ κέχρηται ἐπιχειρήμασι πρὸς ταύτην ἐνιστάμενος τὴν δόξαν‎.… 144. 21. αὗται μὲν οὖν αἱ πέντε ἐπιχειρήσεις αἱ Πλάτωνος. κέχρηται δὲ καὶ αὐτὸς ὁ Ἀριστοτέλης, ὡς ἤδη εἶπον, ἐν τῷ Εὐδήμῳ τῷ διαλόγῳ δύο ἐπιχειρήσεσι ταύταις, μιᾷ μὲν οὕτως·‎ 'τῇ ἁρμονίᾳ‎', φησίν‎, 'ἔστι τι ἐναντίον, ἡ ἀναρμοστία· τῇ δὲ ψυχῇ οὐδὲν ἐναντίον. οὐκ ἄρα ἡ ψυχὴ ἁρμονία ἐστίν. εἴποι δʼ ἄν τις πρὸς τοῦτο ὅτι τῇ ἁρμονίᾳ ἐναντίον οὐκ ἔστι κυρίως ἀλλὰ μᾶλλον στέρησις ἀόριστος· καὶ τῇ ψυχῇ δʼ ὡς εἴδει τινὶ οὔσῃ ἔστι τι ἀντικείμενον ἀόριστον, καὶ ὥσπερ ἐκεῖ φαμὲν τὴν τοιάνδε ἀναρμοστίαν μεταβαίνειν εἰς τὴν ἁρμονίαν, οὕτω καὶ τὴν τοιάνδε στέρησιν μεταβάλλειν εἰς ψυχήν‎'. δεύτερον δέ·‎ 'τῇ ἁρμονίᾳ‎', φησί‎, 'τοῦ σώματος ἐναντίον ἐστὶν ἡ ἀναρμοστία τοῦ σώματος, ἀναρμοστία δὲ τοῦ ἐμψύχου σώματος νόσος καὶ ἀσθένεια καὶ αἶσχος· ὧν τὸ μὲν ἀσυμμετρία τῶν στοιχείων ἡ νόσος, τὸ δὲ τῶν ὁμοιομερῶν ἡ ἀσθένεια, τό δὲ τῶν ὀργανικῶν τὸ αἶσχος. εἰ τοίνυν ἡ ἀναρμοστία νόσος καὶ ἀσθένεια καὶ αἶσχος, ἡ ἁρμονία ἄρα ὑγίεια καὶ ἰσχὺς καὶ κάλλος· ψυχὴ δὲ οὐδέν ἐστι τούτων, οὔτε ὑγίεια, φημί, οὔτε ἰσχὺς οὔτε κάλλος· ψυχὴν γὰρ εἶχε καὶ ὁ Θερσίτης αἴσχιστος ὤν. οὐκ ἄρα ἐστὶν ἡ ψυχὴ ἁρμονία.‎' καὶ ταῦτα μὲν ἐν ἐκείνοις. ἐνταῦθα‎1 δὲ τέσσαρσι κέχρηται ἐπιχειρήσεσιν ἀνασκευαστικαῖς τῆς δόξης ταύτης, ὧν τὸ τρίτον ἐστὶ τὸ εἰρημένον ἐν τῷ Εὐδήμῳ δεύτερον‎.… 147. 6–10. 'ἁρμόζει δὲ μᾶλλον καθʼ ὑγιείας λέγειν ἁρμονίαν καὶ ὅλως τῶν σωματικῶν ἀρετῶν ἢ κατὰ ψυχῆς'· τοῦτο τρίτον ἐπιχείρημα· ἐστὶ δὲ τὸ δεύτερον τῶν ἐν τῷ Εὐδήμῳ. ὅτι δὲ ἁρμονία ἡ ὑγίεια ἔδειξεν ἐν ἐκείνοις ἐκ τοῦ ἐναντίου τῆς νόσου. εἴπομεν δὲ ἀνωτέρω τὴν ἀγωγὴν τοῦ συλλογισμοῦ‎.

pg 21Simp. in De An. 53. 1–4. ἐν κοινῷ δὲ γινομένους λόγους τοὺς συμμέτρως καὶ τοῖς πολλοῖς ἠρωτημένους καλεῖ, αἰνιττόμενος μὲν ἴσως καὶ τοὺς ἐν Φαίδωνι, λέγων δὲ καὶ τοὺς ὑπʼ αὐτοῦ ἐν τῷ διαλόγῳ τῷ Εὐδήμῳ γραφέντας ἐλεγκτικοὺς τῆς ἁρμονίας‎.

Them. in De An. 24. 13. καὶ ἄλλη δέ τις δόξα παραδέδοται περὶ ψυχῆς πιθανὴ μὲν οὐδεμιᾶς ἧσσον τῶν λεγομένων, δεδωκυῖα δὲ εὐθύνας καὶ ἐξητασμένη καὶ ἐν τοῖς κοινοῖς λόγοις καὶ ἐν τοῖς ἰδίοις. λέγουσι γάρ τινες αὐτὴν ἁρμονίαν· καὶ γὰρ τὴν ἁρμονίαν κρᾶσιν καὶ σύνθεσιν τῶν ἐναντίων εἶναι καὶ τὸ σῶμα συγκεῖσθαι ἐξ ἐναντίων· τὴν οὖν τἀναντία ταῦτα εἰς συμφωνίαν ἄγουσαν καὶ ἁρμόζουσαν, θερμὰ λέγω καὶ ψυχρὰ καὶ ὑγρὰ καὶ ξηρὰ καὶ σκληρὰ καὶ μαλακὰ καὶ ὅσαι ἄλλαι ἐναντιώσεις τῶν πρώτων σωμάτων, οὐδὲν ἄλλο εἶναι ἢ τὴν ψυχήν, ὥσπερ καὶ ἡ τῶν φθόγγων ἁρμονία τὸ βαρὺ καὶ τὸ ὀξὺ συναρμόζει. πιθανότητα μὲν οὖν ὁ λόγος ἔχει, διελήλεγκται δὲ πολλαχῇ καὶ ὑπʼ Ἀριστοτέλους καὶ ὑπὸ Πλάτωνος. καὶ γὰρ ὅτι τὸ μὲν πρότερον‎1 τοῦ σώματος, τουτέστιν ἡ ψυχή, ἁρμονία δὲ ὕστερον· καὶ ὅτι τὸ μὲν ἄρχει καὶ ἐπιστατεῖ τῷ σώματι καὶ μάχεται πολλάκις, ἁρμονία δὲ οὐ μάχεται τοῖς ἡρμοσμένοις· καὶ ὅτι τὸ μᾶλλον καὶ ἧττον ἁρμονία μὲν δέχεται, ψυχὴ δὲ οὔ· καὶ ὡς ἁρμονία μὲν σωζομένη οὐ προσίεται ἀναρμοστίαν, ψυχὴ δὲ κακίαν προσίεται· καὶ ὅτι εἴπερ τοῦ σώματος ἡ ἀναρμοστία νόσος ἐστὶν ἢ αἶσχος ἢ ἀσθένεια, ἡ ἁρμονία τοῦ σώματος κάλλος ἂν εἴη καὶ ὑγίεια καὶ δύναμις ἀλλʼ οὐ ψυχή—ταῦτα μὲν ἅπαντα εἴρηται ὑπὸ τῶν φιλοσόφων ἐν ἄλλοις· ἃ δὲ νῦν Ἀριστοτέλης φησί, τοιαῦτά ἐστιν‎.… 25. 23–25. ὅτι μὲν οὖν οἱ λέγοντες ἁρμονίαν τὴν ψυχὴν οὔτε ἐγγὺς ἄγαν οὔτε πόρρω τῆς ἀληθείας βάλλειν ἂν δόξειαν, καὶ ἐκ τῶν νῦν εἰρημένων καὶ ἐκ τῶν ἐν ἄλλοις δῆλόν ἐστιν‎.

Olymp. in Phd. 173. 20 (Norvin). ὅτι ὁ Ἀριστοτέλης ἐν τῷ Εὐδήμῳ οὕτως ἐπιχειρεῖ· τῇ ἁρμονίᾳ ἐναντίον ἐστὶν ἡ ἀναρμοστία, pg 22τῇ δὲ ψυχῇ οὐδὲν ἐναντίον· οὐσία γάρ· καὶ τὸ συμπέρασμα δῆλον. ἔτι, εἰ ἀναρμοστία τῶν στοιχείων τοῦ ζῴου νόσος, ἡ ἁρμονία εἴη ἂν ὑγίεια ἀλλʼ οὐχὶ ψυχή‎.… 30. τὸ τρίτον ταὐτὸν τῷ ἐν Εὐδήμῳ δευτέρῳ‎.

Sophon. in De An. 25. 4–8. παραδέδοται δὲ καὶ ἄλλη τις δόξα περὶ ψυχῆς πιθανὴ μὲν πολλοῖς καὶ οὐδεμιᾶς ἧττον τῶν λεγομένων, ϕθάνει δὲ λόγους ὥσπερ εὐθύνας δεδωκυῖα, διὰ τῶν οἰκείων καὶ δεδημευμένων ἐληλεγμένη λόγων τῶν τε πρὸς Εὔδημον ἡμετέρων καὶ τῶν ἐν τῷ Φαίδωνι Πλάτωνος, οὐχ ἧττον δὲ καὶ νῦν εὐθυνθήσεται· ἁρμονίαν γὰρ αὐτήν τινες λέγουσιν‎.

Notes Settings

Notes

Editor’s Note
1 sc. in libris De Anima.
Editor’s Note
1 πρότερον‎ Richards: πρῶτον‎ codd.
logo-footer Copyright © 2023. All rights reserved. Access is brought to you by Log out