Jump to Content
Jump to chapter

Aristotle

W. D. Ross (ed.), Oxford Classical Texts: Aristotelis: Fragmenta Selecta

Contents
Find Location in text

Main Text

pg 91 (R2 175, R3 100)

Ath. 178 e–f. πάντα δʼ ὢν ἀκριβὴς Ὅμηρος καὶ τὸ μικρὸν τοῦτο οὐ παρέλιπε, τὸ δεῖν θεραπεύσαντα τὸ σωμάτιον καὶ λουσάμενον ἰέναι πρὸς τὸ δεῖπνον. ἐπὶ γοῦν τοῦ ᾽Οδυσσέως εἶπε πρὸ τῆς παρὰ Φαίαξι θοίνης 'αὐτόδιον δʼ ἄρα μιν ταμίη λούσασθαι ἄνωγεν'‎.1 ἐπὶ δὲ τῶν περὶ Τηλέμαχον 'ἔς ῥʼ ἀσαμίνθους βάντες ἐυξέστας λούσαντο'‎.2 ἀπρεπὲς γὰρ ἦν, φησὶν Ἀριστοτέλης, ἥκειν εἰς τὸ συμπόσιον σὺν ἱδρῶτι πολλῷ καὶ κονιορτῷ. δεῖ γὰρ τὸν χαρίεντα μήτε ῥυπᾶν μήτε αὐχμεῖν μήτε βορβόρῳ χαίρειν καθʼ Ἡρἄκλειτον‎.

Notes Settings

Notes

Editor’s Note
1 Od. 8. 449·
Editor’s Note
2 Od. 4. 48.
logo-footer Copyright © 2023. All rights reserved. Access is brought to you by Log out