Main Text
2 (R2 83, R3 92)
Stob. 4. 29 A 25. ἐν τῷ αὐτῷ.
ἀμφισβητεῖται δὲ καθάπερ καὶ περὶ τοῦ πηλίκον ἀγαθόν ἐστι, pg 58οὕτω καὶ τίνας δεῖ καλεῖν εὐγενεῖς. οἱ μὲν γὰρ τοὺς ἐξ ἀγαθῶν γονέων εὐγενεῖς εἶναι νομίζουσι, καθάπερ καὶ Σωκράτης· διὰ γὰρ τὴν Ἀριστείδου ἀρετὴν καὶ τὴν θυγατέρα αὐτοῦ γενναίαν εἶναι. Σιμωνίδην δέ φασι διερωτώμενον τίνες εὐγενεῖς, τοὺς ἐκ πάλαι πλουσίων φάναι· καίτοι κατὰ τοῦτον τὸν λόγον οὐκ ὀρθῶς ἐπιτιμῶσιν ὁ Θεόγνις οὐδʼ ὁ ποιητὴς ὁ ποιήσας ὡς ὅτι 'τὴν μὲν εὐγένειαν αἰνοῦσιν βροτοί, μᾶλλον δὲ κηδεύουσι τοῖσι πλουσίοις'·1 ἢ πρὸς Διὸς οὐχ αἱρετώτερος ὁ πλουτῶν αὐτὸς ἢ οὗ ὁ πρόπαππος ἢ τῶν προγόνων τις πλούσιος ἦν, αὐτὸς δὲ πένης; Πῶς γὰρ οὐκ, εἶπε. Καὶ δέοι δʼ ἂν κηδεύειν τοῖς πλουσίοις μᾶλλον ἢ τοῖς εὐγενέσιν· εὐγενεῖς γὰρ οἱ πάλαι, κρείττους δὲ οἱ νῦν. οὐκ οὖν ὁμοίως κἄν τις ὑπολαμβάνῃ οὐ τοὺς εὐγενεῖς εἶναι τοὺς ἐκ πάλαι πλουσίων ἀλλὰ τοὺς ἐξ ἀγαθῶν πάλαι; κρείττων γὰρ ἂν δόξειεν ἀρχαίας ἀρετῆς πρόσφατος καὶ μετέχειν μᾶλλον ἕκαστος2 πατρὸς ἢ προπάππου, αἱρετώτερον δʼ αὐτὸν εἶναι σπουδαῖον ἀλλʼ οὐ τὸν πρόπαππον ἤ τινα τῶν ἄλλων προγόνων. Ὀρθῶς, ἔφη, λέγεις. Ἆρʼ οὖν οὐκ ἐπεὶ ἐν μηδετέρῳ τούτων ὁρῶμεν τὴν εὐγένειαν, σκεπτέον ἄλλον τρόπον τίνι τοῦτο ἔνι ποτέ; Σκεπτέον δή, ἔφη. Τὸ εὖ σημαίνει τι δήπου τῶν ἐπαινετῶν καὶ σπουδαίων, οἷον τὸ εὐπρόσωπον καὶ τὸ εὐόφθαλμον· ἀγαθὸν γάρ τι ἢ καλὸν σημαίνει κατὰ τοῦτον τὸν λόγον. Πάνυ γε, εἶπεν. Οὐκ οὖν εὐπρόσωπον μέν ἐστι τὸ ἔχον ἀρετὴν προσώπου, εὐόφθαλμον δὲ τὸ ὀφθαλμοῦ ἀρετήν; Οὕτως, εἶπεν. Ἀλλὰ μήν ἐστι γένος τὸ μὲν σπουδαῖον, τὸ δὲ φαῦλον ἀλλ' οὐ σπουδαῖον. Πάνυ γε, εἶπε. Σπουδαῖον δέ γε φαμὲν ἕκαστον κατὰ τὴν αὑτοῦ ἀρετὴν εἶναι, ὥστε καὶ γένος σπουδαῖον ὡσαύτως. Οὕτως, εἶπε. Δῆλον ἄρʼ, ἔφην, ὅτι ἐστὶν ἡ εὐγένεια ἀρετὴ γένους.