Jump to Content

Main Text

pg 57ΛΑΧΗΣ‎

St.II ΛΥΣΙΜΑΧΟΣ, ΜΕΛΗΣΙΑΣ, ΝΙΚΙΑΣ, ΛΑΧΗΣ, ΠΑΙΔΕΣ ΛΥΣΙΜΑΧΟΥ ΚΑΙ ΜΕΛΗΣΙΟΥ, ΣΩΚΡΑΤΗΣ‎

178 Link 1

Λϒ.‎ Τεθέασθε μὲν τὸν ἄνδρα μαχόμενον ἐν ὅπλοις, ὦ

Critical Apparatus2Νικία τε καὶ Λάχης· οὗ δ' ἕνεκα ὑμᾶς ἐκελεύσαμεν συνθεά-

3σασθαι ἐγώ τε καὶ Μελησίας ὅδε, τότε μὲν οὐκ εἴπομεν, νῦν

4δ' ἐροῦμεν. ἡγούμεθα γὰρ χρῆναι πρός γε ὑμᾶς παρρησιά-

5ζεσθαι. εἰσὶ γάρ τινες οἳ τῶν τοιούτων καταγελῶσι, καὶ ἐάν

b Link 1τις αὐτοῖς συμβουλεύσηται, οὐκ ἂν εἴποιεν ἃ νοοῦσιν, ἀλλὰ

Critical Apparatus2στοχαζόμενοι τοῦ συμβουλευομένου ἄλλα λέγουσι παρὰ τὴν

3αὑτῶν δόξαν· ὑμᾶς δὲ ἡμεῖς ἡγησάμενοι καὶ ἱκανοὺς γνῶναι

4καὶ γνόντας ἁπλῶς ἂν εἰπεῖν ἃ δοκεῖ ὑμῖν, οὕτω παρελάβομεν

5ἐπὶ τὴν συμβουλὴν περὶ ὧν μέλλομεν ἀνακοινοῦσθαι. ἔστιν

179Critical Apparatus Link 1οὖν τοῦτο, περὶ οὗ πάλαι τοσαῦτα προοιμιάζομαι, τόδε. ἡμῖν

2εἰσὶν ὑεῖς οὑτοιί, ὅδε μὲν τοῦδε, πάππου ἔχων ὄνομα Θουκυ-

Critical Apparatus3δίδης, ἐμὸς δὲ αὖ ὅδε—παππῷον δὲ καὶ οὗτος ὄνομ' ἔχει

4τοὐμοῦ πατρός· Ἀριστείδην γὰρ αὐτὸν καλοῦμεν—ἡμῖν οὖν

5τούτων δέδοκται ἐπιμεληθῆναι ὡς οἷόν τε μάλιστα, καὶ μὴ

6ποιῆσαι ὅπερ οἱ πολλοί, ἐπειδὴ μειράκια γέγονεν, ἀνεῖναι

Critical Apparatus7αὐτοὺς ὅτι βούλονται ποιεῖν, ἀλλὰ νῦν δὴ καὶ ἄρχεσθαι

Critical Apparatus8αὐτῶν ἐπιμελεῖσθαι καθ' ὅσον οἷοί τ' ἐσμέν. εἰδότες οὖν καὶ

pg 58bCritical Apparatus1ὑμῖν ὑεῖς ὄντας ἡγησάμεθα μεμεληκέναι περὶ αὐτῶν, εἴπερ

2τισὶν ἄλλοις, πῶς ἂν θεραπευθέντες γένοιντο ἄριστοι· εἰ δ'

3ἄρα πολλάκις μὴ προσεσχήκατε τὸν νοῦν τῷ τοιούτῳ, ὑπομνή-

4σοντες ὅτι οὐ χρὴ αὐτοῦ ἀμελεῖν, καὶ παρακαλοῦντες ὑμᾶς

5ἐπὶ τὸ ἐπιμέλειάν τινα ποιήσασθαι τῶν ὑέων κοινῇ μεθ'

Critical Apparatus6ἡμῶν. ὅθεν δὲ ἡμῖν ταῦτ' ἔδοξεν, ὦ Νικία τε καὶ Λάχης,

7χρὴ ἀκοῦσαι, κἂν ᾖ ὀλίγῳ μακρότερα. συσσιτοῦμεν γὰρ

8δὴ ἐγώ τε καὶ Μελησίας ὅδε, καὶ ἡμῖν τὰ μειράκια παρα-

c Link 1σιτεῖ. ὅπερ οὖν καὶ ἀρχόμενος εἶπον τοῦ λόγου, παρρη-

Link 2σιασόμεθα πρὸς ὑμᾶς. ἡμῶν γὰρ ἑκάτερος περὶ τοῦ ἑαυτοῦ

3πατρὸς πολλὰ καὶ καλὰ ἔργα ἔχει λέγειν πρὸς τοὺς νεανίσκους,

Critical Apparatus4καὶ ὅσα ἐν πολέμῳ ἠργάσαντο καὶ ὅσα ἐν εἰρήνῃ, διοικοῦντες

Critical Apparatus5τά τε τῶν συμμάχων καὶ τὰ τῆσδε τῆς πόλεως· ἡμέτερα δ'

6αὐτῶν ἔργα οὐδέτερος ἔχει λέγειν. ταῦτα δὴ ὑπαισχυνόμεθά

Critical Apparatus7τε τούσδε καὶ αἰτιώμεθα τοὺς πατέρας ἡμῶν ὅτι ἡμᾶς μὲν

d1εἴων τρυφᾶν, ἐπειδὴ μειράκια ἐγενόμεθα, τὰ δὲ τῶν ἄλλων

2πράγματα ἔπραττον· καὶ τοῖσδε τοῖς νεανίσκοις αὐτὰ ταῦτα

3ἐνδεικνύμεθα, λέγοντες ὅτι εἰ μὲν ἀμελήσoυσιν ἑαυτῶν καὶ

4μὴ πείσονται ἡμῖν, ἀκλεεῖς γενήσονται, εἰ δ' ἐπιμελήσονται,

Link 5τάχ' ἂν τῶν ὀνομάτων ἄξιοι γένοιντο ἃ ἔχουσιν. οὗτοι μὲν

6οὖν φασιν πείσεσθaι· ἡμεῖς δὲ δὴ τοῦτο σκοποῦμεν, τί

7ἂν οὗτοι μαθόντες ἢ ἐπιτηδεύσαντες ὅτι ἄριστοι γένοιντο.

eCritical Apparatus Link 1εἰσηγήσατο οὖν τις ἡμῖν καὶ τοῦτο τὸ μάθημα, ὅτι καλὸν εἴη

Critical Apparatus2τῷ νέῳ μαθεῖν ἐν ὅπλοις μάχεσθαι· καὶ ἐπῄνει τοῦτον ὃν

Critical Apparatus3νῦν ὑμεῖς ἐθεάσασθε ἐπιδεικνύμενον, κᾆτʼ ἐκέλενε θεάσασθαι.

4ἔδοξε δὴ χρῆναι αὐτούς τε ἐλθεῖν ἐπὶ θέαν τἀνδρὸς καὶ ὑμᾶς

5συμπαραλαβεῖν ἅμα μὲν συνθεατάς, ἅμα δὲ συμβούλους τε

6καὶ κοινωνούς, ἐὰν βούλησθε, περὶ τῆς τῶν ὑέων ἐπιμελείας.

pg 59180 Link 1ταῦτʼ ἐστὶν ἃ ἐβουλόμεθα ὑμῖν ἀνακοινώσασθαι. ἤδη οὖν

Critical Apparatus2ὑμέτερον μέρος συμβουλεύειν καὶ περὶ τούτου τοῦ μαθήματος,

Critical Apparatus3εἴτε δοκεῖ χρῆναι μανθάνειν εἴτε μή, καὶ περὶ τῶν ἄλλων, εἴ

4τι ἔχετε ἐπαινέσαι μάθημα νέῳ ἀνδρὶ ἢ ἐπιτήδευμα, καὶ περὶ

5τῆς κοινωνίας λέγειν ὁποῖόν τι ποιήσετε‎.

6

ΝΙ.‎ Ἐγὼ μέν, ὦ Λυσίμαχε καὶ Μελησία, ἐπαινῶ τε ὑμῶν

7τὴν διάνοιαν καὶ κοινωνεῖν ἕτοιμος, οἶμαι δὲ καὶ Λάχητα

8τόνδε‎.

b Link 1

ΛΑ.‎ Ἀληθῆ γὰρ οἴει, ὦ Νικία. ὡς ὅ γε ἔλεγεν ὁ Λυσί-

Critical Apparatus2μαχος ἄρτι περὶ τοῦ πατρὸς τοῦ αὑτοῦ τε καὶ τοῦ Μελησίου,

3πάνυ μοι δοκεῖ εὖ εἰρῆσθαι καὶ εἰς ἐκείνους καὶ εἰς ἡμᾶς καὶ

Critical Apparatus4εἰς ἅπαντας ὅσοι τὰ τῶν πόλεων πράττουσιν, ὅτι αὐτοῖς

5σχεδόν τι ταῦτα συμβαίνει ἃ οὗτος λέγει καὶ περὶ παῖδας

Critical Apparatus6καὶ περὶ τἆλλα, τὰ ἴδια όλιγωρεῖσθαί τε καὶ ἀμελῶς διατί-

Critical Apparatus7θεσθαι. ταῦτα μὲν οὖν καλῶς λέγεις, ὦ Λυσίμαχε· ὅτι δ'

8ἡμᾶς μὲν συμβούλους παρακαλεῖς ἐπὶ τὴν τῶν νεανίσκων

cCritical Apparatus Link 1παιδείαν, Σωκράτη δὲ τόνδε οὐ παρακαλεῖς, θαυμάζω, πρῶτον

2μὲν ὄντα δημότην, ἔπειτα ἐνταῦθα ἀεὶ τὰς διατριβὰς ποιού-

3μενον ὅπου τί ἐστι τῶν τοιούτων ὧν σὺ ζητεῖς περὶ τοὺς

4νέους ἢ μάθημα ἢ ἐπιτήδευμα καλόν‎.

Critical Apparatus5

Λϒ.‎ Πῶς λέγεις, ὦ Λάχης; Σωκράτης γὰρ ὅδε τινὸς τῶν

6τοιούτων ἐπιμέλειαν πεποίηται‎;

7

ΛΑ.‎ Πάνυ μὲν οὖν, ὦ Λυσίμαχε‎.

8

ΝΙ.‎ Τοῦτο μέν σοι κἂν ἐγὼ ἔχοιμι εἰπεῖν οὐ χεῖρον

9Λάχητος· καὶ γὰρ αὐτῷ μοι ἔναγχος ἄνδρα προυξένησε τῷ

d1ὑεῖ διδάσκαλον μουσικῆς, Ἀγαθοκλέους μαθητὴν Δάμωνα,

2ἀνδρῶν χαριέστατον οὐ μόνον τὴν μουσικήν, ἀλλὰ καὶ τἆλλα

Critical Apparatus3ὁπόσου βούλει ἄξιον συνδιατρίβειν τηλικούτοις νεανίσκοις‎.

pg 60Critical Apparatus4

Αϒ.‎ Οὔτοι, ὦ Σώκρατές τε καὶ Νικία καὶ Λάχης, οἱ

Critical Apparatus5ἡλίκοι ἐγὼ ἔτι γιγνώσκομεν τοὺς νεωτέρους, ἅτε κατ' οἰκίαν

6τὰ πολλὰ διατρίβοντες ὑπὸ τῆς ἡλικίας· ἀλλ' εἴ τι καὶ σύ,

7ὦ παῖ Σωφρονίσκου, ἔχεις τῷδε τῷ σαυτοῦ δημότῃ ἀγαθὸν

e1συμβουλεῦσαι, χρὴ συμβουλεύειν. δίκαιος δ' εἶ· καὶ γὰρ

Critical Apparatus2πατρικὸς ἡμῖν φίλος τυγχάνεις ὤν· ἀεὶ γὰρ ἐγὼ καὶ ὁ

3σὸς πατὴρ ἑταίρω τε καὶ φίλω ἦμεν, καὶ πρότερον ἐκεῖνος

Critical Apparatus4ἐτελεύτησε, πρίν τι ἐμοὶ διενεχθῆναι. περιφέρει δέ τίς με

5καὶ μνήμη ἄρτι τῶνδε λεγόντων· τὰ γὰρ μειράκια τάδε πρὸς

Critical Apparatus6ἀλλήλους οἴκοι διαλεγόμενοι θαμὰ ἐπιμέμνηνται Σωκράτους

7καὶ σφόδρα ἐπαινοῦσιν· οὐ μέντοι πώποτε αὐτοὺς ἀνηρώτησα

181 Link 1εἰ τὸν Σωφρονίσκου λέγοιεν. ἀλλ', ὦ παῖδες, λέγετέ μοι,

Critical Apparatus2ὅδ' ἐστὶ Σωκράτης, περὶ οὗ ἑκάστοτε ἐμέμνησθε‎;

3

ΠΑΙ.‎ Πάνυ μὲν οὖν, ὦ πάτερ, οὗτος‎.

4

Λϒ.‎ Εὖ γε νὴ τὴν Ἥραν, ὦ Σώκρατες, ὅτι ὀρθοῖς τὸν

Critical Apparatus5πατέρα, ἄριστον ἀνδρῶν ὄντα, καὶ ἄλλως καὶ δὴ καὶ ὅτι

Critical Apparatus6οἰκεῖα τά τε σὰ ἡμῖν ὑπάρξει καὶ σοὶ τὰ ἡμέτερα‎.

7

ΛΑ.‎ Καὶ μήν, ὦ Λυσίμαχε, μὴ ἀφίεσό γε τἀνδρός· ὡς

8ἐγὼ καὶ ἄλλοθί γε αὐτὸν ἐθεασάμην οὐ μόνον τὸν πατέρα

b Link 1ἀλλὰ καὶ τὴν πατρίδα ὀρθοῦντα· ἐν γὰρ τῇ ἀπὸ Δηλίου

Critical Apparatus2φυγῇ μετ' ἐμοῦ συνανεχώρει, κἀγώ σοι λέγω ὅτι εἰ οἱ ἄλλοι

Critical Apparatus3ἤθελον τόιοῦτοι εἶναι, ὀρθὴ ἂν ἡμῶν ἡ πόλις ἦν καὶ οὐκ ἂν

4ἔπεσε τότε τοιοῦτον πτῶμα‎.

5

Λϒ.‎ Ὦ Σώκρατες, οὗτος μέντοι ὁ ἔπαινός ἐστιν καλός, ὃν

Link 6σὺ νῦν ἐπαινῇ ὑπ' ἀνδρῶν ἀξίων πιστεύεσθαι καὶ εἰς ταῦτα

7εἰς ἃ οὗτοι ἐπαινοῦσιν. εὖ οὖν ἴσθι ὅτι ἐγὼ ταῦτα ἀκούων

Critical Apparatus8χαίρω ὅτι εὐδοκιμεῖς, καὶ σὺ δὲ ἡγοῦ με ἐν τοῖς εὐνούστατόν

pg 61cCritical Apparatus1σοι εἶναι. χρῆν μὲν οὖν καὶ πρότερόν γε φοιτᾶν αὐτὸν παρʼ

2ἡμᾶς καὶ οἰκείους ἡγεῖσθαι, ὥσπερ τὸ δίκαιον· νῦν δ' οὖν

Critical Apparatus3ἀπὸ τῆσδε τῆς ἡμέρας, ἐπειδὴ ἀνεγνωρίσαμεν ἀλλήλους, μὴ

4ἄλλως ποίει, ἀλλὰ σύνισθί τε καὶ γνώριζε καὶ ἡμᾶς καὶ

5τούσδε τοὺς νεωτέρους, ὅπως ἂν διασῴζητε καὶ ὑμεῖς τὴν

6ἡμετέραν φιλίαν, ταῦτα μὲν οὖν καὶ σὺ ποιήσεις καὶ ἡμεῖς

7σε καὶ αὖθις ὑπομνήσομεν· περὶ δὲ ὧν ἠρξάμεθα τί φατε;

8τί δοκεῖ; τὸ μάθημα τοῖς μειρακίοις ἐπιτήδειον εἶναι ἢ οὔ, τὸ

9μαθεῖν ἐν ὅπλοις μάχεσθαι‎;

d 1

ΣΩ.‎ Ἀλλὰ καὶ τούτων πέρι, ὦ Λυσίμαχε, ἔγωγε πειρά-

2σομαι συμβουλεύειν ἄν τι δύνωμαι, καὶ αὖ ἃ προκαλῇ πάντα

3ποιεῖν. δικαιότατον μέντοι μοι δοκεῖ εἶναι ἐμὲ νεώτερον ὄντα

4τῶνδε καὶ ἀπειρότερον τούτων ἀκούειν πρότερον τί λέγουσιν

5καὶ μανθάνειν παρ' αὐτῶν· ἐὰν δ' ἔχω τι ἄλλο παρὰ τὰ ὑπὸ

Link 6τούτων λεγόμενα, τότʼ ἤδη διδάσκειν καὶ πείθειν καὶ σὲ καὶ

Critical Apparatus7τούτους. ἀλλ', ὦ Νικία, τί οὐ λέγει πότερος ὑμῶν‎;

Critical Apparatus8

ΝΙ.‎ Ἀλλ' οὐδὲν κωλύει, ὦ Σώκρατες. δοκεῖ γὰρ καὶ

e1ἐμοὶ τοῦτο τὸ μάθημα τοῖς νέοις ὠφέλιμον εἶναι ἐπίστασθαι

2πολλαχῇ. καὶ γὰρ τὸ μὴ ἄλλοθι διατρίβειν, ἐν οἷς δὴ

3φιλοῦσιν οἱ νέοι τὰς διατριβὰς ποιεῖσθαι ὅταν σχολὴν

Critical Apparatus4ἄγωσιν, ἀλλ' ἐν τούτῳ, εὖ ἔχει, ὅθεν καὶ τὸ σῶμα βέλτιον

5ἴσχειν ἀνάγκη—οὐδενὸς γὰρ τῶν γυμνασίων φαυλότερον οὐδ'

182 Link 1ἐλάττω πόνον ἔχει—καὶ ἅμα προσήκει μάλιστʼ ἐλευθέρῳ

Critical Apparatus2τοῦτό τε τὸ γυμνάσιον καὶ ἡ ἱππική· οὗ γὰρ ἀγῶνος ἀθληταί

Critical Apparatus3ἐσμεν καὶ ἐν οἷς ἡμῖν ὁ ἀγὼν πρόκειται, μόνοι οὗτοι γυμνά-

Critical Apparatus4ζονται οἱ ἐν τούτοις τοῖς [τὸν] περὶ τὸν πόλεμον ὀργάνοις

5γυμναζόμενοι. ἔπειτα ὀνήσει μέν τι τοῦτο τὸ μάθημα καὶ

6ἐν τῇ μάχῃ αὐτῇ, ὅταν ἐν τάξει δέῃ μάχεσθαι μετὰ πολλῶν

7ἄλλων· μέγιστον μέντοι αὐτοῦ ὄφελος, ὅταν λυθῶσιν αἱ

pg 62Critical Apparatus8τάξεις καὶ ἤδη τι δέῃ μόνον πρὸς μόνον ἢ διώκοντα ἀμυνο-

bCritical Apparatus1μένῳ τινὶ ἐπιθέσθαι ἢ καὶ ἐν φυγῇ ἐπιτιθεμένου ἄλλου

Critical Apparatus2ἀμύνασθαι αὐτόν· οὔτʼ ἂν ὑπό γε ἑνὸς εἷς ὁ τοῦτʼ ἐπιστά-

3μενος οὐδὲν ἂν πάθοι, ἴσως δ' οὐδὲ ὑπὸ πλειόνων, ἀλλὰ

4πανταχῇ ἂν ταύτῃ πλεονεκτοῖ. ἔτι δὲ καὶ εἰς ἄλλου καλοῦ

5μαθήματος ἐπιθυμίαν παρακαλεῖ τὸ τοιοῦτον· πᾶς γὰρ ἂν

6μαθὼν ἐν ὅπλοις μάχεσθαι ἐπιθυμήσειε καὶ τοῦ ἑξῆς μαθή-

7ματος τοῦ περὶ τὰς τάξεις, καὶ ταῦτα λαβὼν καὶ φιλοτιμηθεὶς

c Link 1ἐν αὐτοῖς ἐπὶ πᾶν ἂν τὸ περὶ τὰς στρατηγίας ὁρμήσειε· καὶ

2ἤδη δῆλον ὅτι τὰ τούτων ἐχόμενα καὶ μαθήματα πάντα

Critical Apparatus Link 3καὶ ἐπιτηδεύματα καὶ καλὰ καὶ πολλοῦ ἄξια ἀνδρὶ μαθεῖν

4τε καὶ ἐπιτηδεῦσαι, ὧν καθηγήσαιτ' ἂν τοῦτο τὸ μάθημα.

5προσθήσομεν δ' αὐτῷ οὐ σμικρὰν προσθήκην, ὅτι πάντα

6ἄνδρα ἐν πολέμῳ καὶ θαρραλεώτερον καὶ ἀνδρειότερον ἂν

7ποιήσειεν αὐτὸν αὑτοῦ οὐκ ὀλίγῳ αὕτη ἡ ἐπιστήμη. μὴ

Critical Apparatus8ἀτιμάσωμεν δὲ εἰπεῖν, εἰ καί τῳ σμικρότερον δοκεῖ εἶναι, ὅτι

9καὶ εὐσχημονέστερον ἐνταῦθα οὗ χρὴ τὸν ἄνδρα εὐσχημονέ-

dCritical Apparatus1στερον φαίνεσθαι, οὗ ἅμα καὶ δεινότερος τοῖς ἐχθροῖς φανεῖται

2διὰ τὴν εὐσχημοσύνην. ἐμοὶ μὲν οὖν, ὦ Λυσίμαχε, ὥσπερ

3λέγω, δοκεῖ τε χρῆναι διδάσκειν τοὺς νεανίσκους ταῦτα καὶ

4διʼ ἃ δοκεῖ εἴρηκα· Λάχητος δ', εἴ τι παρὰ ταῦτα λέγει, κἂν

5αὐτὸς ἡδέως ἀκούσαιμι‎.

6

ΛΑ.‎ Ἀλλ' ἔστι μέν, ὦ Νικία, χαλεπὸν λέγειν περὶ

7ὁτουοῦν μαθήματος ὡς οὐ χρὴ μανθάνειν· πάντα γὰρ ἐπί-

8στασθαι ἀγαθὸν δοκεῖ εἶναι. καὶ δὴ καὶ τὸ ὁπλιτικὸν τοῦτο,

e Link 1εἰ μέν ἐστιν μάθημα, ὅπερ φασὶν οἱ διδάσκοντες, καὶ οἷον

Critical Apparatus2Νικίας λέγει, χρὴ αὐτὸ μανθάνειν· εἰ δ' ἔστιν μὲν μὴ μάθημα,

3ἀλλ' ἐξαπατῶσιν οἱ ὑπισχνούμενοι, ἢ μάθημα μὲν τυγχάνει

pg 63Critical Apparatus4ὄν, μὴ μέντοι πάνυ σπουδαῖον, τί καὶ δέοι ἂν αὐτὸ μανθάνειν;

5λέγω δὲ ταῦτα περὶ αὐτοῦ εἰς τάδε ἀποβλέψας, ὅτι οἶμαι

6ἐγὼ τοῦτο, εἰ τὶ ἦν, οὐκ ἂν λεληθέναι Λακεδαιμονίους, οἷς

Critical Apparatus7οὐδὲν ἄλλο μέλει ἐν τῷ βίῳ ἢ τοῦτο ζητεῖν καὶ ἐπιτηδεύειν,

183 Link 1ὅτι ἂν μαθόντες καὶ ἐπιτηδεύσαντες πλεονεκτοῖεν τῶν ἄλλων

Critical Apparatus2περὶ τὸν πόλεμον. εἰ δ' ἐκείνους λέληθεν, ἀλλ' οὐ τούτους

Critical Apparatus3γε τοὺς διδασκάλους αὐτοῦ λέληθεν αὐτὸ τοῦτο, ὅτι ἐκεῖνοι

4μάλιστα τῶν Ἑλλήνων σπουδάζουσιν ἐπὶ τοῖς τοιούτοις καὶ

5ὅτι παρʼ ἐκείνοις ἄν τις τιμηθεὶς εἰς ταῦτα καὶ παρὰ τῶν

6ἄλλων πλεῖστ' ἂν ἐργάζοιτο χρήματα, ὥσπερ γε καὶ τρα-

7γῳδίας ποιητὴς παρ' ἡμῖν τιμηθείς. τοιγάρτοι ὃς ἂν οἴηται

8τραγῳδίαν καλῶς ποιεῖν, οὐκ ἔξωθεν κύκλῳ περὶ τὴν Ἀττικὴν

b1κατὰ τὰς ἄλλας πόλεις ἐπιδεικνύμενος περιέρχεται, ἀλλ' εὐθὺς

Critical Apparatus2δεῦρο φέρεται καὶ τοῖσδ' ἐπιδείκνυσιν εἰκότως· τοὺς δὲ ἐν

Critical Apparatus3ὅπλοις μαχομένους ἐγὼ τούτους ὁρῶ τὴν μὲν Λακεδαίμονα

4ἡγουμένους εἶναι ἄβατον ἱερὸν καὶ οὐδὲ ἄκρῳ ποδὶ ἐπι-

5βαίνοντας, κύκλῳ δὲ περιιόντας αὐτὴν καὶ πᾶσι μᾶλλον

Critical Apparatus6ἐπιδεικνυμένους, καὶ μάλιστα τούτοις οἳ κἂν αὐτοὶ ὁμολογή-

7σειαν πολλοὺς σφῶν προτέρους εἶναι πρὸς τὰ τοῦ πολέμου.

c Link 1ἔπειτα, ὦ Λυσίμαχε, οὐ πάνυ ὀλίγοις ἐγὼ τούτων παρα-

2γέγονα ἐν αὐτῷ τῷ ἔργῳ, καὶ ὁρῶ οἷοί εἰσιν. ἔξεστι δὲ καὶ

3αὐτόθεν ἡμῖν σκέψασθαι. ὥσπερ γὰρ ἐπίτηδες οὐδεὶς πώποτ'

4εὐδόκιμος γέγονεν ἐν τῷ πολέμῳ ἀνὴρ τῶν τὰ ὁπλιτικὰ

5ἐπιτηδευσάντων. καίτοι εἴς γε τἆλλα πάντα ἐκ τούτων οἱ

6ὀνομαστοὶ γίγνονται, ἐκ τῶν ἐπιτηδευσάντων ἕκαστα· οὗτοι

Critical Apparatus7δ', ὡς ἔοικε, παρὰ τοὺς ἄλλους οὕτω σφόδρα εἰς τοῦτο

8δεδυστυχήκασιν. ἐπεὶ καὶ τοῦτον τὸν Στησίλεων, ὃν ὑμεῖς

d Link 1μετ' ἐμοῦ ἐν τοσούτῳ ὄχλῳ ἐθεάσασθε ἐπιδεικνύμενον καὶ τὰ

2μεγάλα περὶ αὑτοῦ λέγοντα ἃ ἔλεγεν, ἑτέρωθι ἐγὼ κάλλιον

pg 64Critical Apparatus3ἐθεασάμην ἐν τῇ ἀληθείᾳ ὡς ἀληθῶς ἐπιδεικνύμενον οὐχ

4ἐκόντα. προσβαλούσης γὰρ τῆς νεὼς ἐφ' ᾗ ἐπεβάτευεν

5πρὸς ὁλκάδα τινά, ἐμάχετο ἔχων δορνδρέπανον, διαφέρον δὴ

6ὅπλον ἅτε καὶ αὐτὸς τῶν ἄλλων διαφέρων. τὰ μὲν οὖν ἄλλα

Link 7οὐκ ἄξια λέγειν περὶ τἀνδρός, τὸ δὲ σόφισμα τὸ τοῦ δρεπάνου

e1τοῦ πρὸς τῇ λόγχῃ οἷον ἀπέβη. μαχομένον γὰρ αὐτοῦ

2ἐνέσχετό που ἐν τοῖς τῆς νεὼς σκεύεσιν καὶ ἀντελάβετο·

3εἷλκεν οὖν ὁ Στησίλεως βουλόμενος ἀπολῦσαι, καὶ οὐχ οἷός

Critical Apparatus4τʼ ἦν, ἡ δὲ ναῦς τὴν ναῦν παρῄει. τέως μὲν οὖν παρέθει

Critical Apparatus5ἐν τῇ νηὶ ἀντεχόμενος τοῦ δόρατος· ἐπεὶ δὲ δὴ παρημείβετο

6ἡ ναῦς τὴν ναῦν καὶ ἐπέσπα αὐτὸν τοῦ δόρατος ἐχόμενον,

184Critical Apparatus1ἐφίει τὸ δόρυ διὰ τῆς χειρός, ἕως ἄκρου τοῦ στύρακος ἀντε-

2λάβετο. ἦν δὲ γέλως καὶ κρότος ὑπὸ τῶν ἐκ τῆς ὁλκάδος

3ἐπί τε τῷ σχήματι αὐτοῦ, καὶ ἐπειδὴ βαλόντος τινὸς λίθῳ

4παρὰ τοὺς πόδας αὐτοῦ ἐπὶ τὸ κατάστρωμα ἀφίεται τοῦ

5δόρατος, τότʼ ἤδη καὶ οἱ ἐκ τῆς τριήρους οὐκέτι οἷοί τʼ ἦσαν

6τὸν γέλωτα κατέχειν, ὁρῶντες αἰωρούμενον ἐκ τῆς ὁλκάδος

Critical Apparatus7τὸ δορυδρέπανον ἐκεῖνο. ἴσως μὲν οὖν εἴη ἂν τὶ ταῦτα,

8ὥσπερ Νικίας λέγει· οἷς δ' οὖν ἐγὼ ἐντετύχηκα, τοιαῦτ'

bCritical Apparatus1ἄττα ἐστίν. ὃ οὖν καὶ ἐξ ἀρχῆς εἶπον, εἴτε οὕτω σμικρὰς

2ὠφελίας ἔχει μάθημα ὄν, εἴτε μὴ ὂν φασὶ καὶ προσποιοῦνται

Link 3αὐτὸ εἶναι μάθημα, οὐκ ἄξιον ἐπιχειρεῖν μανθάνειν. καὶ γὰρ

Critical Apparatus4οὖν μοι δοκεῖ, εἰ μὲν δειλός τις ὢν οἴοιτο αὐτὸ ἐπίστασθαι,

Critical Apparatus5θρασύτερος ἂν διʼ αὐτὸ γενόμενος ἐπιφανέστερος γένοιτο

Critical Apparatus6οἷος ἦν, εἰ δὲ ἀνδρεῖος, φυλαττόμενος ἂν ὑπὸ τῶν ἀνθρώπων,

Critical Apparatus7εἰ καὶ σμικρὸυ ἐξαμάρτοι, μεγάλας ἂν διαβολὰς ἴσχειν·

c Link 1ἐπίφθονος γὰρ ἡ προσποίησις τῆς τοιαύτης ἐπιστήμης, ὥστʼ

pg 652εἰ μή τι θαυμαστὸν ὅσον διαφέρει τῇ ἀρετῇ τῶν ἄλλων, οὐκ

Critical Apparatus3ἔσθ' ὅπως ἄν τις φύγοι τὸ καταγέλαστος γενέσθαι φάσκων

4ἔχειν ταύτην τὴν ἐπιστήμην. τοιαύτη τις ἔμοιγε δοκεῖ, ὦ

5Λυσίμαχε, ἡ περὶ τοῦτο τὸ μάθημα εἷναι σπουδή· χρὴ

6δ' ὅπερ σοι ἐξ ἀρχῆς ἔλεγον, καὶ Σωκράτη τόνδε μὴ

7ἀφιέναι, ἀλλὰ δεῖσθαι συμβουλεύειν ὅπῃ δοκεῖ αὐτῷ περὶ

8τοῦ προκειμένου‎.

Critical Apparatus9

ΛΥ.‎ Ἀλλὰ δέομαι ἔγωγε, ὦ Σώκρατες· καὶ γὰρ ὥσπερ

dCritical Apparatus Link 1τοῦ ἐπιδιακρινοῦντος δοκεῖ μοι δεῖν ἡμῖν ἡ βουλή. εἰ μὲν

2γὰρ συνεφερέσθην τώδε, ἧττον ἂν τοῦ τοιούτου ἔδει· νῦν

3δὲ τὴν ἐναντίαν γάρ, ὡς ὁρᾷς, Λάχης Νικίᾳ ἔθετο, εὖ δὴ

4ἔχει ἀκοῦσαι καὶ σοῦ ποτέρῳ τοῖν ἀνδροῖν σύμψηφος εἶ‎.

Critical Apparatus5

ΣΩ.‎ Τί δέ, ὦ Λυσίμαχε; ὁπότερ' ἂν οἱ πλείους ἐπαι-

6νῶσιν ἡμῶν, τούτοις μέλλεις χρῆσθαι‎;

7

ΛΥ.‎ Τί γὰρ ἄν τις καὶ ποιοῖ, ὦ Σώκρατες‎;

Critical Apparatus8

ΣΩ.‎ Ἦ καὶ σύ, ὦ Μελησία, οὕτως ἂν ποιοῖς; κἂν εἴ

eCritical Apparatus1τις περὶ ἀγωνίας τοῦ ὑέος σοι βουλὴ εἴη τί χρὴ ἀσκεῖν, ἆρα

Critical Apparatus2τοῖς πλείοσιν ἂν ἡμῶν πείθοιο, ἢ ʼκείνῳ ὅστις τυγχάνει ὑπὸ

Critical Apparatus3παιδοτρίβῃ ἀγαθῷ πεπαιδευμένος καὶ ἠσκηκώς‎;

4

ΜΕ.‎ Ἐκείνῳ εἰκός γε, ὦ Σώκρατες‎.

Critical Apparatus5

ΣΩ.‎ Αὐτῷ ἄρʼ ἂν μᾶλλον πείθοιο ἢ τέτταρσιν οὖσιν

6ἡμῖν‎;

7

ΜΕ.‎ Ἴσως‎.

8

ΣΩ.‎ Ἐπιστήμῃ γὰρ οἶμαι δεῖ κρίνεσθαι ἀλλ' οὐ πλήθει

Critical Apparatus9τὸ μέλλον καλῶς κριθήσεσθαι‎.

10

ΜΕ.‎ Πῶς γὰρ οὔ‎;

Link 11

ΣΩ.‎ Οὐκοῦν καὶ νῦν χρὴ πρῶτον αὐτὸ τοῦτο σκέψασθαι,

1851εἰ ἔστιν τις ἡμῶν τεχνικὸς περὶ οὗ βουλευόμεθα ἢ οὔ· καὶ εἰ

pg 662μὲν ἔστιν, ἐκείνῳ πείθεσθαι ἑνὶ ὄντι, τοὺς δ' ἄλλους ἐᾶν, εἰ

Critical Apparatus3δὲ μή, ἄλλον τινὰ ζητεῖν. ἢ περὶ σμικροῦ οἴεσθε νυνὶ

4κινδυνεύειν καὶ σὺ καὶ Λυσίμαχος ἀλλ' οὐ περὶ τούτου τοῦ

5κτήματος ὃ τῶν ὑμετέρων μέγιστον ὂν τυγχάνει; ὑέων γάρ

Critical Apparatus6που ἢ χρηστῶν ἢ τἀναντία γενομένων καὶ πᾶς ὁ οἶκος ὁ τοῦ

7πατρὸς οὕτως οἰκήσεται, ὁποῖοι ἄν τινες οἱ παῖδες γένωνται‎.

8

ΜΕ.‎ Ἀληθῆ λέγεις‎.

9

ΣΩ.‎ Πολλὴν ἄρα δεῖ προμηθίαν αὐτοῦ ἔχειν‎.

10

ΜΕ.‎ Πάνυ γε‎.

b Link 1

ΣΩ.‎ Πῶς οὖν, ὃ ἐγὼ ἄρτι ἔλεγον, ἐσκοποῦμεν ἄν, εἰ

2ἐβουλόμεθα σκέψασθαι τίς ἡμῶν περὶ ἀγωνίαν τεχνικώτατος;

3ἆρʼ οὐχ ὁ μαθὼν καὶ ἐπιτηδεύσας, ᾧ καὶ διδάσκαλοι ἀγαθοὶ

4γεγονότες ἦσαν αὐτοῦ τούτου‎;

5

ΜΕ.‎ Ἔμοιγε δοκεῖ‎.

Critical Apparatus6

ΣΩ.‎ Οὐκοῦν ἔτι πρότερον, τίνος ὄντος τούτου [οὗ] ζητοῦ-

7μεν τοὺς διδασκάλους‎;

8

ΜΕ.‎ Πῶς λέγεις‎;

9

ΣΩ.‎ Ὧδε ἴσως μᾶλλον κατάδηλον ἔσται. οὔ μοι δοκεῖ

10ἐξ ἀρχῇς ἡμῖν ὡμολογῆσθαι τί ποτ' ἔστιν περὶ οὗ βουλευό-

Critical Apparatus11μεθα [καὶ σκεπτόμεθα], ὅστις ἡμῶν τεχνικὸς καὶ τούτου

c Link 1ἔνεκα διδασκάλους ἐκτήσατο, καὶ ὅστις μή‎.

2

ΝΙ.‎ Οὐ γάρ, ὦ Σώκρατες, περὶ τοῦ ἐν ὅπλοις μάχε-

3σθαι σκοποῦμεν, εἴτε χρὴ αὐτὸ τοὺς νεανίσκους μανθάνειν

4εἴτε μή‎;

Link 5

ΣΩ.‎ Πάνυ μὲν οὖν, ὦ Νικία. ἀλλ' ὅταν περὶ φαρμάκου

Critical Apparatus6τίς του πρὸς ὀφθαλμοὺς σκοπῆται, εἴτε χρὴ αὐτὸ ὑπαλεί-

7φεσθαι εἴτε μή, πότερον οἴει τότε εἶναι τὴν βουλὴν περὶ

8τοῦ φαρμάκου ἢ περὶ τῶν ὀφθαλμῶν‎;

9

ΝΙ.‎ Περὶ τῶν ὀφθαλμῶν‎.

d Link 1

ΣΩ.‎ Οὐκοῦν καὶ ὅταν ἵππῳ χαλινὸν σκοπῆταί τις εἰ

pg 672προσοιστέον ἢ μή, καὶ ὁπότε, τότε που περὶ τοῦ ἵππου

3βουλεύεται ἀλλ' οὐ περὶ τοῦ χαλινοῦ‎;

4

ΝΙ.‎ Ἀληθῆ‎.

5

ΣΩ.‎ Οὐκοῦν ἑνὶ λόγῳ, ὅταν τίς τι ἕνεκά του σκοπῇ,

6περὶ ἐκείνου ἡ βουλὴ τυγχάνει οὖσα οὗ ἔνεκα ἐσκόπει, ἀλλ'

Critical Apparatus7οὐ περὶ τοῦ ὃ ἕνεκα ἄλλου ἐζήτει‎.

8

ΝΙ.‎ ʼΑνάγκη‎.

9

ΣΩ.‎ Δεῖ ἄρα καὶ τὸν σύμβουλον σκοπεῖν ἆρα τεχνικός

Critical Apparatus10ἐστιν εἰς ἐκείνου θεραπείαν, οὗ ἕνεκα σκοπούμενοι σκο-

11ποῦμεν‎.

Critical Apparatus12

ΝΙ.‎ Πάνυ γε‎.

e 1

ΣΩ.‎ Οὐκοῦν νῦν φαμεν περὶ μαθήματος σκοπεῖν τῆς

2ψυχῆς ἕνεκα τῆς τῶν νεανίσκων‎;

3

ΝΙ.‎ Ναί‎.

Critical Apparatus Link 4

ΣΩ.‎ Εἴ τις ἄρα ἡμῶν τεχνικὸς περὶ ψυχῆς θεραπείαν

5καὶ οἷός τε καλῶς τοῦτο θεραπεῦσαι, καὶ ὅτῳ διδάσκαλοι

Critical Apparatus6ἀγαθοὶ γεγόνασιν, τοῦτο σκεπτέον‎.

7

ΛΑ.‎ Τί δέ, ὦ Σώκρατες; οὔπω ἑώρακας ἄνευ διδασκάλων

8τεχνικωτέρους γεγονότας εἰς ἔνια ἢ μετὰ διδασκάλων‎;

Link 9

ΣΩ.‎ Ἔγωγε, ὦ Λάχης· οἷς γε σὺ οὐκ ἂν ἐθέλοις πιστεῦ-

10σαι, εἰ φαῖεν ἀγαθοὶ εἶναι δημιουργοί, εἰ μή τί σοι τῆς

11αὑτῶν τέχνης ἔργον ἔχοιεν ἐπιδεῖξαι εὖ εἰργασμένον, καὶ ἓν

186 Link 1καὶ πλείω‎.

Critical Apparatus2

ΛΑ.‎ Τοῦτο μὲν ἀληθῆ λέγεις‎.

Link 3

ΣΩ.‎ Καὶ ἡμᾶς ἄρα δεῖ, ὦ Λάχης τε καὶ Νικία—ἐπειδὴ

4Λυσίμαχος καὶ Μελησίας εἰς συμβουλὴν παρεκαλεσάτην

Critical Apparatus5ἡμᾶς περὶ τοῖν ὑέοιν, προθυμούμενοι αὐτοῖν ὅτι ἀρίστας

6γενέσθαι τὰς ψυχάς—εἰ μέν φαμεν ἔχειν, ἐπιδεῖξαι αὐτοῖς

pg 68Critical Apparatus7καὶ διδασκάλους οἵτινες [ἡμῶν γεγόνασιν] αὑτοὶ πρῶτον

8ἀγαθοὶ ὄντες καὶ πολλῶν νέων τεθεραπευκότες ψυχὰς ἔπειτα

b1καὶ ἡμᾶς διδάξαντες φαίνονται·ἢ εἴ τις ἡμῶν αὐτῶν ἑαυτῷ

Critical Apparatus2διδάσκαλον μὲν οὔ φησι γεγονέναι, ἀλλ' οὖν ἔργα αὐτὸν

Critical Apparatus3αὑτοῦ ἔχειν εἰπεῖν καὶ ἐπιδεῖξαι τίνες Ἀθηναίων ἢ τῶν

Critical Apparatus4ξένων, ἢ δοῦλοι ἢ ἐλεύθεροι, δι' ἐκεῖνον ὁμολογουμένως ἀγα-

5θοὶ γεγόνασιν· εἰ δὲ μηδὲν ἡμῖν τούτων ὑπάρχει, ἄλλους

Critical Apparatus6κελεύειν ζητεῖν καὶ μὴ ἐν ἑταίρων ἀνδρῶν ὑέσιν κινδυνεύειν

7διαφθείροντας τὴν μεγίστην αἰτίαν ἔχειν ὑπὸ τῶν οἰκειοτά-

8των. ἐγὼ μὲν οὖν, ὦ Λυσίμαχέ τε καὶ Μελησία, πρῶτος

c Link 1περὶ ἐμαυτοῦ λέγω ὅτι διδάσκαλός μοι οὐ γέγονε τούτου πέρι.

2καίτοι ἐπιθυμῶ γε τοῦ πράγματος ἐκ νέου ἀρξάμενος. ἀλλὰ

3τοῖς μὲν σοφισταῖς οὐκ ἔχω τελεῖν μισθούς, οἵπερ μόνοι

Link 4ἐπηγγέλλοντό με οἷοί τ' εἶναι ποιῆσαι καλόν τε κἀγαθόν·

Critical Apparatus Link 5αὐτὸς δ' αὖ εὑρεῖν τὴν τέχνην ἀδυνατῶ ἔτι νυνί. εἰ δὲ

6Νικίας ἢ Λάχης ηὕρηκεν ἢ μεμάθηκεν, οὐκ ἂν θαυμάσαιμι·

7καὶ γὰρ χρήμασιν ἐμοῦ δυνατώτεροι, ὥστε μαθεῖν παρ' ἄλ-

8λων, καὶ ἅμα πρεσβύτεροι, ὥστε ἤδη ηὑρηκέναι. δοκοῦσι

d Link 1δή μοι δυνατοὶ εἶναι παιδεῦσαι ἄνθρωπον· οὐ γὰρ ἄν ποτε

Critical Apparatus2ἀδεῶς ἀπεφαίνοντο περὶ ἐπιτηδευμάτων νέῳ χρηστῶν τε καὶ

3πονηρῶν, εἰ μὴ αὑτοῖς ἐπίστευον ἱκανῶς εἰδέναι. τά μὲν οὖν

4ἄλλα ἔγωγε τούτοις πιστεύω·ὅτι δὲ διαφέρεσθον ἀλλήλοιν,

5ἐθαύμασα. τοῦτο οὖν σου ἐγὼ ἀντιδέομαι, ὦ Λυσίμαχε·

6καθάπερ ἄρτι Λάχης μὴ ἀφίεσθαί σε ἐμοῦ διεκελεύετο ἀλλὰ

7ἐρωτᾶν, καὶ ἐγὼ νῦν παρακελεύομαί σοι μή ἀφίεσθαι Λάχητος

Link 8μηδὲ Νικίου, ἀλλ' ἐρωτᾶν λέγοντα ὅτι ὁ μὲν Σωκράτης οὔ

e Link 1φησιν ἐπαΐειν περὶ τοῦ πράγματος οὐδʼ ἱκανὸς εἶναι δια-

2κρῖναι ὁπότερος ὑμῶν ἀληθῆ λέγει—οὔτε γὰρ εὑρετὴς οὔτε

Critical Apparatus3μαθητὴς οὐδενὸς περὶ τῶν τοιούτων γεγονέναι—σὺ δ', ὦ

pg 694Λάχης καὶ Νικία, εἴπετον ἡμῖν ἑκάτερος τίνι δὴ δεινοτάτῳ

5συγγεγόνατον περὶ τῆς τῶν νέων τροφῆς, καὶ πότερα μαθόντε

6παρά του ἐπίστασθον ἢ αὐτὼ ἐξευρόντε, καὶ εἰ μὲν μαθόντε,

187Critical Apparatus1τίς ὁ διδάσκαλος ἑκατέρῳ καὶ τίνες ἄλλοι ὁμότεχνοι αὐτοῖς,

2ἵν', ἂν μὴ ὑμῖν σχολὴ ᾖ ὑπὸ τῶν τῆς πόλεως πραγμάτων,

3ἐπ' ἐκείνους ἴωμεν καὶ πείθωμεν ἢ δώροις ἢ χάρισιν ἢ ἀμ-

4φότερα ἐπιμεληθῆναι καὶ τῶν ἡμετέρων καὶ τῶν ὑμετέρων

5παίδων, ὅπως μὴ καταισχύνωσι τοὺς αὑτῶν προγόνους φαῦλοι

Critical Apparatus6γενόμενοι· εἰ δ' αὐτοὶ εὑρεταὶ γεγονότε τοῦ τοιούτου, δότε

7παράδειγμα τίνων ἤδη ἄλλων ἐπιμεληθέντες ἐκ φαύλων

Critical Apparatus8καλούς τε κἀγαθοὺς ἐποιήσατε. εἰ γὰρ νῦν πρῶτον ἄρξεσθε

b1παιδεύειν, σκοπεῖν χρὴ μὴ οὐκ ἐν τῶ Καρὶ ὑμῖν ὁ κίνδυνος

Critical Apparatus2κινδυνεύηται, ἀλλ' ἐν τοῖς ὑέσι τε καὶ ἐν τοῖς τῶν φίλων

3παισί, καὶ ἀτεχνῶς τὸ λεγόμενον κατὰ τὴν παροιμίαν ὑμῖν

Critical Apparatus4συμβαίνῃ ἐν πίθῳ ἡ κεραμεία γιγνομένη. λέγετε οὖν τί

5τούτων ἢ φατὲ ὑμῖν ὑπάρχειν τε καὶ προσήκειν ἢ οὔ φατε.

6ταῦτʼ, ὦ Λυσίμαχε, παρ' αὐτῶν πυνθάνου τε καὶ μὴ μεθίει

7τοὺς ἄνδρας‎.

Link 8

ΛΥ.‎ Καλῶς μὲν ἔμοιγε δοκεῖ, ὦ ἄνδρες, Σωκράτης λέγειν·

c Link 1εἰ δὲ βουλομένοις ὑμῖν ἐστι περὶ τῶν τοιούτων ἐρωτᾶσθαί

2τε καὶ διδόναι λόγον, αὐτοὺς δὴ χρὴ γιγνώσκειν, ὦ Νικία

Critical Apparatus3τε καὶ Λάχης. ἐμοὶ μὲν γὰρ καὶ Μελησίᾳ τῷδε δῆλον ὅτι

Critical Apparatus4ἡδομένοις ἂν εἴη εἰ πάντα ἃ Σωκράτης ἐρωτᾷ ἐθέλοιτε λόγῳ

Critical Apparatus5διεξιέναι· καὶ γὰρ ἐξ ἀρχῆς ἐντεῦθεν ἠρχόμην λέγων, ὅτι

6εἰς συμβουλὴν διὰ ταῦτα ὑμᾶς παρακαλέσαιμεν, ὅτι μεμελη-

7κέναι ὑμῖν ἡγoύμεθα, ὡς εἰκός, περὶ τῶν τοιούτων, καὶ ἄλλως

8καὶ ἐπειδὴ οἱ παῖδες ὑμῖν ὀλίγου ὥσπερ οἱ ἡμέτεροι ἡλικίαν

d Link 1ἔχουσι παιδεύεσθαι. εἰ οὖν ὑμῖν μή τι διαφέρει, εἴπατε καὶ

2κοινῇ μετὰ Σωκράτους σκέψασθε, διδόντες τε καὶ δεχόμενοι

pg 703λόγον παρ' ἀλλήλων· εὖ γὰρ καὶ τοῦτο λέγει ὅδε, ὅτι περὶ

4τοῦ μεγίστου νῦν βουλευόμεθα τῶν ἡμετέρων. ἀλλ' ὁρᾶτε

5εἰ δοκεῖ χρῆναι οὕτω ποιεῖν‎.

Critical Apparatus Link 6

ΝΙ.‎ Ὦ Λυσίμαχε, δοκεῖς μοι ὡς ἀληθῶς Σωκράτη πατρό-

7θεν γιγνώσκειν μόνον, αὐτῷ δ' οὐ συγγεγονέναι ἀλλ' ἢ

e Link 1παιδὶ ὄντι, εἴ που ἐν τοῖς δημόταις μετὰ τοῦ πατρὸς ἀκολου-

2θῶν ἐπλησίασέν σοι ἢ ἐν ἱερῷ ἢ ἐν ἄλλῳ τῳ συλλόγῳ τῶν

3δημοτῶν· ἐπειδὴ δὲ πρεσβύτερος γέγονεν, οὐκ ἐντετυχηκὼς

Critical Apparatus4τῷ ἀνδρὶ δῆλος ἔτι εἶ‎.

5

ΛΥ.‎ Τί μάλιστα, ὦ Νικία‎;

Link 6

ΝΙ.‎ Οὔ μοι δοκεῖς εἰδέναι ὅτι ὃς ἂν ἐγγύτατα Σωκράτους

Critical Apparatus Link 7ᾖ [λόγῳ ὥσπερ γένει] καὶ πλησιάζῃ διαλεγόμενος, ἀνάγκη

8αὐτῷ, ἐὰν ἄρα καὶ περὶ ἄλλου του πρότερον ἄρξηται διαλέ-

Critical Apparatus9γεσθαι, μὴ παύεσθαι ὑπὸ τούτου περιαγόμενον τῷ λόγῳ,

Critical Apparatus10πρὶν ⟨ἂν⟩ἐμπέσῃ εἰς τὸ διδόναι περὶ αὑτοῦ λόγον, ὅντινα

1881τρόπον νῦν τε ζῇ καὶ ὅντινα τὸν παρεληλυθότα βίον βεβί-

2ωκεν· ἐπειδὰν δ' ἐμπέσῃ, ὅτι οὐ πρότερον αὐτὸν ἀφήσει

3Σωκράτης, πρὶν ἂν βασανίσῃ ταῦτα εὖ τε καὶ καλῶς ἅπαντα.

4ἐγὼ δὲ συνήθης τέ εἰμι τῷδε καὶ οἶδ' ὅτι ἀνάγκη ὑπὸ τούτου

Critical Apparatus5πάσχειν ταῦτα, καὶ ἔτι γε αὑτὸς ὅτι πείσομαι ταῦτα εὖ οἶδα·

6χαίρω γάρ, ὦ Λνσίμαχε, τῷ ἀνδρὶ πλησιάζων, καὶ οὐδὲν

Critical Apparatus7οἶμαι κακὸν εἶναι τὸ ὑπομιμνῄσκεσθαι ὅτι μὴ καλῶς ἢ πεποιή-

b1καμεν ἢ ποιοῦμεν, ἀλλ' εἰς τὸν ἔπειτα βίον προμηθέστερον

2ἀνάγκη εἶναι τὸν ταῦτα μὴ φεύγοντα ἀλλ' ἐθέλοντα κατὰ

Critical Apparatus3τὸ τοῦ Σόλωνος καὶ ἀξιοῦντα μανθάνειν ἔωσπερ ἂν ζῇ, καὶ

Critical Apparatus4μὴ οἰόμενον αὐτῷ τὸ γῆρας νοῦν ἔχον προσιέναι. ἐμοὶ μὲν

5οὖν οὐδὲν ἄηθες οὐδ' αὖ ἀηδὲς ὑπὸ Σωκράτους βασανίζεσθαι,

6ἀλλὰ καὶ πάλαι σχεδόν τι ἠπιστάμην ὅτι οὐ περὶ τῶν μει-

pg 717ρακίων ἡμῖν ὁ λόγος ἔσοιτο Σωκράτους παρόντος, ἀλλὰ περὶ

c Link 1ἡμῶν αὐτῶν. ὅπερ οὖν λέγω, τὸ μὲν ἐμὸν οὐδὲν κωλύει

Critical Apparatus2Σωκράτει συνδιατρίβειν ὅπως οὗτος βούλεται· Λάχητα δὲ

3τόνδε ὅρα ὅπως ἔχει περὶ τοῦ τοιούτου‎.

Link 4

ΛΑ.‎ Ἁπλοῦν τό γ' ἐμόν, ὦ Νικία, περὶ λόγων ἐστίν, εἰ

5δὲ βούλει, οὐχ ἀπλοῦν ἀλλὰ διπλοῦν· καὶ γὰρ ἂν δόξαιμί

Critical Apparatus6τῳ φιλόλογος εἶναι καὶ αὖ μισόλογος. ὅταν μὲν γὰρ

7ἀκούω ἀνδρὸς περὶ ἀρετῆς διαλεγομένου ἢ περί τινος σοφίας

Link 8ὡς ἀληθῶς ὄντος ἀνδρὸς καὶ ἀξίου τῶν λόγων ὧν λέγει,

dCritical Apparatus Link 1χαίρω ὑπερφυῶς, θεώμενος ἅμα τόν τε λέγοντα καὶ τὰ

Critical Apparatus2λεγόμενα ὅτι πρέποντα ἀλλήλοις καὶ ἁρμόττοντά ἐστι. καὶ

3κομιδῇ μοι δοκεῖ μουσικὸς ὁ τοιοῦτος εἶναι, ἁρμονίαν καλ-

Critical Apparatus4λίστην ἡρμοσμένος οὐ λύραν οὑδὲ παιδιᾶς ὄργανα, ἀλλὰ τῷ

Critical Apparatus5ὄντι [ζῆν ἡρμοσμένος οὗ] αὐτὸς αὑτοῦ τὸν βίον σύμφωνον

6τοῖς λόγοις πρὸς τὰ ἔργα, ἀτεχνῶς δωριστὶ ἀλλ' οὐκ ἰαστί,

7οἴομαι δὲ οὐδὲ φρυγιστὶ οὐδὲ λυδιστί, ἀλλ' ἥπερ μόνη Ἑλ-

8ληνική ἐστιν ἁρμονία. ὁ μὲν οὖν τοιοῦτος χαίρειν με ποιεῖ

e Link 1φθεγγόμενος καὶ δοκεῖν ὁτῳοῦν φιλόλογον εἶναι—οὕτω σφό-

2δρα ἀποδέχομαι παρ' αὐτοῦ τὰ λεγόμενα—ὁ δὲ τἀναντία

3τούτου πράττων λυπεῖ με, ὅσῳ ἂν δοκῇ ἄμεινον λέγειν,

Critical Apparatus4τοσούτῳ μᾶλλον, καὶ ποιεῖ αὖ δοκεῖν εἶναι μισόλογον.

5Σωκράτους δ' ἐγὼ τῶν μὲν λόγων οὐκ ἔμπειρός εἰμι, ἀλλὰ

6πρότερον, ὡς ἔοικε, τῶν ἔργων ἐπειράθην, καὶ ἐκεῖ αὐτὸν

189 Link 1ηὖρον ἄξιον ὄντα λόγων καλῶν καὶ πάσης παρρησίας. εἰ

2οὖν καὶ τοῦτο ἔχει, συμβούλομαι τἀνδρί, καὶ ἥδιστʼ ἂν

3ἐξεταζοίμην ὑπὸ τοῦ τοιούτου, καὶ οὐκ ἂν ἀχθοίμην μανθά-

4νων, ἀλλὰ καὶ ἐγώ τῷ Σόλωνι, ἓν μόνον προσλαβών, συγ-

5χωρῶ· γηράσκων γὰρ πολλὰ διδάσκεσθαι ἐθέλω ὑπο χρηστῶν

Critical Apparatus6μόνον. τοῦτο γάρ μοι συγχωρείτω, ἀγαθὸν καὶ αὐτὸν εἶναι

pg 727τὸν διδάσκαλον, ἵνα μὴ δυσμαθὴς φαίνωμαι ἀηδῶς μανθάνων·

8εἰ δὲ νεώτερος ὁ διδάσκων ἔσται ἢ μήπω ἐν δόξῃ ὢν ἤ τι

b1ἄλλο τῶν τοιούτων ἔχων, οὐδέν μοι μέλει. σοὶ οὖν, ὦ

2Σώκρατες, ἐγὼ ἐπαγγέλλομαι καὶ διδάσκειν καὶ ἐλέγχειν

3ἐμὲ ὅτι ἂν βούλῃ, καὶ μανθάνειν γε ὅτι αὖ ἐγὼ οἶδα· οὕτω

4σὺ παρ' ἐμοὶ διάκεισαι ἀπ' ἐκείνης τῆς ἡμέρας ᾗ μετ' ἐμοῦ

5συνδιεκινδύνευσας καὶ ἔδωκας σαυτοῦ πεῖραν ἀρετῆς ἣν χρὴ

6διδόναι τὸν μέλλοντα δικαίως δώσειν. λέγ' οὖν ὅτι σοι

Critical Apparatus7φίλον, μηδὲν τὴν ἡμετέραν ἡλικίαν ὑπόλογον ποιούμενος‎.

c 1

ΣΩ.‎ Οὐ τὰ ὑμέτερα, ὡς ἔοικεν, αἰτιασόμεθα μὴ οὐχ

2ἕτοιμα εἶναι καὶ συμβουλεύειν καὶ συσκοπεῖν‎.

3ΑΥ. Ἀλλ' ἡμέτερον δὴ ἔργον, ὦ Σώκρατες—ἕνα γάρ σε

4ἔγωγε ἡμῶν τίθημι—σκόπει οὖν ἀντʼ ἐμοῦ ὑπὲρ τᾶν νεανί-

5σκων ὅτι δεόμεθα παρὰ τῶνδε πυνθάνεσθαι, καὶ συμβούλευε

6διαλεγόμενος τούτοις. ἐγὼ μὲν γὰρ καὶ ἐπιλανθάνομαι ἤδη

7τὰ πολλὰ διὰ τὴν ἡλικίαν ὧν ἂν διανοηθῶ ἐρέσθαι καὶ αὖ ἃ

Critical Apparatus8ἂν ἀκούσω· ἐὰν δὲ μεταξὺ ἄλλοι λόγοι γένωνται, οὐ πάνυ

d Link 1μέμνημαι. ὑμεῖς οὖν λέγετε καὶ διέξιτε πρὸς ὑμᾶς αὐτοὺς

2περὶ ὧν προυθέμεθα· ἐγὼ δ' ἀκούσομαι καὶ ἀκούσας αὖ μετὰ

Critical Apparatus3Μελησίου τοῦδε ποιήσω τοῦτο ὅτι ἂν καὶ ὑμῖν δοκῇ‎.

Critical Apparatus4

ΣΩ.‎ Πειστέον, ὦ Νικία τε καὶ Λάχης, Λυσιμάχῳ καὶ

Link 5Μελησίᾳ. ἃ μὲν οὖν νυνδὴ ἐπεχειρήσαμεν σκοπεῖν, τίνες

Critical Apparatus6οἱ διδάσκαλοι ἡμῖν τῆς τοιαύτης παιδείας γεγόνασιν ἢ τίνας

Critical Apparatus7ἄλλους βελτίους πεποιήκαμεν, ἴσως μὲν οὐ κακῶς εἶχεν

e Link 1ἐξετάζειν καὶ τὰ τοιαῦτα ἡμᾶς αὐτούς· ἀλλ' οἶμαι καὶ ἡ

Critical Apparatus2τοιάδε σκέψις εἰς ταὐτὸν φέρει, σχεδὸν δέ τι καὶ μᾶλλον ἐξ

Critical Apparatus Link 3ἀρχῆς εἴη ἄν. εἰ γὰρ τυγχάνομεν ἐπιστάμενοι ὁτουοῦν πέρι

Critical Apparatus4ὅτι παραγενόμενόν τῳ βέλτιον ποιεῖ ἐκεῖνο ᾧ παρεγένετο,

pg 735καὶ προσέτι οἷοί τέ ἐσμεν αὐτὸ ποιεῖν παραγίγνεσθαι ἐκείνῳ,

6δῆλον ὅτι αὐτό γε ἴσμεν τοῦτο οὗ πέρι σύμβουλοι ἂν γενοί-

Critical Apparatus7μεθα ὡς ἄν τις αὐτὸ ῥᾷστα καὶ ἄριστ' ἂν κτήσαιτο. ἴσως

Critical Apparatus8οὖν οὐ μανθάνετέ μου ὅτι λέγω, ἀλλ' ὧδε ῥᾷον μαθήσεσθε.

190Critical Apparatus1εἰ τυγχάνομεν ἐπιστάμενοι ὅτι ὄψις παραγενομένη ὀφθαλ-

2μοῖς βελτίους ποιεῖ ἐκείνους οἷς παρεγένετο, καὶ προσέτι

3οἷοί τ' ἐσμὲν ποιεῖν αὐτὴν παραγίγνεσθαι ὄμμασι, δῆλον

Critical Apparatus4ὅτι ὄψιν γε ἴσμεν αὐτὴν ὅτι ποτʼ ἔστιν, ἧς πέρι σύμβουλοι

5ἂν γενοίμεθα ὡς ἄν τις αὐτὴν ῥᾷστα καὶ ἄριστα κτήσαιτο.

Critical Apparatus6εἰ γὰρ μηδ' αὐτό τοῦτο εἰδεῖμεν, ὅτι ποτ' ἔστιν ὄψις ἢ ὅτι

Critical Apparatus Link 7ἔστιν ἀκοή, σχολῇ ἂν σύμβουλοί γε ἄξιοι λόγου γενοίμεθα

Critical Apparatus8καὶ ἰατροὶ ἢ περὶ ὀφθαλμῶν ἢ περὶ ὤτων, ὅντινα τρόπον

b Link 1ἀκοὴν ἢ ὄψιν κάλλιστ' ἂν κτήσαιτό τις‎.

2

ΛΑ.‎ Ἀληθῆ λέγεις, ὦ Σώκρατες‎.

Link 3

ΣΩ.‎ Οὐκοῦν, ὦ Λάχης, καὶ νῦν ἡμᾶς τώδε παρακαλεῖτον

4εἰς συμβουλήν, τίνʼ ἂν τρόπον τοῖς ὑέσιν αὐτῶν ἀρετὴ

Critical Apparatus5παραγενομένη ταῖς ψυχαῖς ἀμείνους ποιήσειε‎;

6

ΛΑ.‎ Πάνυ γε‎.

Critical Apparatus Link 7

ΣΩ.‎ Ἆρ' οὖν ἧμῖν τοῦτο γ' ὑπάρχειν δεῖ, τὸ εἰδέναι ὅτι

8ποτʼ ἔστιν ἀρετή; εἰ γάρ που μηδ' ἀρετὴν εἰδεῖμεν τὸ

Critical Apparatus9παράπαν ὅτι ποτε τυγχάνει ὄν, τίνʼ ἂν τρόπον τούτου

cCritical Apparatus Link 1σύμβουλοι γενοίμεθ' ἂν ὁτῳοῦν, ὅπως ἂν αὐτὸ κάλλιστα

2κτήσαιτο‎;

Critical Apparatus3

ΛΑ.‎ Οὐδένα, ἔμοιγε δοκεῖ, ὦ Σώκρατες‎.

Critical Apparatus Link 4

ΣΩ.‎ Φαμὲν ἄρα, ὦ Λάχης, εἰδέναι αὐτὸ ὅτι ἔστιν‎.

Critical Apparatus5

ΛΑ.‎ Φαμὲν μέντοι‎.

6

ΣΩ.‎ Οὐκοῦν ὅ γε ἴσμεν, κἂν εἴποιμεν δήπου τί ἐστιν‎.

pg 747

ΛΑ.‎ Πῶς γὰρ οὔ‎;

Link 8

ΣΩ.‎ Μὴ τοίνυν, ὦ ἄριστε, περὶ ὅλης ἀρετῆς εὐθέως

9σκοπώμεθα—πλέον γὰρ ἴσως ἔργον—ἀλλὰ μέρους τινὸς

Critical Apparatus10πέρι πρῶτον ἴδωμεν εἰ ἱκανῶς ἔχομεν πρὸς τὸ εἰδέναι· καὶ

d Link 1ἡμῖν, ὡς τὸ εἰκός, ῥᾴων ἡ σκέψις ἔσται‎.

Critical Apparatus2

ΛΑ.‎ Ἀλλ' οὕτω ποιῶμεν, ὦ Σώκρατες, ὡς σὺ βούλει‎.

3

ΣΩ.‎ Τί οὖν ἂν προελοίμεθα τῶν τῆς ἀρετῆς μερῶν; ἢ

4δῆλον δὴ ὅτι τοῦτο εἰς ὃ τείνειν δοκεῖ ἡ ἐν τοῖς ὅπλοις

5μάθησις; δοκεῖ δέ που τοῖς πολλοῖς εἰς ἀνδρείαν. ἦ γάρ‎;

6

ΛΑ.‎ Καὶ μάλα δὴ οὕτω δοκεῖ‎.

Link 7

ΣΩ.‎ Τοῦτο τοίνυν πρῶτον ἐπιχειρήσωμεν, ὦ Λάχης,

Critical Apparatus8εἰπεῖν, ἀνδρεία τί ποτʼ ἐστίν· ἔπειτα μετὰ τοῦτο σκεψόμεθα

e Link 1καὶ ὅτῳ ἂν τρόπῳ τοῖς νεανίσκοις παραγένοιτο, καθʼ ὅσον

2οἶόν τε ἐξ ἐπιτηδευμάτων τε καὶ μαθημάτων παραγενέσθαι.

Critical Apparatus3ἀλλὰ πειρῶ εἰπεῖν ὃ λέγω, τί ἐστιν ἀνδρεία‎.

Link 4

ΛΑ.‎ Οὐ μὰ τὸν Δία, ὦ Σώκρατες, οὐ χαλεπὸν εἰπεῖν·

Critical Apparatus Link 5εἰ γάρ τις ἐθέλοι ἐν τῇ τάξει μένων ἀμύνεσθαι τοὺς πολε-

6μίους καὶ μὴ φεύγοι, εὖ ἴσθι ὅτι ἀνδρεῖος ἂν εἴη‎.

Critical Apparatus Link 7

ΣΩ.‎ Εὖ μὲν λέγεις, ὦ Λάχης· ἀλλ' ἴσως ἐγὼ αἴτιος,

8οὐ σαφῶς εἰπών, τὸ σὲ ἀποκρίνασθαι μὴ τοῦτο ὃ διανοού-

9μενος ἠρόμην, ἀλλ' ἕτερον‎.

10

ΛΑ.‎ Πῶς τοῦτο λέγεις, ὦ Σώκρατες‎;

191 Link 1

ΣΩ.‎ Ἐγὼ φράσω, ἐὰν οἶός τε γένωμαι. ἀνδρεῖός που

Critical Apparatus2οὗτος, ὃν καὶ σὺ λέγεις, ὃς ἂν ἐν τῇ τάξει μένων μάχηται

3τοῖς πολεμίοις‎.

Critical Apparatus4

ΛΑ.‎ Ἐγὼ γοῦν φημι‎.

5

ΣΩ.‎ Καὶ γὰρ ἐγώ. ἀλλὰ τί αὖ ὅδε, ὃς ἂν φεύγων

Critical Apparatus6μάχηται τοῖς πολεμίοις ἀλλὰ μὴ μένων‎;

7

ΛΑ.‎ Πῶς φεύγων‎;

pg 75Critical Apparatus8

ΣΩ.‎ Ὥσπερ που καὶ Σκύθαι λέγονται οὐχ ἧττον φεύ-

9γοντες ἢ διώκοντες μάχεσθαι, καὶ Ὅμηρός που ἐπαινῶν

10τοὺς τοῦ Αἰνείου ἵππους κραιπνὰ μάλ' ἔνθα καὶ ἔνθα

b1ἔφη αὑτοὺς ἐπίστασθαι διώκειν ἠδὲ φέβεσθαι· καὶ αὑτὸν

2τὸν Αἰνείαν κατὰ τοῦτ' ἐνεκωμίασε, κατὰ τὴν τοῦ φόβου

Critical Apparatus3ἐπιστήμην, καὶ εἶπεν αὐτὸν εἶναι μήστωρα φόβοιο‎.

4

ΑΑ.‎ Καὶ καλῶς γε, ὦ Σώκρατες· περὶ ἁρμάτων γὰρ

Critical Apparatus5ἔλεγε. καὶ σὺ τὸ τῶν Σκνθῶν ἱππέων πέρι λέγεις· τὸ μὲν

Critical Apparatus6γὰρ ἱππικὸν [τὸ ἐκείνων] οὕτω μάχεται, τὸ δὲ ὁπλιτικὸν [τό

7γε τῶν Ἑλλήνων], ὡς ἐγὼ λέγω‎.

Critical Apparatus8

ΣΩ.‎ Πλήν γ' ἴσως, ὦ Λάχης, τὸ Λακεδαιμονίων. Λακε-

cCritical Apparatus Link 1δαιμονίους γάρ φασιν ἐν Πλαταιαῖς, ἐπειδὴ πρὸς τοῖς

Critical Apparatus2γερροφόροις ἐγένοντο, οὐκ ἐθέλειν μένοντας πρὸς αὐτοὺς

Critical Apparatus3μάχεσθαι, ἀλλὰ φεύγειν, ἐπειδή δ' ἐλύθησαν αἱ τάξεις

4τῶν Περσῶν, ἀναστρεφομένους ὥσπερ ἱππέας μάχεσθαι

5καὶ οὕτω νικῆσαι τὴν ἐκεῖ μάχην‎.

6

ΑΑ.‎ Ἀληθῆ λέγεις‎.

Critical Apparatus7

ΣΩ.‎ Τοῦτο τοίνυν ὃ ἄρτι ἔλεγον, ὅτι ἐγὼ αἴτιος μὴ

Critical Apparatus8καλῶς σε ἀποκρίνασθαι, ὅτι οὐ καλῶς ἠρόμην—βουλόμενος

dCritical Apparatus Link 1γάρ σου πυθέσθαι μὴ μόνον τοὺς ἐν τῷ ὁπλιτικῷ ἀνδρείους,

Critical Apparatus2ἀλλὰ καὶ τοὺς ἐν τῷ ἱππικῷ καὶ ἐν σύμπαντι τῷ πολεμικῷ

3εἴδει, καὶ μὴ μόνον τοὺς ἐν τῷ πολέμῳ, ἀλλὰ καὶ τοὺς ἐν

Critical Apparatus4τοῖς πρὸς τὴν θάλατταν κινδύνοις ἀνδρείους ὄντας, καὶ ὅσοι

Critical Apparatus5γε πρὸς νόσους καὶ ὅσοι πρὸς πενίας ἢ καὶ πρὸς τὰ πολιτικὰ

Critical Apparatus6ἀνδρεῖοί εἰσιν, καὶ ἔτι αὖ μὴ μόνον ὅσοι πρὸς λύπας ἀνδρεῖοί

pg 767εἰσιν ἢ φόβους, ἀλλὰ καὶ πρὸς ἐπιθυμίας ἢ ἡδονὰς δεινοὶ

eCritical Apparatus Link 1μάχεσθαι, καὶ μένοντες καὶ ἀναστρέφοντες—εἰσὶ γάρ πού

2τινες, ὦ Λάχης, καὶ ἐν τοῖς τοιούτοις ἀνδρεῖοι‎—

Critical Apparatus3

ΛΑ.‎ Καὶ σφόδρα, ὦ Σώκρατες‎.

Critical Apparatus4

ΣΩ.‎ Οὐκοῦν ἀνδρεῖοι μὲν πάντες οὗτοί εἰσιν, ἀλλ' οἱ

5μὲν ἐν ἡδοναῖς, οἱ δ' ἐν λύπαις, οἱ δ' ἐν ἐπιθυμίαις, οἱ δ' ἐν

Critical Apparatus6φόβοις τὴν ἀνδρείαν κέκτηνται· οἱ δέ γʼ οἶμαι δειλίαν ἐν

7τοῖς αὐτοῖς τούτοις‎.

8

ΛΑ.‎ Πάνυ γε‎.

Critical Apparatus9

ΣΩ.‎ Τί ποτε ὂν ἑκάτερον τούτων; τοῦτο ἐπυνθανόμην.

Critical Apparatus Link 10πάλιν οὖν πειρῶ εἰπεῖν ἀνδρείαν πρῶτον τί ὂν ἐν πᾶσι

11τούτοις ταὐτόν ἐστιν· ἢ οὔπω καταμανθάνεις ὃ λέγω‎;

12

ΛΑ.‎ Οὐ πάνυ τι‎.

192 Link 1

ΣΩ.‎ Ἀλλ' ὧδε λέγω, ὥσπερ ἂν εἰ τάχος ἠρώτων τί ποτ'

Critical Apparatus2ἐστίν, ὃ καὶ ἐν τῷ τρέχειν τυγχάνει, ὂν ἡμῖν καὶ ἐν τῷ

Critical Apparatus3κιθαρίζειν καὶ ἐν τῷ λέγειν καὶ ἐν τῷ μανθάνειν καὶ ἐν

4ἄλλοις πολλοῖς, καὶ σχεδόν τι αὐτὸ κεκτήμεθα, οὗ καὶ πέρι

5ἄξιον λέγειν, ἢ ἐν ταῖς τῶν χειρῶν πράξεσιν ἢ σκελῶν ἢ

Critical Apparatus6στόματός τε καὶ φωνῆς ἢ διανοίας· ἢ οὐχ οὕτω καὶ σὺ λέγεις‎;

7

ΛΑ.‎ Πάνυ γε‎.

8

ΣΩ.‎ Εἰ τοίνυν τίς με ἔροιτο· "Ὦ Σώκρατες, τί λέγεις

Link 10τοῦτο ὃ ἐν πᾶσιν ὀνομάζεις ταχυτῆτα εἶναι;" εἴποιμ' ἂν

b1αὐτῷ ὅτι τὴν ἐν ὀλίγῳ χρόνῳ πολλὰ διαπραττομένην δύναμιν

2ταχυτῆτα ἔγωγε καλῶ καὶ περὶ φωνὴν καὶ

3περὶ δρόμον καὶ περὶ τἆλλα πάντα‎.

4

ΛΑ.‎ Ὀρθῶς γε σὺ λέγων‎.

Link 5

ΣΩ.‎ Πειρῶ δὴ καὶ σύ, ὦ Λάχης, τὴν ἀνδρείαν οὕτως

pg 771εἰπεῖν τίς οὖσα δύναμις ἡ αὐτὴ ἐν ἡδονῇ καὶ ἐν λύπῃ καὶ

2ἐν ἅπασιν οἷς νυνδὴ ἐλέγομεν αὐτὴν εἶναι, ἔπειτα ἀνδρεία

3κέκληται‎.

4

ΛΑ.‎ Δοκεῖ τοίνυν μοι καρτερία τις εἶναι τῆς ψυχῆς, εἰ

cCritical Apparatus Link 1τό γε διὰ πάντων [περὶ ἀνδρείας] πεφυκὸς δεῖ εἰπεῖν‎.

Critical Apparatus2

ΣΩ.‎ Ἀλλὰ μὴν δεῖ, εἴ γε τὸ ἐρωτώμενον ἀποκρινούμεθα

Critical Apparatus3ἡμῖν αὐτοῖς. τοῦτο τοίνυν ἔμοιγε φαίνεται· οὔτι πᾶσά γε,

4ὡς ἐγᾦμαι, καρτερία ἀνδρεία σοι φαίνεται. τεκμαίρομαι δὲ

5ἐνθένδε· σχεδὸν γάρ τι οἶδα, ὦ Λάχης, ὅτι τῶν πάνυ καλῶν

6πραγμάτων ἡγῇ σὺ ἀνδρείαν εἶναι‎.

7

ΛΑ.‎ Εὖ μὲν οὖν ἴσθι ὅτι τῶν καλλίστων‎.

Link 8

ΣΩ.‎ Οὐκοῦν ἡ μὲν μετὰ φρονήσεως καρτερία καλὴ

9κἀγαθή‎;

10

ΛΑ.‎ Πάνυ γε‎.

d Link 1

ΣΩ.‎ Τί δ' ἡ μετ' ἀφροσύνης; οὐ τοὐναντίον ταύτῃ

2βλαβερὰ καὶ κακοῦργος‎;

3

ΛΑ.‎ Ναί‎.

4

ΣΩ.‎ Καλὸν οὖν τι φήσεις σὺ εἶναι τὸ τοιοῦτον, ὂν

5κακοῦργόν τε καὶ βλαβερόν‎;

6

ΛΑ.‎ Οὔκουν δίκαιόν γε, ὦ Σώκρατες‎.

7

ΣΩ.‎ Οὐκ ἄρα τήν γε τοιαύτην καρτερίαν ἀνδρείαν ὁμολογή-

8σεις εἶναι, ἐπειδήπερ οὐ καλή ἐστιν, ἡ δὲ ἀνδρεία καλόν ἐστιν‎.

9

ΛΑ.‎ Ἀληθῆ λέγεις‎.

Link 10

ΣΩ.‎ Ἡ φρόνιμος ἄρα καρτερία κατὰ τὸν σὸν λόγον

11ἀνδρεία ἂν εἴη‎.

12

ΛΑ.‎ Ἔοικεν‎.

e Critical Apparatus1

ΣΩ.‎ Ἴδωμεν δή, ἡ εἰς τί φρόνιμος; ἢ ἡ εἰς ἅπαντα καὶ

Critical Apparatus2τὰ μεγάλα καὶ τὰ σμικρά; οἷον εἴ τις καρτερεῖ ἀναλίσκων

Critical Apparatus3ἀργύριον φρονίμως, εἰδὼς ὅτι ἀναλώσας πλέον ἐκτήσεται,

4τοῦτον ἀνδρεῖον καλοῖς ἄν‎;

pg 785

ΛΑ.‎ Μὰ Δί' οὐκ ἔγωγε‎.

6

ΣΩ.‎ Ἀλλ' οἷον εἴ τις ἰατρὸς ὤν, περιπλευμονίᾳ τοῦ

7ὑέος ἐχομένου ἢ ἄλλου τινὸς καὶ δεομένου πιεῖν ἢ φαγεῖν

1931δοῦναι, μὴ κάμπτοιτο ἀλλὰ καρτεροῖ‎;

Critical Apparatus2

ΛΑ.‎ Οὐδ' ὁπωστιοῦν οὐδ' αὕτη‎.

Link 3

ΣΩ.‎ Ἀλλ' ἐν πολέμῳ καρτεροῦντα ἄνδρα καὶ ἐθέλοντα

4μάχεσθαι, φρονίμως λογιζόμενον, εἰδότα μὲν ὅτι βοηθή-

5σουσιν ἄλλοι αὐτῷ, πρὸς ἐλάττους δὲ καὶ φαυλοτέρους

6μαχεῖται ἢ μεθ' ὧν αὐτός ἐστιν, ἔτι δὲ χωρία ἔχει κρείττω,

7τοῦτον τὸν μετὰ τῆς τοιαύτης φρονήσεως καὶ παρασκευῆς

8καρτεροῦντα ἀνδρειότερον ἂν φαίης ἢ τὸν ἐν τῷ ἐναντίῳ

9στρατοπέδῳ ἐθέλοντα ὑπομένειν τε καὶ καρτερεῖν‎;

b 1

ΛΑ.‎ Τὸν ἐν τῷ ἐναντίῳ, ἔμοιγε δοκεῖ, ὦ Σώκρατες‎.

2

ΣΩ.‎ Ἀλλὰ μὴν ἀφρονεστέρα γε ἡ τούτου ἢ ἡ τοῦ ἑτέρου

3καρτερία‎.

4

ΛΑ.‎ Ἀληθῆ λέγεις‎.

5

ΣΩ.‎ Καὶ τὸν μετ' ἐπιστήμης ἄρα ἱππικῆς καρτεροῦντα

6ἐν ἱππομαχίᾳ ἧττον φήσεις ἀνδρεῖον εῖναι ἢ τὸν ἄνευ

7ἐπιστήμης‎.

8

ΛΑ.‎ Ἔμοιγε δοκεῖ‎.

Critical Apparatus9

ΣΩ.‎ Καὶ τὸν μετὰ σφενδονητικῆς ἢ τοξικῆς ἢ ἄλλης

10τινὸς τέχνης καρτεροῦντα‎.

c 1

ΛΑ.‎ Πάνυ γε‎.

Critical Apparatus2

ΣΩ.‎ Καὶ ὅσοι ἂν ἐθέλωσιν εἰς φρέαρ καταβαίνοντες καὶ

3κολυμβῶντες καρτερεῖν ἐν τούτῳ τῷ ἔργῳ, μὴ ὄντες δεινοί,

4ἢ ἔν τινι ἄλλῳ τοιούτῳ, ἀνδρειοτέρους φήσεις τῶν ταῦτα

5δεινῶν‎.

6

ΛΑ.‎ Τί γὰρ ἄν τις ἄλλο φαίη, ὦ Σώκρατες‎;

7

ΣΩ.‎ Οὐδέν, εἴπερ οἴοιτό γε οὕτως‎.

8

ΛΑ.‎ Ἀλλὰ μὴν οἶμαί γε‎.

Link 9

ΣΩ.‎ Καὶ μήν που ἀφρονεστέρως γε, ὦ Λάχης, οἱ τοιοῦτοι

pg 7910κινδυνεύουσίν τε καὶ καρτεροῦσιν ἢ οἱ μετὰ τέχνης αὐτὸ

11πράττοντες‎.

12

ΛΑ.‎ Φαίνονται‎.

d Link 1

ΣΩ.‎ Οὐκοῦν αἰσχρὰ ἡ ἄφρων τόλμα τε καὶ καρτέρησις

2ἐν τῷ πρόσθεν ἐφάνη ἡμῖν οὖσα καὶ βλαβερά‎;

Critical Apparatus3

ΛΑ.‎ Πάνυ γε‎.

Critical Apparatus Link 4

ΣΩ.‎ Ἡ δέ γε ἀνδρεία ὡμολογεῖτο καλόν τι εἶναι‎.

5

ΛΑ.‎ Ὡμολογεῖτο γάρ‎.

6

ΣΩ.‎ Νῦν δ' αὖ πάλιν φαμὲν ἐκεῖνο τὸ αἰσχρόν, τὴν

7ἄφρονα καρτέρησιν, ἀνδρείαν εἶναι‎.

8

ΛΑ.‎ Ἐοίκαμεν‎.

9

ΣΩ.‎ Καλῶς οὖν σοι δοκοῦμεν λέγειν‎;

10

ΛΑ.‎ Μὰ τὸν Δί', ὦ Σώκρατες, ἐμοὶ μὲν οὔ‎.

Link 11

ΣΩ.‎ Οὐκ ἄρα που κατὰ τὸν σὸν λόγον δωριστὶ ἡρμό-

e1σμεθα ἐγώ τε καὶ σύ, ὦ Λάχης· τὰ γὰρ ἔργα οὐ συμφωνεῖ

2ἡμῖν τοῖς λόγοις. ἔργῳ μὲν γάρ, ὡς ἔοικε, φαίη ἄν τις

3ἡμᾶς ἀνδρείας μετέχειν, λόγῳ δ', ὡς ἐγᾦμαι, οὐκ ἄν, εἰ νῦν

Critical Apparatus4ἡμῶν ἀκούσειε διαλεγομένων‎.

5

ΛΑ.‎ Ἀληθέστατα λέγεις‎.

6

ΣΩ.‎ Τί οὖν; δοκεῖ καλὸν εἶναι οὕτως ἡμᾶς διακεῖσθαι‎;

7

ΛΑ.‎ Οὐδ' ὁπωστιοῦν‎.

Critical Apparatus8

ΣΩ.‎ Βούλει οὖν ᾧ λέγομεν πειθώμεθα τό γε τοσοῦτον‎;

9

ΛΑ.‎ Τὸ ποῖον δὴ τοῦτο, καὶ τίνι τούτῳ‎;

194 Link 1

ΣΩ.‎ Τῷ λόγῳ ὃς καρτερεῖν κελεύει. εἰ οὖν βούλει, καὶ

Critical Apparatus2ἠμεῖς ἐπὶ τῇ ζητήσει ἐπιμείνωμέν τε καὶ καρτερήσωμεν, ἵνα

Critical Apparatus3καὶ μὴ ἡμῶν αὐτὴ ἡ ἀνδρεία καταγελάσῃ, ὅτι οὐκ ἀνδρείως

4αὐτὴν ζητοῦμεν, εἰ ἄρα πολλάκις αὐτή ἡ καρτέρησίς ἐστιν

5ἀνδρεία‎.

Critical Apparatus Link 6

ΛΑ.‎ Ἐγὼ μὲν ἕτοιμος, ὦ Σώκρατες, μὴ προαφίστασθαι.

Critical Apparatus Link 7καίτοι ἀήθης γʼ εἰμὶ τῶν τοιούτων λόγων· ἀλλά τίς με καὶ

pg 80 Link 8φιλονικία εἴληφεν πρὸς τὰ εἰρημένα, καὶ ὡς ἀληθῶς ἀγα-

b Link 1νακτῶ εἰ οὑτωσὶ ἃ νοῶ μὴ οἷός τ' εἰμὶ εἰπεῖν. νοεῖν μὲν

2γὰρ ἔμοιγε δοκῶ περὶ ἀνδρείας ὅτι ἔστιν, οὐκ οἶδα δ' ὅπῃ

3με ἄρτι διέφυγεν, ὥστε μὴ συλλαβεῖν τῷ λόγῳ αὐτὴν καὶ

4εἰπεῖν ὅτι ἔστιν‎.

5

ΣΩ.‎ Οὐκοῦν, ὦ φίλε, τὸν ἀγαθὸν κυνηγέτην μεταθεῖν

6χρὴ καὶ μὴ ἀνιέναι‎.

7

ΛΑ.‎ Παντάπασι μὲν οὖν‎.

8

ΣΩ.‎ Βούλει οὖν καὶ Νικίαν τόνδε παρακαλῶμεν ἐπὶ τὸ

9κυνηγέσιον, εἴ τι ἡμῶν εὐπορώτερός ἐστιν‎;

c Link 1

ΛΑ.‎ Βούλομαι· πῶς γὰρ οὔ‎;

Link 2

ΣΩ.‎ Ἴθι δή, ὦ Νικία, ἀνδράσι φίλοις χειμαζομένοις ἐν

3λόγῳ καὶ ἀποροῦσιν βοήθησον, εἴ τινα ἔχεις δύναμιν. τὰ

4μὲν γὰρ δὴ ἡμέτερα ὁρᾷς ὡς ἄπορα· σὺ δ' εἰπὼν ὅτι ἡγῇ

Critical Apparatus5ἀνδρείαν εἶναι, ἡμᾶς τε τῆς ἀπορίας ἔκλυσαι καὶ αὐτὸς ἃ

Critical Apparatus6νοεῖς τῷ λόγῳ βεβαίωσαι‎.

Critical Apparatus Link 7

ΝΙ.‎ Δοκεῖτε τοίνυν μοι πάλαι οὐ καλῶς, ὦ Σώκρατες,

Link 8ὁρίζεσθαι τὴν ἀνδρείαν· ὃ γὰρ ἐγὼ σοῦ ἤδη καλῶς λέγοντος

9ἀκήκοα, τούτῳ οὐ χρῆσθε‎.

10

ΣΩ.‎ Ποίῳ δή, ὦ Νικία‎;

d Link 1

ΝΙ.‎ Πολλάκις ἀκήκοά σου λέγοντος ὅτι ταῦτα ἀγαθὸς

2ἕκαστος ἡμῶν ἅπερ σοφός, ἃ δὲ ἀμαθής, ταῦτα δὲ κακός‎.

3

ΣΩ.‎ Ἀληθῆ μέντοι νὴ Δία λέγεις, ὦ Νικία‎.

4

ΝΙ.‎ Οὐκοῦν εἴπερ ὁ ἀνδρεῖος ἀγαθός, δῆλον ὅτι σοφός

5ἐστιν‎.

6

ΣΩ.‎ Ἤκουσας, ὦ Λάχης‎;

7

ΛΑ.‎ Ἔγωγε, καὶ οὐ σφόδρα γε μανθάνω ὃ λέγει‎.

Critical Apparatus8

ΣΩ.‎ Ἀλλ' ἐγὼ δοκῶ μανθάνειν, καί μοι δοκεῖ ἁνὴρ

9σοφίαν τινὰ τὴν ἀνδρείαν λέγειν‎.

10

ΛΑ.‎ Ποίαν, ὦ Σώκρατες, σοφίαν‎;

e Link 1

ΣΩ.‎ Οὐκοῦν τόνδε τοῦτο ἐρωτᾷς‎;

pg 812

ΛΑ.‎ Ἔγωγε‎.

3

ΣΩ.‎ Ἴθι δή, αὐτῷ εἰπέ, ὦ Νικία, ποία σοφία ἀνδρεία ἂν

4εἴη κατὰ τὸν σὸν λόγον. οὐ γάρ που ἥ γε αὐλητική‎.

5

ΝΙ.‎ Οὐδαμῶς‎.

6

ΣΩ.‎ Οὐδὲ μὴν ἡ κιθαριστική‎.

7

ΝΙ.‎ Οὐ δῆτα‎.

Critical Apparatus8

ΣΩ.‎ Ἀλλὰ τίς δὴ αὕτη ἢ τίνος ἐπιστήμη‎;

9

ΛΑ.‎ Πάνυ μὲν οὖν ὀρθῶς αὐτὸν ἐρωτᾷς, ὦ Σώκρατες,

10καὶ εἰπέτω γε τίνα φησὶν αὐτὴν εἶναι‎.

Link 11

ΝΙ.‎ Ταύτην ἔγωγε, ὦ Λάχης, τὴν τῶν δεινῶν καὶ θαο-

195 Link 1ραλέων ἐπιστήμην καὶ ἐν πολέμῳ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν‎.

Critical Apparatus2

ΛΑ.‎ Ὡς ἄτοπα λέγει, ὦ Σώκρατες‎.

3

ΣΩ.‎ Πρὸς τί τοῦτ' εἶπες βλέψας, ὦ Λάχης‎;

Critical Apparatus4

ΛΑ.‎ Πρὸς ὅτι; χωρὶς δήπου σοφία ἐστὶν ἀνδρείας‎.

5

ΣΩ.‎ Οὔκουν φησί γε Νικίας‎.

6

ΛΑ.‎ Οὐ μέντοι, μὰ Δία· ταῦτά τοι καὶ ληρεῖ‎.

Critical Apparatus7

ΣΩ.‎ Οὐκοῦν διδάσκωμεν αὐτὸν ἀλλὰ μὴ λοιδορῶμεν‎.

8

ΝΙ.‎ Οὔκ, ἀλλά μοι δοκεῖ, ὦ Σώκρατες, Λάχης ἐπιθυμεῖν

9κἀμὲ φανῆναι μηδὲν λέγοντα, ὅτι καὶ αὐτὸς ἄρτι, τοιοῦτός

bCritical Apparatus1τις ἐφάνη‎.

2

ΛΑ.‎ Πάνυ μὲν οὖν, ὦ Νικία, καὶ πειράσομαί γε ἀποφῆναι·

3οὐδὲν γὰρ λέγεις. ἐπεὶ αὐτίκα ἐν ταῖς νόσοις οὐχ οἱ ἰατροὶ

4τὰ δεινὰ ἐπίστανται; ἢ οἱ ἀνδρεῖοι δοκοῦσί σοι ἐπίστασθαι;

5ἢ τοὺς ἰατροὺς σὺ ἀνδρείους καλεῖς‎;

6

ΝΙ.‎ Οὐδ' ὁπωστιοῦν‎.

7

ΛΑ.‎ Οὐδέ γε τοὺς γεωργοὺς οἶμαι. καίτοι τά γε ἐν

8τῇ γεωργία δεινὰ οὗτοι δήπου ἐπίστανται, καὶ οἱ ἄλλοι

9δημιουργοὶ ἅπαντες τὰ ἐν ταῖς αὑτῶν τέχναις δεινά τε καὶ

c Link 1θαρραλέα ἴσασιν· ἀλλ' οὐδέν τι μᾶλλον οὖτοι ἀνδρεῖοί

2εἰσιν‎.

pg 823

ΣΩ.‎ Τί δοκεῖ Λάχης λέγειν, ὦ Νικία; ἔοικεν μέντοι

4λέγειν τι‎.

5

ΝΙ.‎ Καὶ γὰρ λέγει γέ τι, οὐ μέντοι ἀληθές γε‎.

6

ΣΩ.‎ Πῶς δή‎;

7

ΝΙ.‎ Ὅτι οἴεται τοὺς ἰατροὺς πλέον τι εἰδέναι περὶ τοὺς

Critical Apparatus8κάμνοντας ἢ τό ὑγιεινὸν‎ †εἰπεῖν οἷόν τε καὶ νοσῶδες. οἱ δὲ

Critical Apparatus9δήπου τοσοῦτον μόνον ἴσασιν· εἰ δὲ δεινόν τῳ τοῦτό ἐστιν

10τὸ ὑγιαίνειν μᾶλλον ἢ τὸ κάμνειν, ἡγῇ σὺ τουτί, ὦ Λάχης,

11τοὺς ἰατροὺς ἐπίστασθαι; ἢ οὐ πολλοῖς οἴει ἐκ τῆς νόσου

12ἄμεινον εἶναι μὴ ἀναστῆναι ἢ ἀναστῆναι; τοῦτο γὰρ εἰπέ·

d Link 1σὺ πᾶσι φῂς ἄμεινον εἶναι ζῆν καὶ οὐ πολλοῖς κρεῖττον

2τεθνάναι‎;

Critical Apparatus3

ΛΑ.‎ Οἷμαι ἔγωγε τοῦτό γε‎.

Critical Apparatus4

ΝΙ.‎ Οἷς οὖν τεθνάναι λυσιτελεῖ, ταὐτὰ οἴει δεινὰ εἶναι

5καὶ οἷς ζῆν‎;

6

ΛΑ.‎ Οὐκ ἔγωγε‎.

Critical Apparatus7

ΝΙ.‎ Ἀλλὰ τοῦτο δὴ σὺ δίδως τοῖς ἰατροῖς γιγνώσκειν

Critical Apparatus Link 8ἢ ἄλλῳ τινὶ δημιουργῷ πλὴν τῷ τῶν δεινῶν καὶ μὴ δεινῶν

Critical Apparatus9ἐπιστήμονι, ὃν ἐγὼ ἀνδρεῖον καλῶ‎;

10

ΣΩ.‎ Κατανοεῖς, ὦ Λάχης, ὅτι λέγει‎;

e Link 1

ΛΑ.‎ Ἔγωγε, ὅτι γε τοὺς μάντεις καλεῖ τοὺς ἀνδρείους·

2τίς γὰρ δὴ ἄλλος εἴσεται ὅτῳ ἄμεινον ζῆν ἢ τεθνάναι;

3καίτοι σύ, ὦ Νικία, πότερον ὁμολογεῖς μάντις εἶναι ἢ οὔτε

4μάντις οὔτε ἀνδρεῖος‎;

Critical Apparatus5

ΝΙ.‎ Τί δέ; μάντει αὖ οἴει προσήκει τὰ δεινὰ γιγνώσκειν

6καὶ τὰ θαρραλέα‎;

7

ΛΑ.‎ Ἔγωγε· τίνι γὰρ ἄλλῳ‎;

Link 8

ΝΙ.‎ Ὧι ἐγὼ λέγω πολὺ μᾶλλον, ὦ βέλτιστε· ἐπεὶ

pg 839μάντιν γε τὰ σημεῖα μόνον δεῖ γιγνώσκειν τῶν ἐσομένων,

10εἴτε τῳ θάνατος εἴτε νόσος εἴτε ἀποβολὴ χρημάτων ἔσται,

196 Link 1εἴτε νίκη εἴτε ἧττα ἢ πολέμου ἢ καὶ ἄλλης τινὸς ἀγωνίας·

2ὅτι δέ τῳ ἄμεινον τούτων ἢ παθεῖν ἢ μὴ παθεῖν, τί μᾶλλον

3μάντει προσήκει κρῖναι ἢ ἄλλῳ ὁτῳοῦν‎;

Critical Apparatus4

ΛΑ.‎ Ἀλλ' ἐγὼ τούτου οὐ μανθάνω, ὦ Σώκρατες, ὅτι βού-

Critical Apparatus5λεται λέγειν· οὔτε γὰρ μάντιν οὔτε ἰατρὸν οὔτε ἄλλον οὐδένα

6δηλοῖ ὅντινα λέγει τὸν ἀνδρεῖον, εἰ μὴ εἰ θεόν τινα λέγει

7αὐτὸν εἶναι. ἐμοὶ μὲν οὖν φαίνεται Νικίας οὐκ ἐθέλειν

b Link 1γενναίως ὁμολογεῖν ὅτι οὐδὲν λέγει, ἀλλὰ στρέφεται ἄνω

2καὶ κάτω ἐπικρυπτόμενος τὴν αὑτοῦ ἀπορίαν· καίτοι κἂν

3ἡμεῖς οἷοί τε ἦμεν ἄρτι ἐγώ τε καὶ σὺ τοιαῦτα στρέφεσθαι,

4εἰ ἐβουλόμεθα μὴ δοκεῖν ἐναντία ἡμῖν αὐτοῖς λέγειν. εἰ

5μὲν οὖν ἐν δικαστηρίῳ ἡμῖν οἱ λόγοι ἦσαν, εἶχεν ἄν τινα

Critical Apparatus6λόγον ταῦτα ποιεῖν· νῦν δὲ τί ἄν τις ἐν συνουσίᾳ τοιᾷδε

7μάτην κενοῖς λόγοις αὐτὸς αὑτὸν κοσμοῖ‎;

c Critical Apparatus Link 1

ΣΩ.‎ Οὐδὲν οὐδ' ἐμοὶ δοκεῖ, ὦ Λάχης· ἀλλ' ὁρῶμεν μὴ

Critical Apparatus2Νικίας οἴεταί τι λέγειν καὶ οὐ λόγου ἕνεκα ταῦτα λέγει.

3αὐτοῦ οὖν σαφέστερον πυθώμεθα τί ποτε νοεῖ· καὶ ἐάν τι

4φαίνηται λέγων, συγχωρησόμεθα, εἰ δὲ μή, διδάξομεν‎.

5

ΛΑ.‎ Σὺ τοίνυν, ὦ Σώκρατες, εἰ βούλει πυνθάνεσθαι,

6πυνθάνου· ἐγὼ δ' ἴσως ἱκανῶς πέπυσμαι‎.

7

ΣΩ.‎ Ἀλλ' οὐδέν με κωλύει· κοινὴ γὰρ ἔσται ἡ πύστις

8ὑπὲρ ἐμοῦ τε καὶ σοῦ‎.

9

ΛΑ.‎ Πάνυ μὲν οὖν‎.

10

ΣΩ.‎ Λέγε δή μοι, ὦ Νικία—μᾶλλον δ' ἡμῖν· κοινούμεθα

d Link 1γὰρ ἐγώ τε καὶ Λάχης τὸν λόγον—τὴν ἀνδρείαν ἐπιστήμην

2φῂς δεινῶν τε καὶ θαρραλέων εἶναι‎;

3

ΝΙ.‎ Ἔγωγε‎.

4

ΣΩ.‎ Τοῦτο δὲ οὐ παντὸς δὴ εἶναι ἀνδρὸς γνῶναι, ὁπότε

pg 845γε μήτε ἰατρὸς μήτε μάντις αὐτὸ γνώσεται μηδὲ ἀνδρεῖος

6ἔσται, ἐὰν μὴ αὐτὴν ταύτην τὴν ἐπιστήμην προσλάβῃ· οὐχ

7οὕτως ἔλεγες‎;

8

ΝΙ.‎ Οὕτω μὲν οὖν‎.

9

ΣΩ.‎ Κατὰ τὴν παροιμίαν ἄρα τῷ ὄντι οὐκ ἂν πᾶσα ὗς

10γνοίη οὐδ' ἂν ἀνδρεία γένοιτο‎.

11

ΝΙ.‎ Οὔ μοι δοκεῖ‎.

e Critical Apparatus Link 1

ΣΩ.‎ Δῆλον δή, ὦ Νικία, ὅτι οὐδὲ τὴν Κρομμυωνίαν ὗν

Critical Apparatus2πιστεύεις σύ γε ἀνδρείαν γεγονέναι. τοῦτο δὲ λέγω οὐ

3παίζων, ἀλλ' ἀναγκαῖον οἶμαι τῷ ταῦτα λέγοντι μηδενὸς

4θηρίου ἀποδέχεσθαι ἀνδρείαν, ἢ συγχωρεῖν θηρίον τι οὕτω

5σοφὸν εἶναι, ὥστε ἃ ὀλίγοι ἀνθρώπων ἴσασι διὰ τὸ χαλεπὰ

6εἶναι γνῶναι, ταῦτα λέοντα ἢ πάρδαλιν ἤ τινα κάπρον φάναι

7εἰδέναι· ἀλλ' ἀνάγκη ὁμοίως λέοντα καὶ ἔλαφον καὶ ταῦρον

8καὶ πίθηκον πρὸς ἀνδρείαν φάναι πεφυκέναι τὸν τιθέμενον

9ἀνδρείαν τοῦθ' ὅπερ σὺ τίθεσαι‎.

197 Critical Apparatus Link 1

ΛΑ.‎ Νὴ τοὺς θεούς, καὶ εὖ γε λέγεις, ὦ Σώκρατες. καὶ

Critical Apparatus2ἡμῖν ὡς ἀληθῶς τοῦτο ἀπόκριναι, ὦ Νικία, πότερον σοφώ-

3τερα φῂς ἡμῶν ταῦτα εἶναι τὰ θηρία, ἃ πάντες ὁμολογοῦμεν

4ἀνδρεῖα εἶναι, ἢ πᾶσιν ἐναντιούμενος τολμᾷς μηδὲ ἀνδρεῖα

5αὐτὰ καλεῖν‎;

Critical Apparatus6

ΝΙ.‎ Οὐ γάρ τι, ὦ Λάχης, ἔγωγε ἀνδρεῖα καλῶ

Critical Apparatus7οὔτε θηρία οὔτε ἄλλο οὐδὲν τὸ τὰ δεινὰ ὑπὸ ἀνοίας μὴ φοβούμενον,

Critical Apparatus8ἀλλ' ἄφοβον καὶ μῶρον· ἢ καὶ τὰ παιδία πάντα οἴει με

bCritical Apparatus Link 1ἀνδρεῖα καλεῖν, ἃ διʼ ἄνοιαν οὐδὲν δέδοικεν; ἀλλ' οἶμαι τὸ

2ἄφοβον καὶ τὸ ἀνδρεῖον οὐ ταὐτόν ἐστιν. ἐγὼ δὲ ἀνδρείας

3μὲν καὶ προμηθίας πάνυ τισὶν ὀλίγοις οἶμαι μετεῖναι, θρα-

pg 85Critical Apparatus4σύτητος δὲ καὶ τόλμης καὶ τοῦ ἀφόβου μετὰ ἀπρομηθίας

5πάνυ πολλοῖς καὶ ἀνδρῶν καὶ γυναικῶν καὶ παίδων καὶ

6θηρίων. ταῦτ' οὖν ἃ σὺ καλεῖς ἀνδρεῖα καὶ οἱ πολλοί, ἐγὼ

c Link 1θρασέα καλῶ, ἀνδρεῖα δὲ τὰ φρόνιμα περὶ ὧν λέγω‎.

Critical Apparatus2

ΛΑ.‎ Θέασαι, ὦ Σώκρατες, ὡς εὖ ὅδε ἐαυτὸν δή, ὡς

Critical Apparatus3οἴεται, κοσμεῖ τῷ λόγῳ· οὓς δὲ πάντες ὁμολογοῦσιν ἀν-

4δρείους εἶναι, τούτους ἀποστερεῖν ἐπιχειρεῖ ταύτης τῆς τιμῆς‎.

Critical Apparatus5

ΝΙ.‎ Οὔκουν σέ γε, ὦ Λάχης, ἀλλὰ θάρρει· φημὶ γάρ

Critical Apparatus6σε εἶναι σοφόν, καὶ Λάμαχόν γε, εἴπερ ἐστὲ ἀνδρεῖοι, καὶ

Critical Apparatus7ἄλλους γε συχνοὺς Ἀθηναίων‎.

8

ΛΑ.‎ Οὐδὲν ἐρῶ πρὸς ταῦτα, ἔχων εἰπεῖν, ἵνα μή με φῇς

Critical Apparatus9ὡς ἀληθῶς Αἰξωνέα εἶναι‎.

d Critical Apparatus Link 1

ΣΩ.‎ Μηδέ γε εἴπῃς, ὦ Λάχης· καὶ γάρ μοι δοκεῖς οὐδὲ

Critical Apparatus2ᾐσθῆσθαι ὅτι ταύτην τὴν σοφίαν παρὰ Δάμωνος τοῦ ἡμετέ-

Critical Apparatus3ρου ἑταίρου παρείληφεν, ὁ δὲ Δάμων τῷ Προδίκῳ πολλὰ

4πλησιάζει, ὃς δὴ δοκεῖ τῶν σοφιστῶν κάλλιστα τὰ τοιαῦτα

5ὀνόματα διαιρεῖν‎.

Critical Apparatus6

ΛΑ.‎ Καὶ γὰρ πρέπει, ὦ Σώκρατες, σοφιστῇ τὰ τοι-

Critical Apparatus Link 7αῦτα μᾶλλον κομψεύεσθαι ἢ ἀνδρὶ ὃν ἡ πόλις ἀξιοῖ αὑτῆς

Critical Apparatus8προεστάναι‎.

e Critical Apparatus Link 1

ΣΩ.‎ Πρέπει μέν που, ὦ μακάριε, τῶν μεγίστων προ‎-

2στατοῦντι μεγίστης φρονήσεως μετέχειν· δοκεῖ δέ μοι Νικίας

Link 3ἄξιος εἶναι ἐπισκέψεως, ὅποι ποτὲ βλέπων τοὔνομα τοῦτο

4τίθησι τὴν ἀνδρείαν‎.

5

ΛΑ.‎ Αὐτὸς τοίνυν σκόπει, ὦ Σώκρατες‎.

pg 86Critical Apparatus6

ΣΩ.‎ Τοῦτο μέλλω ποιεῖν, ὦ ἄριστε· μὴ μέντοι οἴου με

7ἀφήσειν σε τῆς κοινωνίας τοῦ λόγου, ἀλλὰ πρόσεχε τὸν

8νοῦν καὶ συσκόπει τὰ λεγόμενα‎.

Critical Apparatus9

ΛΑ.‎ Ταῦτα δὴ ἔστω, εἰ δοκεῖ χρῆναι‎.

10

ΣΩ.‎ Ἀλλὰ δοκεῖ. σὺ δέ, Νικία, λέγε ἡμῖν πάλιν ἐξ

198 Link 1ἀρχῆς· οἶσθ' ὅτι τὴν ἀνδρείαν κατ' ἀρχὰς τοῦ λόγου ἐσκο-

2ποῦμεν ὡς μέρος ἀρετῆς σκοποῦντες‎;

3

ΝΙ.‎ Πάνυ γε‎.

4

ΣΩ.‎ Οὐκοῦν καὶ σὺ τοῦτο ἀπεκρίνω ὡς μόριον, ὄντων

5δὴ καὶ ἄλλων μερῶν, ἃ σύμπαντα ἀρετὴ κέκληται‎;

6

ΝΙ.‎ Πῶς γὰρ οὔ‎;

7

ΣΩ.‎ Ἆρ' οὖν ἅπερ ἐγὼ καὶ σὺ ταῦτα λέγεις; ἐγὼ δὲ

8καλῶ πρὸς ἀνδρείᾳ σωφροσύνην καὶ δικαιοσύνην καὶ ἄλλ'

9ἄττα τοιαῦτα. οὐ καὶ σύ‎;

b Link 1

ΝΙ.‎ Πάνυ μὲν οὖν‎.

Link 2

ΣΩ.‎ Ἔχε δή. ταῦτα μὲν γὰρ ὁμολογοῦμεν, περὶ δὲ τῶν

3δεινῶν καὶ θαρραλέων σκεψώμεθα, ὅπως μὴ σὺ μὲν ἄλλ'

Critical Apparatus4ἄττα ἡγῇ, ἡμεῖς δὲ ἄλλα. ἃ μὲν οὖν ἡμεῖς ἡγούμεθα, φρά-

5σομέν σοι· σὺ δὲ ἂν μὴ ὁμολογῇς, διδάξεις. ἡγούμεθα δ'

6ἡμεῖς δεινὰ μὲν εἷναι ἃ καὶ δέος παρέχει, θαρραλέα δέ ἃ μὴ

Critical Apparatus7δέος παρέχει—δέος δὲ παρέχει οὐ τὰ γεγονότα οὐδὲ τὰ

Link 8παρόντα τῶν κακῶν, ἀλλὰ τὰ προσδοκώμενα· δέος γὰρ εἶναι

Critical Apparatus9προσδοκίαν μέλλοντος κακοῦ—ἢ οὐχ οὕτω καὶ συνδοκεῖ, ὦ

10Λάχης‎;

c Link 1

ΛΑ.‎ Πάνυ γε σφόδρα, ὦ Σώκρατες‎.

2

ΣΩ.‎ Τὰ μὲν ἡμέτερα τοίνυν, ὦ Νικία, ἀκούεις, ὅτι δεινὰ

3μὲν τὰ μέλλοντα κακά φαμεν εἶναι, θαρραλέα δὲ τὰ μὴ κακὰ

4ἢ ἀγαθὰ μέλλοντα· σὺ δὲ ταύτῃ ἢ ἄλλῃ περὶ τούτων λέγεις‎;

5

ΝΙ.‎ Ταύτῃ ἔγωγε‎.

pg 876

ΣΩ.‎ Τούτων δέ γε τὴν ἐπιστήμην ἀνδρείαν προσ-

7αγορεύεις‎;

8

ΝΙ.‎ Κομιδῇ γε‎.

9

ΣΩ.‎ Ἔτι δὴ τὸ τρίτον σκεψώμεθα εἰ συνδοκεῖ σοί τε καὶ

10ἡμῖν‎.

11

ΝΙ.‎ Τὸ ποῖον δὴ τοῦτο‎;

d Link 1

ΣΩ.‎ Ἐγὼ δὴ φράσω. δοκεῖ γὰρ δὴ ἐμοί τε καὶ τῷδε,

Critical Apparatus2περὶ ὅσων ἐστὶν ἐπιστήμη, οὐκ ἄλλη μὲν εἶναι περὶ γεγο-

3νότος εἰδέναι ὅπῃ γέγονεν, ἄλλη δὲ περὶ γιγνομένων ὅπῃ

Critical Apparatus4γίγνεται, ἄλλη δὲ ὅπῃ ἂν κάλλιστα γένοιτο καὶ γενήσεται

5τὸ μήπω γεγονός, ἀλλ' ἡ αὐτή. οἷον περὶ τὸ ὑγιεινὸν εἰς

Critical Apparatus6ἅπαντας τοὺς χρόνους οὐκ ἄλλη τις ἢ ἰατρική, μία οὖσα,

Critical Apparatus7ἐφορᾷ καὶ γιγνόμενα καὶ γεγονότα καὶ γενησόμενα ὅπῃ

e Link 1γενήσεται· καὶ περὶ τὰ ἐκ τῆς γῆς αὖ φυόμενα ἡ γεωργία

2ὡσαύτως ἔχει· καὶ δήπου τὰ περὶ τὸν πόλεμον αὐτοὶ ἂν

Critical Apparatus3μαρτυρήσαιτε ὅτι ἡ στρατηγία κάλλιστα προμηθεῖται τά

Critical Apparatus4τε ἄλλα καὶ περὶ τὸ μέλλον ἔσεσθαι, οὐδὲ τῇ μαντικῇ

5οἴεται δεῖν ὑπηρετεῖν ἀλλὰ ἄρχειν, ὡς εἰδυῖα κάλλιον

1991τὰ περὶ τὸν πόλεμον καὶ γιγνόμενα καὶ γενησόμενα· καὶ

2ὁ νόμος οὕτω τάττει, μὴ τὸν μάντιν τοῦ στρατηγοῦ ἄρχειν,

3ἀλλὰ τὸν στρατηγόν τοῦ μάντεως. φήσομεν ταῦτα, ὦ

4Λάχης‎;

5

ΛΑ.‎ Φήσομεν‎.

6

ΣΩ.‎ Τί δέ; σὺ ἡμῖν, ὦ Νικία, σύμφῃς περὶ τῶν αὐτῶν

7τὴν αὐτὴν ἐπιστήμην καὶ ἐσομένων καὶ

8γιγνομένων καὶ γεγονότων ἐπαΐειν‎;

9

ΝΙ.‎ Ἔγωγε· δοκεῖ γάρ μοι οὕτως, ὦ Σώκρατες‎.

10

ΣΩ.‎ Οὐκοῦν, ὦ ἄριστε, καὶ ἡ ἀνδρεία τῶν δεινῶν ἐπι‎-

b1στήμη ἐστὶν καὶ θαρραλέων, ὡς φῄς· ἦ γάρ‎;

2

ΝΙ.‎ Ναί‎.

pg 88Critical Apparatus3

ΣΩ.‎ Τὰ δὲ δεινὰ ὡμολόγηται καὶ τὰ θαρραλέα τὰ μὲν

4μέλλοντα ἀγαθά, τὰ δὲ μέλλοντα κακὰ εἶναι‎.

5

ΝΙ.‎ Πάνυ γε‎.

6

ΣΩ.‎ Ἡ δέ γ' αὐτὴ ἐπιστήμη τῶν αὐτῶν καὶ μελλόντων

7καὶ πάντως ἐχόντων εἶναι‎.

8

ΝΙ.‎ Ἔστι ταῦτα‎.

9

ΣΩ.‎ Οὐ μόνον ἄρα τῶν δεινῶν καὶ θαρραλέων ἡ ἀνδρεία

10ἐπιστήμη ἐστίν· οὐ γὰρ μελλόντων μόνον πέρι τῶν ἀγαθῶν

11τε καὶ κακῶν ἐπαΐει, ἀλλὰ καὶ γιγνομένων καὶ γεγονότων

cCritical Apparatus Link 1καὶ πάντως ἐχόντων, ὥσπερ αἱ ἄλλαι ἐπιστῆμαι‎.

2

ΝΙ.‎ Ἔοικέν γε‎.

3

ΣΩ.‎ Μέρος ἄρα ἀνδρείας ἡμῖν, ὦ Νικία, ἀπεκρίνω σχεδόν

Critical Apparatus4τι τρίτον· καίτοι ἡμεῖς ἠρωτῶμεν ὅλην ἀνδρείαν ὅτι εἴη. καὶ

5νῦν δή, ὡς ἔοικεν, κατὰ τὸν σὸν λόγον οὐ μόνον δεινῶν τε

6καὶ θαρραλέων ἐπιστήμη ἡ ἀνδρεία ἐστίν, ἀλλὰ σχεδόν τι ἡ

7περὶ πάντων ἀγαθῶν τε καὶ κακῶν καὶ πάντως ἐχόντων, ὡς

dCritical Apparatus Link 1νῦν αὖ ὁ σὸς λόγος, ἀνδρεία ἂν εἴη. οὕτως αὖ μετατίθεσθαι

2ἢ πῶς λέγεις, ὦ Νικία‎;

3

ΝΙ.‎ Ἔμοιγε δοκεῖ, ὦ Σώκρατες‎.

Link 4

ΣΩ.‎ Δοκεῖ οὖν σοι, ὦ δαιμόνιε, ἀπολείπειν ἄν τι ὁ τοι-

5οῦτος ἀρετῆς, εἴπερ εἰδείη τά τε ἀγαθὰ πάντα καὶ παντά-

6πασιν ὡς γίγνεται καὶ γενήσεται καὶ γέγονε, καὶ τὰ κακὰ

Critical Apparatus7ὡσαύτως; καὶ τοῦτον οἴει ἂν σὺ ἐνδεᾶ εἶναι σωφροσύνης ἢ

Critical Apparatus8δικαιοσύνης τε καὶ ὁσιότητος, ᾧ γε μόνῳ προσήκει καὶ περὶ

Critical Apparatus9θεοὺς καὶ περὶ ἀνθρώπους ἐξευλαβεῖσθαί τε τὰ δεινὰ καὶ τὰ

eCritical Apparatus Link 1μή, καὶ τἀγαθὰ πορίζεσθαι, ἐπισταμένῳ ὀρθῶς προσομιλεῖν‎;

2

ΝΙ.‎ Λέγειν τὶ ὦ Σώκρατές μοι δοκεῖς‎.

Link 3

ΣΩ.‎ Οὐκ ἄρα, ὦ Νικία, μόριον ἀρετῆς ἂν εἴη τὸ νῦν σοι

4λεγόμενον, ἀλλὰ σύμπασα ἀρετή‎.

pg 895

ΝΙ.‎ Ἔοικεν‎.

6

ΣΩ.‎ Καὶ μὴν ἔφαμέν γε τὴν ἀνδρείαν μόριον εἶναι ἓν

7τῶν τῆς ἀρετῆς‎.

8

ΝΙ.‎ Ἔφαμεν γάρ‎.

9

ΣΩ.‎ Τὸ δέ γε νῦν λεγόμενον οὐ φαίνεται‎.

10

ΝΙ.‎ Οὐκ ἔοικεν‎.

Link 11

ΣΩ.‎ Οὐκ ἄρα ηὑρήκαμεν, ὦ Νικία, ἀνδρεία ὅτι ἔστιν‎.

12

ΝΙ.‎ Οὐ φαινόμεθα‎.

Critical Apparatus13

ΛΑ.‎ Καὶ μὴν ἔγωγε, ὦ φίλε Νικία, ᾤμην σε εὑρήσειν,

2001ἐπειδὴ ἐμοῦ κατεφρόνησας Σωκράτει ἀποκριναμένου· πάνυ

2δὴ μεγάλην ἐλπίδα εἶχον, ὡς τῇ παρὰ τοῦ Δάμωνος σοφίᾳ

3αὐτὴν ἀνευρήσεις‎.

4

ΝΙ.‎ Εὖ γε, ὦ Λάχης, ὅτι οὐδὲν οἴει σὺ ἔτι πρᾶγμα εἶναι

5ὅτι αὐτὸς ἄρτι ἐφάνην ἀνδρείας πέρι οὐδὲν εἰδώς, ἀλλ' εἰ

6καὶ ἐγὼ ἕτερος τοιοῦτος ἀναφανήσομαι, πρὸς τοῦτο βλέπεις,

Critical Apparatus7καὶ οὐδὲν ἔτι διοίσει, ὡς ἔοικε, σοὶ μετ' ἐμοῦ μηδὲν εἰδέναι

8ὧν προσήκει ἐπιστήμην ἔχειν ἀνδρὶ οἰομένῳ τὶ εἶναι. σὺ

bCritical Apparatus Link 1μὲν οὖν μοι δοκεῖς ὡς ἀληθῶς ἀνθρώπειον πρᾶγμα ἐργάζεσθαι

Critical Apparatus2οὐδὲ πρὸς σαυτὸν βλέπειν ἀλλὰ πρὸς τοὺς ἄλλους· ἐγὼ δ'

3οἶμαι ἐμοὶ περὶ ὧν ἐλέγομεν νῦν τε ἐπιεικῶν εἰρῆσθαι, καὶ

4εἴ τι αὐτῶν μὴ ἱκανῶς εἴρηται, ὕστερον ἐπανορθώσεσθαι καὶ

Critical Apparatus5μετὰ Δάμωνος—οὗ σύ που οἴει καταγελᾶν, καὶ ταῦτα οὐδ'

6ἰδὼν πώποτε τὸν Δάμωνα—καὶ μετ' ἄλλων· καὶ ἐπειδὰν

Link 7βεβαιώσωμαι αὐτά, διδάξω καὶ σέ, καὶ οὐ φθονήσω· δοκεῖς

c1γάρ μοι καὶ μάλα σφόδρα δεῖσθαι μαθεῖν‎.

2

ΛΑ.‎ Σοφὸς γάρ τοι σὺ εἶ, ὦ Νικία. ἀλλ' ὅμως ἐγὼ

3Λυσιμάχῳ τῷδε καὶ Μελησίᾳ συμβουλεύω σὲ μὲν καὶ ἐμὲ

4περὶ τῆν παιδείας τῶν νεανίσκων χαίρειν ἐᾶν, Σωκράτη δὲ

Link 5τουτονί, ὅπερ ἐξ ἀρχῆς ἔλαγον, μὴ ἀφιέναι· εἰ δὲ καὶ ἐμοὶ

Critical Apparatus6ἐν ἡλικίᾳ ἦσαν οἱ παῖδες, ταὐτὰ ἂν ταῦτ' ἐποίουν‎.

pg 907

ΝΙ.‎ Ταῦτα μὲν κἀγὼ συγχωρῶ· ἐάνπερ ἐθέλῃ Σωκράτης

Critical Apparatus8τῶν μειρακίων ἐπιμελεῖσθαι, μηδένα ἄλλον ζητεῖν. ἐπεὶ κἂν

d1ἐγὼ τὸν Νικήρατον τούτῳ ήδιστα ἐπιτρέποιμι, εἰ ἐθέλοι

2οὗτος· ἀλλὰ γὰρ ἄλλους μοι ἑκάστοτε συνίστησιν, ὅταν τι

3αὐτῷ περὶ τούτου μνησθῶ, αὐτὸς δὲ οὐκ ἐθέλει. ἀλλ' ὅρα, ὦ

Critical Apparatus4Λυσίμαχε, εἴ τι σοῦ ἂν μᾶλλον ὑπακούοι Σωκράτης‎.

5

ΛΥ.‎ Δίκαιόν γέ τοι, ὦ Νικία, ἐπεὶ καὶ ἐγὼ τούτῳ πολλὰ

6ἂν ἐθελήσαιμι ποιεῖν, ἂ οὐκ ἂν ἄλλοις πάνυ πολλοῖς ἐθέλοιμι.

Critical Apparatus7πῶς οὖν φῄς, ὦ Σώκρατες; ὑπακούσῃ τι καὶ συμπροθυμήσῃ

Critical Apparatus8ὡς βελτίστοις γενέσθαι τοῖς μειρακίοις‎;

e Link 1

ΣΩ.‎ Καὶ γὰρ ἂν δεινὸν εἴη, ὦ Λυσίμαχε, τοῦτό γε, μὴ

Link 2ἐθέλειν τῳ συμπροθυμεῖσθαι ὡς βελτίστῳ γενέσθαι. εἰ μὲν

3οὖν ἐν τοῖς διαλόγοις τοῖς ἄρτι ἐγὼ μὲν ἐφάνην εἰδώς, τώδε

4δὲ μὴ εἰδότε, δίκαιον ἂν ἦν ἐμὲ μάλιστα ἐπὶ τοῦτο τὸ ἔργον

5παρακαλεῖν, νῦν δ' ὁμοίως γὰρ πάντες ἐν ἀπορίᾳ ἐγενόμεθα·

Critical Apparatus6τί οὖν ἄν τις ἡμῶν τίνα προαιροῖτο; ἐμοὶ μὲν οὖν δὴ αὐτῷ

201Critical Apparatus Link 1δοκεῖ οὐδένο· ἀλλ' ἐπειδὴ ταῦτα οὕτως ἔχει, σκέψασθε ἄν

Link 2τι δόξω συμβουλεύειν ὑμῖν. ἐγὼ γάρ φημι χρῆναι, ὦ ἄνδρες

Critical Apparatus3—οὐδεὶς γὰρ ἔκφορος λόγος—κοινῇ πάντας ἡμᾶς ζητεῖν

4μάλιστα μὲν ἡμῖν αὐτοῖς διδάσκαλον ὡς ἄριστον—δεόμεθα

5γάρ—ἔπειτα καὶ τοῖς μειρακίοις, μήτε χρημάτων φειδομένους

Critical Apparatus6μήτε ἄλλου μηδενός· ἐᾶν δὲ ἡμᾶς αὐτοὺς ἔχειν ὡς νῦν ἔχο-

7μεν οὐ συμβουλεύω. εἰ δέ τις ἡμῶν καταγελάσεται, ὅτι

bCritical Apparatus1τηλικοίδε ὄντες εἰς διδασκάλων ἀξιοῦμεν φοιτᾶν, τὸν Ὅμηρον

2δοκεῖ μοι χρῆναι προβάλλεσθαι, ὃς ἔφη οὐκ ἀγαθὴν εἶναι

3αἰδῶ κεχρημένῳ ἀνδρὶ παρεῖναι. καὶ ἡμεῖς οὖν ἐά-

Critical Apparatus4σαντες χαίρειν εἴ τίς τι ἐρεῖ, κοινῇ ἡμῶν αὐτῶν καὶ τῶν

5μειρακίων ἐπιμέλειαν ποιησώμεθα‎.

pg 916

ΛΥ.‎ Ἐμοὶ μὲν ἀρέσκει, ὦ Σώκρατες, ἃ λέγεις· καὶ ἐθέλω,

7ὅσῳπερ γεραίτατός εἰμι, τοσούτῳ προθυμότατα μανθάνειν

8μετὰ τῶν νεανίσκων. ἀλλά μοι οὑτωσὶ ποίησον· αὔριον

c1ἕωθεν ἀφίκου οἴκαδε καὶ μὴ ἄλλως ποιήσῃς, ἵνα βουλευ-

2σώμεθα περὶ αὐτῶν τούτων, τὸ δὲ νῦν εἶναι τὴν συνουσίαν

Critical Apparatus3διαλύσωμεν‎.

4

ΣΩ.‎ Ἀλλὰ ποιήσω, ὦ Λυσίμαχε, ταῦτα, καὶ ἥξω παρὰ

5σὲ αὔριον, ἐὰν θεὸς ἐθέλῃ‎.

pg 92

Notes Settings

Notes

Critical Apparatus
178 a 2 συνθεάσασθαι‎ t: συνθεάσασθε‎ B: συντεθεᾶσθαι‎ T W
Critical Apparatus
b 2 λέγουσι‎ T: νοοῦσι‎ B et γρ‎. t: νοοῦσι‎ suprascr. λεγ‎ W
Critical Apparatus
179 a 1 τοῦτο‎ del. corr. Coisl.: τὸ‎ ci. Badham
Critical Apparatus
a 3 δὲ καὶ‎ scr. Vat. 1029: τε καὶ‎ B T W
Critical Apparatus
a 7 δὴ ἤδη‎ ci. Badham
Critical Apparatus
a 8 οἷοί τ'‎ B W : οἷόν τʼ‎ T
Critical Apparatus
b 1 ἡγησάμεθα] ἡγησάμενοι‎ Badham (δεῦρο ἐκαλέσαμεν ὑμᾶς‎ excidisse ratus): ⟨εἰς συμβουλὴν ὑμᾶς παρεκαλέσαμεν ὅτι⟩ ἡγησάμεθα‎ Schanz
Critical Apparatus
b 6 vel post ἡμῶν‎ (Král) vel post b 1 ὄντας‎ (Schanz) excidisse aliquid videtur
Critical Apparatus
c 4 πολέμῳ … ἐν‎ B W t: om. T
Critical Apparatus
c 5 τῆσδε τῆς‎ B W t: τῆς‎ T
Critical Apparatus
c 7 τούσδε‎ B W : τοῖσδε‎ T
Critical Apparatus
e 1 ὅτι‎ T W : οὐ‎ B: ὡς‎ in marg. B2
Critical Apparatus
e 2 τὼ νέω‎ Badham
Critical Apparatus
e 3 θεάσασθαι‎ T W : θεάσεσθαι‎ B
Critical Apparatus
a 2 μέρος‎ T W : γένος‎ B: secl. Gitlbauer
Critical Apparatus
a 3 χρῆναι‎ T W : χρῆν. | ἠ‎ B
Critical Apparatus
b 2 τοῦ αὑτοῦ‎ B Stobaeus: αὐτοῦ‎ T W
τε καὶ] καὶ‎ Stobaeus
μελησίου‎ T W : μιλησίου‎ B
Critical Apparatus
b 4 πόλε**ων‎ T
Critical Apparatus
b 6 τὰ ἴδια‎ Stobaeus: ἴδια‎ B T W
ὀλιγωρεῖσθαι‎ B T W Stobaeus: ὀλιγωρεῖν‎ Badham: ὀλιγώρως‎ Schanz
Critical Apparatus
b 7 καλῶς‎ T W : καλεῖς‎ B
Critical Apparatus
c 1 παιδείαν‎ B2 T W : παιδιὰν‎ B
Critical Apparatus
c 5 ὅδε‎ B T: ὧδε‎ W
Critical Apparatus
d 3 ὁπόσου‎ B W : ὁπόσα‎ T
Critical Apparatus
d 4 οὔτοι‎ Badham: οὔτοι τι‎ B T: οὗτοι τι‎ W
Critical Apparatus
d 5 ἡλικοι‎ B: ἥλικοι καὶ‎ T W
Critical Apparatus
e 2 ἀεὶ‎ B: αἰ‎ T: αἰεὶ‎ W t
Critical Apparatus
e 4 περιφέρει] περιέρρει‎ Badham
Critical Apparatus
e 6 διαλεγόμενοι‎ B T W : διαλεγόμενα‎ t
θαμὰ‎ T W : ἅμα‎ B
Critical Apparatus
a 2 Σωκράτης‎ secl. Badham
ἐμέμνησθε‎ B T W : μέμνησθε‎ scr. Ven. 189
Critical Apparatus
a 5 καὶ ἄλλως‎ secl. Badham
Critical Apparatus
a 6 τε‎ Bekker: γε‎ B T W
Critical Apparatus
b 2 εἰ οἱ‎ Vat. 1029: εἰ‎ B T : οἱ‎ W (fort. εἰ ἇλλοι‎ fuit)
Critical Apparatus
b 3 ἡμῶν‎ extra versum T
Critical Apparatus
b 8 εὐδοκιμεῖς‎ T : εὐδοκιμεῖ‎ W : εὐδοκίμως‎ B
ἡγοῦ με‎ B W : ἡγοῦμαι‎ T
εὐνούστατον‎ scripsi: γʼ εὐνούστατον‎ Schanz: εὐνουστάτοις‎ T W : γʼ εὐνουστάτοις‎ B
Critical Apparatus
c 1 γε] σε‎ corr. Coisl.
Critical Apparatus
c 3 ἀπὸ τῆσδε τῆς‎ T W : ἀπόδε τῆς‎ B
Critical Apparatus
d 7 πότερος‎ B T: πρότερος‎ W
Critical Apparatus
d 8 καὶ ἐμοὶ‎ T: ἐμοὶ καὶ‎ W : ἐμοὶ‎ B
Critical Apparatus
e 4 ἔχει‎ B W : ἔχειν‎ T
Critical Apparatus
a 2 οὗ‎ B T: οὐ‎ W
ἀγῶνος‎ addubitat Schanz
Critical Apparatus
a 3 οὗτοι] ὀρθῶς‎ ci. A. T. Christ
γυμνάζονται] ἀγωμίζονται‎ ci. Wotke
Critical Apparatus
a 4 τὸν‎ B T W : om. recc.
Critical Apparatus
a 8 τι] τινὰ‎ Badham: που‎ Král
Critical Apparatus
b 1 ἐπιτιθεμένου‎ B T: ἐπιθεμένου‎ W
Critical Apparatus
b 2 οὔτʼ ἂν‎ T: ὅτ' ἂν‎ B W : οὐ τἂν‎ Hermann: οὔτʼ ἄρʼ‎ Badham: secl. Gitlbauer et mox γὰρ‎ pro γε‎
Critical Apparatus
c 3 ἐπιτηδεύματα‎ T: ἐπιτηδεύματα πάντα‎ B W
Critical Apparatus
c 8 εἰπεῖν‎ secl. A. T. Christ
Critical Apparatus
d 1 οὗ‎ T W : οὖν‎ B: διʼ οὗ‎ scr. susp. Schanz (secl. mox διὰ τὴν εὐσχημοσύνην‎)
Critical Apparatus
e 2 αὐτὸ‎ T: αὐτὸν‎ B W
μὴ‎ om. B, suprascr. b
Critical Apparatus
e 4 μὴ μέντοι‎ scr. recc.: μὴ μέντοι τι‎ T W : μηδέν τοι τί‎ B
τί καὶ‎ W : καὶ‎ B T
Critical Apparatus
e 7 μέλει‎ B (sed ει‎ in ras. b) W t: μέλλει‎ T
Critical Apparatus
a 2 λέληθεν‎ Král: ἐλελήθει‎ B T W
Critical Apparatus
a 3 αὐτοῦ λέληθεν] αὐτοῦ 'λελήθειν‎ Schanz: ἂν ἐλελήθει‎ A. T. Christ
Critical Apparatus
b 2 ἐπιδείκνυσιν] ἐπιδείκνυται‎ Badham: ἐπιδείκνυτ'‎ Schanz
Critical Apparatus
b 3 ὁρῶ‎ T W : ἐρῶ‎ B
Critical Apparatus
b 6 οἳ κἂν‎ T W : οὐκ ἂν‎ B
Critical Apparatus
c 7 οὕτω‎ B T: om. W
Critical Apparatus
d 3 ἐν τῇ ἀληθείᾳ‎ om. Vat. 1029: secl. Schanz: ὡς ἀληθῶς‎ secl. A. T. Christ
Critical Apparatus
e 4 παρῄει. τέως‎ W rec. t: παρῄει τε· ὡς‎ B : παρείη τέως‎ T
Critical Apparatus
e 5 ἐπεὶ δὲ δὴ‎ B : ἐπειδὴ δὲ‎ T W
Critical Apparatus
a 1 ἐφίει‎ B T W : ἠφίει‎ vel κατηφίει‎ scr. recc.
Critical Apparatus
a 7 ἐκεῖνο‎ scr. recc.: ἐκείνῳ‎ B T W
Critical Apparatus
b 1 εἴτε‎ Gitlbauer: ὅτι εἴτε‎ B W : ὅτι‎ T
Critical Apparatus
b 4 οἴοιτο αὐτὸ‎ scripsi: οἴοιτο αὑτὸν‎ B : οἴοιτο αὑτὸν δεῖν‎ W : οἴοιτο αὐτὸν δεῖν‎ T
Critical Apparatus
b 5 ἐπιφανέστερος] καταφανέστερος‎ Badham
Critical Apparatus
b 6 οἷος‎ Schleiermacher: ἦ οἷος‎ B W : ἦ οἷος‎ T
ἦν] εἴη‎ ci. H. Richards
Critical Apparatus
b 7 ἴσχειν] σχοι‎ Schanz
Critical Apparatus
c 3 φύγοι‎ B T W : φύγη‎ t
Critical Apparatus
c 9 ὥσπερ τοῦ ἐπιδιακρινοῦντος‎ Ast: ὥσπερ ἐπὶ τοῦ διακρινοῦντος‎ B T W : ὥσπερ ἔτι τοῦ διακρινοῦντος‎ Heindorf
Critical Apparatus
d 1 δεῖν‎ B W t: δεῖ‎ T
Critical Apparatus
d 5 ὁπότερʼ‎ Schleiermacher: ὁπότε‎ B T W
Critical Apparatus
d 8 μελησία‎ T W : μιλησία‎ B
Critical Apparatus
e 1 ἀγωνίας τοῦ‎ T : ἀγωνιστοῦ‎ B W
Critical Apparatus
e 2 τυγχάνοι‎ Bekker
Critical Apparatus
e 3 παιδοτρίβει‎ pr. T καὶ Θ: ἢ καὶ‎ B T W
Critical Apparatus
e 5 ἢ‎ T W : om. B
Critical Apparatus
e 9 κριθήσεσθαι‎ B W Stobaeus et in marg. T : κρίνεσθαι‎ T
Critical Apparatus
a 3 οἴεσθε‎ Stobaeus: οἴεσθαι‎ B T W
Critical Apparatus
a 6 ὁ‎ ante τοῦ‎ T W Stobaeus: om. B in fine paginae
Critical Apparatus
b 6 οὗ‎ secl. Jacobs
Critical Apparatus
b 11 καὶ σκεπτόμεθα‎ secl. Ast
Critical Apparatus
c 6 τίς του‎ Cron: τις τοῦ‎ B W : τίς τοῦ‎ b vel αὐτῷ‎ vel ἐπαλείφεσθαι‎ ci. H. Richards
Critical Apparatus
d 7 ὃ ἕνεκα ἄλλου‎ Cornarius: οὗ ἕνεκα ἄλλο‎ B T W
Critical Apparatus
d 10 σκοπούμενοι] σκοποῦμεν ἃ‎ Matthiae: σκοποῦμεν ὃ‎ Cron
Critical Apparatus
d 12 πάνυ γε‎ …
Critical Apparatus
e 4 εἴ τις] ὅστις‎ Schanz
Critical Apparatus
e 6 τοῦτο Θ: τοῦτον‎ B T : τούτου‎ Apelt
Critical Apparatus
a 2 τοῦτο … ἀληθῆ‎ B T : τοῦτο … ἀληθὲς‎ vel ταῦτα … ἀληθῆ‎ scr. recc.
Critical Apparatus
a 5 αὐτοῖν‎ B rec. t: αὐτὴν‎ T
Critical Apparatus
a 7 ἡμῶν γεγόνασιν‎ secl. Badham: ἡμῶν γεγόνασιν οἵ‎, Bekker πρῶτον‎ ci. Stephanus: πρῶτοι‎ B T
Critical Apparatus
b 2 αὐτὸν‎ ci. olim Stallbaum: αὐτὸς‎ B T
Critical Apparatus
b 3 ἔξειν‎ scr. recc.: ἔχει‎ B T
Critical Apparatus
b 4 ἐκεῖνον‎ corr. Coisl.: ἐκείνων‎ B T
Critical Apparatus
b 6 κελεύειν‎ corr. Coisl.: κελεύει‎ B T
Critical Apparatus
c 5 εὑρεῖν‎ T : ἐρεῖν‎ B
Critical Apparatus
d 2 νέῳ‎ T : μὲν‎ B
Critical Apparatus
e 3 πέρι‎ B
Critical Apparatus
e 7 αὐτοῖς ἵνʼ‎ T : αὐτοῖσιν‎ B
Critical Apparatus
a 6 γεγονότε‎ B : γεγόνατε‎ T
Critical Apparatus
a 8 πρῶτον ἄρξασ0αι‎ (sic) B sed ασ‎ puncto notata: ἄρξεσθε πρῶτον‎ T
Critical Apparatus
b 2 ὑέσι] ὑμετέροις‎ Schanz
Critical Apparatus
b 4 συμβαίνῃ‎ Bekker: συμβαίνει‎ B T
κεραμεία] κεραμία‎ B T
λἐγετε‎ T : λἐγβται‎ B
Critical Apparatus
c 3 καὶ μελησίᾳ‎ T : ὦ μελησία‎ B
Critical Apparatus
c 4 ἃ‎ T : ὧν‎ B2: ὧι‎ B
Critical Apparatus
c 5 ἐντεῦθεν ἠρχόμην‎ B : ἠρχόμην ἐντεὑθεν‎ T
Critical Apparatus
d 6 σωκράτη‎ B2 T : σωκράτει‎ B
Critical Apparatus
e 4 ἔτι εἶ‎ T : εἶ‎ B
Critical Apparatus
e 7 ᾖ‎ B T : ἴῃ‎ Sauppe
λόγῳ ὥσπερ γένει‎ secl. Cron: ὥσπερ γένει‎ secl. Schleiermacher
καὶ … διαλσγάμενος‎ fort. secludenda
Critical Apparatus
e 9 παύεσθαι‎ B : παύσεσθαι‎ T
Critical Apparatus
e 10 ἂν ἐμπἐσῃ‎ scr. recc. (ἂν‎ add. vet. t): ἐμπἐσει‎ B T (πρὶν ἐμπεσεῖν‎ Gitlbauer)
Critical Apparatus
a 5 ἔτι‎ T : ὅτι‎ B
Critical Apparatus
a 7 ὅτι‎ B T Stobaeus: εἴ τι‎ Ast
Critical Apparatus
b 3 τὸ τοῦ‎ Stobaeus: τοῦ‎ B : τοὺς‎ T
Critical Apparatus
b 4 αὐτῷ‎ B T Stobaeus: αὐτὸ‎ W: αὐτῷ αὐτὸ‎ Orelli
Critical Apparatus
c 2 οὗτος] αὐτὸς‎ Hoenebeek Hissink
Critical Apparatus
c 6 αὖ μισολόγος‎ (sic) T : οὐ μισθολόγος‎ B
Critical Apparatus
d 1 τὰ λεγόμενα‎ T : τὸν λεγόμενον‎ B et suprascr. T
Critical Apparatus
d 2 πρέποντα ἀλλήλοις‎ T : πρέτον· τὰ δʼ ἀλλήλοις‎ B
Critical Apparatus
d 4 παιδιᾶς‎ T 2: παιδείας‎ B T
Critical Apparatus
d 5 ζῆν ἡρμοσμένος οὗ‎ secl. Badham: ἡρμοσμένος οὗ‎ secl. Schanz
Critical Apparatus
e 4 μισολόγον‎ B T
Critical Apparatus
a 6 μόνον‎ B T : μόνων‎ Par. 1809
τοῦτο‎ B T : τούτω‎ T2
συγχωρεί τῶ‎ B
Critical Apparatus
b 7 ὑπόλογον‎ Stephanus: ὑπὸ λόγον‎ B T
Critical Apparatus
c 8 ἐὰν δὲ] ἐὰν‎ corr. Coisl.: ἐάν γε‎ Schanz
Critical Apparatus
d 3 καὶ‎ B T : om. Ars.
Critical Apparatus
d 4 πιστέον‎ pr. T
ὦ νικία τε καὶ λάχης‎ B T : ****οι‎ Ars. (μέντοι‎ ci. Smyly) λυσιμάχῳ‎ T Ars.: λυσίμαχος‎ B
καὶ μελησίᾳ‎ B T : ****ι‎ Ars. (τούτψ‎ ci. Smyly)
Critical Apparatus
d 6 οἱ‎ B T : η‎ Ars.
Critical Apparatus
d 7 Ars.: ἔχει‎ B T
Critical Apparatus
e 2 σχεδὸν δέ] κα⟨ι σ⟩χεδο⟨ν⟩‎ Ars.
Critical Apparatus
e 3 εἴη ἄν‎ secl. Badham τυγχάνομεν‎ ci. Stephanus: ἐτυγχάνομεν‎ B T
Critical Apparatus
e 4 ᾧ παρεγένετο‎ T : ὧν παρεγένοντο‎ B
Critical Apparatus
e 7 ἄριστ' ἂν‎ B T : ἄριστα‎ scr. recc.
Critical Apparatus
e 8 μαθήσεσθε‎ B T2: μαθήσεσθαι‎ T
Critical Apparatus
a 1 εἰ‎ T : om. B
Critical Apparatus
a 4 ὃ τί ποτʼ‎ T : πότʼ‎ B : τί‎ suprascr. B2
Critical Apparatus
a 6 εἰδείημεν‎ B2 T : εἰδείη μὲν‎ B
Critical Apparatus
a 7 σχολὴ‎ B T
Critical Apparatus
a 8 καὶ ἰατροὶ‎ secl. Badham
Critical Apparatus
b 5 ταῖς ψυχαῖς‎ B T : τὰς ψυχὰς‎ Vat. 1029
Critical Apparatus
b 7 ἡμῖν‎ Ars.: om. B T
ὅτι‎ B T : τί‎ Ars.
Critical Apparatus
b 9 τίν' ἂν‎ Ars.: τίνα‎ B T
Critical Apparatus
c 1 γενοίμεθ' ἂν‎ Ars.: γενοίμεθα‎ B T
ἂν‎ post ὅτως‎ B T : post κάλλιστα‎ Ars.
αὐτὸ‎ Ars.: αὐτῷ‎ B T
Critical Apparatus
c 3 οὐδένα] οὐδεν‎ Ars.
Critical Apparatus
c 4 ὦ λάχης εἰδέναι αὐτὸ] αὐτὸ ὦ λάχης εἰδέ‎ Ars.
Critical Apparatus
c 5 φαμὲν μέντοι‎ om. Ars.
Critical Apparatus
c 10 ἴδωμεν‎ B T Ars.: εἰδῶμεν‎ B2
Critical Apparatus
d 2 ἀλλ'] ἀ‎* ι‎ Ars.
ὡς σὺ] ὅπως σὺ‎ (teste Blass) Ars.
Critical Apparatus
d 8 μετὰ] τὸ μετὰ‎ Ars.
Critical Apparatus
e 3 τί ἐστιν ἀνδρεία] τὸν ἀνδρεῖον‎ Ars.
Critical Apparatus
e 5 τοὺς] τος‎ Ars.
Critical Apparatus
e 7 εὖ‎ B T : καλως‎ Ars.
Critical Apparatus
a 2 ταζει‎ Ars.
Critical Apparatus
a 4 ἐγώ γʼ οὖν‎ B : ἔγωγʼ οὖν‎ T
Critical Apparatus
a 6 μάχηται τοῖς πολεμίοις] τοῖς πολεμίοις μάχηται‎ Ars.
Critical Apparatus
a 8 που] ποτε‎ Ars.
Critical Apparatus
191 b 3 εἶπεν αὐτὸν‎ tria folia manu recenti scripta in W
Critical Apparatus
b 3 εἶναι]‎ in hac voce redit W
Critical Apparatus
b 5 σὺ τὸ‎ B T W Ars.: σὺ αὖ τὸ‎ ci. Stallbaum
Critical Apparatus
b 6 τὸ ἐκείνων‎ om. Ars. (secluserat Badham)
τό γε τῶν Ἑλλήνων‎ om. Ars.
Critical Apparatus
b 8 λακεδαιμονίους‎ B T W : τούτους‎ Ars.
Critical Apparatus
c 1 φασιν‎ B W : φησιν‎ compendio T
ἐν πλαταιαῖς‎ B T W : και πλατει‎.… Ars. (καὶ Πλαταιᾶσι‎ ci. Diels)
Critical Apparatus
c 2 αὐτοὺς‎ b: αὐτοῖς‎ B T W
Critical Apparatus
c 3 ἐλύθησαν‎ B T : ἐληλύθεισαν‎ W
Critical Apparatus
c 7 ο αρτι‎ Ars. (ἄρτι‎ coniecerat Ast: αἴτιον‎ B T W
Critical Apparatus
c 8 ἠρόμην] σε ηρομην‎ Ars.
Critical Apparatus
d 1 γάρ σου‎ B W Ars.: γὰρ‎ T
τοὺς] τος‎ Ars.
Critical Apparatus
d 2 καὶ ἐν] εν τωι‎ Ars.
Critical Apparatus
d 4 κινδύνοις‎ B2 T W : κινδύνους‎ B : κινδυνεύουσι‎ Ars.
Critical Apparatus
d 5 γε] τε‎ Ars.
Critical Apparatus
d 6 ἔτι‎ W Ars.: ὅτι‎ B T
ἀνδρεῖοί εἰσιν ἢ φόβους] ἢ φόβους ἀνδρεῖοί εἰσιν‎ Ars.
Critical Apparatus
e 1 καὶ‎ ante μένοντες‎ om. Schanz (sed habet Ars.)
καὶ‎ post μένοντες‎ Kral (et sic Ars. ut videtur): ἢ‎ B T W
Critical Apparatus
e 3 καὶ σφάδρα] σφάδρα γε‎ Ars.
Critical Apparatus
e 4 ἀνδρεῖοι μὲν πάντες οὗτοι] ανδρειαι μεν παντες ουτοι ανδρειοι‎ Ars.
Critical Apparatus
e 6 ἔκτηνται‎ Schanz (sed κέκτηνται‎ Ars. cum B T W)
δειλίαν‎ T W : δειλιᾶν‎ B
Critical Apparatus
e 9 ὂν] ουν‎ Ars. (et mox e 10) ἐπυνθανόμην] πυνθαν⟨ομαι⟩‎ Ars.
Critical Apparatus
e 10 ἀνδρείαν] τὴν ἀνδρείαν‎ Ars.
Critical Apparatus
a 2 τρέχειν] τρεχε‎ Ars.
Critical Apparatus
a 3 εν τε τωι μανθανε‎⟨ιν⟩‎ Ars.
Critical Apparatus
a 6 ἢ διανοίας‎ om. Ut videtur Ars. (ἢ νοήματός τε ἅμα‎ pro ἢ στόματός τε‎ ci. Diels)
Critical Apparatus
c 1 περὶ ἀνδρείας‎ secl. Badham
Critical Apparatus
c 2 γε‎ post δεῖ‎ fort. transponendum
Critical Apparatus
c 3 οὔτι‎ B T W : ὅτι οὐ‎ scr. recc.: ὅτι οὔτι‎ Schanz
Critical Apparatus
e 1 ἢ ἡ‎ B T : ἢ‎ W
Critical Apparatus
e 2 καρτερεῖ‎ B T W : καρτεροῖ‎ vulg.
Critical Apparatus
e 3 πλέον ἐκτήσεται‎ B W : πλεονεκτήσεται‎ T
Critical Apparatus
a 2 αὕτη‎ T W : αὐτή‎ B
Critical Apparatus
b 9 μετὰ‎ W : μὲν μετά‎ B T
Critical Apparatus
c 2 ἂν‎ B : ἐὰν‎ T W : δὴ‎ Schanz (qui mox ἐθέλουσιν‎)
ἐθέλωσιν‎ W : ἐθέλουσιν‎ B T
Critical Apparatus
d 3 πάνυ γε‎ B T : om. W
Critical Apparatus
d 4, 5 ὡμολογεῖτο‎ (bis) B : ὡμολόγητα‎ TW
Critical Apparatus
e 4 ἀκούσειε‎ Jacobs: ἀκούσει‎ B T W
Critical Apparatus
e 8 πειθώμεθα‎ B T : πειθόμεθα‎ W
Critical Apparatus
a 2 τῇ‎ B T : om. W
Critical Apparatus
a 3 αὐτὴ‎ T : αὑτὴ‎ W : αὕτη‎ B
Critical Apparatus
a 6 ἕτοιμος‎ T W : ἑτοίμως‎ B
Critical Apparatus
a 7 ἀήθης γʼ‎ T : γ' ἀήθης‎ W : ἀληθής γ'‎ B
Critical Apparatus
c 5 ἔκλυσαι‎ t W : ἑλκύσαι‎ B et γρ‎. T
Critical Apparatus
c 6 βεβαίωσαι‎ T W : βεβαιῶσαι‎ B
Critical Apparatus
c 7 μοι‎ B W : με‎ T
Critical Apparatus
d 8 ἁνὴρ‎ Bekker: ἀνὴρ‎ B T W
Critical Apparatus
e 8 ἢ‎ W : ἦ‎ B : ἡ‎ T
Critical Apparatus
a 2 λέγει‎ b: λέγεις‎ B T (?) W
Critical Apparatus
a 4 ὅτι‎ Par. 1813: τί‎ B T W
Critical Apparatus
a 7 διδάσκωμεν‎ t: διδάσκομεν‎ B T W
Critical Apparatus
b 1 τις‎ T W : om. B
Critical Apparatus
c 8 εἰπεῖν]‎ fort. ποιεῖν‎
εἰπεῖν οἷόν‎ secl Badham
οἷόν τε] οἷόν τι‎ ci. Stephanus
Critical Apparatus
c 9 δήπου τοσοῦτον‎ Hermann: δή τι τοσοῦτον δήπου‎ B T W : δὴ τὸ τοσοῦτον δήπου‎ ci. Madvig
δεινόν τῳ‎ T W : δεινὸ τῷ‎ B
Critical Apparatus
d 3 οἶμαι‎ B W : om. T
Critical Apparatus
d 4 ταὐτὰ‎ scr. recc.: ταῦτα‎ B T W
Critical Apparatus
d 7 τοῦτο‎ T W : τοῦ‎ B
Critical Apparatus
d 8 καὶ μὴ δεινῶν‎ B W : om. T
Critical Apparatus
d 9 ὃν‎ B W : οἷον‎ T
Critical Apparatus
e 5 προσήκει‎ B : προσήκειν‎ T : προσῆκεν‎ W
Critical Apparatus
a 4 τούτου‎ Schanz: τοῦτο‎ B T W : τοῦτον‎ Bekker
Critical Apparatus
a 5 μάντιν‎ T W b: μιν‎ B
Critical Apparatus
b 6 δὲ τί‎ T W : δέ τι‎ B
Critical Apparatus
c 1 οὐδʼ ἐμοὶ‎ T W : οὐδέ μοι‎ B
Critical Apparatus
c 2 οἴεταί‎ T : οἴηταί‎ W b: οἴοιταί‎ B
οὐ‎ T W : οὗ‎ B
Critical Apparatus
e 1 κρομμυωνίαν‎ B T : κρωμυονίαν‎ W : Κρομυωνίαν‎ ci. Stallbaum
Critical Apparatus
e 2 σύ γε‎ T W : εὖ γε‎ B
Critical Apparatus
a 1 καὶ εὖ]‎ incipit papyrus Oxy.
γε‎ om. Oxy.
Critical Apparatus
a 2 πότερον] ⟨πο⟩τερα‎ suprascr. ⟨ο⟩ν‎ Oxy.
σοφώτερα … θηρία] σο⟨φωτερα ημω⟩ν ταυτα ⟨τα θηρια ειναι φ⟩ης‎ Oxy.
Critical Apparatus
a 6 ⟨ω⟩λαχης‎ post ἔγωγε‎ ut videtur Oxy.
Critical Apparatus
a 7 οὑδὲν‎ om. ut videtur Oxy.
τὰ] τας‎ Oxy.
ἀνοίας] ἀγνοίας‎ Basileensis altera (lacuna in Oxy.)
Critical Apparatus
a 8 καὶ μῶρον‎ secl. Gitlbauer (sed και‎ habet iam Oxy. in fine versus)
Critical Apparatus
b 1 δι' ἄνοιαν‎ B T W : γρ. διαγνοιαν‎ T (in Oxy. nihil praeter.. νο‎.. αν‎)
Critical Apparatus
b 4 ἀπρομηθίας‎ B T : ἀπρομηθείας‎ B2 Oxy. (sed ε‎ puncto notatum in Oxy.)
Critical Apparatus
c 2 ὡς εὖ ὅδε ἑαυτὸν δή] ως ε⟨υ ε⟩αυτον ⟨ο⟩| δε‎ Oxy.
Critical Apparatus
c 3 οὓς] τους‎ Oxy. (sed τ‎ deletum et puncto notatum)
Critical Apparatus
c 5 σε γε‎ Oxy.: ἔγωγε‎ B T W
Critical Apparatus
c 6 λάμαχόν‎ B T W : αμαχον‎ Oxy.: ἄμαχόν‎ corr. Ven. 189
Critical Apparatus
c 7 γε‎ om. Oxy.
Critical Apparatus
c 9 αἰξωνέα‎ B2 T W Oxy.: ἐξωνέα‎ B
Critical Apparatus
d 1 γε] γ‎ Oxy.
ουδε‎ Oxy.: οὐδὲ μὴ‎ B T W : τοῦδε μὴ‎ ci. Keck
Critical Apparatus
d 2 ὅτι] ὅτι δὴ‎ Oxy.
Critical Apparatus
d 3 παρείληφεν] παρείληφα‎ Oxy.
πολλὰ] τὰ πολλὰ‎ Oxy.
Critical Apparatus
d 6 γὰρ‎ om. Oxy.
Critical Apparatus
d 7 ἀνδρὶ ὃν] ανδρειον‎ Oxy. (sed ε‎ deletum et puncto notatum)
αξ⟨ιοι η πολις⟩‎ ut videtur Oxy.
Critical Apparatus
d 8 προεστάναι‎ scr. Ven. 184: ⟨προ⟩εσταν⟨αι⟩‎ Oxy.: προϊστάναι‎ B T W
Critical Apparatus
e 1 μέν που‎ Stobaeus: … που‎ Oxy.: μέντοι‎ B T W
Critical Apparatus
e 6 ⟨με ο⟩ιου αφ⟨ησειν⟩‎ Oxy.
Critical Apparatus
e 9 δὴ‎ Oxy. (coniecerat Schanz): δὲ‎ B T W
Critical Apparatus
b 4 ἡγῇ‎ W : ἡγεῖ‎ B T
Critical Apparatus
b 7 δέος παρέχει‎ secl. A. T. Christ
δὲ παρέχει] δὲ παρέχειν‎ Ast
Critical Apparatus
b 9 καὶ συνδοκεῖ‎ scripsi: καὶ σὺ δοκεῖ‎ B W : δοκεῖ καὶ σὺ‎ T : καὶ σοὶ δοκεῖ‎ B2: δοκεῖ καὶ σοί‎ t: καὶ σύ‎ Schanz
Critical Apparatus
d 2 γεγονότος‎ T W : γεγονὸς‎ B
Critical Apparatus
d 4 καὶ γενήσεται‎ secl. Schanz
Critical Apparatus
d 6 ἢ‎ B T W : ἢ ἡ‎ corr. Coisl.
Critical Apparatus
d 7 ὅπῃ γενήσεται‎ secl. Hirschig
Critical Apparatus
e 3 μαρτυρήσαιτε‎ scr. recc.: μαρτυρήσετε‎ B T W
Critical Apparatus
e 4 ἔσεσθαι‎ T W : ἔσεσθε‎ B
Critical Apparatus
b 3 τὰ δὲ‎ T W : ταῦτα δὲ‎ B
καὶ τὰ‎ T W : καὶ‎ revera B?
Critical Apparatus
c 1 καὶ πάντως ἐχόντων‎ secl. Stallbaum
Critical Apparatus
c 4 ἀνδρείαν‎ corr. Coisl.: ἂν ἀνδρείαν‎ B T W : δὴ ἀνδρείαν‎ Schanz
Critical Apparatus
d 1 ἀνδρία ἂν‎ (sed ί‎ ex emend.) B : ἀνδρειἂν‎ T W
Critical Apparatus
d 7 ἐνδεᾶι‎ T
Critical Apparatus
d 8 προσήκει] προσήκοι‎ ci. H. Richards
Critical Apparatus
d 9 καὶ τὰ μή‎ secl. Badham
Critical Apparatus
e 1 καὶ τἀγαθὰ‎ secl. Gitlbauer
Critical Apparatus
e 13 ᾥμην σε εὑρήσειν‎ secl. Badham
Critical Apparatus
a 7 σοὶ‎ scr. recc.: σὺ‎ BTW
Critical Apparatus
b 1 ἀνθρώπειον‎ B2T W : ἀνθρώπιον‎ B
Critical Apparatus
b 2 οὐδὲ‎ ci. Gitlbauer: οὐδὲν‎ B T W
σαυτὸν‎ corr. Coisl.: αὑτὸν‎ B T: αὐτὸν‎ W
Critical Apparatus
b 5 που οἴει] τι οἴει‎ Schanz
Critical Apparatus
c 6 ταὐτὰ‎ T W : ταῦτα‎ B
Critical Apparatus
c 8 ἄλλον‎ T W b: ἄλλο‎ B
ἐπεὶ κἂν‎ T W : ἐπειδʼ ἄν‎ B
Critical Apparatus
d 4 εἴ τι‎ T W : οὔ τι‎ B
Critical Apparatus
d 7 συμπροθυμήσει‎ B W : συμπροθυμηθήσει‎ T
Critical Apparatus
d 8 βελτίστοις‎ T W : βέλτιστος‎ B
Critical Apparatus
e 6 τίνα‎ B T W : τινὰ‎ scr. recc.
προαιροῖτο‎ T W b: προεροῖτο‎ B
Critical Apparatus
a 1 σκέψασθε‎ W : σκέψασθαι‎ (suprascr. ε‎) B T
Critical Apparatus
a 3 λόγος] λόγον‎ Heusde
Critical Apparatus
a 6 ἐᾶν‎ T W : ἐὰν‎ B
Critical Apparatus
b 1 τηλικοίδε‎ B2T W : ἡλικοίδε‎ B
Critical Apparatus
b 4 ἐρεῖ‎ T W b: αἱρεῖ‎ B
Critical Apparatus
c 3 διαλύσωμεν‎ W : διαλύσομεν‎ B T
Link Settings

Extras

logo-footer Copyright © 2023. All rights reserved. Access is brought to you by Log out