Jump to Content

Main Text

pg 361ΜΕΝΩΝ‎

St.IIΜΕΝΩΝ ΣΩΚΡΑΤΗΣ ΠΑΙΣ ΜΕΝΩΝΟΣ ΑΝΥΤΟΣ‎

70 Link 1

ΜΕΝ.‎ Ἔχεις μοι εἰπεῖν, ὦ Σώκρατες, ἆρα διδακτὸν ἡ

2ἀρετή; ἢ οὐ διδακτὸν ἀλλ' ἀσκητόν; ἢ οὔτε ἀσκητὸν οὔτε

Link 3μαθητόν, ἀλλὰ φύσει παραγίγνεται τοῖς ἀνθρώποις ἢ ἄλλῳ

4τινὶ τρόπῳ;

5

ΣΩ.‎ Ὦ Μένων, πρὸ τοῦ μὲν Θετταλοὶ εὑδόκιμοι ἦσαν

6ἐν τοῖς Ἕλλησιν καὶ ἐθαυμάζοντο ἐφ' ἱππικῇ τε καὶ πλούτῳ,

b Link 1νῦν δέ, ὡς ἐμοὶ δοκεῖ, καὶ ἐπὶ σοφίᾳ, καὶ οὐχ ἥκιστα οἱ

Critical Apparatus2τοῦ σοῦ ἑταίρου Ἀριστίππου πολῖται Λαρισαῖοι. Τούτου δὲ ὑμῖν

3αἴτιός ἐστι Γοργίας· ἀφικόμενος γὰρ εἰς τὴν πόλιν ἐραστὰς

Link 4ἐπὶ σοφίᾳ εἴληφεν Ἀλευαδῶν τε τοὺς πρώτους, ὧν ὁ σὸς

5ἐραστής ἐστιν Ἀρίστιππος, καὶ τῶν ἄλλων Θετταλῶν. καὶ

6δὴ καὶ τοῦτο τὸ ἔθος ὑμᾶς εἴθικεν, ἀφόβως τε καὶ μεγαλο-

Link 7πρεπῶς ἀποκρίνεσθαι ἐάν τίς τι ἔρηται, ὥσπερ εἰκὸς τοὺς

cCritical Apparatus Link 1εἰδότας, ἅτε καὶ αὐτὸς παρέχων αὑτὸν ἐρωτᾶν τῶν Ἑλλήνων

Link 2τῷ βουλομένῳ ὅτι ἄν τις βούληται, καὶ οὐδενὶ ὅτῳ οὐκ

Critical Apparatus3ἀποκρινόμενος. ἐνθάδε δέ, ὦ φίλε Μένων, τὸ ἐναντίον

Link 4περιέστηκεν· ὥσπερ αὐχμός τις τῆς σοφίας γέγονεν, καὶ κιν-

71 Link 1δυνεύει ἐκ τῶνδε τῶν τόπων παρ' ὑμᾶς οἴχεσθαι ἡ σοφία. εἰ

Link 2γοῦν τινα ἐθέλεις οὕτως ἐρέσθαι τῶν ἐνθάδε, οὐδεὶς ὅστις οὐ

Link 3γελάσεται καὶ ἐρεῖ· "Ὦ ξένε, κινδυνεύω σοι δοκεῖν μακάριός

Critical Apparatus4τις εἶναι—ἀρετὴν γοῦν εἴτε διδακτὸν εἴθ' ὅτῳ τρόπῳ παρα-

pg 362Critical Apparatus Link 5γίγνεται εἰδέναι—ἐγὼ δὲ τοσοῦτον δέω εἴτε διδακτὸν εἴτε

Critical Apparatus Link 6μὴ διδακτὸν εἰδέναι, ὥστ οὐδὲ αὐτὸ ὅτι ποτʼ ἐστὶ τὸ παράπαν

7ἀρετὴ τυγχάνω εἰδώς.'

b Link 1Ἐγὼ οὖν καὶ αὐτός, ὦ Μένων, οὕτως ἔχω· συμπένομαι

2τοῖς πολίταις τούτου τοῦ πράγματος, καὶ ἐμαυτὸν κατα-

Link 3μέμφομαι ὡς οὐκ εἰδὼς περὶ ἀρετῆς τὸ παράπαν· ὃ δὲ μὴ

Critical Apparatus Link 4οἶδα τί ἐστιν, πῶς ἂν ὁποῖόν γέ τι εἰδείην; ἢ δοκεῖ σοι

Critical Apparatus Link 5οἷόν τε εἶναι, ὅστις Μένωνα μὴ γιγνώσκει τὸ παράπαν ὅστις

Critical Apparatus6ἐστίν, τοῦτον εἰδέναι εἴτε καλὸς εἴτε πλούσιος εἴτε καὶ

7γενναῖός ἐστιν, εἴτε καὶ τἀναντία τούτων; δοκεῖ σοι οἷόν τ'

8εἶναι;

Link 9

ΜΕΝ.‎ Οὐκ ἔμοιγε. ἀλλὰ σύ, ὦ Σώκρατες, ἀληθῶς

c Link 1οὐδ' ὅτι ἀρετή ἐστιν οἶσθα, ἀλλὰ ταῦτα περὶ σοῦ καὶ οἴκαδε

2ἀπαγγέλλωμεν;

Critical Apparatus Link 3

ΣΩ.‎ Μὴ μόνον γε, ὦ ἑταῖρε, ἀλλὰ καὶ ὅτι οὐδ' ἄλλῳ πω

4ἐνέτυχον εἰδότι, ὡς ἐμοὶ δοκῶ.

5

ΜΕΝ.‎ Τί δέ; Γοργίᾳ οὐκ ἐνέτυχες ὅτε ἐνθάδε ἦν‎;

6

ΣΩ.‎ Ἔγωγε‎.

Link 7

ΜΕΝ.‎ Εἶτα οὐκ ἐδόκει σοι εἰδέναι‎;

Link 8

ΣΩ.‎ Οὐ πάνυ εἰμὶ μνήμων, ὦ Μένων, ὥστε οὐκ ἔχω

9εἰπεῖν ἐν τῷ παρόντι πῶς μοι τότε ἔδοξεν. ἀλλ' ἴσως

Critical Apparatus10ἐκεῖνός τε οἶδε, καὶ σὺ ἃ ἐκεῖνος ἔλεγε· ἀνάμνησον οὖν

d Link 1με πῶς ἔλεγεν. εἰ δὲ βούλει, αὐτὸς εἰπέ· δοκεῖ γὰρ δήπου

2σοὶ ἅπερ ἐκείνῳ.

3

ΜΕΝ.‎ Ἔμοιγε‎.

Critical Apparatus4

ΣΩ.‎ Ἐκεῖνον μὲν τοίνυν ἐῶμεν, ἐπειδὴ καὶ ἄπεστιν· σὺ

Critical Apparatus Link 5δὲ αὐτός, ὦ πρὸς θεῶν, Μένων, τί φῂς ἀρετὴν εἶναι; εἶπον

Critical Apparatus Link 6καὶ μὴ φθονήσῃς, ἵνα εὐτυχέστατον ψεῦσμα ἐψευσμένος ὦ,

pg 3637ἂν φανῇς σὺ μὲν εἰδὼς καὶ Γοργίας, ἐγὼ δὲ εἰρηκὼς μηδενὶ

8πώποτε εἰδότι ἐντετυχηκέναι.

e Link 1

ΜΕΝ.‎ Ἀλλ' οὐ χαλεπόν, ὦ Σώκρατες, εἰπεῖν. πρῶτον

Link 2μέν, εἰ βούλει ἀνδρὸς ἀρετήν, ῥᾴδιον, ὅτι αὕτη ἐστὶν ἀνδρὸς

3ἀρετή, ἱκανὸν εἶναι τὰ τῆς πόλεως πράττειν, καὶ πράττοντα

4τοὺς μὲν φίλους εὖ ποιεῖν, τοὺς δ' ἐχθροὺς κακῶς, καὶ αὐτὸν

5εὐλαβεῖσθαι μηδὲν τοιοῦτον παθεῖν. εἰ δὲ βούλει γνναικὸς

Critical Apparatus Link 6ἀρετήν, οὐ χαλεπὸν διελθεῖν, ὅτι δεῖ αὐτὴν τὴν οἰκίαν εὖ

7οἰκεῖν, σῴζουσάν τε τὰ ἔνδον καὶ κατήκοον οὖσαν τοῦ ἀνδρός.

8καὶ ἄλλη ἐστὶν παιδὸς ἀρετή, καὶ θηλείας καὶ ἄρρενος, καὶ

Critical Apparatus9πρεσβυτέρου ἀνδρός, εἰ μὲν βούλει, ἐλευθέρου, εἰ δὲ βούλει,

72 Link 1δούλου. καὶ ἄλλαι πάμπολλαι ἀρεταί εἰσιν, ὥστε οὐκ

Critical Apparatus Link 2ἀπορία εἰπεῖν ἀρετῆς πέρι ὅτι ἐστίν· καθ' ἑκάστην γὰρ

3τῶν πράξεων καὶ τῶν ἡλικιῶv πρὸς ἕκαστον ἔργον ἑκάστῳ

Critical Apparatus4ἡμῶν ἡ ἀρετή ἐστιν, ὡσαύτως δὲ οἶμαι, ὦ Σώκρατες, καὶ ἡ

5κακία.

Critical Apparatus Link 6

ΣΩ.‎ Πολλῇ γέ τινι εὐτυχίᾳ ἔοικα κεχρῆσθαι, ὦ Μένων,

Link 7εἰ μίαν ζητῶν ἀρετὴν σμῆνός τι ἀνηύρηκα ἀρετῶν παρὰ σοὶ

Critical Apparatus Link 8κείμενον. ἀτάρ, ὦ Μένων, κατὰ ταύτην τὴν εἰκόνα τὴν

b Link 1περὶ τὰ σμήνη, εἴ μου ἐρομένου μελίττης περὶ οὐσίας ὅτι

2ποτʼ ἐστίν, πολλὰς καὶ παντοδαπὰς ἔλεγες αὐτὰς εἶναι, τί

Critical Apparatus Link 3ἂν ἀπεκρίνω μοι, εἴ σε ἠρόμην· "Ἆρα τούτῳ φῂς πολλὰς

4καὶ παντοδαπὰς εἶναι καὶ διαφερούσας ἀλλήλων, τῷ μελίττας

5εἶναι; ἢ τούτῳ μὲν οὐδὲν διαφέρουσιν, ἄλλῳ δέ τῳ, οἶον

6ἢ κάλλει ἢ μεγέθει ἢ ἄλλῳ τῳ τῶν τοιούτων;" εἰπέ, τί ἂν

7ἀπεκρίνω οὕτως ἐρωτηθείς;

Link 8

ΜΕΝ.‎ Τοῦτ' ἔγωγε, ὅτι οὐδὲν διαφέρουσιν, ᾗ μέλιτται

9εἰσίν, ἡ ἑτέρα τῆς ἑτέρας.

c Link 1

ΣΩ.‎ Εἰ οὖν εἶπον μετὰ ταῦτα· "Τοῦτο τοίνυν μοι

2αὐτὸ εἰπέ, ὦ Μένων· ᾧ οὐδὲν διαφέρουσιν ἀλλὰ ταὐτόν

pg 3643εἰσιν ἅπασαι, τί τοῦτο φῂς εἶναι;" εἶχες δήπου ἄν τί μοι

4εἰπεῖν;

Link 5

ΜΕΝ.‎ Ἔγωγε‎.

Link 6

ΣΩ.‎ Οὕτω δὴ καὶ περὶ τῶν ἀρετῶν· κἂν εἰ πολλαὶ καὶ

Link 7παντοδαπαί εἰσιν, ἕν γέ τι εἶδος ταὐτὸν ἅπασαι ἔχουσιν

8δι' ὃ εἰσὶν ἀρεταί, εἰς ὃ καλῶς που ἔχει ἀποβλέψαντα τὸν

Critical Apparatus9ἀποκρινόμενον τῷ ἐρωτήσαντι ἐκεῖνο δηλῶσαι, ὃ τυγχάνει

d1οὖσα ἀρετή· ἢ οὐ μανθάνεις ὅτι λέγω;

Link 2

ΜΕΝ.‎ Δοκῶ γέ μοι μανθάνειν· οὐ μέντοι ὡς βούλομαί

3γέ πω κατέχω τὸ ἐρωτώμενον.

Link 4

ΣΩ.‎ Πότερον δὲ περὶ ἀρετῆς μόνον σοι οὕτω δοκεῖ, ὦ

5Μένων, ἄλλη μὲν ἀνδρὸς εἶναι, ἄλλη δὲ γυναικὸς καὶ τῶν

6ἄλλων, ἢ καὶ περὶ ὑγιείας καὶ περὶ μεγέθους καὶ περὶ ἰσχύος

7ὡσαύτως; ἄλλη μὲν ἀνδρὸς δοκεῖ σοι εἶναι ὑγίεια, ἄλλη

Link 8δὲ γυναικός; ἢ ταὐτὸν πανταχοῦ εἶδός ἐστιν, ἐάνπερ ὑγίεια

e1ᾖ, ἐάντε ἐν ἀνδρὶ ἐάντε ἐν ἄλλῳ ὁτῳοῦν ᾖ;

Critical Apparatus2

ΜΕΝ.‎ Ἡ αὐτή μοι δοκεῖ ὑγίειά γε εἶναι καὶ ἀνδρὸς καὶ

3γυναικός.

4

ΣΩ.‎ Οὐκοῦν καὶ μέγεθος καὶ ἰσχύς; ἐάνπερ ἰσχυρὰ

Link 5γυνὴ ᾖ, τῷ αὐτῷ εἴδει καὶ τῇ αὐτῇ ἰσχύϊ ἰσχυρὰ ἔσται; τὸ

Critical Apparatus6γὰρ τῇ αὐτῇ τοῦτο λέγω· οὐδὲν διαφέρει πρὸς τὸ ἰσχὺς εἶναι

Critical Apparatus7ἡ ἰσχύς, ἐάντε ἐν ἀνδρὶ ᾖ ἐάντε ἐν γυναικί. ἢ δοκεῖ τί

8σοι διαφέρειν;

9

ΜΕΝ.‎ Οὐκ ἔμοιγε‎.

73 Link 1

ΣΩ.‎ Ἡ δὲ ἀρετὴ πρὸς τὸ ἀρετὴ εἶναι διοίσει τι, ἐάντε

2ἐν παιδὶ ᾖ ἐάντε ἐν πρεσβύτῃ, ἐάντε ἐν γυναικὶ ἐάντε ἐν

3ἀνδρί;

Link 4

ΜΕΝ.‎ Ἔμοιγέ πως δοκεῖ, ὦ Σώκρατες, τοῦτο οὐκέτι

5ὅμοιον εἶναι τοῖς ἄλλοις τούτοις.

Link 6

ΣΩ.‎ Τί δέ; οὐκ ἀνδρὸς μὲν ἀρετὴν ἔλεγες πόλιν εὖ

pg 365 Link 7διοικεῖν, γυναικὸς δὲ οἰκίαν;

—ΜΕΝ.‎ Ἔγωγε.

—ΣΩ.‎ Ἆρ'

8οὖν οἷόν τε εὖ διοικεῖν ἢ πόλιν ἢ οἰκίαν ἢ ἄλλο ὁτιοῦν,

9μὴ σωφρόνως καὶ δικαίως διοικοῦντα;

—ΜΕΝ.‎ Οὐ δῆτα.

b Critical Apparatus1

—ΣΩ.‎ Οὐκοῦν ἄνπερ δικαίως καὶ σωφρόνως διοικῶσιν, δι-

2καιοσύνῃ καὶ σωφροσύνῃ διοικήσουσιν;

—ΜΕΝ.‎ Ἀνάγκη.

3

—ΣΩ.‎ Τῶν αὐτῶν ἄρα ἀμφότεροι δέονται, εἴπερ μέλλουσιν

4ἀγαθοὶ εἶναι, καὶ ἡ γυνὴ καὶ ὁ ἀνήρ, δικαιοσύνης καὶ σω-

5φροσύνης.

—ΜΕΝ.‎ Φαίνονται.

—ΣΩ.‎ Τί δὲ παῖς καὶ πρε-

Link 6σβύτης; μῶν ἀκόλαστοι ὄντες καὶ ἄδικοι ἀγαθοὶ ἄν ποτε

7γένοιντο;

—ΜΕΝ.‎ Οὐ δῆτα.

—ΣΩ.‎ Ἀλλὰ σώφρονες καὶ

c1δίκαιοι;

—ΜΕΝ.‎ Ναί.

—ΣΩ.‎ Πάντες ἄρ' ἄνθρωποι τῷ αὐτῷ

2τρόπῳ ἀγαθοί εἰσιν· τῶν αὐτῶν γὰρ τυχόντες ἀγαθοὶ γί-

3γνονται.

—ΜΕΝ.‎ Ἔοικε.

—ΣΩ.‎ Οὐκ ἂν δήπου, εἴ γε μὴ ἡ

4αὐτὴ ἀρετὴ ἦν αὐτῶν, τῷ αὐτῷ ἂν τρόπῳ ἀγαθοὶ ἦσαν.

5

—ΜΕΝ.‎ Οὐ δῆτα.

Link 6

ΣΩ.‎ Ἐπειδὴ τοίνυν ἡ αὐτὴ ἀρετὴ πάντων ἐστίν, πειρῶ

7εἰπεῖν καὶ ἀναμνησθῆναι τί αὐτό φησι Γοργίας εἶναι καὶ

8σὺ μετʼ ἐκείνου.

9

ΜΕΝ.‎ Τί ἄλλο γʼ ἢ ἄργειν οἷόν τ' εἶναι τῶν ἀνθρώπων;

d Link 1εἴπερ ἕν γέ τι ζητεῖς κατὰ πάντων.

Link 2

ΣΩ.‎ Ἀλλὰ μὴν ζητῶ γε. ἀλλ' ἆρα καὶ παιδὸς ἡ αὐτὴ

Critical Apparatus3ἀρετή, ὦ Μένων, καὶ δούλου, ἄρχειν οἵω τε εἶναι τοῦ δε-

4σπότου, καὶ δοκεῖ σοι ἔτι ἂν δοῦλος εἶναι ὁ ἄρχων;

5

ΜΕΝ.‎ Οὐ πάνυ μοι δοκεῖ, ὦ Σώκρατες‎.

Critical Apparatus Link 6

ΣΩ.‎ Οὐ γὰρ εἰκός, ὦ ἄριστε· ἔτι γὰρ καὶ τόδε σκόπει.

7ἄρχειν φῂς οἷόν τ' εἶναι. οὐ προσθήσομεν αὐτόσε τὸ

8δικαίως, ἀδίκως δὲ μή;

Link 9

ΜΕΝ.‎ Οἶμαι ἔγωγε· ἡ γὰρ δικαιοσύνη, ὦ Σώκρατες,

10ἀρετή ἐστιν.

e Link 1

ΣΩ.‎ Πότερον ἀρετή, ὦ Μένων, ἢ ἀρετή τις‎;

2

ΜΕΝ.‎ Πῶς τοῦτο λέγεις‎;

pg 3663

ΣΩ.‎ Ὡς περὶ ἄλλου ὁτουοῦν. οἷον, εἰ βούλα, στρογ-

4γυλότητος πέρι εἴποιμ' ἂν ἔγωγε ὅτι σχῆμά τί ἐστιν, οὐχ

5οὕτως ἁπλῶς ὅτι σχῆμα. διὰ ταῦτα δὲ οὕτως ἂν εἴποιμι,

6ὅτι καὶ ἄλλα ἔστι σχήματα.

7

ΜΕΝ.‎ Ὀρθῶς γε λέγων σύ, ἐπεὶ καὶ ἐγὼ λέγω οὐ μόνον

8δικαιοσύνην ἀλλὰ καὶ ἄλλας εἶναι ἀρετάς.

74 Link 1

ΣΩ.‎ Τίνας ταύτας; εἰπέ. οἷον καὶ ἐγώ σοι εἴποιμι ἂν

Critical Apparatus2καὶ ἄλλα σχήματα, εἴ με κελεύοις· καὶ σὺ οὖν ἐμοὶ εἰπὲ

3ἄλλας ἀρετάς.

4

ΜΕΝ.‎ Ἡ ἀνδρεία τοίνυν ἔμοιγε δοκεῖ ἀρετὴ εἶναι καὶ

5σωφροσύνη καὶ σοφία καὶ μεγαλοπρέπεια καὶ ἄλλαι πάμ-

6πολλαι.

Critical Apparatus Link 7

ΣΩ.‎ Πάλιν, ὦ Μένων, ταὑτὸν πεπόνθαμεν· πολλὰς αὖ

Critical Apparatus8ηὑρήκαμεν ἀρετὰς μίαν ζητοῦντες, ἄλλον τρόπον ἢ νυνδή·

Critical Apparatus Link 9τὴν δὲ μίαν, ἣ διὰ πάντων τούτων ἐστίν, οὐ δυνάμεθα

10ἀνευρεῖν.

Critical Apparatus Link 11

ΜΕΝ.‎ Οὐ γὰρ δύναμαί πω, ὦ Σώκρατες, ὡς σὺ ζητεῖς,

b Link 1μίαν ἀρετὴν λαβεῖν κατὰ πάντων, ὥσπερ ἐν τοῖς ἄλλοις.

Link 2

ΣΩ.‎ Εἰκότως γε· ἀλλ' ἐγὼ προθυμήσομαι, ἐὰν οἶός τ'

Critical Apparatus Link 3ὦ, ἡμᾶς προβιβάσαι. μανθάνεις γάρ που ὅτι οὑτωσὶ ἔχει

Critical Apparatus4περὶ παντός· εἴ τίς σε ἀνέροιτο τοῦτο ὃ νυνδὴ ἐγὼ ἔλεγον,

5"Τί ἐστιν σχῆμα, ὦ Μένων;" εἰ αὐτῷ εἶπες ὅτι στρογ-

6γυλότης, εἴ σοι εἶπεν ἅπερ ἐγώ, "Πότερον σχῆμα ἡ στρογ-

7γυλότης ἐστὶν ἢ σχῆμά τι;" εἶπες δήπου ἂν ὅτι σχῆμά τι.

8

ΜΕΝ.‎ Πάνυ γε‎.

c 1

ΣΩ.‎ Οὐκοῦν διὰ ταῦτα, ὅτι καὶ ἄλλα ἔστιν σχήματα‎;

2

ΜΕΝ.‎ Ναί‎.

Critical Apparatus3

ΣΩ.‎ Καὶ εἴ γε προσανηρώτα σε ὁποῖα, ἔλεγες ἄν‎;

4

ΜΕΝ.‎ Ἔγωγε‎.

pg 3675

ΣΩ.‎ Καὶ αὖ εἰ περὶ χρώματος ὡσαύτως ἀνήρετο ὅτι

6ἐστίν, καὶ εἰπόντος σου ὅτι τὸ λευκόν, μετὰ ταῦτα ὑπέλαβεν

Critical Apparatus7ὁ ἐρωτῶν· "Πότερον τὸ λευκὸν χρῶμά ἐστιν ἢ χρῶμά τι;"

8εἶπες ἂν ὅτι χρῶμά τι, διότι καὶ ἄλλα τυγχάvει ὄντα;

9

ΜΕΝ.‎ Ἔγωγε‎.

10

ΣΩ.‎ Καὶ εἴ γέ σε ἐκέλευε λέγειν ἄλλα χρώματα, ἔλεγες

d1ἂν ἄλλα, ἃ οὐδὲν ἧττον τυγχάνει ὄντα χρώματα τοῦ λευκοῦ;

2

ΜΕΝ.‎ Ναί‎.

3

ΣΩ.‎ Εἰ οὖν ὥσπερ ἐγὼ μετῇει τὸν λόγον, καὶ ἔλεγεν

4ὅτι "Ἀεὶ εἰς πολλὰ ἀφικνούμεθα, ἀλλὰ μη μoι οὕτως,

Link 5ἀλλ' ἐπειδὴ τὰ πολλὰ ταῦτα ἑνί τινι προσαγορεύεις ὀνό-

Link 6ματι, καὶ φῇς οὐδὲν αὐτῶν ὅτι οὐ σχῆμα εἶναι, καὶ ταῦτα

Critical Apparatus7καὶ ἐναντία ὄντα ἀλλήλοις, ὅτι ἐστὶν τοῦτο ὅ οὐδὲν ἧττον

Critical Apparatus8κατέχει τὸ στρογγύλον ἢ τὸ εὐθύ, ὃ δὴ ὀνομάζεις σχῆμα

eCritical Apparatus1καὶ οὐδὲν μᾶλλον φῂς τὸ στρογγύλον σχῆμα εἶναι ἢ τὸ

2εὐθύ;" ἢ οὐχ οὕτω λέγεις;

3

ΜΕΝ.‎ Ἔγωγε‎.

4

ΣΩ.‎ Ἆρ' οὖν, ὅταν οὕτω λέγῃς, τότε οὐδὲν μᾶλλον φῂς

5τὸ στρογγύλον εἶναι στρογγύλον ἢ εὐθύ, οὐδὲ τὸ εὐθὺ εὐθὺ

6ἢ στρογγύλον;

Critical Apparatus7

ΜΕΝ.‎ Οὐ δήπου, ὦ Σώκρατες‎.

8

ΣΩ.‎ Ἀλλὰ μὴν σχῆμά γε οὐδὲν μᾶλλον φῂς εἶναι τὸ

9στρογγύλον τοῦ εὐθέος, οὐδὲ τὸ ἕτερον τοῦ ἑτέρου.

10

ΜΕΝ.‎ Ἀληθῆ λέγεις‎.

Link 11

ΣΩ.‎ Τί ποτε οὖν τοῦτο οὗ τοῦτο ὄνομά ἐστιν, τὸ σχῆμα;

75 Link 1πειρῶ λέγειν. εἰ οὖν τῷ ἐρωτῶντι οὕτως ἢ περὶ σχήματος

Critical Apparatus2ἢ χρώματος εἶπες ὅτι "Ἀλλ' οὐδὲ μανθάνω ἔγωγε ὅτι

Link 3βούλει, ὦ ἄνθρωπε, οὐδὲ οἶδα ὅτι λέγεις," ἴσως ἂν ἐθαύ-

Link 4μασε καὶ εἶπεν· "Οὐ μανθάνεις ὅτι ζητῶ τὸ ἐπὶ πᾶσιν τούτοις ταὐτόν;" ἢ οὐδὲ ἐπὶ τούτοις, ὦ Μένων, ἔχοις ἂν

Critical Apparatus6εἰπεῖν, εἴ τίς σε ἐρωτῴη· "Τί ἐστιν ἐπὶ τῷ στρογγύλῳ

Link 7καὶ εὐθεῖ καὶ ἐπὶ τοῖς ἄλλοις, ἃ δὴ σχήματα καλεῖς, ταὐτὸν

Critical Apparatus Link 8ἐπὶ πᾶσιν;" πειρῶ εἰπεῖν, ἵνα καὶ γένηταί σοι μελέτη πρὸς

9τὴν περὶ τῆς ἀρετῆς ἀπόκρισιν.

b Link 1

ΜΕΝ.‎ Μή, ἀλλὰ σύ, ὦ Σώκρατες, εἰπέ‎.

Critical Apparatus2

ΣΩ.‎ Βούλει σοι χαρίσωμαι‎;

3

ΜΕΝ.‎ Πάνυ γε‎.

Critical Apparatus4

ΣΩ.‎ Ἐθελήσεις οὖν καὶ σὺ ἐμοὶ εἰπεῖν περὶ τῆς ἀρετῆς‎;

5

ΜΕΝ.‎ Ἔγωγε‎.

6

ΣΩ.‎ Προθυμητέον τοίνυν· ἄξιον γάρ‎.

Link 7

ΜΕΝ.‎ Πάνυ μὲν οὖν‎.

Critical Apparatus8

ΣΩ.‎ Φέρε δή, πειρώμεθά σοι εἰπεῖν τί ἐστιν σχῆμα.

9σκόπει οὖν εἰ τόδε ἀποδέχῃ αὐτὸ εἶναι· ἔστω γὰρ δὴ ἡμῖν

Critical Apparatus Link 10τοῦτο σχῆμα, ὃ μόνον τῶν ὄντων τυγχάνει χρώματι ἀεὶ

Critical Apparatus Link 11ἐπόμενον. ἱκανῶς σοι, ἢ ἄλλως πως ζητεῖς; ἐγὼ γὰρ κἂν

c Link 1οὕτως ἀγαπῴην εἴ μοι ἀρετὴν εἴποις.

Critical Apparatus2

ΜΕΝ.‎ Ἀλλὰ τοῦτό γε εὔηθες, ὦ Σώκρατες‎.

3

ΣΩ.‎ Πῶς λέγεις‎;

Critical Apparatus Link 4

ΜΕΝ.‎ Ὅτι σχῆμά πού ἐστιν κατὰ τὸν σὸν λόγον ὃ ἀεὶ

Link 5χρόᾳ ἔπεται. εἶεν· εἰ δὲ δὴ τὴν χρόαν τις μὴ φαίη εἰδέναι,

Link 6ἀλλὰ ὡσαύτως ἀποροῖ ὥσπερ περὶ τοῦ σχήματος, τί ἂν οἴει

7σοι ἀποκεκρίσθαι;

Critical Apparatus Link 8

ΣΩ.‎ Τἀληθῆ ἔγωγε· καὶ εἰ μέν γε τῶν σοφῶν τις εἴη

Critical Apparatus Link 9καὶ ἐριστικῶν τε καὶ ἀγωνιστικῶν ὁ ἐρόμενος, εἴποιμʼ ἂν

d Link 1αὐτῷ ὅτι "Ἐμοὶ μὲν εἴρηται· εἰ δὲ μὴ ὀρθῶς λέγω, σὸν

Link 2ἔργον λαμβάνειν λόγον καὶ ἐλέγχειν." εἰ δὲ ὥσπερ ἐγώ

3τε καὶ σὺ νυνὶ φίλοι ὄντες βούλοιντο ἀλλήλοις διαλέγεσθαι,

pg 369Critical Apparatus4δεῖ δὴ πρᾳότερόν πως καὶ διαλεκτικώτερον ἀποκρίνεσθαι.

5ἔστι δὲ ἴσως τὸ διαλεκτικώτερον μὴ μόνον τἀληθῆ ἀποκρί-

Critical Apparatus Link 6νεσθαι, ἀλλὰ καὶ δι' ἐκείνων ὧν ἂν προσομολογῇ εἰδέναι

Critical Apparatus Link 7ὁ ἐρωτώμενος. πειράσομαι δὴ καὶ ἐγώ σοι οὕτως εἰπεῖν.

eCritical Apparatus Link 1λέγε γάρ μοι· τελευτὴν καλεῖς τι; τοιόνδε λέγω οἷον πέρας

2καὶ ἔσχατον—πάντα ταῦτα ταὐτόν τι λέγω· ἴσως δ' ἂν

Link 3ἡμῖν Πρόδικος διαφέροιτο, ἀλλὰ σύ γέ που καλεῖς πεπεράνθαι

4τι καὶ τετελευτηκέναι—τὸ τοιοῦτον βούλομαι λέγειν, οὐδὲν

5ποικίλον.

6

ΜΕΝ.‎ Ἀλλὰ καλῶ, καὶ οἶμαι μανθάνειν ὃ λέγεις‎.

76 Critical Apparatus Link 1

ΣΩ.‎ Τί δ'; ἐπίπεδον καλεῖς τι, καὶ ἕτερον αὖ στερεόν,

Critical Apparatus Link 2οἷον ταῦτα τὰ ἐν ταῖς γεωμετρίαις;

3

ΜΕΝ.‎ Ἔγωγε καλῶ‎.

Critical Apparatus Link 4

ΣΩ.‎ Ἤδη τοίνυν ἂν μάθοις μου ἐκ τούτων σχῆμα ὃ

5λέγω. κατὰ γὰρ παντὸς σχήματος τοῦτο λέγω, εἰς ὃ τὸ

Critical Apparatus Link 6στερεὸν περαίνει, τοῦτʼ εἶναι σχῆμα· ὅπερ ἂν συλλαβὼν

Link 7εἴποιμι στερεοῦ πέρας σχῆμα εἶναι.

Link 8

ΜΕΝ.‎ Τὸ δὲ χρῶμα τί λέγεις, ὦ Σώκρατες‎;

Critical Apparatus9

ΣΩ.‎ Ύβριστής γ' εἶ, ὦ Μένων· ἀνδρὶ πρεσβύτῃ πρά-

Critical Apparatus10γματα προστάττεις ἀποκρίνεσθαι, αὐτὸς  δὲ οὐκ ἐθέλεις

b1ἀναμνησθεὶς εἰπεῖν ὅτι ποτε λέγει Γοργίας ἀρετὴν εἶναι.

Critical Apparatus2

ΜΕΝ.‎ Ἀλλ' ἐπειδάν μοι σὺ τοῦτʼ εἴπῃς, ὦ Σώκρατες,

3ἐρῶ σοι.

Link 4

ΣΩ.‎ Κἂν κατακεκαλυμμένος τις γνοίη, ὦ Μένων, διαλε-

Critical Apparatus5γομένου σου, ὅτι καλὸς εἶ καὶ ἐρασταί σοι ἔτι εἰσίν.

pg 370Critical Apparatus6

ΜΕΝ.‎ Τί δή‎;

7

ΣΩ.‎ Ὅτι οὐδὲν ἀλλ' ἢ ἐπιτάττεις ἐν τοῖς λόγοις, ὅπερ

Link 8ποιοῦσιν οἱ τρυφῶντες, ἅτε τυραννεύοντες ἕως ἂν ἐν ὥρᾳ

c Link 1ὦσιν, καὶ ἅμα ἐμοῦ ἴσως κατέγνωκας ὅτι εἰμὶ ἥττων τῶν

2καλῶν· χαριοῦμαι οὖν σοι καὶ ἀποκρινοῦμαι.

3

ΜΕΝ.‎ Πάνυ μὲν οὖν χάρισαι‎.

Link 4

ΣΩ.‎ Βούλει οὖν σοι κατὰ Γοργίαν ἀποκρίνωμαι, ᾗ ἂν

5σὺ μάλιστα ἀκολουθήσαις;

6

ΜΕΝ.‎ Βούλομαι· πῶς γὰρ οὔ‎;

Critical Apparatus7

ΣΩ.‎ Οὐκοῦν λέγετε ἀπορροάς τινας τῶν ὄντων κατὰ

8Ἐμπεδοκλέα;

—ΜΕΝ.‎ Σφόδρα γε.

—ΣΩ.‎ Καὶ πόρους εἰς

Critical Apparatus9οὓς καὶ δι' ὧν αἱ ἀπορροαὶ πορεύονται;

—ΜΕΝ.‎ Πάνυ γε.

10

—ΣΩ.‎ Καὶ τῶν ἀπορροῶν τὰς μὲν ἁρμόττειν ἐνίοις τῶν

dCritical Apparatus1πόρων, τὰς δὲ ἐλάττους ἢ μείζους εἶναι;

—ΜΕΝ.‎ Ἔστι

2ταῦτα.

—ΣΩ.‎ Οὐκοῦν καὶ ὄψιν καλεῖς τι;

—ΜΕΝ.‎ Ἔγωγε.

Critical Apparatus3

—ΣΩ.‎ Ἐκ τούτων δὴ "σύνες ὅ τοι λέγω," ἔφη Πίνδαρος.

Critical Apparatus Link 4ἔστιν γὰρ χρόα ἀπορροὴ σχημάτων ὄψει σύμμετρος καὶ

Critical Apparatus5αἰσθητός.

6

ΜΕΝ.‎ Ἄριστά μοι δοκεῖς, ὦ Σώκρατες, ταύτην τὴν

7ἀπόκρισιν εἰρηκέναι.

Link 8

ΣΩ.‎ Ἴσως γάρ σοι κατὰ συνήθειαν εἴρηται· καὶ ἅμα

9οἶμαι ἐννοεῖς ὅτι ἔχοις ἂν ἐξ αὐτῆς εἰπεῖν καὶ φωνὴν ὃ ἔστι,

e Link 1καὶ ὀσμὴν καὶ ἄλλα πολλὰ τῶν τοιούτων.

2

ΜΕΝ.‎ Πάνυ μὲν οὖν‎.

Link 3

ΣΩ.‎ Τραγικὴ γάρ ἐστιν, ὦ Μένων, ἡ ἀπόκρισις, ὥστε

4ἀρέσκει σοι μᾶλλον ἢ ἡ περὶ τοῦ σχήματος.

5

ΜΕΝ.‎ Ἔμοιγε‎.

Link 6

ΣΩ.‎ Ἀλλ' οὐκ ἔστιν, ὦ παῖ Ἀλεξιδήμου, ὡς ἐγὼ ἐμαυτὸν

7πείθω, ἀλλ' ἐκείνη βελτίων· οἶμαι δὲ οὐδ' ἂν σοὶ δόξαι,

pg 3718εἰ μή, ὥσπερ χθὲς ἔλεγες, ἀναγκαῖόν σοι ἀπιέναι πρὸ τῶν

9μυστηρίων, ἀλλ' εἰ περιμείναις τε καὶ μυηθείης.

77 Link 1

ΜΕΝ.‎ Ἀλλὰ περιμένοιμ' ἄν, ὦ Σώκρατες, εἴ μοι πολλὰ

2τοιαῦτα λέγοις.

Critical Apparatus3

ΣΩ.‎ Ἀλλὰ μὴν προθυμίας γε οὐδὲν ἀπολείψω, καὶ σοῦ

4ἕνεκα καὶ ἐμαυτοῦ, λέγων τοιαῦτα· ἀλλ' ὅπως μὴ οὐχ οἷός

Link 5τ' ἔσομαι πολλὰ τοιαῦτα λέγειν. ἀλλ' ἴθι δὴ πειρῶ καὶ

Link 6σὺ ἐμοὶ τὴν ὑπόσχεσιν ἀποδοῦναι, κατὰ ὅλου εἰπὼν ἀρετῆς

7πέρι ὅτι ἐστίν, καὶ παῦσαι πολλὰ ποιῶν ἐκ τοῦ ἑνός, ὅπερ

Critical Apparatus8φασὶ τοὺς συντρίβοντάς τι ἑκάστοτε oἱ σκώπτοντες, ἀλλὰ

Link 9ἐάσας ὅλην καὶ ὑγιῆ εἰπὲ τί ἐστιν ἀρετή. τὰ δέ γε παρα-

b Link 1δείγματα παρ' ἐμοῦ εἴληφας.

Link 2

ΜΕΝ.‎ Δοκεῖ τοίνυν μοι, ὦ Σώκρατες, ἀρετὴ εἶναι, καθά-

Critical Apparatus Link 3περ ὁ ποιητὴς λέγει, "χαίρειν τα καλοῖσι

Critical Apparatus Link 4καὶ δύνασθαι·" καὶ ἐγὼ τοῦτο λέγω ἀρετήν, ἐπιθυμοῦντα τῶν καλῶν δυνατὸν

5εἶναι πορίζεσθαι.

Link 6

ΣΩ.‎ Ἆρα λέγεις τὸν τῶν καλῶν ἐπιθυμοῦντα ἀγαθῶν

Critical Apparatus Link 7ἐπιθυμητὴν εἶναι;

—ΜΕΝ.‎ Μάλιστά γε.

—ΣΩ.‎ Ἆρα ὡς

8ὄντων τινῶν οἳ τῶν κακῶν ἐπιθυμοῦσιν, ἑτέρων δὲ οἳ τῶν

c Link 1ἀγαθῶν; οὐ πάντες, ὤριστε, δοκοῦσί σοι τῶν ἀγαθῶν ἐπι-

Critical Apparatus2θυμεῖν;

—ΜΕΝ.‎ Οὐκ ἔμοιγε.

—ΣΩ.‎ Ἀλλά τινες τῶν κακῶν;

Critical Apparatus Link 3

—ΜΕΝ.‎ Ναί.

—ΣΩ.‎ Οἰόμενοι τά κακά ἀγαθὰ εἶναι, λέγεις,

4ἢ καὶ γιγνώσκοντες ὅτι κακά ἐστιν ὅμως ἐπιθυμοῦσιν αὐ-

Critical Apparatus Link 5τῶν;

—ΜΕΝ.‎ Ἀμφότερα ἔμοιγε δοκῦσιν.

—ΣΩ.‎ Ἦ γὰρ

6δοκεῖ τίς σοι, ὦ Μένων, γιγνώσκων τὰ κακὰ ὅτι κακά ἐστιν

Link 7ὅμως ἐπιθυμεῖν αὐτῶν;

—ΜΕΝ.‎ Μάλιστα.

—ΣΩ.‎ Τί ἐπιθυ-

8μεῖν λέγεις; ἦ γενέσθαι αὐτῷ;

—ΜΕΝ.‎ Γενέσθαι· τί γὰρ

d Link 1ἄλλο;

—ΣΩ.‎ Πότερον ἡγούμενος τὰ κακὰ ὠφελεῖν ἐκεῖνον

pg 3722ᾧ ἂν γένηται, ἢ γιγνώσκων τὰ κακὰ ὅτι βλάπτει ᾧ ἂν

Link 3παρῇ;

—ΜΕΝ.‎ Εἰσὶ μὲν οἳ ἡγούμενοι τὰ κακὰ ὠφελεῖν,

Link 4εἰσὶν δὲ καὶ οἳ γιγνώσκοντες ὅτι βλάπτει.

—ΣΩ.‎ Ἦ καὶ

Critical Apparatus Link 5δοκοῦσί σοι γιγνώσκειν τὰ κακὰ ὅτι κακά ἐστιν οἱ ἡγού-

Link 6μενοι τὰ κακὰ ὠφελεῖν;

—ΜΕΝ.‎ Οὐ πάνυ μοι δοκεῖ τοῦτό

Link 7γε.

—ΣΩ.‎ Οὐκοῦν δῆλον ὅτι οὗτοι μὲν οὐ τῶν κακῶν ἐπι-

eCritical Apparatus Link 1θυμοῦσιν, οἱ ἀγνοοῦντες αὐτά, ἀλλὰ ἐκείνων ἃ ᾤοντο ἀγαθὰ

Link 2εἶναι, ἔστιν δὲ ταῦτά γε κακά· ὥστε οἱ ἀγνοοῦντες αὐτὰ

3καὶ οἰόμενοι ἀγαθὰ εἶναι δῆλον ὅτι τῶν ἀγαθῶν ἐπιθυμοῦσιν.

Link 4ἢ οὔ;

—ΜΕΝ.‎ Κινδυνεύουσιν οὗτοί γε.

Link 5

ΣΩ.‎ Τί δέ; οἱ τῶν κακῶν μὲν ἐπιθυμοῦντες, ὡς φῇς σύ,

6ἡγούμενοι δὲ τὰ κακὰ βλάπτειν ἐκεῖνον ᾧ ἂν γίγνηται,

Link 7γιγνώσκουσιν δήπου ὅτι βλαβήσονται ὑπ' αὐτῶν;

—ΜΕΝ.‎ Ἀνάγκη.

—ΣΩ.‎ Ἀλλὰ τοὺς βλαπτομένους οὗτοι οὐκ οἴονται

2ἀθλίους εἶναι καθ' ὅσον βλάπτονται;

—ΜΕΝ.‎ Καὶ τοῦτο

Link 3ἀνάγκη.

—ΣΩ.‎ Τοὺς δὲ ἀθλίους οὐ κακοδαίμονας;

—ΜΕΝ.‎ Οἶμαι ἔγωγε.

—ΣΩ.‎ Ἔστιν οὖν ὅστις βούλεται ἄθλιος καὶ

Link 5κακοδαίμων εἶναι;

—ΜΕΝ.‎ Οὔ μοι δοκεῖ, ὦ Σώκρατες.

6

—ΣΩ.‎ Οὐκ ἄρα βούλεται, ὦ Μένων, τὰ κακὰ οὐδείς, εἴπερ μὴ

Critical Apparatus Link 7βούλεται τοιοῦτος εἶναι. τί γὰρ ἄλλο ἐστὶν ἄθλιον εἶναι

8ἢ ἐπιθυμεῖν τε τῶν κακῶν καὶ κτᾶσθαι;

—ΜΕΝ.‎ Κινδυνεύεις

bCritical Apparatus1ἀληθῆ λέγειν, ὦ Σώκρατες· καὶ οὐδεὶς βούλεσθαι τὰ

2κακά.

Link 3

ΣΩ.‎ Οὐκοῦν νυνδὴ ἔλεγες ὅτι ἔστιν ἡ ἀρετὴ βούλεσθαί

Link 4τε τἀγαθὰ καὶ δύνασθαι;

—ΜΕΝ.‎ Εἶπον γάρ.

—ΣΩ.‎ Οὐκοῦν

Critical Apparatus Link 5τοῦ λεχθέντος τὸ μὲν βούλεσθαι πᾶσιν ὑπάρχει, καὶ ταύτῃ

6γε οὐδὲν ὁ ἕτερος τοῦ ἑτέρου βελτίων;

—ΜΕΝ.‎ Φαίνεται.

7

—ΣΩ.‎ Ἀλλὰ δῆλον ὅτι εἴπερ ἐστὶ βελτίων ἄλλος ἄλλου,

8κατὰ τὸ δύνασθαι ἂν εἴη ἀμείνων.

—ΜΕΝ.‎ Πάνυ γε.

Link 9

—ΣΩ.‎ Τοῦτ' ἔστιν ἄρα, ὡς ἔοικε, κατὰ τὸν σὸν λόγον ἀρετή,

pg 373c Link 1δύναμις τοῦ πορίζεσθαι τἀγαθά.

—ΜΕΝ.‎ Παντάπασί μοι

2δοκεῖ, ὦ Σώκρατες, οὕτως ἔχειν ὡς σὺ νῦν ὑπολαμβάνεις.

Critical Apparatus3

ΣΩ.‎ Ἴδωμεν δὴ καὶ τοῦτο εἰ ἀληθὲς λέγεις· ἴσως γὰρ

Critical Apparatus Link 4ἂν εὖ λέγοις. τἀγαθὰ φῂς οἷόν τ' εἶναι πορίζεσθαι ἀρετὴν

Critical Apparatus Link 5εἶναι;

—ΜΕΝ.‎ Ἔγωγε.

—ΣΩ.‎ Ἀγαθὰ δὲ καλεῖς οὐχὶ οἷον

Critical Apparatus6ὑγίειάν τε καὶ πλοῦτον;

—ΜΕΝ.‎ Καὶ χρυσίον λέγω καὶ

7ἀργύριον κτᾶσθαι καὶ τιμὰς ἐν πόλει καὶ ἀρχάς.

—ΣΩ.‎ Μὴ

Critical Apparatus8ἄλλ' ἄττα λέγεις τἀγαθὰ ἢ τὰ τοιαῦτα;

—ΜΕΝ.‎ Οὔκ, ἀλλὰ

d Link 1πάντα λέγω τὰ τοιαῦτα.

—ΣΩ.‎ Εἶεν· χρυσίον δὲ δὴ καὶ

Critical Apparatus2ἀργύριον πορίζεσθαι ἀρετή ἐστιν, ὥς φησι, Μένων ὁ τοῦ

Critical Apparatus Link 3μεγάλου βασιλέως πατρικὸς ξένος. πότερον προστιθεῖς

Critical Apparatus4τούτῳ τῷ πόρῳ, ὦ Μένων, τὸ δικαίως καὶ ὁσίως, ἢ οὐδέν

5σοι διαφέρει, ἀλλὰ κἂν ἀδίκως τις αὐτὰ πορίζηται, ὁμοίως

Critical Apparatus6σὺ αὐτὰ ἀρετὴν καλεῖς;

—ΜΕΝ.‎ Οὐ δήπου, ὦ Σώκρατες.

Critical Apparatus Link 7

—ΣΩ.‎ Ἀλλὰ κακίαν.

—ΜΕΝ.‎ Πάντως δήπου.

—ΣΩ.‎ Δεῖ ἄρα,

Critical Apparatus8ὡς ἔοικε, τούτῳ τῷ πόρῳ δικαιοσύνην ἢ σωφροσύνην ἢ

e Link 1ὁσιότητα προσεῖναι, ἢ ἄλλο τι μόριον ἀρατῆς· εἰ δὲ μή,

2οὐκ ἔσται ἀρετή, καίπερ ἐκπορίζουσα τἀγαθά.

—ΜΕΝ.‎ Πῶς

3γὰρ ἄνευ τούτων ἀρετὴ γένοιτ' ἄν;

—ΣΩ.‎ Τὸ δὲ μὴ ἐκ-

4πορίζειν χρυσίον καὶ ἀργύριoν, ὅταν μὴ δίκαιον ᾖ, μήτε

5αὑτῲ μήτε ἄλλῳ, οὐκ ἀρετὴ καὶ αὕτη ἐστὶν ἡ ἀπορία;

6

—ΜΕΝ.‎ Φαίνεται.

—ΣΩ.‎ Οὐδὲν ἄρα μᾶλλον ὅ πόρος τῶν

7τοιούτων ἀγαθῶν ἢ ἡ ἀπορία ἀρετὴ ἂν εἴη, ἀλλά, ὡς ἔοικεν,

Critical Apparatus Link 8ὅ μὲν ἂν μετὰ δικαιοσύνης γίγνηται, ἀρετὴ ἔσται, ὃ δ'

79 Link 1ἂν ἄνευ πάντων τῶν τοιούτων, κακία.

—ΜΕΝ.‎ Δοκεῖ μοι

2ἀναγκαῖον εἶναι ὡς λέγεις.

pg 3743

ΣΩ.‎ Οὐκοῦν τούτων ἕκαστον ὀλίγον πρότερον μόριον

4ἀρετῆς ἔφαμεν εἶναι, τὴν δικαιοσύνην καὶ σωφροσύνην καὶ

5πάντα τὰ τοιαῦτα;

6

ΜΕΝ.‎ Ναί‎.

7

ΣΩ.‎ Εἶτα, ὦ Μένων, παίζεις πρός με‎;

8

ΜΕΝ.‎ Τί δή, ὦ Σώκρατες‎;

Critical Apparatus9

ΣΩ.‎ Ὅτι ἄρτι ἐμοῦ δεηθέντος σου μὴ καταγνύναι μηδὲ

Critical Apparatus Link 10κερματίζειν τὴν ἀρετήν, καὶ δόντος παραδείγματα καθ' ἃ δέοι

11ἀποκρίνεσθαι, τούτου μὲν ἠμέλησας, λέγεις δέ μοι ὅτι ἀρετή

bCritical Apparatus Link 1ἐστιν οἷόν τ' εἶναι τἀγαθὰ πορίζεσθαι μετὰ δικαιοσύνης·

Critical Apparatus2τοῦτο δὲ φῂς μόριον ἀρετῆς εἶναι;

3

ΜΕΝ.‎ Ἔγωγε‎.

Critical Apparatus Link 4

ΣΩ.‎ Οὐκοῦν συμβαίνει ἐξ ὧν σὺ ὁμολογεῖς, τὸ μετὰ

5μορίου ἀρετῆς πράττειν ὅτι ἂν πράττῃ, τοῦτο ἀρετὴν εἶναι·

6τὴν γὰρ δικαιοσύνην μόριον φῂς ἀρετῆς εἶναι, καὶ ἕκαστα

Critical Apparatus7τούτων. τί οὖν δὴ τοῦτο λέγω; ὅτι ἐμοῦ δεηθέντος ὅλον

8εἰπεῖν τὴν ἀρετήν, αὐτὴν μὲν πολλοῦ δεῖς εἰπεῖν ὅτι ἐστίν,

9πᾶσαν δὲ φῂς πρᾶξιν ἀρετὴν εἶναι, ἐάνπερ μετὰ μορίου

c Link 1ἀρετῆς πράττηται, ὥσπερ εἰρηκὼς ὅτι ἀρετή ἐστιν τὸ ὅλον

Critical Apparatus Link 2καὶ ἤδη γνωσομένου ἐμοῦ, καὶ ἐὰν σὺ κατακερματίζῃς αὐτὴν

Critical Apparatus3κατὰ μόρια. δεῖται οὖν σοι πάλιν ἐξ ἀρχῆς, ὡς ἐμοὶ δοκεῖ,

Critical Apparatus4τῆς αὐτῆς ἐρωτήσεως, ὦ φίλε Μένων, τί ἐστιν ἀρετή, εἰ

Critical Apparatus5μετὰ μορίου ἀρετῆς πᾶσα πρᾶξις ἀρετὴ ἂν εἴη; τοῦτο γάρ

Critical Apparatus6ἐστιν λέγειν, ὅταν λέγῃ τις, ὅτι πᾶσα ἡ μετὰ δικαιοσύνης

7πρᾶξις ἀρετή ἐστιν. ἢ οὐ δοκεῖ σοι πάλιν δεῖσθαι τῆς

Link 8αὐτῆς ἐρωτήσεως, ἀλλ' οἴει τινὰ εἰδέναι μόριον ἀρετῆς ὅτι

9ἐστίν, αὐτὴν μὴ εἰδότα;

pg 37510

ΜΕΝ.‎ Οὐκ ἔμοιγε δοκεῖ‎.

d Critical Apparatus Link 1

ΣΩ.‎ Εἰ γὰρ καὶ μέμνησαί, ὅτʼ ἐγώ σοι ἄρτι ἀπεκρινάμην

Critical Apparatus2περὶ τοῦ σχήματος, ἀπεβάλλομέν που τὴν τοιαύτην ἀπό-

Link 3κρισιν τὴν διὰ τῶν ἔτι ζητουμένων καὶ μήπω ὡμολογημένων

4ἐπιχειροῦσαν ἀποκρίνεσθαι.

Critical Apparatus5

ΜΕΝ.‎ Καὶ ὀρθῶς γε ἀπεβάλλομεν, ὦ Σώκρατες‎.

Link 6

ΣΩ.‎ Μὴ τοίνυν, ὦ ἄριστε, μηδὲ σὺ ἔτι ζητουμένης ἀρετῆς

Critical Apparatus7ὅλης ὅτι ἐστὶν οἴον διὰ τῶν ταύτης μορίων ἀποκρινόμενος

8δηλώσειν αὐτὴν ὁτῳοῦν, ἢ ἄλλο ὁτιοῦν τούτῳ τῷ αὐτῷ

e Link 1τρόπῳ λέγων, ἀλλὰ πάλιν τῆς αὐτῆς δεήσεσθαι ἐρωτήσεως,

2τίνος ὄντος ἀρετῆς λέγεις ἃ λέγεις· ἢ οὐδέν σοι δοκῶ

3λέγειν;

4

ΜΕΝ.‎ Ἔμοιγε δοκεῖς ὀρθῶς λέγειν‎.

Link 5

ΣΩ.‎ Ἀπόκριναι τοίνυν πάλιν ἐξ ἀρχῆς· τί φῂς ἀρετὴν

6εἶναι καὶ σὺ καὶ ὁ ἑταῖρός σου‎;

Link 7

ΜΕΝ.‎ Ὦ Σώκρατες, ἤκουον μὲν ἔγωγε πρὶν καὶ συγγε-

80 Link 1νέσθαι σοι ὅτι σὺ οὐδὲν ἄλλο ἢ αὑτός τε ἀπορεῖς καὶ τοὺς

Critical Apparatus Link 2ἄλλους ποιεῖς ἀπορεῖν· καὶ νῦν, ὥς γέ μοι δοκεῖς, γοητεύεις

Link 3με καὶ φαρμάττεις καὶ ἀτεχνῶς κατεπᾴδεις, ὥστε μεστὸν

Link 4ἀπορίας γεγονέναι. καὶ δοκεῖς μοι παντελῶς, εἰ δεῖ τι καὶ

5σκῶψαι, ὁμοιότατος εἶναι τό τε εἶδος καὶ τἆλλα ταύτῃ τῇ

Link 6πλατείᾳ νάρκῃ τῇ θαλαττίᾳ· καὶ γὰρ αὕτη τὸν ἀεὶ πλησιά-

Link 7ζοντα καὶ ἁπτόμενον ναρκᾶν ποιεῖ, καὶ σὺ δοκεῖς μοι νῦν ἐμὲ

Critical Apparatus Link 8τοιοῦτόν τι πεποιηκέναι, [ναρκᾶν]· ἀληθῶς γὰρ ἔγωγε καὶ

bCritical Apparatus Link 1τὴν ψυχὴν καὶ τὸ στόμα ναρκῶ, καὶ οὐκ ἔχω ὅτι ἀποκρίνωμαί

2σοι. καίτοι μυριάκις γε περὶ ἀρετῆς παμπόλλους λόγους

3εἴρηκα καὶ πρὸς πολλούς, καὶ πάνυ εὖ, ὥς γε ἐμαυτῷ ἐδόκουν·

Link 4νῦν δὲ οὑδ' ὅτι ἐστὶν τὸ παράπαν ἔχω εἰπεῖν. καί μοι δοκεῖς

5εὖ βουλεύεσθαι οὐκ ἐκπλέων ἐνθένδε οὐδ' ἀποδημῶν· εἰ

pg 376 Link 6γὰρ ξένος ἐν ἄλλῃ πόλει τοιαῦτα ποιοῖς, τάχ' ἂν ὡς γόης

Link 7ἀπαχθείης.

8

ΣΩ.‎ Πανοῦργος εἶ, ὦ Μένων, καὶ ὀλίγου ἐξηπάτησάς με‎.

9

ΜΕΝ.‎ Τί μάλιστα, ὦ Σώκρατες‎;

c 1

ΣΩ.‎ Γιγνώσκω οὗ ἕνεκά με ᾔκασας‎.

Critical Apparatus2

ΜΕΝ.‎ Τίνος δὴ οἴει‎;

Link 3

ΣΩ.‎ Ἵνα σε ἀντεικάσω. ἐγὼ δὲ τοῦτο οἶδα περὶ πάντων

Link 4τῶν καλῶν, ὅτι χαίρουσιν εἰκαζόμενοι—λυσιτελεῖ γὰρ αὐτοῖς·

5καλαὶ γὰρ οἶμαι τῶν καλῶν καὶ αἱ εἰκόνες—ἀλλ' οὐκ

Critical Apparatus Link 6ἀντεικάσομαί σε. ἐγὼ δέ, εἰ μὲν ἡ νάρκη αὐτὴ ναρκῶσα

7οὕτω καὶ τοὺς ἄλλους ποιεῖ ναρκᾶν, ἔοικα αὐτῇ· εἰ δὲ μή,

Link 8οὔ. οὐ γὰρ εὐπορῶν αὐτὸς τοὺς ἄλλους ποιῶ ἀπορεῖν, ἀλλὰ

9παντὸς μᾶλλον αὐτὸς ἀπορῶν οὕτως καὶ τοὺς ἄλλους ποιῶ

d Link 1ἀπορεῖν. καὶ νῦν περὶ ἀρετῆς ὃ ἔστιν ἐγὼ μὲν οὐκ οἶδα, σὺ

2μέντοι ἴσως πρότερον μὲν ᾔδησθα πρὶν ἐμοῦ ἅψασθαι, νῦν

Link 3μέντοι, ὅμοιος εἶ οὐκ εἰδότι. ὅμως δὲ ἐθέλω μετὰ σοῦ

4σκέψασθαι καὶ συζητῆσαι ὅτι ποτέ ἐστιν.

Critical Apparatus Link 5

ΜΕΝ.‎ Καὶ τίνα τρόπον ζητήσεις, ὦ Σώκρατες, τοῦτο ὃ

Critical Apparatus Link 6μὴ οἶσθα τὸ παράπαν ὅτι ἐστίν; ποῖον γὰρ ὧν οὐκ οἶσθα

Link 7προθέμενος ζητήσεις; ἢ εἰ καὶ ὅτι μάλιστα ἐντύχοις αὐτῷ,

Critical Apparatus Link 8πῶς εἴσῃ ὅτι τοῦτό ἐστιν ὃ σὺ οὐκ ᾔδησθα;

e Link 1

ΣΩ.‎ Μανθάνω οἷον βούλει λέγειν, ὦ Μένων. ὁρᾷς

Critical Apparatus Link 2τοῦτον ὡς ἐριστικὸν λόγον κατάγεις, ὡς οὐκ ἄρα ἔστιν

Critical Apparatus Link 3ζητεῖν ἀνθρώπῳ οὔτε ὃ οἶδε οὔτε ὃ μὴ οἶδε; οὔτε γὰρ ἂν

Critical Apparatus Link 4ὅ γε οἶδεν ζητοῖ—οἶδεν γάρ, καὶ οὐδὲν δεῖ τῷ γε τοιούτῳ

Link 5ζητήσεως—οὔτε ὃ μὴ οἶδεν—οὐδὲ γὰρ οἶδεν ὅτι ζητήσει.

81 Link 1

ΜΕΝ.‎ Οὐκοῦν καλῶς σοι δοκεῖ λέγεσθαι ὁ λόγος οὗτος,

2ὦ Σώκρατες;

Link 3

ΣΩ.‎ Οὐκ ἔμοιγε‎.

4

ΜΕΝ.‎ Ἔχεις λέγειν ὅπῃ‎;

pg 377 Link 5

ΣΩ.‎ Ἔγωγε· ἀκήκοα γὰρ ἀνδρῶν τε καὶ γυναικῶν σοφῶν

6περὶ τὰ θεῖα πράγματα

7

—ΜΕΝ.‎ Τίνα λόγον λεγόντων‎;

8

ΣΩ.‎ Ἀληθῆ, ἔμοιγε δοκεῖν, καὶ καλόν‎.

9

ΜΕΝ.‎ Τίνα τοῦτον, καὶ τίνες οἱ λέγοντες‎;

Critical Apparatus Link 10

ΣΩ.‎ Οἱ μὲν λέγοντές εἰσι τῶν ἱερέων τε καὶ τῶν ἱερειῶν

Critical Apparatus11ὅσοις μεμέληκε περὶ ὧν μεταχειρίζονται λόγον οἵοις τ' εἶναι

b Link 1διδόναι· λέγει δὲ καὶ Πίνδαρος καὶ ἄλλοι πολλοὶ τῶν ποιητῶν

2ὅσοι θεῖοί εἰσιν. ἃ δὲ λέγουσιν, ταυτί ἐστιν· ἀλλὰ σκόπει

Link 3εἴ σοι δοκοῦσιν ἀληθῆ λέγειν. φασὶ γὰρ τὴν ψυχὴν τοῦ

4ἀνθρώπου εἶναι ἀθάνατον, καὶ τοτὲ μὲν τελευτᾶν—ὃ δὴ

5ἀποθνῄσκειν καλοῦσι—τοτὲ δὲ πάλιν γίγνεσθαι, ἀπόλλυσθαι

Link 6δ' οὐδέποτε· δεῖν δὴ διὰ ταῦτα ὡς ὁσιώτατα διαβιῶναι τὸν

Critical Apparatus7βίον· οἷσιν γὰρ ἂν—

 

8Φερσεφόνα ποινὰν παλαιοῦ πένθεος

Critical Apparatus9δέξεται, εἰς τὸν ὕπερθεν ἅλιον κείνων ἐνάτῳ ἔτεϊ

Critical Apparatus10ἀνδιδοῖ ψυχὰς πάλιν,

cCritical Apparatus Link 1ἐκ τᾶν βασιλῆες ἀγαυοὶ

Critical Apparatus2καὶ σθένει κραιπνοὶ σοφίᾳ τε μέγιστοι

Critical Apparatus3ἄνδρες αὔξοντʼ· ἐς δὲ τὸν λοιπὸν χρόνον ἥρωες ἁγνοὶ

Critical Apparatus4πρὸς ἀνθρώπων καλεῦνται‎.

 

Link 5Ἅτε οὖν ἡ ψυχὴ ἀθάνατός τε οὖσα καὶ πολλάκις γεγονυῖα,

Critical Apparatus Link 6καὶ ἑωρακυῖα καὶ τὰ ἐνθάδε καὶ τὰ ἐν Ἅιδου καὶ πάντα

Link 7χρήματα, οὐκ ἔστιν ὅτι οὐ μεμάθηκεν· ὥστε οὐδὲν θαυμαστὸν

Link 8καὶ περὶ ἀρετῆς καὶ περὶ ἄλλων οἷόν τ' εἶναι αὐτὴν ἀναμνη-

pg 378 Link 9σθῆναι, ἅ γε καὶ πρότερον ἠπίστατο. ἅτε γὰρ τῆς φύσεως

d Link 1ἁπάσης συγγενοῦς οὔσης, καὶ μεμαθηκυίας τῆς ψυχῆς ἅπαντα,

Link 2οὐδὲν κωλύει ἓν μόνον ἀναμνησθέντα—ὃ δὴ μάθησιν καλοῦσιν

Link 3ἄνθρωποι—τἆλλα πάντα αὐτὸν ἀνευρεῖν, ἐάν τις ἀνδρεῖος ᾖ

Critical Apparatus Link 4καὶ μὴ ἀποκάμνῃ ζητῶν· τὸ γὰρ ζητεῖν ἄρα καὶ τὸ μανθάνειν

Critical Apparatus Link 5ἀνάμνησις ὅλον ἐστίν. οὔκουν δεῖ πείθεσθαι τούτῳ τῷ

Link 6ἐριστικῷ λόγω· οὗτος μὲν γὰρ ἂν ἡμᾶς ἀργοὺς ποιήσειεν

Critical Apparatus7καὶ ἔστιν τοῖς μαλακοῖς τῶν ἀνθρώπων ἡδὺς ἀκοῦσαι, ὅδε

eCritical Apparatus Link 1δὲ ἐργατικούς τε καὶ ζητητικοὺς ποιεῖ· ᾧ ἐγὼ πιστεύων

Critical Apparatus2ἀληθεῖ εἶναι ἐθέλω μετὰ σοῦ ζητεῖν ἀρετὴ ὅτι ἐστίν.

Critical Apparatus Link 3

ΜΕΝ.‎ Ναί, ὦ Σώκρατες· ἀλλὰ πῶς λέγεις τοῦτο, ὅτι οὐ

4μανθάνομεν, ἀλλὰ ἣν καλοῦμεν μάθησιν ἀνάμνησίς ἐστιν;

Critical Apparatus5ἔχεις με τοῦτο διδάξαι ὡς οὕτως ἔχει;

6

ΣΩ.‎ Καὶ ἄρτι εἶπον, ὦ Μένων, ὅτι πανοῦργος εἶ, καὶ

82 Link 1νῦν ἐρωτᾷς εἰ ἔχω σε διδάξαι, ὃς οὔ φημι διδαχὴν εἶναι

2ἀλλ' ἀνάμνησιν, ἵνα δὴ εὐθὺς φαίνωμαι αὐτὸς ἐμαυτῷ

3τἀναντία λέγων.

4

ΜΕΝ.‎ Οὐ μὰ τὸν Δία, ὦ Σώκρατες, οὐ πρὸς τοῦτο

Critical Apparatus Link 5βλέψας εἶπον, ἀλλ' ὑπὸ τοῦ ἔθους· ἀλλ' εἴ πώς μοι ἔχεις

Link 6ἐνδείξασθαι ὅτι ἔχει ὥσπερ λέγεις, ἔνδειξαι.

7

ΣΩ.‎ Ἀλλ' ἔστι μὲν οὐ ῥᾴδιον, ὅμως δὲ ἐθέλω προθυμη-

Critical Apparatus Link 8θῆναι σοῦ ἕνεκα. ἀλλά μοι προσκάλεσον τῶν πολλῶν

bCritical Apparatus Link 1ἀκολούθων τουτωνὶ τῶν σαυτοῦ ἕνα, ὅντινα βούλει, ἵνα ἐν

Critical Apparatus Link 2τούτῳ σοι ἐπιδείξωμαι.

3

ΜΕΝ.‎ Πάνυ γε. δεῦρο πρόσελθε‎.

Link 4

ΣΩ.‎ Ἕλλην μέν ἐστι καὶ ἑλληνίζει‎;

Critical Apparatus5

ΜΕΝ.‎ Πάνυ γε σφόδρα, οἰκογενής γε‎.

pg 379Critical Apparatus Link 6

ΣΩ.‎ Πρόσεχε δὴ τὸν νοῦν ὁπότερʼ ἄν σοι φαίνηται, ἢ

7ἀναμιμνῃσκόμενος ἢ μανθάνων παρʼ ἐμοῦ.

8

ΜΕΝ.‎ Ἀλλὰ προσέξω‎.

Link 9

ΣΩ.‎ Εἰπὲ δή μοι, ὦ παῖ, γιγνώσκεις τετράγωνον χωρίον

Link 10ὅτι τοιοῦτόν ἐστιν;

—ΠΑΙ.‎ Ἔγωγε.

—ΣΩ.‎ Ἔστιν οὖν

c1τετράγωνον γωρίον ἴσας ἔχον τὰς γραμμὰς ταύτας πάσας,

2τέτταρας οὔσας;

—ΠΑΙ.‎ Πάνυ γε.

—ΣΩ.‎ Οὐ καὶ ταυτασὶ

3τὰς διὰ μέσου ἐστὶν ἴσας ἔχον;

—ΠΑΙ.‎ Ναί.

—ΣΩ.‎ Οὐ-

4κοῦν εἴη ἂν τοιοῦτον χωρίον καὶ μεῖζον καὶ ἔλαττον;

5

—ΠΑΙ.‎ Πάνυ γε.

—ΣΩ.‎ Εἰ οὖν εἴη αὕτη ἡ πλευρὰ δυοῖν

6ποδοῖν καὶ αὕτη δυοῖν, πόσων ἂν εἴη ποδῶν τὸ ὅλον; ὧδε

Critical Apparatus7δὲ σκόπει· εἰ ἦν ταύτῃ δυοῖν ποδοῖν, ταύτῃ δὲ ἑνὸς ποδὸς

8μόνον, ἄλλο τι ἅπαξ ἂν ἦν δυοῖν ποδοῖν τὸ χωρίον;

—ΠΑΙ.‎ Ναί.—ΣΩ. Ἐπειδὴ δὲ δυοῖν ποδοῖν καὶ ταύτῃ, ἄλλο τι ἢ

2δὶς δυοῖν γίγνεται;

—ΠΑΙ.‎ Γίγνεται.

—ΣΩ.‎ Δυοῖν ἄρα δὶς

Critical Apparatus3γίγνεται ποδῶν;

—ΠΑΙ.‎ Ναί.

—ΣΩ.‎ Πόσοι οὖν εἰσιν οἱ δύο

4δὶς πόδες; λογισάμενος εἰπέ.

—ΠΑΙ.‎ Τέτταρες, ὦ Σώκρατες.

5

—ΣΩ.‎ Οὐκοῦν γένοιτ' ἂν τούτου τοῦ χωρίου ἕτερον διπλά-

Critical Apparatus6σιον, τοιοῦτον δέ, ἴσας ἔχον πάσας τὰς γραμμὰς ὥσπερ

7τοῦτο;

—ΠΑΙ.‎ Ναί.

—ΣΩ.‎ Πόσων οὖν ἔσται ποδῶν;

—ΠΑΙ.‎ Ὀκτώ.

—ΣΩ.‎ Φέρε δή, πειρῶ μοι εἰπεῖν πηλίκη τις ἔσται

e Link 1ἐκείνου ἡ γραμμὴ ἑκάστη. ἡ μὲν γὰρ τοῦδε δυοῖν ποδοῖν·  τί

Link 2δὲ ἡ ἐκείνου τοῦ διπλασίου;

—ΠΑΙ.‎ Δῆλον δή, ὦ Σώκρατες,

3ὅτι διπλασία.

Critical Apparatus Link 4

ΣΩ.‎ Ὁρᾷς, ὦ Μένων, ὡς ἐγὼ τοῦτον οὐδὲν διδάσκω,

Link 5ἀλλ' ἐρωτῶ πάντα; καὶ νῦν οὗτος οἴεται εἰδέναι ὁποία ἐστὶν

Critical Apparatus6ἀφ' ἧς τὸ ὀκτώπουν χωρίον γενήσεται· ἢ οὐ δοκεῖ σοι;

7

ΜΕΝ.‎ Ἔμοιγε‎.

8

ΣΩ.‎ Οἶδεν οὖν‎;

pg 3809

ΜΕΝ.‎ Οὐ δῆτα‎.

10

ΣΩ.‎ Οἴεται δέ γε ἀπὸ τῆς διπλασίας‎;

11

ΜΕΝ.‎ Ναί‎.

Critical Apparatus Link 12

ΣΩ.‎ Θεῶ δὴ αὐτὸν ἀναμιμνῃσκόμενον ἐφεξῆς, ὡς δεῖ

13ἀναμιμνῄσκεσθαι.

14Σὺ δέ μοι λέγε· ἀπὸ τῆς διπλασίας γραμμῆς φῂς τὸ

83Critical Apparatus1διπλάσιον χωρίον γίγνεσθαι; τοιόνδε λέγω, μὴ ταύτῃ μὲν

2μακρόν, τῇ δὲ βραχύ, ἀλλὰ ἴσον πανταχῇ ἔστω ὥσπερ τουτί,

Critical Apparatus3διπλάσιον δὲ τούτου, ὀκτώπουν· ἀλλ' ὅρα εἰ ἔτι σοι ἀπὸ τῆς

4διπλασίας δοκεῖ ἔσεσθαι.

—ΠΑΙ.‎ Ἔμοιγε.

—ΣΩ.‎ Οὐκοῦν

5διπλασία αὕτη ταύτης γίγνεται, ἂν ἑτέραν τοσαύτην προσ-

6θῶμεν ἐνθένδε;

—ΠΑΙ.‎ Πάνυ γε.

—ΣΩ.‎ Ἀπὸ ταύτης δή,

7φῄς, ἔσται τὸ ὀκτώπουν χωρίον, ἂν τέτταρες τοσαῦται

b1γένωνται;

—ΠΑΙ.‎ Ναί.

—ΣΩ.‎ Ἀναγραψώμεθα δὴ ἀπ' αὐ-

2τῆς ἴσας τέτταρας. ἄλλο τι ἢ τουτὶ ἂν εἴη ὃ φῂς τὸ ὀκτώπουν

3εἶναι;

—ΠΑΙ.‎ Πάνυ γε.

—ΣΩ.‎ Οὐκοῦν ἐν αὐτῷ ἐστιν ταυτὶ

Critical Apparatus4τέτταρα, ὧν ἕκαστον ἴσον τούτῳ ἐστὶν τῷ τετράποδι;

5

—ΠΑΙ.‎ Ναί.

—ΣΩ.‎ Πόσον οὖν γίγνεται; οὐ τετράκις τοσοῦ-

6τον;

—ΠΑΙ.‎ Πῶς δ' οὔ;

—ΣΩ.‎ Διπλάσιον οὖν ἐστιν τὸ

7τετράκις τοσοῦτον;

—ΠΑΙ.‎ Οὐ μὰ Δία.

—ΣΩ.‎ Ἀλλὰ ποσα-

8πλάσιον;

—ΠΑΙ.‎ Τετραπλάσιον.

—ΣΩ.‎ Ἀπὸ τῆς διπλασίας

c1ἄρα, ὦ παῖ, οὐ διπλάσιον ἀλλὰ τετραπλάσιον γίγνεται χωρίον.

2

—ΠΑΙ.‎ Ἀληθῆ λέγεις.

—ΣΩ.‎ Τεττάρων γὰρ τετράκις ἐστὶν

Critical Apparatus3ἑκκαίδεκα. οὐχί;

—ΠΑΙ.‎ Ναί.

—ΣΩ.‎ Ὀκτώπουν δ' ἀπὸ ποίας

4γραμμῆς; οὐχὶ ἀπὸ μὲν ταύτης τετραπλάσιον;

—ΠΑΙ.‎ Φημί.

Critical Apparatus5

—ΣΩ.‎ Τετράπουν δὲ ἀπὸ τῆς ἡμισέας ταυτησὶ τουτί;

—ΠΑΙ.‎ Ναί.

—ΣΩ.‎ Εἶεν· τὸ δὲ ὀκτώπουν οὐ τοῦδε μὲν διπλάσιόν

Critical Apparatus7ἐστιν, τούτου δὲ ἥμισυ;

—⟨ΠΑΙ.‎ Ναί.⟩

—ΣΩ.‎ Οὐκ ἀπὸ μὲν

8μείζονος ἔσται ἢ τοσαύτης γραμμῆς, ἀπὸ ἐλάττονος δὲ ἢ

pg 381dCritical Apparatus Link 1τοσησδί; ἢ οὔ;

—ΠΑΙ.‎ Ἔμοιγε δοκεῖ οὕτω.

—ΣΩ.‎ Καλῶς·

2τὸ γάρ σοι δοκοῦν τοῦτο ἀποκρίνου. καί μοι λέγε· οὐχ ἥδε

Critical Apparatus3μὲν δυοῖν ποδοῖν ἦν, ἡ δὲ τεττάρων;

—ΠΑΙ.‎ Ναί.—ΣΩ.

Link 4Δεῖ ἄρα τὴν τοῦ ὀκτώποδος χωρίου γραμμὴν μείζω μὲν εἶναι

5τῆσδε τῆς δίποδος, ἐλάττω δὲ τῆς τετράποδος.

—ΠΑΙ.‎ Δεῖ.

—ΣΩ.‎ Πειρῶ δὴ λέγειν πηλίκην τινὰ φῂς αὐτὴν εἶναι.

2

—ΠΑΙ.‎ Τρίποδα.

—ΣΩ.‎ Οὐκοῦν ἄνπερ τρίπους ᾖ, τὸ ἥμισυ

3ταύτης προσληψόμεθα καὶ ἔσται τρίπους; δύο μὲν γὰρ οἵδε,

Critical Apparatus4ὁ δὲ εἷς· καὶ ἐνθένδε ὡσαύτως δύο μὲν οἵδε, ὁ δὲ εἷς· καὶ

5γίγνεται τοῦτο τὸ χωρίον ὃ φῄς.

—ΠΑΙ.‎ Ναί.

—ΣΩ.‎ Οὐκοῦν

Critical Apparatus6ἂν ᾖ τῇδε τριῶν καὶ τῇδε τριῶν, τὸ ὅλον χωρίον τριῶν τρὶς

Critical Apparatus7ποδῶν γίγνεται;

—ΠΑΙ.‎ Φαίνεται.

—ΣΩ.‎ Τρεῖς δὲ τρὶς πόσοι

8εἰσὶ πόδες;

—ΠΑΙ.‎ Ἐννέα.

—ΣΩ.‎ Ἔδει δὲ τὸ διπλάσιον

9πόσων εἶναι ποδῶν;

—ΠΑΙ.‎ Ὀκτώ.

—ΣΩ.‎ Οὐδ' ἄρ' ἀπὸ τῆς

10τρίποδός πω τὸ ὀκτώπουν χωρίον γίγνεται.

—ΠΑΙ.‎ Οὐ δῆτα.

Critical Apparatus Link 11

—ΣΩ.‎ Ἀλλ' ἀπὸ ποίας; πειρῶ ἡμῖν εἰπεῖν ἀκριβῶς· καὶ

84 Link 1εἰ μὴ βούλει ἀριθμεῖν, ἀλλὰ δεῖξον ἀπὸ ποίας.

—ΠΑΙ.‎ Ἀλλὰ

2μὰ τὸν Δία, ὦ Σώκρατες, ἔγωγε οὐκ οἶδα.

Link 3

ΣΩ.‎ Ἐννοεῖς αὖ, ὦ Μένων, οὗ ἐστιν ἤδη βαδίζων ὅδε

Critical Apparatus4τοῦ ἀναμιμνῄσκεσθαι; ὅτι τὸ μὲν πρῶτον ᾔδει μὲν οὔ, ἥτις

5ἐστὶν ἡ τοῦ ὀκτώποδος χωρίου γραμμή, ὥσπερ οὐδὲ νῦν πω

Critical Apparatus6οἶδεν, ἀλλ' οὖν ᾤετό γ' αὐτὴν τότε εἰδέναι, καὶ θαρραλέως

Critical Apparatus7ἀπεκρίνετο ὡς εἰδώς, καὶ οὐχ ἡγεῖτο ἀπορεῖν· νῦν δὲ ἡγεῖται

b1ἀπορεῖν ἤδη, καὶ ὥσπερ οὐκ οἶδεν, οὖδ' οἴεται εἰδέναι.

2

ΜΕΝ.‎ Ἀληθῆ λέγεις‎.

3

ΣΩ.‎ Οὐκοῦν νῦν βέλτιον ἔχει περὶ τὸ πρᾶγμα ὃ οὐκ

4ᾔδει;

5

ΜΕΝ.‎ Καὶ τοῦτό μοι δοκεῖ‎.

6

ΣΩ.‎ Ἀπορεῖν οὖν αὐτὸν ποιήσαντες καὶ ναρκᾶν ὥσπερ ἡ

7νάρκη, μῶν τι ἐβλάψαμεν;

pg 3828

ΜΕΝ.‎ Οὐκ ἔμοιγε δοκεῖ‎.

9

ΣΩ.‎ Προὔργου γοῦν τι πεποιήκαμεν, ὡς ἔοικε, πρὸς τὸ

Critical Apparatus Link 10ἐξευρεῖν ὅπῃ ἔχει· νῦν μὲν γὰρ καὶ ζητήσειεν ἂν ἡδέως οὐκ

11εἰδώς, τότε δὲ ῥᾳδίως ἂν καὶ πρὸς πολλοὺς καὶ πολλάκις

c Link 1ᾤετ' ἂν εὖ λέγειν περὶ τοῦ διπλασίου χωρίου, ὡς δεῖ διπλασίαν

2τὴν γραμμὴν ἔχειν μήκει.

3

ΜΕΝ.‎ Ἔοικεν‎.

4

ΣΩ.‎ Οἴει οὖν ἂν αὐτὸν πρότερον ἐπιχειρῆσαι ζητεῖν ἢ

5μανθάνειν τοῦτο ὃ ᾤετο εἰδέναι οὐκ εἰδώς, πρὶν εἰς ἀπορίαν

Critical Apparatus6κατέπεσεν ἡγησάμενος μὴ εἰδέναι, καὶ ἐπόθησεν τὸ εἰδέναι;

7

ΜΕΝ.‎ Οὔ μοι δοκεῖ, ὦ Σώκρατες‎.

8

ΣΩ.‎ Ὤνητο ἄρα ναρκήσας‎;

9

ΜΕΝ.‎ Δοκεῖ μοι‎.

Link 10

ΣΩ.‎ Σκέψαι δὴ ἐκ ταύτης τῆς ἀπορίας ὅτι καὶ ἀνευρήσει

Critical Apparatus Link 11ζητῶν μετʼ ἐμοῦ, οὐδὲν ἀλλ' ἢ ἐρωτῶντος ἐμοῦ καὶ οὐ διδά-

d Link 1σκοντος· φύλαττε δὲ ἄν που εὖρῃς με διδάσκοντα καὶ

Critical Apparatus2διεξιόντα αὐτῷ, ἀλλὰ μὴ τὰς τούτου δόξας ἀνερωτῶντα.

Link 3Λέγε γάρ μοι σύ· οὐ τὸ μὲν τετράπουν τοῦτο ἡμῖν ἐστι

4χωρίον; μανθάνεις;

—ΠΑΙ.‎ Ἔγωγε.

—ΣΩ.‎ Ἕτερον δὲ αὐτῷ

5προσθεῖμεν ἂν τουτὶ ἴσον;

—ΠΑΙ.‎ Ναί.

—ΣΩ.‎ Καὶ τρίτον

6τόδε ἴσον ἑκατέρῳ τούτων;

—ΠΑΙ.‎ Ναί.

—ΣΩ.‎ Οὐκοῦν

7προσαναπληρωσαίμεθ' ἂν τὸ ἐν τῇ γωνίᾳ τόδε;

—ΠΑΙ.‎ Πάνυ γε.

—ΣΩ.‎ Ἄλλο τι οὖν γένοιτ' ἂν τέτταρα ἴσα χωρία

e1τάδε;

—ΠΑΙ.‎ Ναί.

—ΣΩ.‎ Τί οὖν; τὸ ὅλον τόδε ποσαπλάσιον

Critical Apparatus2τοῦδε γίγνεται;

—ΠΑΙ.‎ Τετραπλάσιον.

—ΣΩ.‎ Ἔδει δέ γε

3διπλάσιον ἡμῖν γενέσθαι· ἢ οὐ μέμνησαι;

—ΠΑΙ.‎ Πάνυ γε.

Link 4

—ΣΩ.‎ Οὐκοῦν ἐστιν αὕτη γραμμὴ ἐκ γωνίας εἰς γωνίαν

85Critical Apparatus Link 1[τινὰ] τέμνουσα δίχα ἕκαστον τούτων τῶν χωρίων;

Link 2

—ΠΑΙ.‎ Ναί.

—ΣΩ.‎ Οὐκοῦν τέτταρες αὖται γίγνονται γραμμαὶ ἴσαι,

pg 383Critical Apparatus3περιέχουσαι τουτὶ τὸ χωρίον;

—ΠΑΙ.‎ Γίγνονται γάρ.

—ΣΩ.‎ Σκόπει δή· πηλίκον τί ἐστιν τοῦτο τὸ χωρίον;

—ΠΑΙ.‎ Οὐ

Link 5μανθάνω.

—ΣΩ.‎ Οὐχὶ τεττάρων ὄντων τούτων ἥμισυ ἑκάστου

6ἑκάστη ἡ γραμμὴ ἀποτέτμηκεν ἐντός; ἢ οὔ;

—ΠΑΙ.‎ Ναί.

7

—ΣΩ.‎ Πόσα οὖν τηλικαῦτα ἐν τούτῳ ἔνεστιν;

—ΠΑΙ.‎ Τέτταρα.

8

—ΣΩ.‎ Πόσα δὲ ἐν τῷδε;

—ΠΑΙ.‎ Δύο.

—ΣΩ.‎ Τὰ δὲ τέτταρα

9τοῖν δυοῖν τί ἐστιν;

—ΠΑΙ.‎ Διπλάσια.

—ΣΩ.‎ Τόδε οὖν

b Link 1ποσάπουν γίγνεται;

—ΠΑΙ.‎ Ὀκτώπουν.

—ΣΩ.‎ Ἀπὸ ποίας

2γραμμῆς;

—ΠΑΙ.‎ Ἀπὸ ταύτης.

—ΣΩ.‎ Ἀπὸ τῆς ἐκ γωνίας

Critical Apparatus3εἰς γωνίαν τεινούσης τοῦ τετράποδος;

—ΠΑΙ.‎ Ναί.

—ΣΩ.‎ Καλοῦσιν δέ γε ταύτην διάμετρον οἱ σοφισταί· ὥστʼ εἰ ταύτῃ

Link 5διάμετρος ὄνομα, ἀπὸ τῆς διαμέτρου ἄν, ὡς σὺ φῄς, ὦ παῖ

Critical Apparatus6Μένωνος, γίγνοιτʼ ἂν τὸ διπλάσιον χωρίον.

—ΠΑΙ.‎ Πάνυ

7μὲν οὖν, ὦ Σώκρατες.

Link 8

ΣΩ.‎ Τί σοι δοκεῖ, ὦ Μένων; ἔστιν ἥντινα δόξαν οὐχ

9αὑτοῦ οὗτος ἀπεκρίνατο;

c Link 1

ΜΕΝ.‎ Οὔκ, ἀλλ' ἑαυτοῦ‎.

Link 2

ΣΩ.‎ Καὶ μὴν οὐκ ᾔδει γε, ὡς ἔφαμεν ὀλίγον πρότερον‎.

3

ΜΕΝ.‎ Ἀληθῆ λέγεις‎.

Link 4

ΣΩ.‎ Ἐνῆσαν δέ γε αὐτῷ αὗται αἱ δόξαι· ἢ οὔ‎;

5

ΜΕΝ.‎ Ναί‎.

Critical Apparatus Link 6

ΣΩ.‎ Τῷ οὐκ εἰδότι ἄρα περὶ ὧν ἂν μὴ εἰδῇ ἔνεισιν

Critical Apparatus Link 7ἀληθεῖς δόξαι περὶ τούτων ὧν οὐκ οἶδε;

8

ΜΕΝ.‎ Φαίνεται‎.

Link 9

ΣΩ.‎ Καὶ νῦν μέν γε αὐτῷ ὥσπερ ὄναρ ἄρτι ἀνακεκίνηνται

Critical Apparatus Link 10αἱ δόξαι αὗται· εἰ δὲ αὐτόν τις ἀνερήσεται πολλάκις τὰ αὐτὰ

11ταῦτα καὶ πολλαχῇ, οἶσθ' ὅτι τελευτῶν οὐδενὸς ἧττον ἀκριβῶς

d Link 1ἐπιστήσεται περὶ τούτων.

2

ΜΕΝ.‎ Ἔοικεν‎.

pg 384 Link 3

ΣΩ.‎ Οὐκοῦν οὐδενὸς διδάξαντος ἀλλ' ἐρωτήσαντος επι-

Link 4στήσεται, ἀναλαβὼν αὐτὸς ἐξ αὑτοῦ τὴν ἐπιστήμην;

5

ΜΕΝ.‎ Ναί‎.

Critical Apparatus Link 6

ΣΩ.‎ Τὸ δὲ ἀναλαμβάνειν αὐτὸν ἐν αὑτῷ ἐπιστήμην οὐκ

7ἀναμιμνῄσκεσθαί ἐστιν;

Link 8

ΜΕΝ.‎ Πάνυ γε‎.

Critical Apparatus Link 9

ΣΩ.‎ Ἆρ' οὖν οὐ τὴν ἐπιστήμην, ἣν νῦν οὗτος ἔχει, ἤτοι

Link 10ἔλαβέν ποτε ἢ ἀεὶ εἶχεν;

11

ΜΕΝ.‎ Ναί‎.

Link 12

ΣΩ.‎ Οὐκοῦν εἰ μὲν ἀεὶ εἶχεν, ἀεὶ καὶ ἦν ἐπιστήμων· εἰ

Critical Apparatus13δὲ ἔλαβέν ποτε, οὐκ ἂν ἔν γε τῷ νῦν βίῳ εἰληφὼς εἴη. ἢ

eCritical Apparatus Link 1δεδίδαχέν τις τοῦτον γεωμετρεῖν; οὖτος γὰρ ποιήσει περὶ

2πάσης γεωμετρίας ταὐτὰ ταῦτα, καὶ τῶν ἄλλων μαθημάτων

3ἁπάντων. ἔστιν οὖν ὅστις τοῦτον πάντα δεδίδαχεν; δίκαιος

Critical Apparatus4γάρ που εἶ εἰδέναι, ἄλλως τε ἐπειδὴ ἐν τῇ σῇ οἰκίᾳ γέγονεν

5καὶ τέθραπται‎.

6

ΜΕΝ.‎ Ἀλλ' οἶδα ἔγωγε ὅτι οὐδεὶς πώποτε ἐδίδαξεν‎.

7

ΣΩ.‎ Ἔχει δὲ ταύτας τὰς δόξας, ἢ οὐχί‎;

8

ΜΕΝ.‎ Ἀνάγκη, ὦ Σώκρατες, φαίνεται‎.

Critical Apparatus9

ΣΩ.‎ Εἰ δὲ μὴ ἐν τῷ νῦν βίῳ λαβών, οὐκ ἤδη τοῦτο

86 Link 1δῆλον, ὅτι ἐν ἄλλῳ τινὶ χρόνῳ εἶχε καὶ ἐμεμαθήκει;

2

ΜΕΝ.‎ Φαίνεται‎.

3

ΣΩ.‎ Οὐκοῦν οὗτός γέ ἐστιν ὁ χρόνος ὅτʼ οὐκ ἦν ἄν-

4θρωπος;

5

ΜΕΝ.‎ Ναί‎.

Critical Apparatus Link 6

ΣΩ.‎ Εἰ οὖν ὅν τ' ἂν ᾖ χρόνον καὶ ὃν ἂν μὴ ᾖ ἄνθρωπος,

Critical Apparatus Link 7ἐνέσονται αὐτῷ ἀληθεῖς δόξαι, αἳ ἐρωτήσει ἐπεγερθεῖσαι

pg 385Critical Apparatus Link 8ἐπιστῆμαι γίγνονται, ἆρ' οὖν τὸν ἀεὶ χρόνον μεμαθηκυῖα

Link 9ἔσται ἡ ψυχὴ αὐτοῦ; δῆλον γὰρ ὅτι τὸν πάντα χρόνον ἔστιν

10ἢ οὐκ ἔστιν ἄνθρωπος.

11

ΜΕΝ.‎ Φαίνεται‎.

b Link 1

ΣΩ.‎ Οὐκοῦν εἰ ἀεὶ ἡ ἀλήθεια ἡμῖν τῶν ὄντων ἐστὶν ἐν

2τῇ ψυχῇ, ἀθάνατος ἂν ἡ ψυχὴ εἴη, ὥστε θαρροῦντα χρὴ ὃ

Link 3μὴ τυγχάνεις ἐπιστάμενος νῦν—τοῦτο δ' ἐστὶν ὃ μὴ μεμνη-

Link 4μένος—ἐπιχειρεῖν ζητεῖν καὶ ἀναμιμνῇσκεσθαι;

5

ΜΕΝ.‎ Εὖ μοι δοκεῖς λέγειν, ὦ Σώκρατες, οὐκ οἶδ' ὅπως‎.

Critical Apparatus Link 6

ΣΩ.‎ Καὶ γὰρ ἐγὼ ἐμοί, ὦ Μένων. καὶ τὰ μέν γε ἄλλα

Link 7οὐκ ἂν πάνυ ὑπὲρ τοῦ λόγου διισχυρισαίμην· ὅτι δ' οἰόμενοι

Critical Apparatus8δεῖν  ζητεῖν ἃ μή τις οἶδεν βελτίους ἂν εἶμεν καὶ ἀνδρικώ-

Critical Apparatus9τεροι καὶ ἧττον ἀργοὶ ἢ εἰ οἰοίμεθα ἃ μὴ ἐπιστάμεθα μηδὲ

c Link 1δυνατὸν εἶναι εὑρεῖν μηδὲ δεῖν ζητεῖν, περὶ τούτου πάνυ ἂν

Critical Apparatus2διαμαχοίμην, εἰ οἷός τε εἴην, καὶ λόγῳ καὶ ἔργῳ.

3

ΜΕΝ.‎ Καὶ τοῦτο μέν γε δοκεῖς μοι εὖ λέγειν, ὦ Σώκρατες‎.

Link 4

ΣΩ.‎ Βούλει οὖν, ἐπειδὴ ὁμονοοῦμεν ὅτι ζητητέον περὶ

5οὗ μή τις οἶδεν, ἐπιχειρήσωμεν κοινῇ ζητεῖν τί ποτ' ἐστὶν

6ἀρετή;

Critical Apparatus Link 7

ΜΕΝ.‎ Πάνυ μὲν οὖν. οὐ μέντοι, ὦ Σώκρατες, ἀλλ'

Critical Apparatus Link 8ἔγωγε ἐκεῖνο ἂν ἥδιστα, ὅπερ ἠρόμην τὸ πρῶτον, καὶ σκεψαί-

9μην καὶ ἀκούσαιμι, πότερον ὡς διδακτῷ ὄντι αὐτῷ δεῖ ἐπι-

d Link 1χειρεῖν, ἢ ὡς φύσει ἢ ὡς τίνι ποτὲ τρόπῳ παραγιγνομένης

2τοῖς ἀνθρώποις τῆς ἀρετῆς.

Link 3

ΣΩ.‎ Ἀλλ' εἰ μὲν ἐγὼ ἦρχον, ὦ Μένων, μὴ μόνον ἐμαυ-

4τοῦ ἀλλὰ καὶ σοῦ, οὐκ ἂν ἐσκεψάμεθα πρότερον εἴτε διδακτὸν

Critical Apparatus5εἴτε οὐ διδακτὸν ἡ ἀρετή, πρὶν ὅτι ἐστὶν πρῶτον ἐζητήσαμεν

6αὐτό· ἐπειδὴ δὲ σὺ σαυτοῦ μὲν οὐδ' ἐπιχειρεῖς ἄρχειν, ἵνα

pg 3867δὴ ἐλεύθερος ᾖς, ἐμοῦ δὲ ἐπιχειρεῖς τε ἄρχειν καὶ ἄρχεις,

8συγχωρήσομαί σοι—τί γὰρ χρὴ ποιεῖν;—ἔοικεν οὖν σκεπτέον

e Link 1εἶναι ποῖόν τί ἐστιν ὃ μήπω ἴσμεν ὅτι ἐστίν. εἰ μή τι οὖν

2ἀλλὰ σμικρόν γέ μοι τῆς ἀρχῆς χάλασον, καὶ συγχώρησον

Link 3ἐξ ὑποθέσεως αὐτὸ σκοπεῖσθαι, εἴτε διδακτόν ἐστιν εἴτε

Link 4ὁπωσοῦν. λέγω δὲ τὸ ἐξ ὑποθέσεως ὧδε, ὥσπερ οἱ γεωμέ-

Link 5τραι πολλάκις σκοποῦνται, ἐπειδάν τις ἔρηται αὐτούς, οἷον

Link 6περὶ χωρίου, εἰ οἷόν τε ἐς τόνδε τὸν κύκλον τόδε τὸ χωρίον

87 Link 1τρίγωνον ἐνταθῆναι, εἴποι ἄν τις ὅτι "Οὔπω οἶδα εἰ ἔστιν

Link 2τοῦτο τοιοῦτον, ἀλλ' ὥσπερ μέν τινα ὑπόθεσιν προὔργου

Link 3οἶμαι ἔχειν πρὸς τὸ πρᾶγμα τοιάνδε· εἰ μέν ἐστιν τοῦτο τὸ

4χωρίον τοιοῦτον οἷον παρὰ τὴν δοθεῖσαν αὐτοῦ γραμμὴν

Critical Apparatus5παρατείναντα ἐλλείπειν τοιούτῳ χωρίῳ οἷον ἂν αὐτὸ τὸ

6παρατεταμένον ᾖ, ἄλλο τι συμβαίνειν μοι δοκεῖ, καὶ ἄλλο

Link 7αὖ, εἰ ἀδύνατόν ἐστιν ταῦτα παθεῖν. ὑποθέμενος οὖν ἐθέλω

bCritical Apparatus Link 1εἰπεῖν σοι τὸ συμβαῖνον περὶ τῆς ἐντάσεως αὐτοῦ εἰς τὸν

Link 2κύκλον, εἴτε ἀδύνατον εἴτε μή." οὕτω δὴ καὶ περὶ ἀρετῆς

Link 3ἡμεῖς, ἐπειδὴ οὐκ ἴσμεν οὔθ' ὅτι ἐστὶν οὔθ' ὁποῖόν τι, ὑπο-

4θέμενοι αὐτὸ σκοπῶμεν εἴτε διδακτὸν εἴτε οὐ διδακτόν ἐστιν,

Link 5ὦδε λέγοντες· Εἰ ποῖόν τί ἐστιν τῶν περὶ τὴν ψυχὴν ὄντων

Critical Apparatus Link 6ἀρετή, διδακτὸν ἂν εἴη ἢ οὐ διδακτόν; πρῶτον μὲν δὴ εἰ

Critical Apparatus Link 7ἔστιν ἀλλοῖον ἢ οἷον ἐπιστήμη, ἆρα διδακτὸν ἢ οὔ, ἢ ὃ

8νυνδὴ ἐλέγομεν, ἀναμνηστόν—διαφερέτω δὲ μηδὲν ἡμῖν

cCritical Apparatus Link 1ὁποτέρῳ ἂν τῷ ὀνόματι χρώμεθα—ἀλλ' ἆρα διδακτόν; ἢ

Link 2τοῦτό γε παντὶ δῆλον, ὅτι οὐδὲν ἄλλο διδάσκεται ἄνθρωπος

3ἢ ἐπιστήμην;

4

ΜΕΝ.‎ Ἔμοιγε δοκεῖ‎.

Link 5

ΣΩ.‎ Εἰ δέ γ' ἐστὶν ἐπιστήμη τις ἡ ἀρετή, δῆλον ὅτι

6διδακτὸν ἂν εἴη.

7

ΜΕΝ.‎ Πῶς γὰρ οὔ‎;

pg 387 Link 8

ΣΩ.‎ Τούτου μὲν ἄρα ταχὺ ἀπηλλάγμεθα, ὅτι τοιοῦδε

Critical Apparatus9μὲν ὄντος διδακτόν, τοιοῦδε δ' οὔ.

10

ΜΕΝ.‎ Πάνυ γε‎.

Link 11

ΣΩ.‎ Τὸ δὴ μετὰ τοῦτο, ὡς ἔοικε, δεῖ σκέψασθαι πότερόν

12ἐστιν ἐπιστήμη ἡ ἀρετὴ ἢ ἀλλοῖον ἐπιστήμης.

d Link 1

ΜΕΝ.‎ Ἔμοιγε δοκεῖ τοῦτο μετὰ τοῦτο σκεπτέον εἶναι‎.

Link 2

ΣΩ.‎ Τί δὲ δή; ἄλλο τι ἢ ἀγαθὸν αὐτό φαμεν εἶναι τὴν

Link 3ἀρετήν, καὶ αὕτη ἡ ὑπόθεσις μένει ἡμῖν, ἀγαθὸν αὐτὸ εἶναι;

Critical Apparatus Link 4

—ΜΕΝ.‎ Πάνυ μὲν οὖν.

—ΣΩ.‎ Οὐκοῦν εἰ μέν τί ἐστιν

5ἀγαθὸν καὶ ἄλλο χωριζόμενον ἐπιστήμης, τάχ' ἂν εἴη ἡ

Critical Apparatus6ἀρετὴ οὐκ ἐπιστήμη τις· εἰ δὲ μηδέν ἐστιν ἀγαθὸν ὃ οὐκ

Critical Apparatus7ἐπιστήμη περιέχει, ἐπιστήμην ἄν τιν' αὐτὸ ὑποπτεύοντες εἶναι

Link 8ὀρθῶς ὑποπτεύοιμεν.

—ΜΕΝ.‎ Ἔστι ταῦτα.

—ΣΩ.‎ Καὶ μὴν

e Link 1ἀρετῇ γ' ἐσμὲν ἀγαθοί;

—ΜΕΝ.‎ Ναί.

—ΣΩ.‎ Εἰ δὲ ἀγαθοί,

Critical Apparatus2ὠφέλιμοι· πάντα γὰρ τἀγαθὰ ὠφέλιμα. οὐχί;

—ΜΕΝ.‎ Ναί

Critical Apparatus Link 3

—ΣΩ.‎ Καὶ ἡ ἀρετὴ δὴ ὠφέλιμόν ἐστιν;

—ΜΕΝ.‎ Ἀνάγκη

4ἐκ τῶν ὡμολογημένων.

Critical Apparatus Link 5

ΣΩ.‎ Σκεψώμεθα δὴ καθ' ἕκαστον ἀναλαμβάνοντες ποῖά

Critical Apparatus Link 6ἐστιν ἃ ἡμᾶς ὠφελεῖ. ὑγίεια, φαμέν, καὶ ἰσχὺς

7καὶ κάλλος καὶ πλοῦτος δή· ταῦτα λέγομεν καὶ τὰ τοιαῦτα ὠφέλιμα.

88Critical Apparatus Link 1οὐχί;

—ΜΕΝ.‎ Ναί.

—ΣΩ.‎ Ταὐτὰ δὲ ταῦτά φαμεν ἐνίοτε

2καὶ βλάπτειν· ἢ σὺ ἄλλως φῂς ἢ οὕτως;

—ΜΕΝ.‎ Οὐκ, ἀλλ'

Critical Apparatus Link 3οὕτως.

—ΣΩ.‎ Σκόπει δή, ὅταν τί ἑκάστου τούτων ἡγῆται,

Critical Apparatus Link 4ὠφελεῖ ἡμᾶς, καὶ ὅταν τί, βλάπτει; ἆρ' οὐχ ὅταν μὲν ὀρθὴ

Critical Apparatus5χρῆσις, ὠφελεῖ, ὅταν δὲ μή, βλάπτει;

—ΜΕΝ.‎ Πάνυ γε.

Link 6

ΣΩ.‎ Ἔτι τοίνυν καὶ τὰ κατὰ τὴν ψυχὴν σκεψώμεθα.

Critical Apparatus7σωφροσύνην τι καλεῖς καὶ δικαιοσύνην καὶ ἀνδρείαν καὶ

pg 388Critical Apparatus8εὐμαθίαν καὶ μνήμην καὶ μεγαλοπρέπειαν καὶ πάντα τὰ

b Link 1τοιαῦτα;

—ΜΕΝ.‎ Ἔγωγε.

—ΣΩ.‎ Σκόπει δή, τούτων ἅττα

Critical Apparatus2σοι δοκεῖ μὴ ἐπιστήμη εἶναι ἀλλ' ἄλλο ἐπιστήμης, εἰ οὐχὶ

Link 3τοτὲ μὲν βλάπτει, τοτὲ δὲ ὠφελεῖ; οἷον ἀνδρεία, εἰ μὴ ἔστι

Critical Apparatus Link 4φρόνησις ἡ ἀνδρεία ἀλλ' οἷον θάρρος τι· οὐχ ὅταν μὲν

Link 5ἄνευ νοῦ θαρρῇ ἄνθρωπος, βλάπτεται, ὅταν δὲ σὺν νῷ,

6ὠφελεῖται;

—ΜΕΝ.‎ Ναί.

—ΣΩ.‎ Οὐκοῦν καὶ σωφροσύνη

Critical Apparatus Link 7ὡσαύτως καὶ εὐμαθία· μετὰ μὲν νοῦ καὶ μανθανόμενα καὶ

8καταρτυόμενα ὠφέλιμα, ἄνευ δὲ νοῦ βλαβερά;

—ΜΕΝ.‎ Πάνυ

c Link 1σφόδρα.

—ΣΩ.‎ Οὐκοῦν συλλήβδην πάντα τὰ τῆς ψυχῆς

Link 2ἐπιχειρήματα καὶ καρτερήματα ἡγουμένης μὲν φρονήσεως εἰς

3εὐδαιμονίαν τελευτᾷ, ἀφροσύνης δ' εἰς τοὐναντίον;

—ΜΕΝ.‎ Ἔοικεν.

—ΣΩ.‎ Εἰ ἄρα ἀρετὴ τῶν ἐν τῇ ψυχῇ τί ἐστιν καὶ

Critical Apparatus5ἀναγκαῖον αὐτῷ ὠφελίμῳ εἶναι, φρόνησιν αὐτὸ δεῖ εἶναι,

Critical Apparatus Link 6ἐπειδήπερ πάντα τὰ κατὰ τὴν ψυχὴν αὐτὰ μὲν καθ' αὑτὰ

Link 7οὔτε ὠφέλιμα οὔτε βλαβερά ἐστιν, προσγενομένης δὲ φρο-

dCritical Apparatus Link 1νήσεως ἢ ἀφροσύνης βλαβερά τε καὶ ὠφέλιμα γίγνεται.

Critical Apparatus Link 2κατὰ δὴ τοῦτον τὸν λόγον ὠφέλιμόν γε οὖσαν τὴν ἀρετὴν

Critical Apparatus3φρόνησιν δεῖ τιν' εἶναι.

—ΜΕΝ.‎ Ἔμοιγε δοκεῖ.

Link 4

ΣΩ.‎ Καὶ μὲν δὴ καὶ τἆλλα ἃ νυνδὴ ἐλέγομεν, πλοῦτόν

5τε καὶ τὰ τοιαῦτα, τοτὲ μὲν ἀγαθὰ τοτὲ δὲ βλαβερὰ εἶναι,

Link 6ἆρα οὐχ ὥσπερ τῇ ἄλλῃ ψυχῇ ἡ φρόνησις ἡγουμένη ὠφέλιμα

7τὰ τῆς ψυχῆς ἐποίει, ἡ δὲ ἀφροσύνη βλαβερά, οὕτως αὖ

e Link 1καὶ τούτοις ἡ ψυχὴ ὀρθῶς μὲν χρωμένη καὶ ἡγουμένη ὠφέ-

2λιμα αὐτὰ ποιεῖ, μὴ ὀρθῶς δὲ βλαβερά;

—ΜΕΝ.‎ Πάνυ γε.

Critical Apparatus Link 3

—ΣΩ.‎ Ὀρθῶς δέ γε ἡ ἔμφρων ἡγεῖται, ἡμαρτημένως δ' ἡ

Link 4ἄφρων;

—ΜΕΝ.‎ Ἔστι ταῦτα.

—ΣΩ.‎ Οὐκοῦν οὕτω δὴ κατὰ

5πάντων εἰπεῖν ἔστιν, τῷ ἀνθρώπῳ τὰ μὲν ἄλλα πάντα εἰς τὴν

pg 3896ψυχὴν ἀνηρτῆσθαι, τὰ δὲ τῆς ψυχῆς αὐτῆς εἰς φρόνησιν, εἰ

89 Link 1μέλλει ἀγαθὰ εἶναι· καὶ τούτῳ τῷ λόγῳ φρόνησις ἂν εἴη

Critical Apparatus Link 2τὸ ὠφέλιμον· φαμὲν δὲ τὴν ἀρετὴν ὠφέλιμον εἶναι;

Link 3

—ΜΕΝ.‎ Πάνυ γε.

—ΣΩ.‎ Φρόνησιν ἄρα φαμὲν ἀρετὴν εἶναι,

4ἤτοι σύμπασαν ἢ μέρος τι;

—ΜΕΝ.‎ Δοκεῖ μοι καλῶς λέγε-

Link 5σθαι, ὦ Σώκρατες, τὰ λεγόμενα.

—ΣΩ.‎ Οὐκοῦν εἰ ταῦτα

Critical Apparatus6οὕτως ἔχει, οὐκ ἂν εἶεν φύσει οἱ ἀγαθοί.

—ΜΕΝ.‎ Οὔ μοι

7δοκεῖ.

b Critical Apparatus Link 1

ΣΩ.‎ Καὶ γὰρ ἄν που καὶ τόδ' ἦν· εἰ φύσει οἱ ἀγαθοὶ

2ἐγίγνοντο, ἦσάν που ἂν ἡμῖν οἳ ἐγίγνωσκον τῶν νέων τοὺς

Critical Apparatus3ἀγαθοὺς τὰς φύσεις, οὓς ἡμεῖς ἂν παραλαβόντες ἐκείνων

Critical Apparatus4ἀποφηνάντων ἐφυλάττομεν ἂν ἐν ἀκροπόλει, κατασημηνά-

Critical Apparatus5μενοι πολὺ μᾶλλον ἢ τὸ χρυσίον, ἵνα μηδεὶς αὐτοὺς διέ-

6φθειρεν, ἀλλ' ἐπειδὴ ἀφίκοιντο εἰς τὴν ἡλικίαν, χρήσιμοι

7γίγνοιντο ταῖς πόλεσι.

8

ΜΕΝ.‎ Εἰκός γέ τοι, ὦ Σώκρατες‎.

9

ΣΩ.‎ Ἆρʼ οὖν ἐπειδὴ οὐ φύσει οἱ ἀγαθοὶ ἀγαθοὶ γίγνον-

c Link 1ται, ἆρα μαθήσει;

Link 2

ΜΕΝ.‎ Δοκεῖ μοι ἤδη ἀναγκαῖον εἶναι· καὶ δῆλον, ὦ

Link 3Σώκρατες, κατὰ τὴν ὑπόθεσιν, εἴπερ ἐπιστήμη ἐστὶν ἀρετή,

4ὅτι διδακτόν ἐστιν.

Link 5

ΣΩ.‎ Ἴσως νὴ Δία· ἀλλὰ μὴ τοῦτο οὐ καλῶς ὡμολογή-

6σαμεν;

Critical Apparatus7

ΜΕΝ.‎ Καὶ μὴν ἐδόκει γε ἄρτι καλῶς λέγεσθαι‎.

Critical Apparatus8

ΣΩ.‎ Ἀλλὰ μὴ οὐκ ἐν τῷ ἄρτι μόνον δέῃ αὐτὸ δοκεῖν

9καλῶς λέγεσθαι, ἀλλὰ καὶ ἐν τῷ νῦν καὶ ἐν τῷ ἔπειτα, εἰ

10μέλλει τι αὐτοῦ ὑγιὲς εἶναι.

d Link 1

ΜΕΝ.‎ Τί οὖν δή; πρὸς τί βλέπων δυσχεραίνεις αὐτὸ

Critical Apparatus2καὶ ἀπιστεῖς μὴ οὐκ ἐπιστήμη ᾖ ἡ ἀρετή;

pg 390 Link 3

ΣΩ.‎ Ἐγώ σοι ἐρῶ, ὦ Μένων. τὸ μὲν γὰρ διδακτὸν

4αὐτὸ εἶναι, εἴπερ ἐπιστήμη ἐστίν, οὐκ ἀνατίθεμαι, μὴ οὐ

5καλῶς λέγεσθαι· ὅτι δὲ οὐκ ἔστιν ἐπιστήμη, σκέψαι ἐάν σοι

Link 6δοκῶ εἰκότως ἀπιστεῖν. τόδε γάρ μοι εἰπέ· εἰ ἔστιν διδα-

Link 7κτὸν ὁτιοῦν πρᾶγμα, μὴ μόνον ἀρετή, οὐκ ἀναγκαῖον αὐτοῦ

8καὶ διδασκάλους καὶ μαθητὰς εἶναι;

9

ΜΕΝ.‎ Ἔμοιγε δοκεῖ‎.

e Link 1

ΣΩ.‎ Οὐκοῦν τοὐναντίον αὖ, οὗ μήτε διδάσκαλοι μήτε

2μαθηταὶ εἶεν, καλῶς ἂν αὐτὸ εἰκάζοντες εἰκάζοιμεν μὴ

3διδακτὸν εἶναι;

4

ΜΕΝ.‎ Ἔστι ταῦτα· ἀλλ' ἀρετῆς διδάσκαλοι οὐ δοκοῦσί

5σοι εἶναι;

Critical Apparatus Link 6

ΣΩ.‎ Πολλάκις γοῦν ζητῶν εἴ τινες εἶεν αὐτῆς διδά-

Link 7σκαλοι, πάντα ποιῶν οὐ δύναμαι εὑρεῖν. καίτοι μετὰ πολλῶν

Critical Apparatus Link 8γε ζητῶ, καὶ τούτων μάλιστα οὓς ἂν οἴωμαι ἐμπειροτάτους

9εἶναι τοῦ πράγματος. καὶ δὴ καὶ νῦν, ὦ Μένων, εἰς καλὸν

Critical Apparatus Link 10ἡμῖν Ἄνυτος ὅδε παρεκαθέζετο, ᾧ μεταδῶμεν τῆς ςητήσεως.

90Critical Apparatus Link 1εἰκότως δ' ἂν μεταδοῖμεν· Ἄνυτος γὰρ ὅδε πρῶτον μέν ἐστι

2πατρὸς πλουσίου τε καὶ σοφοῦ Ἀνθεμίωνος, ὃς ἐγένετο

3πλούσιος οὐκ ἀπὸ τοῦ αὐτομάτου οὐδὲ δόντος τινός, ὥσπερ

4ὁ νῦν νεωστὶ εἰληφὼς τὰ Πολυκράτους χρήματα Ἰσμηνίας

5ὁ Θηβαῖος, ἀλλὰ τῇ αὑτοῦ σοφίᾳ κτησάμενος καὶ ἐπιμελείᾳ,

6ἔπειτα καὶ τὰ ἄλλα οὐχ ὑπερήφανος δοκῶν εἶναι πολίτης

Critical Apparatus7οὐδὲ ὀγκώδης τε καὶ ἐπαχθής, ἀλλὰ κόσμιος καὶ εὐσταλὴς

b1ἀνήρ· ἔπειτα τοῦτον εὖ ἔθρεψεν καὶ ἐπαίδευσεν, ὡς δοκεῖ

2Ἀθηναίων τῷ πλήθει· αἱροῦνται γοῦν αὐτὸν ἐπὶ τὰς μεγί-

Critical Apparatus Link 3στας ἀργάς, δίκαιον δὴ μετὰ τοιούτων ζητεῖν ἀρετῆς πέρι

4διδασκάλους, εἴτʼ εἰσὶν εἴτε μή, καὶ οἵτινες. σὺ οὖν ἡμῖν,

Critical Apparatus5ὦ Ἄνυτε, συζήτησον, ἐμοί τε καὶ τῷ σαυτοῦ ξένῳ Μένωνι

pg 3916τῷδε, περὶ τούτου τοῦ πράγματος τίνες ἂν εἶεν διδάσκαλοι.

7ὧδε δὲ σκέψαι· εἰ βουλοίμεθα Μένωνα τόνδε ἀγαθὸν ἰατρὸν

c Link 1γενέσθαι, παρὰ τίνας ἂν αὐτὸν πέμποιμεν διδασκάλους; ἆρ'

2οὐ παρὰ τοὺς ἰατρούς;

3

ΑΝ.‎ Πάνυ γε‎.

4

ΣΩ.‎ Τί δ' εἰ σκυτοτόμον ἀγαθὸν βουλοίμεθα γενέσθαι,

5ἆρʼ οὐ παρὰ τοὺς σκυτοτόμους;

6

ΑΝ.‎ Ναί‎.

7

ΣΩ.‎ Καὶ τἆλλα οὕτως‎;

8

ΑΝ.‎ Πάνυ γε‎.

Critical Apparatus Link 9

ΣΩ.‎ Ὧδε δή μοι πάλιν περὶ τῶν αὐτῶν εἰπέ. παρὰ τοὺς

Critical Apparatus10ἰατρούς, φαμέν, πέμποντες τόνδε καλῶς ἂν ἐπέμπομεν, βου-

11λόμενοι ἰατρὸν γενέσθαι· ἆρ' ὅταν τοῦτο λέγωμεν, τόδε

d1λέγομεν, ὅτι παρὰ τούτους πέμποντες αὐτὸν σωφρονοῖμεν

Critical Apparatus2ἄν, τοὺς ἀντιποιουμένους τε τῆς τέχνης μᾶλλον ἢ τοὺς μή,

3καὶ τοὺς μισθὸν πραττομένους ἐπ' αὐτῷ τούτῳ, ἀποφήναντας

Critical Apparatus4αὑτοὺς διδασκάλους τοῦ βουλομένου ἰέναι τε καὶ μανθάνειν;

5ἆρ' οὐ πρὸς ταῦτα βλέψαντες καλῶς ἂν πέμποιμεν;

6

ΑΝ.‎ Ναί‎.

7

ΣΩ.‎ Οὐκοῦν καὶ περὶ αὐλήσεως καὶ τῶν ἄλλων τὰ αὐτὰ

e Link 1ταῦτα; Πολλὴ ἄνοιά ἐστι βουλομένους αὐλητήν τινα ποιῆσαι

2παρὰ μὲν τοὺς ὑπισχνουμένους διδάξειν τὴν τέχνην καὶ

3μισθὸν πραττομένους μὴ ἐθέλειν πέμπειν, ἄλλοις δέ τισιν

Critical Apparatus4πράγματα παρέχειν, ζητοῦντα μανθάνειν παρὰ τούτων, οἳ

5μήτε προσποιοῦνται διδάσκαλοι εἶναι μήτ' ἔστιν αὐτῶν μαθη-

6τὴς μηδεὶς τούτου τοῦ μαθήματος ὃ ἡμεῖς ἀξιοῦμεν μανθά-

7νειν παρ' αὐτῶν ὃν ἂν πέμπωμεν. οὐ πολλή σοι δοκεῖ

8ἀλογία εἶναι;

Critical Apparatus9

ΑΝ.‎ Ναὶ μὰ Δία ἔμοιγε, καὶ ἀμαθία γε πρός‎.

Critical Apparatus Link 10

ΣΩ.‎ Καλῶς λέγεις. νῦν τοίνυν ἔξεστί σε μετ' ἐμοῦ

pg 39291Critical Apparatus Link 1κοινῇ βουλεύεσθαι περὶ τοῦ ξένου τουτουῒ Μένωνος. οὗτος

2γάρ, ὦ Ἄνυτε, πάλαι λέγει πρός με ὅτι ἐπιθυμεῖ ταύτης

3τῆς σοφίας καὶ ἀρετῆς ᾗ οἱ ἄνθρωποι τάς τε οἰκίας καὶ τὰς

4πόλεις καλῶς διοικοῦσι, καὶ τοὺς γονέας τοὺς αὑτῶν θερα-

5πεύουσι, καὶ πολίτας καὶ ξένους ὑποδέξασθαί τε καὶ ἀπο-

Critical Apparatus6πέμψαι ἐπίστανται ἀξίως ἀνδρὸς ἀγαθοῦ. ταύτην οὖν τὴν

bCritical Apparatus1ἀρετὴν σκόπει παρὰ τίνας ἂν πέμποντες αὐτὸν ὀρθῶς πέμ-

Critical Apparatus Link 2ποιμεν. ἢ δῆλον δὴ κατὰ τὸν ἄρτι λόγον ὅτι παρὰ τούτους

3τοὺς ὑπισχνουμένους ἀρετῆς διδασκάλους εἶναι καὶ ἀποφή-

Critical Apparatus4ναντας αὑτοὺς κοινοὺς τῶν Ἑλλήνων τῷ βουλομένῳ μανθάνειν,

5μισθὸν τούτου ταξαμένους τε καὶ πραττομενους;

Critical Apparatus6

ΑΝ.‎ Καὶ τίνας λέγεις τούτους, ὦ Σώκρατες‎;

Critical Apparatus7

ΣΩ.‎ Οἶσθα δήπου καὶ σὺ ὅτι οὗτοί εἰσιν οὓς οἱ ἄνθρωποι

8καλοῦσι σοφιστάς.

c Critical Apparatus Link 1

ΑΝ.‎ Ἡράκλεις, εὐφήμει, ὦ Σώκρατες. μηδένα τῶν γ'

Critical Apparatus2ἐμῶν μήτε οἰκείων μήτε φίλων, μήτε ἀστὸν μήτε ξένον,

3τοιαύτη μανία λάβοι, ὥστε παρὰ τούτους ἐλθόντα λωβηθῆναι,

Critical Apparatus4ἐπεὶ οὗτοί γε φανερά ἐστι λώβη τε καὶ διαφθορὰ τῶν

5συγγιγνομένων.

Link 6

ΣΩ.‎ Πῶς λέγεις, ὦ Ἄνυτε; οὗτοι ἄρα μόνοι τῶν ἀντι-

7ποιουμένων τι ἐπίστασθαι εὐεργετεῖν τοσοῦτον τῶν ἄλλων

8διαφέρουσιν, ὅσον οὐ μόνον οὐκ ὠφελοῦσιν, ὥσπερ οἱ ἄλλοι,

Critical Apparatus9ὅτι ἄν τις αὐτοῖς παραδῷ, ἀλλὰ καὶ τὸ ἐναντίον διαφθεί-

d1ρουσιν; καὶ τούτων φανερῶς χρήματα ἀξιοῦσι πράττεσθαι;

2ἐγὼ μὲν οὖν οὐκ ἔχω ὅπως σοι πιστεύσω· οἶδα γὰρ ἄνδρα

3ἕνα Πρωταγόραν πλείω χρήματα κτησάμενον ἀπὸ ταύτης

Critical Apparatus4τῆς σοφίας ἢ Φειδίαν τε, ὃς οὕτω περιφανῶς καλὰ ἔργα

pg 393Critical Apparatus5ἠργάζετο, καὶ ἄλλους δέκα τῶν ἀνδριαντοποιῶν. καίτοι

Critical Apparatus6τέρας λέγεις εἰ οἱ μὲν τὰ ὑποδήματα ἐργαζόμενοι τὰ παλαιὰ

7καὶ τὰ ἱμάτια ἐξακούμενοι οὐκ ἂν δύναιντο λαθεῖν τριάκονθ'

eCritical Apparatus Link 1ἡμέρας μοχθηρότερα ἀποδιδόντες ἢ παρέλαβον τὰ ἱμάτιά τε

Critical Apparatus2καὶ ὑποδήματα, ἀλλ' εἰ τοιαῦτα ποιοῖεν, ταχὺ ἂν τῷ λιμῷ

Critical Apparatus3ἀποθάνοιεν, Πρωταγόρας δὲ ἄρα ὅλην τὴν Ἑλλάδα ἐλάν-

4θανεν διαφθείρων τοὺς συγγιγνομένους καὶ μοχθηροτέρους

5ἀποπέμπων ἢ παρελάμβανεν πλέον ἢ τετταράκοντα ἔτη—

6οἶμαι γὰρ αὐτὸν ἀποθανεῖν ἐγγὺς καὶ ἑβδομήκοντα ἔτη γεγο-

Critical Apparatus7νότα, τετταράκοντα δὲ ἐν τῇ τέχνῃ ὄντα—καὶ ἐν ἅπαντι

Critical Apparatus8τῷ χρόνῳ τούτῳ ἔτι εἰς τὴν ἡμέραν ταυτηνὶ εὐδόκιμῶν

9οὐδὲν πέπαυται, καὶ οὐ μόνον Πρωταγόρας, ἀλλὰ καὶ

921ἄλλοι πάμπολλοι, οἱ μὲν πρότερον γεγονότες ἐκείνου, οἱ

Critical Apparatus2δὲ καὶ νῦν ἔτι ὄντες. πότερον δὴ οὖν φῶμεν κατὰ τὸν

3σὸν λόγον εἰδότας αὐτοὺς ἐξαπατᾶν καὶ λωβᾶσθαι τοὺς

Critical Apparatus4νέους, ἢ λεληθέναι καὶ ἑαυτούς; καὶ οὕτω μαίνεσθαι

Critical Apparatus5ἀξιώσομεν τούτους, οὓς ἔνιοί φασι σοφωτάτους ἀνθρώπων

6εἶναι;

7

ΑΝ.‎ Πολλοῦ γε δέουσι μαίνεσθαι, ὦ Σώκρατες, ἀλλὰ

Critical Apparatus8πολὺ μᾶλλον οἱ τούτοις διδόντες ἀργύριον τῶν νέων, τούτων

bCritical Apparatus1δ' ἔτι μᾶλλον οἱ τούτοις ἐπιτρέποντες, oἱ προσήκοντες, πολὺ

Critical Apparatus2δὲ μάλιστα πάντων αἱ πόλεις, ἐῶσαι αὐτοὺς εἰσαφικνεῖσθαι

3καὶ οὐκ ἐξελαύνουσαι, εἴτε τις ξένος ἐπιχειρεῖ τοιοῦτόν τι

4ποιεῖν εἴτε ἀστός.

5

ΣΩ.‎ Πότερον δέ, ὦ Ἄνυτε, ἠδίκηκέ τίς σε τῶν σοφιστῶν,

6ἢ τί οὕτως αὐτοῖς χαλεπὸς εἶ;

pg 394 Link 7

ΑΝ.‎ Οὐδὲ μὰ Δία ἔγωγε συγγέγονα πώποτε αὐτῶν οὐδενί,

8οὐδ' ἂν ἄλλον ἐάσαιμι τῶν ἐμῶν οὐδένα.

9

ΣΩ.‎ Ἄπειρος ἄρ' εἶ παντάπασι τῶν ἀνδρῶν‎;

Critical Apparatus10

ΑΝ.‎ Καὶ εἴην γε‎.

c Link 1

ΣΩ.‎ Πῶς οὖν ἄν, ὦ δαιμόνιε, εἰδείης περὶ τούτου τοῦ

Critical Apparatus2πράγματος, εἴτε τι ἀγαθὸν ἔχει ἐν αὑτῷ εἴτε φλαῦρον, οὗ

Critical Apparatus3παντάπασιν ἄπειρος εἴης;

Critical Apparatus4

ΑΝ.‎ Ῥᾳδίως· τούτους γοῦν οἶδα οἵ εἰσιν, εἴτ' οὖν

5ἄπειρος αὐτῶν εἰμι εἴτε μή.

Critical Apparatus6

ΣΩ.‎ Μάντις εἶ ἴσως, ὦ Ἄνυτε· ἐπεὶ ὅπως γε ἄλλως

7οἶσθα τούτων πέρι, ἐξ ὧν αὐτὸς λέγεις θαυμάζοιμ' ἄν.

Critical Apparatus Link 8ἀλλὰ γὰρ οὐ τούτους ἐπιζητοῦμεν τίνες εἰσίν, παρ' οὓς ἂν

d1Μένων ἀφικόμενος μοχθηρὸς γένοιτο—οὗτοι μὲν γάρ, εἰ σὺ

Critical Apparatus2βούλει, ἔστων οἱ σοφισταί—ἀλλὰ δὴ ἐκείνους εἰπὲ ἡμῖν,

3καὶ τὸν πατρικὸν τόνδε ἑταῖρον εὐεργέτησον φράσας αὐτῷ

4παρὰ τίνας ἀφικόμενος ἐν τοσαύτῃ πόλει τὴν ἀρετὴν ἣν

5νυνδὴ ἐγὼ διῆλθον γένοιτ' ἂν ἄξιος λόγου.

Critical Apparatus6

ΑΝ.‎ Τί δὲ αὐτῷ οὐ σὺ ἔφρασας‎;

7

ΣΩ.‎ Ἀλλ' οὓς μὲν ἐγὼ ᾤμην διδασκάλους τούτων εἶναι,

8εἶπον, ἀλλὰ τυγχάνω οὐδὲν λέγων, ὡς σὺ φῄς· καὶ ἴσως τὶ

eCritical Apparatus Link 1λέγεις. ἀλλὰ σὺ δὴ ἐν τῷ μέρει αὐτῷ εἰπὲ παρὰ τίνας

2ἔλθῃ Ἀθηναίων· εἰπὲ ὄνομα ὅτου βούλει.

Link 3

ΑΝ.‎ Τί δὲ ἑνὸς ἀνθρώπου ὄνομα δεῖ ἀκοῦσαι; ὅτῳ γὰρ

4ἂν ἐντύχῃ Ἀθηναίων τῶν καλῶν κἀγαθῶν, οὐδεὶς ἔστιν ὃς

5οὐ βελτίω αὐτὸν ποιήσει ἢ οἱ σοφισταί, ἐάνπερ ἐθέλῃ

6πείθεσθαι.

Link 7

ΣΩ.‎ Πότερον δὲ οὗτοι οἱ καλοὶ κἀγαθοὶ ἀπὸ τοῦ

8αὐτομάτου ἐγένοντο τοιοῦτοι, παρ' οὐδενὸς μαθόντες ὅμως

pg 395Critical Apparatus9μέντοι ἄλλους διδάσκειν οἷοί τε ὄντες ταῦτα ἃ αὐτοὶ οὐκ

93Critical Apparatus Link 1ἔμαθον;

2

ΑΝ.‎ Καὶ τούτους ἔγωγε ἀξιῶ παρὰ τῶν προτέρων μαθεῖν,

3ὄντων καλῶν κἀγαθῶν· ἢ οὐ δοκοῦσί σοι πολλοὶ καὶ ἀγαθοὶ

4γεγονέναι ἐν τῇδε τῇ πόλει ἄνδρες;

Link 5

ΣΩ.‎ Ἔμοιγε, ὦ Ἄνυτε, καὶ εἶναι δοκοῦσιν ἐνθάδε ἀγαθοὶ

6τὰ πολιτικά, καὶ γεγονέναι ἔτι οὐχ ἧττον ἢ εἶναι· ἀλλὰ

7μῶν καὶ διδάσκαλοι ἀγαθοὶ γεγόνασιν τῆς αὑτῶν ἀρετῆς;

Critical Apparatus8τοῦτο γάρ ἐστιν περὶ οὗ ὁ λόγος ἡμῖν τυγχάνει ὤν· οὐκ εἰ

Critical Apparatus9εἰσὶν ἀγαθοὶ ἢ μὴ ἄνδρες ἐνθάδε, οὐδ' εἰ γεγόνασιν ἐν τῷ

b Link 1πρόσθεν, ἀλλ' εἰ διδακτόν ἐστιν ἀρετὴ πάλαι σκοποῦμεν.

2τοῦτο δὲ σκοποῦντες τόδε σκοποῦμεν, ἆρα οἱ ἀγαθοὶ ἄνδρες

3καὶ τῶν νῦν καὶ τῶν προτέρων ταύτην τὴν ἀρετὴν ἣν αὐτοὶ

Critical Apparatus4ἀγαθοὶ ἦσαν ἠπίσταντο καὶ ἄλλῳ παραδοῦναι, ἢ οὐ παρα-

Critical Apparatus5δοτὸν τοῦτο ἀνθρώπῳ οὐδὲ παραληπτὸν ἄλλῳ παρ' ἄλλου·

6τοῦτ' ἔστιν ὃ πάλαι ζητοῦμεν ἐγώ τε καὶ Μένων. ὧδε οὖν

7σκόπει ἐκ τοῦ σαυτοῦ λόγου· Θεμιστοκλέα οὐκ ἀγαθὸν ἂν

c1φαίης ἄνδρα γεγονέναι;

2

ΑΝ.‎ Ἔγωγε, πάντων γε μάλιστα‎.

Link 3

ΣΩ.‎ Οὐκοῦν καὶ διδάσκαλον ἀγαθόν, εἴπερ τις ἄλλος τῆς

Critical Apparatus4αὑτοῦ ἀρετῆς διδάσκαλος ἦν, κἀκεῖνον εἶναι;

5

ΑΝ.‎ Οἶμαι ἔγωγε, εἴπερ ἐβούλετό γε‎.

Critical Apparatus Link 6

ΣΩ.‎ Ἀλλ', οἴει, οὐκ ἂν ἐβουλήθη ἄλλους τέ τινας

Critical Apparatus7καλοὺς κἀγαθοὺς γενέσθαι, μάλιστα δέ που τὸν ὑὸν τὸν

Link 8αὑτοῦ; ἢ οἴει αὐτὸν φθονεῖν αὐτῷ καὶ ἐξεπίτηδες οὐ παρα-

d Link 1διδόναι τὴν ἀρετὴv ἣν αὐτὸς ἀγαθὸς ἦν; ἢ οὐκ ἀκήκοας ὅτι

2Θεμιστοκλῆς Κλεόφαντον τὸν ὑὸν ἱππέα μὲν ἐδιδάξατο

Critical Apparatus3ἀγαθόν; ἐπέμενεν γοῦν ἐπὶ τῶν ἵππων ὀρθὸς ἐστηκώς, καὶ

pg 3964ἠκόντιζεν ἀπὸ τῶν ἵππων ὀρθός, καὶ ἄλλα πολλὰ καὶ θαυ-

5μαστὰ ἠργάζετο ἃ ἐκεῖνος αὐτὸν ἐπαιδεύσατο καὶ ἐποίησε

6σοφόν, ὅσα διδασκάλων ἀγαθῶν εἴχετο· ἢ ταῦτα οὐκ ἀκήκοας

7τῶν πρεσβυτέρων;

8

ΑΝ.‎ Ἀκήκοα‎.

Critical Apparatus Link 9

ΣΩ.‎ Οὐκ ἂν ἄρα τήν γε φύσιν τοῦ ὑέος αὐτοῦ ᾐτιάσατ'

10ἄν τις εἶναι κακήν.

e Link 1

ΑΝ.‎ Ἴσως οὐκ ἄν‎.

2

ΣΩ.‎ Τί δὲ τόδε; ὡς Κλεόφαντος ὁ Θεμιστοκλέους ἀνὴρ

Critical Apparatus3ἀγαθὸς καὶ σοφὸς ἐγένετο ἅπερ ὁ πατὴρ αὐτοῦ, ἤδη του

4ἀκήκοας ἢ νεωτέρου ἢ πρεσβυτέρου;

5

ΑΝ.‎ Οὐ δῆτα‎.

Critical Apparatus6

ΣΩ.‎ Ἆρ' οὖν ταῦτα μὲν οἰόμεθα βούλεσθαι αὐτὸν τὸν

Critical Apparatus7αὑτοῦ ὑὸν παιδεῦσαι, ἣν δὲ αὐτὸς σοφίαν ἦν σοφός, οὖδὲν

8τῶν γειτόνων βελτίω ποιῆσαι, εἴπερ ἦν γε διδακτὸν ἡ ἀρετή;

9

ΑΝ.‎ Ἴσως μὰ Δί' οὔ‎.

Critical Apparatus10

ΣΩ.‎ Οὗτος μὲν δή σοι τοιοῦτος διδάσκαλος ἀρετῆς, ὃν

Critical Apparatus11καὶ σὺ ὁμολογεῖς ἐν τοῖς ἄριστον τῶν προτέρων εἶναι· ἄλλον

94 Link 1δὲ δὴ σκεψώμεθα, Ἀριστείδην τὸν Λυσιμάχου· ἢ τοῦτον

2οὐχ ὁμολογεῖς ἀγαθὸν γεγονέναι;

3

ΑΝ.‎ Ἔγωγε, πάντως δήπου‎.

4

ΣΩ.‎ Οὐκοῦν καὶ οὗτος τὸν ὑὸν τὸν αὑτοῦ Λυσίμαχον,

5ὅσα μὲν διδασκάλων εἴχετο, κάλλιστα Ἀθηναίων ἐπαίδευσε,

Critical Apparatus6ἄνδρα δὲ βελτίω δοκεῖ σοι ὁτουοῦν πεποιηκέναι; τούτῳ γάρ

7που καὶ συγγέγονας καὶ ὁρᾷς οἷός ἐστιν. εἰ δὲ βούλει,

b1Περικλέα, οὕτως μεγαλοπρεπῶς σοφὸν ἄνδρα, οἶσθʼ ὅτι δύο

2ὑεῖς ἔθρεψε, Πάραλον καὶ Ξάνθιππον;

3

ΑΝ.‎ Ἔγωγε‎.

4

ΣΩ.‎ Τούτους μέντοι, ὡς οἶσθα καὶ σύ, ἱππέας μὲν ἐδί-

pg 3975δαξεν οὐδενὸς χείρους Ἀθηναίων, καὶ μουσικὴν καὶ ἀγωνίαν

6καὶ τἆλλα ἐπαίδευσεν ὅσα τέχνης ἔχεται οὐδενὸς χείρους·

Critical Apparatus7ἀγαθοὺς δὲ ἄρα ἄνδρας οὐκ ἐβούλετο ποιῆσαι; δοκῶ μέν,

Critical Apparatus8ἐβούλετο, ἀλλὰ μὴ οὐκ ᾖ διδακτόν. ἵνα δὲ μὴ ὀλίγους οἴῃ

Critical Apparatus9καὶ τοὺς φαυλοτάτους Ἀθηναίων ἀδυνάτους γεγονέναι τοῦτο

cCritical Apparatus Link 1τὸ πρᾶγμα, ἐνθυμήθητι ὅτι Θουκυδίδης αὖ δύο ὑεῖς ἔθρεψεν.

2Μελησίαν καὶ Στέφανον, καὶ τούτους ἐπαίδευσεν τά τε ἄλλα

Critical Apparatus3εὖ καὶ έπάλαισαν κάλλιστα Ἀθηναίων—τὸν μὲν γὰρ Ξανθίᾳ

Critical Apparatus4ἔδωκε, τὸν δὲ Εὐδώρῳ· οὗτοι δέ που ἐδόκουν τῶν τότε

5κάλλιστα παλαίειν—ἢ οὐ μέμνησαι;

Critical Apparatus6

ΑΝ.‎ Ἔγωγε, ἀκοῇ‎.

Critical Apparatus Link 7

ΣΩ.‎ Οὐκοῦν δῆλον ὅτι οὗτος οὐκ ἄν ποτε, οὗ μὲν ἔδει

d1δαπανώμενον διδάσκειν, ταῦτα μὲν ἐδίδαξε τοὺς παῖδας τοὺς

2αὑτοῦ, οὗ δὲ οὐδὲν ἔδει ἀναλώσαντα ἀγαθοὺς ἄνδρας ποιῆσαι,

Critical Apparatus3ταῦτα δὲ οὐκ ἐδίδαξεν, εἰ διδακτὸν ἦν; ἀλλὰ γὰρ ἴσως ὁ

Critical Apparatus4Θουκυδίδης φαῦλος ἦν, καὶ οὐκ ἦσαν αὐτῷ πλεῖστοι φίλοι

5Ἀθηναίων καὶ τῶν συμμάχων; καὶ οἰκίας μεγάλης ἦν καὶ

Critical Apparatus6ἐδύνατο μέγα ἐν τῇ πόλει καὶ ἐν τοῖς ἄλλοις Ἕλλησιν, ὥστε

Critical Apparatus7εἴπερ ἦν τοῦτο διδακτόν, ἐξευρεῖν ἂν ὅστις ἔμελλεν αὐτοῦ

8τοὺς ὑεῖς ἀγαθοὺς ποιήσειν, ἢ τῶν ἐπιχωρίων τις ἢ τῶν

e1ξένων, εἰ αὐτὸς μὴ ἐσχόλαζεν διὰ τὴν τῆς πόλεως ἐπιμέλειαν.

Critical Apparatus Link 2ἀλλὰ γάρ, ὦ ἑταῖρε Ἄνυτε, μὴ οὐκ ᾖ διδακτὸν ἀρετή.

Critical Apparatus Link 3

ΑΝ.‎ Ὦ Σώκρατες, ῥᾳδίως μοι δοκεῖς κακῶς λέγειν ἀν-

4θρώπους. ἐγὼ μὲν οὖν ἄν σοι συμβουλεύσαιμι, εἰ ἐθέλεις

5ἐμοὶ πείθεσθαι, εὐλαβεῖσθει· ὡς ἴσως μὲν καὶ ἐν ἄλλῃ πόλει

pg 398Critical Apparatus6ῥᾷόν ἐστιν κακῶς ποιεῖν ἀνθρώπους ἢ εὖ, ἐν τῇδε δὲ καὶ

95 Link 1πάνυ· οἶμαι δὲ σὲ καὶ αὐτὸν εἰδέναι.

Critical Apparatus Link 2

ΣΩ.‎ Ὦ Μένων, Ἄνυτος μέν μοι δοκεῖ χαλεπαίνειν, καὶ

Critical Apparatus3οὐδὲν θαυμάζω· οἴεται γάρ με πρῶτον μὲν κακηγορεῖν τούτους

Link 4τοὺς ἄνδρας, ἔπειτα ἡγεῖται καὶ αὐτὸς εἶναι εἷς τούτων. ἀλλ'

5οὗτος μὲν ἐάν ποτε γνῷ οἷόν ἐστιν τὸ κακῶς λέγειν, παύσεται

Link 6χαλεπαίνων, νῦν δὲ ἀγνοεῖ· σὺ δέ μοι εἰπέ, οὐ καὶ παρ' ὑμῖν

7εἰσιν καλοὶ κἀγαθοὶ ἄνδρες;

8

ΜΕΝ.‎ Πάνυ γε‎.

b Link 1

ΣΩ.‎ Τί οὖν; ἐθέλουσιν οὗτοι παρέχειν αὑτοὺς διδασκά-

Critical Apparatus2λους τοῖς νέοις, καὶ ὁμολογεῖν διδάσκαλοί τε εἶναι καὶ

3διδακτὸν ἀρετήν;

4

ΜΕΝ.‎ Οὐ μὰ τὸν Δία, ὦ Σώκρατες, ἀλλὰ τοτὲ μὲν ἂν

5αὐτῶν ἀκούσαις ὡς διδακτόν, τοτὲ δὲ ὡς οὔ.

Critical Apparatus6

ΣΩ.‎ Φῶμεν οὖν τούτους διδασκάλους εἶναι τούτου τοῦ

Critical Apparatus7πράγματος, οἷς μηδὲ αὐτὸ τοῦτο ὁμολογεῖται;

8

ΜΕΝ.‎ Οὔ μοι δοκεῖ, ὦ Σώκρατες‎.

Link 9

ΣΩ.‎ Τί δὲ δή; οἱ σοφισταί σοι. οὗτοι, οἵπερ μόνοι

10ἐπαγγέλλονται, δοκοῦσι διδάσκαλοι εἶναι ἀρετῆς;

c Link 1

ΜΕΝ.‎ Καὶ Γοργίου μάλιστα, ὦ Σώκρατες, ταῦτα ἄγαμαι,

Critical Apparatus2ὅτι οὐκ ἄν ποτε αὐτοῦ τοῦτο ἀκούσαις ὑπισχνουμένου, ἀλλὰ

Critical Apparatus3καὶ τῶν ἄλλων καταγελᾷ, ὅταν ἀκούσῃ ὑπισχνουμένων· ἀλλὰ

4λέγειν οἴεται δεῖν ποιεῖν δεινούς.

Critical Apparatus Link 5

ΣΩ.‎ Οὐδ' ἄρα σοὶ δοκοῦσιν οἱ σοφισταὶ διδάσκαλοι

6εἶναι;

Link 7

ΜΕΝ.‎ Οὐκ ἔχω λέγειν, ὦ Σώκρατες. καὶ γὰρ αὐτὸς

Critical Apparatus8ὅπερ οἱ πολλοὶ πέπονθα· τοτὲ μέν μοι δοκοῦσιν, τοτὲ δὲ οὔ.

pg 399 Link 9

ΣΩ.‎ Οἶσθα δὲ ὅτι οὐ μόνον σοί τε καὶ τοῖς ἄλλοις τοῖς

10πολιτικοῖς τοῦτο δοκεῖ τοτὲ μὲν εἶναι διδακτόν, τοτὲ δ' οὔ,

d1ἀλλὰ καὶ Θέογνιν τὸν ποιητὴν οἶσθ' ὅτι ταὐτὰ ταῦτα λέγει;

2

ΜΕΝ.‎ Ἐν ποίοις ἔπεσιν‎;

Critical Apparatus3

ΣΩ.‎ Ἐν τοῖς ἐλεγείοις, οὗ λέγει‎—

 

Critical Apparatus4καὶ παρὰ τοῖσιν πῖνε καὶ ἔσθιε, καὶ μετὰ τοῖσιν

5ἴζε, καὶ ἅνδανε τοῖς, ὧν μεγάλη δύναμις‎.

Critical Apparatus6ἐσθλῶν μὲν γὰρ ἄπ' ἐσθλὰ διδάξεαι· ἢν δὲ κακοῖσιν

eCritical Apparatus1συμμίσγῃς, ἀπολεῖς καὶ τὸν ἐόντα νόον‎.

 

2οἶσθ' ὅτι ἐν τούτοις μὲν ὡς διδακτοῦ οὔσης τῆς ἀρετῆς λέγει‎;

3

ΜΕΝ.‎ Φαίνεταί γε‎.

4

ΣΩ.‎ Ἐν ἄλλοις δέ γε ὀλίγον μεταβάς‎,—

5εἰ δ' ἦν ποιητόν, φησί, καὶ ἔνθετον ἀνδρὶ νόημα,

6λέγει πως ὅτι—

7πολλοὺς ἂν μισθοὺς καὶ μεγάλους ἔφερον

8οἱ δυνάμενοι τοῦτο ποιεῖν, καὶ—

 

Critical Apparatus9οὔ ποτ' ἂν ἐξ ἀγαθοῦ πατρὸς ἔγεντο κακός,

96 Link 1πειθόμενος μύθοισι σαόφροσιν. ἀλλὰ διδάσκων

2οὔ ποτε ποιήσεις τὸν κακὸν ἄνδρ' ἀγαθόν‎.

 

3ἐννοεῖς ὅτι αὐτὸς αὑτῷ πάλιν περὶ τῶν αὐτῶν τἀναντία

4λέγει;

5

ΜΕΝ.‎ Φαίνεται‎.

Critical Apparatus Link 6

ΣΩ.‎ Ἔχεις οὖν εἰπεῖν ἄλλου ὁτουοῦν πράγματος, οὗ οἱ

7μὲν φάσκοντες διδάσκαλοι εἶναι οὐχ ὅπως ἄλλων διδάσκαλοι

8ὁμολογοῦνται, ἀλλ' οὐδὲ αὐτοὶ ἐπίστασθαι, ἀλλὰ πονηροὶ

b Link 1εἶναι περὶ αὐτὸ τοῦτο τὸ πρᾶγμα οὗ φασι διδάσκαλοι εἶναι,

2οἱ δὲ ὁμολογούμενοι αὐτοὶ καλοὶ κἀγαθοὶ τοτὲ μέν φασιν

Link 3αὐτὸ διδακτὸν εἶναι, τοτὲ δὲ οὔ; τοὺς οὖν οὕτω τεταραγμένους

4περὶ ὁτουοῦν φαίης ἂν σὺ κυρίως διδασκάλους εἶναι;

pg 4005

ΜΕΝ.‎ Μὰ Δίʼ οὐκ ἔγωγε‎.

Critical Apparatus Link 6

ΣΩ.‎ Οὐκοῦν εἰ μήτε οἱ σοφισταὶ μήτε οἱ αὐτοὶ καλοὶ

7κἀγαθοὶ ὄντες διδάσκαλοί εἰσι τοῦ πράγματος, δῆλον ὅτι οὐκ

8ἂν ἄλλοι γε;

9

ΜΕΝ.‎ Οὔ μοι δοκεῖ‎.

c Link 1

ΣΩ.‎ Εἰ δέ γε μὴ διδάσκαλοι, οὐδὲ μαθηταί‎;

2

ΜΕΝ.‎ Δοκεῖ μοι ἔχειν ὡς λέγεις‎.

3

ΣΩ.‎ 'Ωμολογήκαμεν δέ γε, πράγματος οὗ μήτε διδάσκαλοι

Critical Apparatus Link 4μήτε μαθηταὶ εἶεν, τοῦτο μηδὲ διδακτὸν εἶναι;

5

ΜΕΝ.‎ Ὡμολογήκαμεν‎.

Link 6

ΣΩ.‎ Οὐκοῦν ἀρετῆς οὐδαμοῦ φαίνονται διδάσκαλοι‎;

7

ΜΕΝ.‎ Ἔστι ταῦτα‎.

Link 8

ΣΩ.‎ Εἰ δέ γε μὴ διδάσκαλοι, οὐδὲ μαθηταί‎;

9

ΜΕΝ.‎ Φαίνεται οὕτως‎.

Link 10

ΣΩ.‎ Ἀρετὴ ἄρα οὐκ ἂν εἴη διδακτόν‎;

d Link 1

ΜΕΝ.‎ Οὐκ ἔοικεν, εἴπερ ὀρθῶς ἡμεῖς ἐσκέμμεθα. ὥστε

2καὶ θαυμάζω δή, ὦ Σώκρατες, πότερόν ποτε οὐδ' εἰσὶν ἀγαθοὶ

3ἄνδρες, ἢ τίς ἂν εἴη τρόπος τῆς γενέσεως τῶν ἀγαθῶν

Link 4γιγνομένων.

Link 5

ΣΩ.‎ Κινδυνεύομεν, ὦ Μένων, ἐγώ τε καὶ σὺ φαῦλοί τινες

6εἶναι ἄνδρες, καὶ σέ τε Γοργίας οὐχ ἱκανῶς πεπαιδευκέναι

7καὶ ἐμὲ Πρόδικος. παντὸς μᾶλλον οὖν προσεκτέον τὸν νοῦν

Critical Apparatus8ἡμῖν αὐτοῖς, καὶ ζητητέον ὅστις ἡμᾶς ἐνί γέ τῳ τρόπῳ βελτίους

e Link 1ποιήσει· λέγω δὲ ταῦτα ἀποβλέψας πρὸς τὴν ἄρτι ζήτησιν,

Critical Apparatus2ὡς ἡμᾶς ἔλαθεν καταγελάστως ὅτι οὐ μόνον ἐπιστήμης

Critical Apparatus3ἡγουμένης ὀρθῶς τε καὶ εὖ τοῖς ἀνθρώποις πράττεται τὰ

Critical Apparatus Link 4πράγματα, ᾗ ἴσως καὶ διαφεύγει ἡμᾶς τὸ γνῶναι τίνα ποτὲ

5τρόπον γίγνονται οἱ ἀγαθοὶ ἄνδρες.

6

ΜΕΝ.‎ Πῶς τοῦτο λέγεις, ὦ Σώκρατες‎;

pg 401 Link 7

ΣΩ.‎ Ὧδε· ὅτι μὲν τοὺς ἀγαθοὺς ἄνδρας δεῖ ὠφελίμους εἶναι,

97Critical Apparatus Link 1ὀρθῶς ὡμολογήκαμεν τοῦτό γε ὅτι οὐκ ἂν ἄλλως ἔχοι· ἦ γάρ;

2

ΜΕΝ.‎ Ναί‎.

Link 3

ΣΩ.‎ Καὶ ὅτι γε ὠφέλιμοι ἔσονται, ἂν ὀρθῶς ἡμῖν ἡγῶνται

Critical Apparatus4τῶν πραγμάτων, καὶ τοῦτό που καλῶς ὡμολογοῦμεν;

5

ΜΕΝ.‎ Ναί‎.

Link 6

ΣΩ.‎ Ὅτι δ' οὐκ ἔστιν ὀρθῶς ἡγεῖσθαι, ἐὰν μὴ φρόνιμος

7ᾖ, τοῦτο ὅμοιοί ἐσμεν οὐκ ὀρθῶς ὡμολογηκόσιν.

Critical Apparatus8

ΜΕΝ.‎ Πῶς δὴ [ὀρθῶς] λέγεις‎;

Critical Apparatus Link 9

ΣΩ.‎ Ἐγὼ ἐρῶ. ⟨εἰ⟩εἰδὼς τὴν ὁδὸν τὴν εἰς Λάρισαν ἢ

10ὅποι βούλει ἄλλοσε βαδίζοι καὶ ἄλλοις ἡγοῖτο, ἄλλο τι ὀρθῶς

11ἂν καὶ εὖ ἡγοῖτο;

12

ΜΕΝ.‎ Πάνυ γε‎.

b Critical Apparatus Link 1

ΣΩ.‎ Τί δ' εἴ τις ὀρθῶς μὲν δοξάζων ἥτις ἐστὶν ἡ ὁδός,

Critical Apparatus Link 2ἐληλυθὼς δὲ μὴ μηδ' ἐπιστάμενος, οὐ καὶ οὗτος ἂν ὀρθῶς

Critical Apparatus3ἡγοῖτο;

4

ΜΕΝ.‎ Πάνυ γε‎.

Critical Apparatus Link 5

ΣΩ.‎ Καὶ ἕως γʼ ἄν που ὀρθὴν δόξαν ἔχῃ περὶ ὧν ὁ ἕτερος

Link 6ἐπιστήμην, οὐδὲν χείρων ἡγεμὼν ἔσται, οἰόμενος μὲν ἀληθῆ,

Critical Apparatus Link 7φρονῶν δὲ μή, τοῦ τοῦτο φρονοῦντος.

8

ΜΕΝ.‎ Οὐδὲν γάρ‎.

Link 9

ΣΩ.‎ Δόξα ἄρα ἀληθὴς πρὸς ὀρθότητα πράξεως οὐδὲν

Critical Apparatus Link 10χείρων ἡγεμὼν φρονήσεως· καὶ τοῦτό ἐστιν ὃ νυνδὴ παρε-

11λείπομεν ἐν τῇ περὶ τῆς ἀρετῆς σκέψει ὁποῖόν τι εἴη, λέγοντες

cCritical Apparatus Link 1ὅτι φρόνησις μόνον ἡγεῖται τοῦ ὀρθῶς πράττειν· τὸ δὲ ἄρα

Critical Apparatus Link 2καὶ δόξα ἦν ἀληθής.

pg 4023

ΜΕΝ.‎ Ἔοικέ γε‎.

Link 4

ΣΩ.‎ Οὐδὲν ἄρα ἧττον ὠφέλιμόν ἐστιν ὀρθὴ δόξα ἐπι-

5στήμης.

Critical Apparatus Link 6

ΜΕΝ.‎ Τοσούτῳ γε, ὦ Σώκρατες, ὅτι ὁ μὲν τὴν ἐπιστήμην

7ἔχων ἀεὶ ἂν ἐπιτυγχάνοι, ὁ δὲ τὴν ὀρθὴν δόξαν τοτὲ μὲν ἂν

Critical Apparatus8τυγχάνοι, τοτὲ δ' οὔ.

Critical Apparatus Link 9

ΣΩ.‎ Πῶς λέγεις; ὁ ἀεὶ ἔχων ὀρθὴν δόξαν οὐκ ἀεὶ ἂν

10τυγχάνοι, ἕωσπερ ὀρθὰ δοξάζοι;

Link 11

ΜΕΝ.‎ Ἀνάγκη μοι φαίνεται· ὥστε θαυμάζω, ὦ Σώ-

dCritical Apparatus Link 1κρατες, τούτου οὕτως ἔχοντος, ὅτι δή ποτε πολὺ τιμιωτέρα

2ἡ ἐπιστήμη τῆς ὀρθῆς δόξης, καὶ δι' ὅτι τὸ μὲν ἕτερον, τὸ δὲ

3ἕτερόν ἐστιν αὐτῶν.

Critical Apparatus Link 4

ΣΩ.‎ Οἶσθα οὖν δι' ὅτι θαυμάζεις, ἢ ἐγώ σοι εἴπω‎;

5

ΜΕΝ.‎ Πάνυ γ' εἰπέ‎.

Link 6

ΣΩ.‎ Ὅτι τοῖς Δαιδάλου ἀγάλμασιν οὐ προσέσχηκας τὸν

Critical Apparatus7νοῦν· ἴσως δὲ οὐδ' ἔστιν παρ' ὑμῖν.

8

ΜΕΝ.‎ Πρὸς τί δὲ δὴ τοῦτο λέγεις‎;

Critical Apparatus9

ΣΩ.‎ Ὅτι καὶ ταῦτα, ἐὰν μὲν μὴ δεδεμένα ᾖ, ἀποδιδράσκει

Critical Apparatus10καὶ δραπετεύει, ἐὰν δὲ δεδεμένα, παραμένει.

e Link 1

ΜΕΝ.‎ Τί οὖν δή‎;

Critical Apparatus Link 2

ΣΩ.‎ Τῶν ἐκείνου ποιημάτων λελυμένον μὲν ἐκτῆσθαι οὐ

Critical Apparatus3πολλῆς τινος ἄξιόν ἐστι τιμῆς, ὥσπερ δραπέτην ἄνθρωπον

4—οὐ γὰρ παραμένει—δεδεμένον δὲ πολλοῦ ἄξιον· πάνυ γὰρ

Critical Apparatus Link 5καλὰ τὰ ἔργα ἐστίν. πρὸς τί οὖν δὴ λέγω το τα; πρὸς

Link 6τὰς δόξας τὰς ἀληθεῖς. καὶ γὰρ αἱ δόξαι αἱ ἀληθεῖς, ὅσον

Critical Apparatus7μὲν ἂν χρόνον παραμένωσιν, καλὸν τὸ χρῆμα καὶ πάντʼ

98Critical Apparatus Link 1ἀγαθὰ ἐργάζονται· πολὺν δὲ χρόνον οὐκ ἐθέλουσι παρα-

Link 2μένειν, ἀλλὰ δραπετεύουσιν ἐκ τῆς ψυχῆς τοῦ ἀνθρώπου,

pg 403 Link 3ὥστε οὐ πολλοῦ ἄξιαί εἰσιν, ἕως ἄν τις αὐτὰς δήσῃ αἰτίας

Critical Apparatus Link 4λογισμῷ. τοῦτο δʼ ἐστίν, ὦ Μένων ἑταῖρε, ἀνάμνησις, ὡς

Link 5ἐν τοῖς πρόσθεν ἡμῖν ὡμολόγηται. ἐπειδὰν δὲ δεθῶσιν,

Critical Apparatus Link 6πρῶτον μὲν ἐπιστῆμαι γίγνονται, ἔπειτα μόνιμοι· καὶ διὰ

Critical Apparatus7ταῦτα δὴ τιμιώτερον ἐπιστήμη ὀρθῆς δόξης ἐστίν, καὶ διαφέρει

Link 8δεσμῷ ἐπιστήμη ὀρθῆς δόξης.

9

ΜΕΝ.‎ Νὴ τὸν Δία, ὦ Σώκρατες, ἔοικεν τοιούτῳ τινί‎.

b Link 1

ΣΩ.‎ Καὶ μὴν καὶ ἐγὼ ὡς οὐκ εἰδὼς λέγω, ἀλλὰ εἰκάζων·

Critical Apparatus2ὅτι δέ ἐστίν τι ἀλλοῖον ὀρθὴ δόξα καὶ ἐπιστήμη, οὐ πάνυ

3μοι δοκῶ τοῦτο εἰκάζειν, ἀλλ' εἴπερ τι ἄλλο φαίην ἂν

Critical Apparatus4εἰδέναι—ὀλίγα δ' ἂν φαίην—ἓν δ' οὖν καὶ τοῦτο ἐκείνων

Critical Apparatus5θείην ἂν ὧν οἶδα.

6

ΜΕΝ.‎ Καὶ ὀρθῶς γε, ὦ Σώκρατες, λέγεις‎.

Critical Apparatus Link 7

ΣΩ.‎ Τί δέ; τόδε οὐκ ὀρθῶς, ὅτι ἀληθὴς δόξα ἡγουμένη

Link 8τὸ ἔργον ἑκάστης τῆς πράξεως οὐδὲν χεῖρον ἀπεργάζεται ἢ

9ἐπιστήμη;

10

ΜΕΝ.‎ Καὶ τοῦτο δοκεῖς μοτ ἀληθῆ λέγειν.

c Link 1

ΣΩ.‎ Οὐδὲν ἄρα ὀρθὴ δόξα ἐπιστήμης χεῖρον oὐδὲ ἧττον

Critical Apparatus2ὠφελίμη ἔσται εἰς τὰς πράξεις, οὐδὲ ἁνὴρ ὁ ἔχων ὀρθὴν

3δόξαν ἢ ὁ ἐπιστήμην.

4

ΜΕΝ.‎ Ἔστι ταῦτα‎.

Critical Apparatus Link 5

ΣΩ.‎ Καὶ μὴν ὅ γε ἀγαθὸς ἀνὴρ ὠφέλιμος ἡμῖν ὡμο-

6λόγηται εἶναι.

Critical Apparatus Link 7

ΜΕΝ.‎ Ναί‎.

Critical Apparatus8

ΣΩ.‎ Ἐπειδὴ τοίνυν οὐ μόνον δι' ἐπιστήμην ἀγαθοὶ ἄνδρες

Critical Apparatus9ἂν εἶεν καὶ ὠφέλιμοι ταῖς πόλεσιν, εἴπερ εἶεν, ἀλλὰ καὶ δι'

Link 10ὀρθὴν δόξαν, τούτοιν δὲ οὐδέτερον φύσει ἐστὶν τοῖς ἀνθρώ-

pg 404dCritical Apparatus Link 1ποις, οὔτε ἐπιστήμη οὔτε δόξα ἀληθής, † οὔτ' ἐπίκτητα—ἢ

Critical Apparatus2δοκεῖ σοι φύσει ὁποτερονοῦν αὑτοῖν εἶναι;

3

ΜΕΝ.‎ Οὐκ ἔμοιγε‎.

Link 4

ΣΩ.‎ Οὐκοῦν ἐπειδὴ οὐ φύσει, οὐδὲ οἱ ἀγαθοὶ φύσει

5εἶεν ἄν.

6

ΜΕΝ.‎ Οὐ δῆτα‎.

Critical Apparatus7

ΣΩ.‎ Ἐπειδὴ δέ γε οὐ φύσει, ἐσκοποῦμεν τὸ μετὰ τοῦτο

8εἰ διδακτόν ἐστιν.

9

ΜΕΝ.‎ Ναί‎.

Critical Apparatus Link 10

ΣΩ.‎ Οὐκοῦν διδακτὸν ἔδοξεν εἶναι, εἰ φρόνησις ἡ ἀρετή;

11

ΜΕΝ.‎ Ναί‎.

Critical Apparatus12

ΣΩ.‎ Κἂν εἴ γε διδακτὸν εἴη, φρόνησις ἂν εἶναι‎;

13

ΜΕΝ.‎ Πάνυ γε‎.

e Link 1

ΣΩ.‎ Καὶ εἰ μέν γε διδάσκαλοι εἶεν, διδακτὸν ἂν εἶναι,

2μὴ ὄντων δὲ οὐ διδακτόν;

3

ΜΕΝ.‎ Οὕτω‎.

Link 4

ΣΩ.‎ Ἀλλὰ μὴν ὡμολογήκαμεν μὴ εἶναι αὐτοῦ διδασκά-

5λους;

6

ΜΕΝ.‎ Ἔστι ταῦτα‎.

Critical Apparatus Link 7

ΣΩ.‎ Ὡμολογήκαμεν ἄρα μήτε διδακτὸν αὐτὸ μήτε φρό-

8νησιν εἶναι;

9

ΜΕΝ.‎ Πάνυ γε‎.

Critical Apparatus Link 10

ΣΩ.‎ Ἀλλὰ μὴν ἀγαθόν γε αὐτὸ ὁμολογοῦμεν εἶναι‎;

11

ΜΕΝ.‎ Ναί‎.

Link 12

ΣΩ.‎ Ὠφέλιμον δὲ καὶ ἀγαθὸν εἶναι τὸ ὀρθῶς ἡγούμενον;

13

ΜΕΝ.‎ Πάνυ γε‎.

99 Link 1

ΣΩ.‎ Ὀρθῶς δέ γε ἡγεῖσθαι δύο ὄντα ταῦτα μόνα, δόξαν

2τε ἀληθῆ καὶ ἐπιστήμην, ἃ ἔχων ἄνθρωπος ὀρθῶς ἡγείται—

pg 405Critical Apparatus3τὰ γὰρ ἀπὸ τύχης τινὸς ὀρθῶς γιγνόμενα οὐκ ἀνθρωπίνῃ

Critical Apparatus4ἡγεμονίᾳ γίγνεται—ὧν δὲ ἄνθρωπος ἡγεμών ἐστιν ἐπὶ τὸ

5ὀρθόν, δύο ταῦτα, δόξα ἀληθὴς καὶ ἐπιστήμη.

6

ΜΕΝ.‎ Δοκεῖ μοι οὕτω‎.

Link 7

ΣΩ.‎ Οὐκοῦν ἐπειδὴ οὐ διδακτόν ἐστιν, οὐδ' ἐπιστήμη δὴ

Critical Apparatus8ἔτι γίγνεται ἡ ἀρετή;

9

ΜΕΝ.‎ Οὐ φαίνεται‎.

b Link 1

ΣΩ.‎ Δυοῖν ἄρα ὄντοιν ἀγαθοῖν καὶ ὠφελίμοιν τὸ μὲν

2ἕτερον ἀπολέλυται, καὶ οὐκ ἂν εἴη ἐν πολιτικῇ πράξει

Critical Apparatus3ἐπιστήμη ἡγεμών.

4

ΜΕΝ.‎ Οὔ μοι δοκεῖ‎.

Link 5

ΣΩ.‎ Οὐκ ἄρα σοφίᾳ τινὶ οὐδὲ σοφοὶ ὄντες οἱ τοιοῦτοι

6ἄνδρες ἡγοῦντο ταῖς πόλεσιν, οἱ ἀμφὶ Θεμιστοκλέα τε καὶ

Critical Apparatus7οὓς ἄρτι. Ἄνυτος ὅδε ἔλεγεν· διὸ δὴ καὶ οὐχ οἷοί τε ἄλλους

Critical Apparatus8ποιεῖν τοιούτους οἷοι αὐτοί εἰσι, ἅτε οὐ δι' ἐπιστήμην ὄντες

9τοιοῦτοι.

Critical Apparatus10

ΜΕΝ.‎ Ἔοικεν οὕτως ἔχειν, ὦ Σώκρατες, ὡς λέγεις‎.

Link 11

ΣΩ.‎ Οὐκοῦν εἰ μὴ ἐπιστήμῃ, εὐδοξίᾳ δὴ τὸ λοιπὸν

c Link 1γίγνεται· ᾗ οἱ πολιτικοὶ ἄνδρες χρώμενοι τὰς πόλεις ὀρ-

2θοῦσιν, οὐδὲν διαφερόντως ἔχοντες πρὸς τὸ φρονεῖν ἢ οἱ

Critical Apparatus3χρησμῳδοί τε καὶ οἱ θεομάντεις· καὶ γὰρ οὗτοι ἐνθου-

4σιῶντες λέγουσιν μὲν ἀληθῆ καὶ πολλά, ἴσασι δὲ οὐδὲν ὧν

5λέγουσιν.

6

ΜΕΝ.‎ Κινδυνεύει οὕτως ἔχειν‎.

Link 7

ΣΩ.‎ Οὐκοῦν, ὦ Μένων, ἄξιον τούτους θείους καλεῖν

Critical Apparatus8τοὺς ἄνδρας, οἵτινες νοῦν μὴ ἔχοντες πολλὰ καὶ μεγάλα

9κατορθοῦσιν ὧν πράττουσι καὶ λέγουσι;

pg 40610

ΜΕΝ.‎ Πάνυ γε‎.

Critical Apparatus11

ΣΩ.‎ Ὀρθῶς ἄρ' ἂν καλοῖμεν θείους τε οὓς νυνδὴ ἐλέγομεν

d Link 1χρησμῳδοὺς καὶ μάντεις καὶ τοὺς ποιητικοὺς ἅπαντας· καὶ

Critical Apparatus2τοὺς πολιτικοὺς οὐχ ἥκιστα τούτων φαῖμεν ἂν θείους τε εἶναι

Critical Apparatus3καὶ ἐνθουσιάζειν, ἐπίπνους ὄντας καὶ κατεχομένους ἐκ τοῦ

4θεοῦ, ὅταν κατορθῶσι λέγοντες πολλὰ καὶ μεγάλα πράγματα,

5μηδὲν εἰδότες ὧν λέγουσιν.

6

ΜΕΝ.‎ Πάνυ γε‎.

7

ΣΩ.‎ Καὶ αἵ γε γυναῖκες δήπου, ὦ Μένων, τοὺς ἀγαθοὺς

Critical Apparatus8ἄνδρας θείους καλοῦσι· καὶ οἱ Λάκωνες ὅταν τινὰ ἐγκωμιά-

Critical Apparatus9ζωσιν ἀγαθὸν ἄνδρα, "Θεῖος ἀνήρ," φασίν, "οὗτος."

e Link 1

ΜΕΝ.‎ Καὶ φαίνονταί γε, ὦ Σώκρατες, ὀρθῶς λέγειν.

2καίτοι ἴσως Ἄνυτος ὅδε σοι ἄχθεται λέγοντι.

Critical Apparatus Link 3

ΣΩ.‎ Οὐδὲν μέλει ἔμοιγε. τούτῳ μέν, ὦ Μένων, καὶ αὖθις

Link 4διαλεξόμεθα· εἰ δὲ νῦν ἡμεῖς ἐν παντὶ τᾠ λόγῳ τούτῳ καλῶς

5ἐζητήσαμέν τε καὶ ἐλέγομεν, ἀρετὴ ἂν εἴη οὔτε φύσει οὔτε

Link 6διδακτόν, ἀλλὰ θείᾳ μοίρᾳ παραγιγνομένη ἄνευ νοῦ οἷς ἂν

100Critical Apparatus Link 1παραγίγνηται, εἰ μή τις εἴη τοιοῦτος τῶν πολιτικῶν ἀνδρῶν

2οἷος καὶ ἄλλον ποιῆσαι πολιτικόν. εἰ δὲ εἴη, σχεδὸν ἄν τι

Critical Apparatus Link 3οὗτος λέγοιτο τοιοῦτος ἐν τοῖς ζῶσιν οἷον ἔφη Ὅμηρος ἐν

Link 4τοῖς τεθνεῶσιν τὸν Τειρεσίαν εἶναι, λέγων περὶ αὐτοῦ, ὅτι

Critical Apparatus5οἶος πέπνυται τῶν ἐν Ἅιδου, τοὶ δὲ σκιαὶ ἀίσσουσι.

Critical Apparatus6ταὐτὸν ἂν καὶ ἐνθάδε ὁ τοιοῦτος ὥσπερ παρὰ σκιὰς ἀληθὲς

7ἂν πρᾶγμα εἴη πρὸς ἀρετήν.

b Link 1

ΜΕΝ.‎ Κάλλιστα δοκεῖς μοι λέγειν, ὦ Σώκρατες‎.

Critical Apparatus Link 2

ΣΩ.‎ Ἐκ μὲν τοίνυν τούτου τοῦ λογισμοῦ, ὦ Μένων, θείᾳ

Critical Apparatus3μοίρᾳ ἡμῖν φαίνεται παραγιγνομένη ἡ ἀρετὴ οἷς ἂν παρα-

pg 407 Link 4γίγνηται· τὸ δὲ σαφὲς περὶ αὐτοῦ εἰσόμεθα τότε, ὅταν πρὶν

Critical Apparatus5ᾧτινι τρόπῳ τοῖς ἀνθρώποις παραγίγνεται ἀρετή, πρότερον

Critical Apparatus6ἐπιχειρήσωμεν αὐτὸ καθ' αὑτὸ ζητεῖν τί ποτ' ἔστιν ἀρετή.

Critical Apparatus Link 7νῦν δ' ἐμοὶ μὲν ὥρα ποι ἰέναι, σὺ δὲ ταὐτὰ ταῦτα ἅπερ

8αὐτὸς πέπεισαι πεῖθε καὶ τὸν ξένον τόνδε Ἄνυτον, ἵνα

cCritical Apparatus1πρᾳότερος ᾖ· ὡς ἐὰν πείσῃς τοῦτον, ἔστιν ὅτι καὶ Ἀθη-

2ναίους ὀνήσεις.

pg 408

Notes Settings

Notes

Critical Apparatus
70 b 2 Ἀριστίππου‎ secl. Naber
λαροσαῖοι‎ F : λαρισαίου‎ B T W : λαρισσαίου‎ t: secl. Naber
Critical Apparatus
c 1 αὐτὸς‎ W F : αὐτοῖς‎ B T f (sed ς‎ in ras. B)
Critical Apparatus
c 3 τὸ ἐναντίον] τὸ πρᾶγμα εἰς τοὐναντίον‎ Cobet
Critical Apparatus
71 a 4 ἀρετὴν‎ … a 5 εἰδέναι‎ secl. Naber
Critical Apparatus
a 5 τοσοῦτον‎ B T W F : τοσούτου‎ Buttmann
Critical Apparatus
a 6 ὥστʼ‎ F : ὡς‎ B T W
Critical Apparatus
b 4 γέ τι‎ B T W : ἐστὶν‎ F : γέ τί ἐστιν‎ Naber
Critical Apparatus
b 5 γινώσκει‎ B T : γινώσκη‎ W F
Critical Apparatus
b 6 τοῦτον‎ B W F : τούτων‎ T
καὶ γενναῖος‎ B T F : γενναῖος‎ W
Critical Apparatus
c 3 πω‎ B T W : που‎ F
Critical Apparatus
c 10 ἀνάμνησον … ἔλεγεν‎ punctis notata in T
Critical Apparatus
d 4 μὲν τοίνυν‎ T W F : μέντοι νῦν‎ B
Critical Apparatus
d 5 εἶπον‎ B T W F : εἰπὲ‎ scr. Laur. xiv. 85
Critical Apparatus
d 6 εὐτυχέστατον‎ B T F : εὐτυχέστατος‎ W
Critical Apparatus
e 6 αὐτὴς‎ B T F : αὐτῆς‎ W
Critical Apparatus
e 9 μὲν‎ B T W : μὲν οὖν‎ F
εἰ δὲ βούλει] εἰ δέ‎ Cobet
Critical Apparatus
a 2 ὅτι‎ B T W : ὅτου‎ F
Critical Apparatus
a 4 ἡ‎ supra versum T
Critical Apparatus
a 6 κεχρῆσθαι‎ B T W : χρῆσθαι‎ P F
Critical Apparatus
a 8 κείμενον‎ F : κειμένεν‎ B T W
Critical Apparatus
b 3 ἠρόμην‎ B W F : εἰρόμην‎ T
Critical Apparatus
c 9 ἀποκρινόμενον‎ W F : ἀποκρινάμενον‎ B T
Critical Apparatus
e 2 δοκεῖ‎ B T W : δοκεῖ εἶναι‎ F
γε‎ F : τε‎ B T W
Critical Apparatus
e 6 διαφέρει‎ B T W F : διαφέρειν‎ Laur. vii. 85
Critical Apparatus
e 7 ἡ ἰσχὺς ἐάν τε‎ T W F : ᾗ ἰσχὺς εἶ.‎
ἄν τε‎ B δοκεῖ τί σοι‎ B T W : σοι δοκεῖ τι‎ F
Critical Apparatus
b 1 δικαίως καὶ σωφρόνως‎ B T W : σωφρόνως καὶ δικαίως‎ F
Critical Apparatus
d 3 οἵω‎ W : οἵῳ‎ B T : οἴη‎ F : οἷόν‎ (vel οἵου‎) Buttmann
Critical Apparatus
d 6 γὰρ καὶ‎ B T W F : καὶ‎ Schanz: δὲ καὶ‎ Fritzsche
Critical Apparatus
a 2 κελεύοις‎ B T2 W F : κελεύεις‎ T
οὖν‎ B T W : μὲν οὖν‎ F
Critical Apparatus
a 7 αὖ εὑρήκαμεν‎ B T W F : ἀνευρήκαμεν‎ Buttmann
Critical Apparatus
a 8 μίαν‎ B T W : καὶ μίαν‎ F
Critical Apparatus
a 9 ἐστίν] εἶσιν‎ ci. Madvig
Critical Apparatus
a 11 πω‎ B T W : πως‎ F
Critical Apparatus
b 3 προβιβάσαι‎ W F : προσβιβάσαι‎ B T
Critical Apparatus
b 4 σε‎ B T W : om. F
Critical Apparatus
c 3 προσανηρώτα σε‎ B T f : πρὸς ἂv ἠρώτα σε‎ F : προσανηρώτησεν‎ W
Critical Apparatus
c 7 ὁ‎ B T W : om. F
Critical Apparatus
d 7 ὅτι‎ B T W F : τί‎ Gedike
ὃ‎ T2: om. B T W F
Critical Apparatus
d 8 κατέχει‎ B T W F : del. rec. b
ὀνομάζεις‎ B T F : ὀνομάζει‎ W
Critical Apparatus
e 1 σχῆμα‎ … e 5 τὸ στρογγύλον‎ om. W (add. in marg. w)
Critical Apparatus
e 7 οὐ δήπου‎ B T F : οὐ δῆτα‎ W (sed suprascr. που‎ W)
Critical Apparatus
a 2 ἀλλʼ οὐδὲ‎ B T W f : ἄλλου‎ F
Critical Apparatus
a 5 ἢ‎ B T W : ἢ ἔτι‎ F
Critical Apparatus
a 6 σε‎ F: om. B T W
τί‎ T W F b: τίς‎ B
Critical Apparatus
a 8 καὶ‎ B T F : om. W
Critical Apparatus
b 2 χαρίσωμαι‎ B T2: χαρίσομαι‎ T W F
Critical Apparatus
b 4 ἐθελήσεις‎ B T W : εἰ ἐθελήσεις‎ F
Critical Apparatus
b 8 πειρώμεθά‎ B T W F : πειρῶμαί‎ Schanz
Critical Apparatus
b 10 τοῦτο‎ B W F : τοῦτο τὸ‎ T
Critical Apparatus
b 11 κἂν‎ B T W : καὶ νῦν‎ F
Critical Apparatus
c 2 εὔηθες‎ B T W : εὐήθως‎ F
Critical Apparatus
c 4 σχῆμα‎ T W F : σχήματα‎ B
Critical Apparatus
c 8 ἔγωγε‎ B T W : λέγων‎ F
Critical Apparatus
c 9 ἐρόμενος‎ B T W f : ἐρώμενος‎ F
Critical Apparatus
d 4 ἀποκρίνεσθαι‎ … d 5 τάληθῆ‎ T W : ἀποκρίνεσθαι … διαλεκτικώτερον‎ om. B: ἀποκρίνεσθαι … τἀληθῆ‎ om. F (add. in marg. f)
Critical Apparatus
d 6 ὧν ἂν‎ B T W : ἂν ὧν‎ F (ἃν‎ f)
προσομολογῇ‎ B T W : προσωμολόγει‎ F (προσομολογεῖ‎ f): προομολογῇ‎ Gedike
Critical Apparatus
d 7 ἐρωτώμενος] ἐρόμενος‎ Cornarius e Ficino (qui rogat): ἐρωτῶν‎ E. S. Thompson
Critical Apparatus
e 1 λέγω‎ B T W F : λέγων‎ t
Critical Apparatus
a 1 τί‎ B W F : τὸ‎ T et suprascr. f
Critical Apparatus
a 2 ταῖς‎ B T W F : om. vulg.
Critical Apparatus
a 4 μάθοις μου‎ B: μάθης μοι‎ F : μανθάνοις μου‎ T W
Critical Apparatus
a 6 συλλαβὼν‎ B T W : σὺ λαβὼν‎ F
Critical Apparatus
a 9 γʼ‎ B T W : om. F
Critical Apparatus
a 10 προστάττεις‎ B T W F : παρέχεις‎ Cobet
Critical Apparatus
b 2 σὺ‎ B T F : om. W
Critical Apparatus
b 5 σοι ἔτι‎ B T f : ἔτι σοι‎ W : σοι‎ F
Critical Apparatus
b 6 τί‎ B T W f : ἔτι‎ F
Critical Apparatus
c 7 λέγετε‎ T W F : λἐγεται‎ B
Critical Apparatus
c 9 πάνυ‎ B T W : καὶ πάνυ‎ F
Critical Apparatus
d 1 πόρων‎ B T W f : πόρνων‎ F
τάς‎ B T F : τοὺς‎ W
Critical Apparatus
d 3 ὅ τοι‎ B T W : ὅτου‎ F (ὅτι‎ f): ὅ τιν‎ Cobet
Critical Apparatus
d 4 ἀπορροὴ‎ B T W : ἀπορεσῆς‎ F
σχημάτων‎ B T W F : γρ. χρημάτων‎ T (probavit H. Diels)
Critical Apparatus
d 5 αἰσβητός‎ B T W f (sed σει‎ supra τός‎ W : αἰσθήσει‎ P): ἐσθῆτος‎ F
Critical Apparatus
a 3 γε‎ B T W : τε‎ F
Critical Apparatus
a 8 τι‎ B T W : om. F
Critical Apparatus
b 3 καλοῖσι‎ B T F : καλοῦσι‎ W (sed ῦ‎ in ras.)
Critical Apparatus
b 4 λέγω‎ B T F : εἶναι λέγω‎ W καλῶν‎ B T W : καλῶν καὶ‎ F
Critical Apparatus
b 7 ἐπιθυμητὴν‎ B T F : ἐπιθυμητὴς‎ W
Critical Apparatus
c 2 τῶν‎ B T W f : om. F
Critical Apparatus
c 3 ἀγαθὰ εἶναι λέγεις‎ B T W : λέγεις ἀγαθὰ εἶναι‎ F
Critical Apparatus
c 5 ἀμφότερα‎ … c 7 αὐτῶν‎ om. W (in marg. add. w)
δοκοῦσιν‎ F : δοκεῖ‎ B T
Critical Apparatus
d 5 οἱ ἡγούμενοι‎ B T W : διηγούμενοι‎ F
Critical Apparatus
e 1 οἱ ἀγνοοῦντες αὐτά‎ B T W F Stobaeus: secl. Cobet
Critical Apparatus
a 7 ἐστὶν‎ B T W : ἔστιν ἢ ἐπιθυμεῖν‎ F
Critical Apparatus
b 1 βούλεσθαι‎ B F : βούλεται‎ T W f
Critical Apparatus
b 5 τοῦ‎ Ast: τούτου‎ B T W F : τούτου τοῦ‎ Schleiermacher
Critical Apparatus
c 3 ἀληθὲς‎ B T F : ἀληθῶς‎ W
Critical Apparatus
c 4 εὖ λέγοις‎ B T W f : εὖ λέγοις τὸ‎ b: λέγοιμι‎ F
Critical Apparatus
c 5 εἶναι‎ B T W : om. F sed ναὶ‎ ante ἔγωγε‎
Critical Apparatus
c 6 καὶ χρυσίον κ.τ.λ‎. Menoni primus tribuit Sehrwald
Critical Apparatus
c 8 λέγεις‎ B T W : λέγει τις‎ F
Critical Apparatus
d 2 ἀρετή ἐστιν‎ B T W : ἔστιν ἀρετὴ‎ F
Critical Apparatus
d 3 βασιλέως‎ T W F : βιλέως‎ B
προστιθεὶς‎ F : προστιθῇς‎ B t: προστίθης‎ T W
Critical Apparatus
d 4 τούτῳ‎ F (suprascr. ποῦ τί‎ ut videtur f): τι τούτῳ‎ B T W : που τούτῳ‎ Schanz
Critical Apparatus
d 6 αὐτὰ‎ B T W F : αὐτὸ‎ Schneider: secl. Ast
Critical Apparatus
d 7 Ἀλλὰ κακίαν‎ Socrati et Πάντως δήπου‎ Menoni primus tribuit Hirschig
δήπου‎ B T F : δήπω‎ W
Critical Apparatus
d 8 δικαιοσύνην ἢ‎ T W F : δικαιοσύνῃ‎ B
Critical Apparatus
e 8 ἂν‎ B T W : ἂν δὴ‎ F
Critical Apparatus
a 9 σου μὴ‎ T W F : σου ὁ μὴ‎ B (sed supra ὁ‎ add. τὸν‎ rec. b)
Critical Apparatus
a 10 δέοι‎ B T W : δεῖ‎ F
Critical Apparatus
b 1 τ'‎ B T W : om. F
Critical Apparatus
b 2 μόριον ἀρετῆς‎ B T W : ἀρετῆς μόριον‎ F
Critical Apparatus
b 4 τὸ‎ T W F b: τὰ‎ B
Critical Apparatus
b 7 τί οὖν δὴ τοῦτο λέγω‎ Socrati primus continuavit Heusde
ὅλον‎ B T W F (sed η‎ supra o‎ W)
Critical Apparatus
c 2 σὺ‎ B T W : σοι‎ F
Critical Apparatus
c 3 κατὰ‎ B T W : om. F
δεῖται‎ B W : δεῖ τι‎ F : δεῖ‎ T
Critical Apparatus
c 4 εἰ‎ corr. Par. 1812: ἡ‎ B W F : ἢ‎ T
Critical Apparatus
c 5 τοῦτο‎ … c 7 ἐστιν‎ secl. Naber
Critical Apparatus
c 6 ἐστιν λἐγειν‎ B: ἐστι λέγειν‎ T W : ἔτι λἐγειν‎ F : ἄρα λἑγει‎ Schanz
Critical Apparatus
d 1 ὅτʼ‎ B T W : ὅτι‎ F
ἄρτι‎ T W : om. B F
Critical Apparatus
d 2 ἁπεβάλλομεν‎ B T W : ἀπεβάλομεν‎ F
Critical Apparatus
d 5 ἀπεβάλλομεν‎ B T W : ἀπεβαλλόμην‎ F
Critical Apparatus
d 7 ἔστι οἴου‎ F : ἐστιν οὐ‎ B: ἐστι σὺ‎ T : ἔστιν σὺ‎ W
τῶν‎ B T W f : τινων‎ (ut videtur) F
Critical Apparatus
a 2 γέ μοι‎ B : γ' ἐμοὶ‎ T W : ἔμοιγε‎ F
Critical Apparatus
a 8 ναρκᾶν‎ secl. Dobree
Critical Apparatus
b 1 στόμα‎ B T W : σῶμα‎ F
ἀποκρίνωμαι‎ B T : ἀποκρίνομαι‎ W F
Critical Apparatus
c 2 δὴ‎ T F : δὲ‎ B W
Critical Apparatus
c 6 εἰ‎ B T F : ἡ‎ W
Critical Apparatus
d 5 τοῦτο‎ B T W : om. F
Critical Apparatus
d 6 ὧν‎ B T W : ὅτι‎ F : ὃ‎ Ast
Critical Apparatus
d 8 ὃ‎ B T W : ἐκεῖνο ὃ‎ F
Critical Apparatus
e 2 παράγεις‎ Buttmann
Critical Apparatus
e 3 οὔτε γὰρ‎ B T W : οὐδὲ γὰρ‎ F
Critical Apparatus
e 4 ὅ γε οἶδε‎ F Stobaeus: γε ὃ οἶδεν‎ B T W
τῷ γε‎ B T W f : om. F
Critical Apparatus
a 10 τε‎ B T F : om. W
Critical Apparatus
a 11 οἵοις‎ B F : οἷός‎ T : οἷοί‎ W
Critical Apparatus
b 7 οἷσιν γὰρ ἂν‎ sermoni Platonico accommodata: οἷσι δὲ‎ Pindaro reddidit Boeckh
Critical Apparatus
b 9 δέξεται‎ B T W f : δέξηται‎ F Stobaeus εἰς‎ B T W F : ἐς‎ Stobaeus
κεινων‎ B T : κεῖνον‎ W : ἐκείνων‎ F ἔτει‎ T2 W F Stobaeus: ἔτι‎ B T
Critical Apparatus
b 10 ψυχὰς‎ W (coniecerat Boeckh): ψυχὰν‎ B T f : ψυχᾶν‎ F : ψυχὰ‎ Stobaeus
Critical Apparatus
c 1 τᾶν‎ f : τὰν‎ B: ταν‎ T : τῶν‎ W : τἂν‎ F
Critical Apparatus
c 2 σοφίᾳ‎ B T W : σοφίαν‎ F
Critical Apparatus
c 3 αὔξοντ'‎ Boeckh: αὔξονται‎ B T W F
ἁγνοὶ‎ B T W : ἀγανοὶ‎ F
Critical Apparatus
c 4 καλεῦνται‎ B T W : καλέονται‎ F
Critical Apparatus
c 6 καὶ πάντα] πάντα‎ Struve
Critical Apparatus
d 4 ἀποκάμνῃ‎ B F : ἀποκάμῃ‎ T W (sed suprascr. ν‎ T W) Stobaeus
Critical Apparatus
d 5 πείθεσθαι‎ B W F : πέσθαι‎ T : ἕτεσθαι‎ suprascr. f
Critical Apparatus
d 7 ἔστι(ν)‎ B T F : ἔτι‎ W
Critical Apparatus
e 1 ἐργατικούς‎ T W F : ἐργαστικούς‎ B w
Critical Apparatus
e 2 ἀληθεῖ‎ B T W : ἀληθῆ‎ F
Critical Apparatus
e 3 ὦ‎ B T F : om. W
ἀλλὰ πῶς‎ F Stobaeus: ἀλλ' ἁπλῶς‎ B T W
Critical Apparatus
e 5 με‎ T W F : μετὰ‎ B
Critical Apparatus
a 5 ἀλλ' εἴ πως]‎ in marg. ἀλλ' εἶπες‎ f
Critical Apparatus
a 8 ἕνεκεν‎ B T W F προσκάλεσον‎ B T F : προσκάλεσαι‎ W
Critical Apparatus
b 1 ἐν τούτῳ σοι‎ B W : ἐν τουτωὶ σοι‎ T : σοι ἐν τούτῳ‎ F
Critical Apparatus
b 2 ἐπιδείξωμαι‎ B T W F : ἐνδείξωμαι‎ Naber
Critical Apparatus
b 5 γε‎ alterum add. F : om. B T W
Critical Apparatus
b 6 ἢ] εἰ‎ Ast
Critical Apparatus
c 7 ἦν‎ F (coniecerat F. A. Wolf): ἐν‎ B T W ποδοῖν·‎ B T W : om. F
Critical Apparatus
d 3 γίγνεται ποδῶν‎ B T W : ποδοῖν γίγνεται‎ F
Critical Apparatus
d 6 τοιοῦτον‎ B T W : τοῦτον‎ F
Critical Apparatus
d 8 τις‎ B T F : τί‎ W ἔσται‎ B T W : ἐστιν‎ F
Critical Apparatus
e 4 τοῦτον‎ B F : τούτων‎ T W
Critical Apparatus
e 6 ἧς‎ B T W : ἧς που‎ F
ὀκτώπουν‎ B T F : ὀκτάπουν‎ W
Critical Apparatus
e 12 ἀναμιμνῃσκόμενον‎ B T W : ἀναμιμνησκόμενος‎ F
Critical Apparatus
a 1 ταύτῃ‎ B T W : ταύτην‎ F
Critical Apparatus
a 3 ὀκτώπουν‎ B T F : ὀκτάπουν‎ W (et mox a 7, b 2, c 3, c 6)
Critical Apparatus
b 4 τούτῳ ἐστὶν‎ T W : τούτῳ ῷ ἐστιν‎ B: ἐστὶ τούτω‎ F
Critical Apparatus
c 3 οὐχί‎ B T W : ἢ οὐχί‎ F
Critical Apparatus
c 5 τετράπουν‎ Cornarius: τέταρτον‎ B T W F
ἡμισέας‎ B T F : ἡμισείας‎ B2 W
Critical Apparatus
c 7 ναί‎ add. corr. Par. 1812: om. B T W F
Critical Apparatus
d 1 τοσησδί‎ B T W f : τοσῆσδε‎ F
Critical Apparatus
d 3 ἦν‎ B T W : om. F
Critical Apparatus
e 4 ὁ δὲ‎ (bis) B T W : ὅδε δὲ‎ F
Critical Apparatus
e 6 τρὶς‎ T W F : τρεῖς‎ B
Critical Apparatus
e 7 τρεῖς‎ B T W : τρὶς‎ F
Critical Apparatus
e 11 ἀπὸ ποίας‎ B T W : ἀποίας‎ F
Critical Apparatus
a 4 οὔ‎ B T W : οὖν‎ F
Critical Apparatus
a 6 γ' αὐτὴν‎ B: ταύτην‎ T W F
Critical Apparatus
a 7 ἀπεκρίνετο‎ B T W f : ἀπεκρίνατο‎ F
ὡς‎ B T W f : om. F
Critical Apparatus
b 10 ἡδέως‎ B T W f : ἤδη‎ F
Critical Apparatus
c 6 τὸ‎ B T f et supra versum W : τῶ‎ F
Critical Apparatus
c 11 οὐ‎ B T W : om. F
Critical Apparatus
d 2 τούτου‎ W F (sed ων‎ suprascr. f): τούτων‎ B T
Critical Apparatus
e 2 τοῦδε‎ B T W : τούτου‎ F
γε‎ F : om. B T W
Critical Apparatus
a 1 τινὰ‎ B T W F : secl. Schleiermacher: τείνουσα‎ corr. Par. 1811 Cornarius (cf. 85 b 4): ἀντίαν‎ Wex
Critical Apparatus
a 3 γάρ‎ F : om. B T W
Critical Apparatus
b 3 τοῦ‎ B T W F : τῆς‎ f
Critical Apparatus
b 4 ὥστ' εἰ‎ B T W f : ὥστε‎ F
Critical Apparatus
b 6 γίγνοιτ' ἂv‎ B T (sed post ἂv‎ ras. in B): γίγνετ' ἂv‎ W : γίγνοιτο‎ F
Critical Apparatus
c 6 εἰδῇ ἔνεισιν‎ B T W f : εἰδεῖεν εἰσὶν‎ F
Critical Apparatus
c 7 περὶ . . οἶδε‎ secl. Schleiermacher: ὧν … οἶδε‎ secl. Schanz
Critical Apparatus
c 10 αὗται‎ B T W f : om. F
ἀνερήσεται‎ T W : ἂv ἐρήδεται‎ B F
Critical Apparatus
d 6 ἀναλαμβάνειν‎ B T W : ἀναλαβεῖν‎ F
Critical Apparatus
d 9 οὐ‎ B T F : om. W (sed post οὖν‎ duarum litterarum rasura)
Critical Apparatus
d 13 τῷ νῦν‎ B T F : των νῦ‎ W (sed in ras.)
εἴη‎ B T W : ἦ‎ F
Critical Apparatus
e 1 δεδίδαχέ(ν)‎ B T W f : δεδίχαμεν‎ F
οὗτος‎ B T F : οὕτως‎ W
Critical Apparatus
e 4 εἶ‎ B T W : om. F
τε‎ B T F : τε καὶ‎ W
Critical Apparatus
e 9 ἤδη‎ scr. recc.: ἤδει‎ B F : ᾔδει‎ T W
Critical Apparatus
a 6 ὅν τ' ἂν‎ Baiter (ὃν ἂν‎ Cornarius) ὅτάν‎ B: ὅτ ἂν‎ T W : ὅταν‎ F
ᾖ‎ (bis) B T W f : om. (bis) F
χρόνον]‎ ex ν‎ fecit ἠ‎ et suprascr. σ‎ rec. f
καὶ‎ F : ἢ καὶ‎ B T W
Critical Apparatus
a 7 αἳ ἐρωτήσει‎ corr. Par. 1812: αἱ ἐρωτήσεις‎ B T W F
Critical Apparatus
a 8 οὖν] οὐ‎ Stallbaum
Critical Apparatus
b 6 ἐγὼ ἐμοί‎ B T W : ἐγῶμαι‎ F
καὶ‎ B T W f : om. F
Critical Apparatus
b 8 οἶδεν‎ B T W f : οὐδὲν‎ F
εἶμεν‎ B T : ἦμεν‎ W : ᾖμεν‎ F
Critical Apparatus
b 9 ἢ εἰ‎ B T W f : ἢ‎ W : εἰ‎ F
οἰοίμεθα‎ T (sed οί‎ ex emend.) W F : οἰόμεθα‎ B
ἃ‎ B T W : ἃν‎ F
Critical Apparatus
c 2 εἴην‎ B T W : ἦν‎ F
Critical Apparatus
c 7 ἀλλ' ἔγωγε‎ F : ἂν λέγω γε‎ B T : ἂν λέγω‎ W
Critical Apparatus
c 8 ἠρόμην‎ B T W f : ἠρώμην‎ F
Critical Apparatus
d 5 ἡ‎ B T W : om. F
Critical Apparatus
a 5 παρατείναντα‎ B T W : παρατείνoντα‎ F
ἐλλείπειν‎ T W F : ἐλλίπειν‎ B: ἐλλιπεῖν‎ B2
Critical Apparatus
b 1 ἐντάσεως‎ B T W : ἐνστάσεως‎ F
Critical Apparatus
b 6 μὲν δὴ‎ F : μὲν‎ B T W
Critical Apparatus
b 7 ἀλλοῖον‎ T W F : ἀλλʼ οἷον‎ B ἢ οὔ‎ B T W F : που‎ Schanz
Critical Apparatus
c 1 ἢ‎ B T W : εἰ ἢ‎ F
Critical Apparatus
c 9 μὲν ὄντος‎ B T W : μένοντος οὐδὲ‎ F
Critical Apparatus
d 4 μέν τί‎ B T W : μέντοι‎ F
Critical Apparatus
d 6 ὂ‎ B T W : om. F
Critical Apparatus
d 7 τιν'‎ scr. recc.: τι‎ B T W F
αὐτὸ‎ B T W f : αὐτοῦ‎ F
Critical Apparatus
e 2 πάντα γὰρ τἀγαθὰ‎ T W F : πάντα | τὰ γὰρ ἀγαθὰ‎ B
Critical Apparatus
e 3 ἡ‎ B T W : om. F
Critical Apparatus
e 5 ἀναλαμβάνοντες‎ B T W : ἀναλαβόντες‎ F
Critical Apparatus
e 6 φαμέν‎ B T F : μέν‎ W
Critical Apparatus
a 1 δὲ‎ W : δὴ‎ B T F
Critical Apparatus
a 3 ἡγῆται‎ B T W : ἡγεῖται‎ F
Critical Apparatus
a 4 βλάπτει‎ B T (sed ει‎ in ras. T): βλάπτη‎ W F
Critical Apparatus
a 5 ὠφελῆ … βλάπτη‎ F
Critical Apparatus
a 7 τὶ‎ B T W : γὰρ τί‎ F
Critical Apparatus
a 8 εὐμαθίαν‎ B T F : εὐμάθειαν‎ W
Critical Apparatus
b 2 εἰ‎ suprascr. W : ἣ‎ B: ἦ‎ T : ἢ‎ W F
οὐχὶ τοτὲ] οὐχὶ ποτὲ‎ B T W : οὐχ ὅτι‎ F
Critical Apparatus
b 4 τι‎ B T W f : om. F
Critical Apparatus
b 7 εὐμαθία‎ B T F : εὐμάθεια‎ W
μανθανόμενα‎ B T W f : μανθάνομεν‎ F
Critical Apparatus
c 5 αὐτὸ‎ B T F : αὐτῶ‎ W
Critical Apparatus
c 6 ἐπειδήπερ‎ B T W f : ἐπειδὴ περὶ‎ F
Critical Apparatus
d 1 ἢ‎ B T F : καὶ‎ W
Critical Apparatus
d 2 γε‎ B T F : τε‎ W
Critical Apparatus
d 3 δεῖ τιν'‎ B T : δῆ τιν'‎ W : τινὰ δεῖ‎ F
Critical Apparatus
e 3 ὀρθῶς δέ γε‎ T F et in marg. w: ὀρθῶς λέγε‎ B: om. W
prius ἡ‎ T W F : εἰ‎ B
Critical Apparatus
a 2 δὲ‎ B T W : δὴ‎ F
Critical Apparatus
a 6 ἀγαθοί‎ B T W : ἀγαθοὶ ἀγαθοί‎ F
Critical Apparatus
b 1 οἱ‎ B T W f : om. F
Critical Apparatus
b 3 οὓς‎ B T W f : om. F
Critical Apparatus
b 4 ἂν‎ F : om. B T W et punctis notavit f
Critical Apparatus
b 5 διέφθειρεν‎ B T W F διαφθείρειεν‎ Madvig
Critical Apparatus
c 7 γε‎ F : μὲν‎ B T W
Critical Apparatus
c 8 μὴ‎ B T W : μὴν‎ F
Critical Apparatus
d 2 ἀπιστεῖς‎ B T W : ἀπιστει‎ F : ἀπιστοίης‎ f
ᾖ‎ B T W f : om. F
Critical Apparatus
e 6 πολλάκις‎ B T F : οὐ πολλάκις‎ W
εἴ τινες‎ B T W : οἵτινες‎ F
αὐτῆς διδάσκαλοι‎ B T W : διδάσκαλοι αὐτῆς‎ F
Critical Apparatus
e 8 τούτων‎ B T F : τῶν‎ W
Critical Apparatus
e 10 ἡμῖν‎ B T W f : ὁ‎ F
ἄνυτος‎ F : αὐτὸς‎ B T W f
Critical Apparatus
a 1 δ' ἂν‎ B F : δʼ αὖ‎ T W
ἄνυτος‎ F : ἄν· αὐτὸς‎ B T W
Critical Apparatus
a 7 in marg. ὁπρ δηλαδή‎ W
Critical Apparatus
b 3 δὴ‎ B T W : δὴ τὸ‎ F
Critical Apparatus
b 5 σαυτοῦ‎ B T W f : ἑαυτοῦ‎ F
Critical Apparatus
c 9 παρὰ‎ B T F : πρὸς‎ W
Critical Apparatus
c 10 ἐπέμπομεν‎ B T F : ἐκπέμπομεν‎ W
Critical Apparatus
d 2 τῆς‎ B T W : om. F
ἢ τοὺς μή‎ B T W : ἡμᾶς‎ F
Critical Apparatus
d 4 τοῦ βουλομένου‎ B T W : τοὺς βουλομένους‎ F
Critical Apparatus
e 4 ζητοῦντα‎. … τούτων‎ secl. Naber
Critical Apparatus
e 9 ἔμοιγε‎ B T W : ἔμοιγε δοκεῖ‎ F
Critical Apparatus
e 10 σε‎ B T W : σοι‎ F
Critical Apparatus
a 1 τουτουὶ‎ B T W : τούτου‎ F
Critical Apparatus
a 6 ἀνδρὸς‎ B T W : ἂν ἀνδρὸς‎ F
Critical Apparatus
b 1 post ἀρετὴν‎ lacunam statuit Cobet, μαθησόμενον‎ vel βουλόμενοι αὐτὸν σοφὸν γενέσθαι‎ intercidisse ratus
Critical Apparatus
b 2 δῆλον δὴ‎ B T W : δηλαδὴ‎ F
Critical Apparatus
b 4 τῷ βουλομένῳ τῶν ἑλλήνων‎ F
Critical Apparatus
b 6 τίνας‎ et mox τούτους‎ om. F : ante λέγεις‎ in lac. add. f
Critical Apparatus
b 7 οὓς‎ W F : οἵους‎ B T
Critical Apparatus
c 1 γʼ ἐμῶν‎ scripsi: γεμῶν‎ F : συγγενῶν‎ B T W
Critical Apparatus
c 2 μήτε … μήτε … μήτε … μήτε‎ B T F : μηδὲ … μηδὲ … μήτε … μήτε‎ W ἀστὸν … ξένον‎ B F : ἀστῶν … ξένων‎ T W
Critical Apparatus
c 4 οὕτοι‎ T W F : οὔτοι‎ B
Critical Apparatus
c 9 τις‎ B T W f : τι‎ F
Critical Apparatus
d 4 τε‎ F : γε‎ B T W
Critical Apparatus
d 5 ἠργάζετο‎ T : εἰργάζετο‎ B W F
Critical Apparatus
d 6 ἐργαζόμενοι‎ secl. Cobet
Critical Apparatus
e 1 παρέλαβον‎ B W : παρέλαβόν τε‎ T F
τὰ … ὑποδήματα‎ secl. Hirschig
τε καὶ‎ B T W : καὶ‎ F
Critical Apparatus
e 2 εἰ τοιαῦτα ποιοῖεν‎ secl. Cobet
Critical Apparatus
e 3 ἄρα ὅλην‎ B T W : ὅλην ἄρα‎ F
Critical Apparatus
e 7 δὲ‎ B T W : δὲ ἔτη‎ F
ἐν τῇ‎ B T W : ἀνϊη‎ F
Critical Apparatus
e 8 ταυτηνὶ‎ B T W : ταύτην‎ F
Critical Apparatus
a 2 καὶ‎ B T W f : om. F
Critical Apparatus
a 4 καὶ‎ ante ἑαυτούς‎ B T W : om. F
οὕτω‎ T W F : οὐ τῷ‎ B
Critical Apparatus
a 5 ἀξιώσομεν‎ W : ἀξιώσωμεν‎ B T F
Critical Apparatus
a 8 τούτοις‎ B T F (et mox b 1): τούτους‎ W (et mox b 1)
Critical Apparatus
b 1 μᾶλλον‎ B T W : πολὺ μᾶλλον‎ F
οἱ προσήκοντες‎ B T W : om. F
Critical Apparatus
b 2 πάντων‎ B T W : τούτων‎ F
Critical Apparatus
b 10 καὶ] καὶ ἀεὶ‎ Heindorf
Critical Apparatus
c 2 ἐν αὐτῷ‎ F : ἑαυτῷ‎ B T W
οὗ‎ B T W f : εἰ‎ F
Critical Apparatus
c 3 ἄπειρος‎ B T W : ἄπειρον‎ F
Critical Apparatus
c 3, 4 εἴης‎; ῥᾳδίως‎ B T W F : εἶ‎;
ΑΝ. Ἦ ῥᾳδίως‎ Schanz
Critical Apparatus
c 4 οἵ‎ B T W : οἷοι‎ F
Critical Apparatus
c 6 μάντις‎ B2 T W F : μάντης‎ B
Critical Apparatus
c 8 ἐπεζητοῦμεν‎ F (ἐπεζητοῦμεν‎ f): ἐζητοῦμεν‎ B T : ζητοῦμεν‎ W
Critical Apparatus
d 2 ἔστων οἱ‎ Schanz: ἔστωνσαν οἱ‎ B T W : ἔστωνσαν‎ F
Critical Apparatus
d 6 αὐτῷ οὐ‎ B T F : αὐτοῦ‎ W
Critical Apparatus
e 1 δὴ‎ F : δὲ‎ B T W f
Critical Apparatus
e 9 ὄντες‎ B T W : ἔσονται‎ F
Critical Apparatus
a 1 ἔμαθον‎ B T F : ἐξέμαθον‎ W
Critical Apparatus
a 8 εἰ‎ B T W : om. F
Critical Apparatus
a 9 οὐδ' εἰ‎ B T W f : om. F
Critical Apparatus
b 4 ἀγαθοὶ‎ B W T f (ἀρετὴν … ἦσαν‎ in lacuna textus suppl. f): οἱ ἀγαθοὶ‎ T
ἢ οὐ παραδοτὸν‎ B T W f : ἢ ** οὐδὲ τὸν‎ F
Critical Apparatus
b 5 παραληπτὸν‎ B T W f : γὰρ αληπτὸν‎ F
ἄλλῳ‎ B T W f : ἀλλὰ‎ F
Critical Apparatus
c 4 εἶναι‎ B T W f : om. F
Critical Apparatus
c 6 ἐβουλήθην‎ F
Critical Apparatus
c 7 που‎ B T et refingens f : om. W : quid pr. F habuerit incertum
Critical Apparatus
d 3 ἐπέμενεν‎ B T W : ἐπέμεινε‎ F
ὀρθὸς‎ B T W : ὀρθῶς‎ F (sed mox ὀρθὸς‎ d 4)
Critical Apparatus
d 9 ᾑτιάσατʼ] αἰτιάσαιτʼ‎ de virtute 377 c
Critical Apparatus
e 3 του‎ T : τοῦ‎ B W : τοῦτ'‎ F
Critical Apparatus
e 6 βούλεσθαι‎ B T F : βούλεσθε‎ W
Critical Apparatus
e 7 οὐδὲν‎ B T W f : μηδὲ‎ F
Critical Apparatus
e 10 διδάσκαλος τοιοῦτος‎ F
Critical Apparatus
e 11 καὶ‎ B T W : om. F
ἄριστον‎ B F : ἀρίστοις‎ T W
Critical Apparatus
a 6 δοκεῖ σοι‎ T W F : δοκεῖς σοι‎ B
Critical Apparatus
b 7 ἄρα ἄνδρας‎ B T W : ἄνδρας ἄρα‎ F
δοκῶ μέν‎ T W F : δοκῶμεν‎ B
Critical Apparatus
b 8 δὲ‎ B T W f : om. F
Critical Apparatus
b 9 τοὺς‎ B T W F: ⟨οὐ⟩‎ τοὺς‎ ci. Stallbaum: ἢ τοὺς‎ Vermehren
ἀδυνάτους‎ B W F : δυνατοὺς‎ T
Critical Apparatus
c 1 ὅτι‎ B T W : ὅτι ὁ‎ F
Critical Apparatus
c 3 τὸν μὲν‎ B T F : τὸ μὲν‎ W
ξανθίᾳ‎ B T W f : ξανθίαν‎ F
Critical Apparatus
c 4 εὐδώρῳ‎ B F : ἐοδώρῳ‎ W : εὐοδώρῳ‎ T που‎ B T W : πω‎ F
Critical Apparatus
c 6 ἀκοῇ‎ B T W f : ἀκήκοα‎ F
Critical Apparatus
c 7 οὗτος‎ B T W : ὁ τοιοῦτος‎ F
οὗ‎ B T W F (et mox d 2): οἷ‎ de virtute 378 b (probavit Schanz)
Critical Apparatus
d 3 ταῦτα‎ B T W F : τοῦτο‎ de virtute l. c. (probavit Schanz)
Critical Apparatus
d 4 φίλοι‎ T W F : om. re vera B
Critical Apparatus
d 6 καὶ ἐν‎ B T W : καὶ‎ F
Critical Apparatus
d 7 ἐξευρεῖν‎ B T W F : ἐξεῦρεν‎ de virtute l. c.
Critical Apparatus
e 2 ἀρετή‎ B T W : ἡ ἀρετή‎ F
Critical Apparatus
e 3 κακῶς λέγειν‎ B T W : λέγειν κακῶς‎ F