Jump to chapter
John Burnet (ed.), Oxford Classical Texts: Platonis Opera, Vol. 5: Tetralogia IX Definitiones et Spuria
Main Text
St.IIIΔΗΜΟΔΟΚΟΣ
- 3801Σὺ μὲν δὴ κελεύεις με, ὦ Δημόδοκε, συμβουλεύειν ὑμῖν
- Critical Apparatus2περὶ ὧν συνέρχεσθε βουλευσόμενοι· ἐμοὶ δὲ σκοπεῖσθαι
- 3ἐπέρχεται τί ποτε δύναται ἡ σύνοδος ὑμῶν καὶ ἡ τῶν
- 4οἰομένων συμβουλεύειν ὑμῖν προθυμία καὶ ἡ ψῆφος ἣν
- 5φέρειν ἕκαστος ὑμῶν διανοεῖται. τοῦτο μὲν γάρ, εἰ μὴ
- 6ἔστιν ὀρθῶς καὶ ἐμπείρως συμβουλεύειν περὶ ὧν συνέρχεσθε
- 7βουλευσόμενοι, πῶς οὐ γελοῖόν ἐστιν συνέρχεσθαι βουλευσο-
- b1μένους περὶ ὦν συμβουλεύειν οὐκ ἔστιν ὀρθῶς; τοῦτο δέ,
- Critical Apparatus2εἰ μὲν ἔστιν ὀρθῶς συμβουλεύειν καὶ ἐμπείρως περὶ τῶν
- Critical Apparatus3τοιούτων, ἐπιστήμη δ' ἀφ' ἧς ἔστιν ὀρθῶς συμβουλεύειν καὶ
- pg 553Critical Apparatus4ἐμπείρως περὶ τούτων μηδεμία ἐστίν, πῶς οὐκ ἄτοπον; εἰ δέ
- Critical Apparatus5τις ἐπιστήμη ἀφ' ἧς ἔστιν τὰ τοιαῦτα ὀρθῶς συμβουλεύειν,
- 6οὐκ ἀνάγκη καὶ ἐπισταμένους εἶναί τινας συμβουλεύειν
- 7ὀρθῶς περὶ τῶν τοιούτων; ὄντων δέ τινων ἐπισταμένων
- Critical Apparatus8συμβουλεύειν περὶ ὧν συνέρχεσθε βουλευσόμενοι, οὐκ ἀνάγκη
- cCritical Apparatus1ἐστὶ καὶ ὑμᾶς ἤτοι ἐπίστασθαι περὶ τούτων συμβουλεύειν
- 2ἢ μὴ ἐπίστασθαι, ἢ τοὺς μὲν ἐπίστασθαι ὑμῶν, τοὺς δὲ μὴ
- 3ἐπίστασθαι; εἰ μὲν οὖν ἐπίστασθε πάντες, τί δεῖ ἔτι ὑμᾶς
- 4συνέρχεσθαι βουλευσόμενους; συμβουλεύειν γὰρ ἱκανὸς
- Critical Apparatus5ἕκαστος ὑμῶν. εἰ δ' αὖ πάντες μὴ ἐπίστασθε, πῶς ἂν
- Critical Apparatus6δύναισθε βουλεύεσθαι; ἢ τί ὑμῖν προύργου τῆς συνόδου
- 7ταύτης εἴη ἂν μὴ δυναμένων γε βουλεύεθαι; εἰ δὲ οἱ μὲν
- dCritical Apparatus1ἐπίστανται, οἱ δὲ οὐκ ἐπιστάμενοί εἰσιν ὑμῶν, οὗτοι δὲ
- 2συμβουλῆς δέονται, εἰ ἄρα δυνατόν ἐστιν συμβουλεύειν
- Critical Apparatus3ἔμφρονα ἄνδρα τοῖς ἀπείροις, ἱκανὸς δήπου ἐστὶ καὶ εἷς
- Critical Apparatus4συμβουλεῦσαι τοῖς ἐπισταμένοις ὑμῖν. ἢ οὐ ταὐτὰ οἱ ἐπιστά-
- Critical Apparatus5μενοι συμβουλεύουσιν πάντες; ὥστʼ ἀκούσαντας ὑμᾶς τούτου
- 6ἀπαλλάττεσθαι προσήκει. νῦν δʼ οὐ ποιεῖτε τοῦτο, ἀλλὰ
- 7βούλεσθε πολλῶν συμβουλευόντων ἀκούειν. οὐ γὰρ ὑπο-
- 8λαμβάνετε εἰδέναι τοὺς ἐπιχαροῦντας ὑμῖν συμβουλεύειν
- Critical Apparatus9περὶ ὧν συμβουλεύουσιν. εἰ γὰρ ὑπελαμβάνετε εἰδέναι
- 10τοὺς συμβουλεύοντας ὑμῖν, ἑνὸς μόνου ἀκούσασιν ἐξήρκει ἂν
- 3811ὑμῖν. τὸ οὖν συνέρχεσθαι ἀκουσομένους μὴ εἰδότων ὡς
- 2προύργου τι ποιοῦντας, πῶς οὐκ ἄτοπόν ἐστιν; καὶ περὶ μὲν
- 3τῆς συνόδου ὑμῶν ἀπορῶ ταύτῃ.
- pg 5544Περὶ δὲ τῆς τῶν οἰομένων ὑμῖν συμβουλεύειν προθυμίας
- 5ἐκεῖνο ἄπορον· εἰ μὲν γὰρ μὴ ταὐτὰ συμβουλεύουσι περὶ τῶν
- 6αὐτῶν συμβουλεύοντες, πῶς ἂν πάντες καλῶς συμβουλεύοιεν,
- Critical Apparatus7μὴ συμβουλεύοντες ἃ συμβουλεύει ὁ ὀρθῶς συμβουλεύων;
- bCritical Apparatus1ἢ πῶς ἂν οὐκ ἄτοπος εἴη ἡ προθυμία τῶν προθυμουμένων
- 2συμβουλεύειν περὶ ὧν ἀπείρως ἔχουσιν; οὐ γὰρ δὴ ἔμπειροι
- 3ὄντες προαιρήσονται συμβουλεύειν μὴ ὀρθῶς. εἰ δʼ αὖ
- 4ταὐτὰ συμβουλεύουσι, τί δεῖ πάντας αὐτοὺς συμβουλεύειν;
- 5εἷς γὰρ αὐτῶν τὰ αὐτὰ συμβουλεύων ἱκανὸς ἔσται. τὸ οὖν
- 6τοιαῦτα προθυμεῖσθαι ἃ οὐδὲν προύργου ἂν γένοιτο, πῶς οὐ
- 7γελοῖον; οὔτε οὖν ἡ τῶν ἀπείρων προθυμία οὐκ ἂν ἄτοπος
- cCritical Apparatus1εἴη, τοιαύτη γε οὖσα, οὔτε ἔμφρονες ἂν τοιαῦτα προθυμηθεῖεν,
- 2εἰδότες ὅτι καὶ εἷς τις αὐτῶν τὸ αὐτὸ πράξει συμβουλεύων
- Critical Apparatus3γε ὡς προσήκει. ὥστε πῶς οὐ γελοῖός ἐστιν ἡ προθυμία
- 4τῶν οἰομένων ὑμῖν συμβουλεύειν; οὐ δύναμαι εὑρεῖν.
- 5Τὸ δὲ περὶ τῆς ψήφου ἧς φέρειν διανοεῖσθε τί δύναται,
- 6ἀπορῶ μάλιστα. πότερον γὰρ τοὺς εἰδότας συμβουλεύειν
- Critical Apparatus7κρίνετε; ἀλλ' οὐ πλείονες ἑνὸς συμβουλεύσουσιν οὐδ' ἄλλως
- Critical Apparatus8καὶ ἄλλως περὶ τοῦ αὐτοῦ· ὥστε περὶ τούτων μὲν τὴν ψῆφον
- dCritical Apparatus1φέρειν ὑμᾶς οὐ δεήσει. ἀλλὰ τοὺς ἀπείρους καὶ ὡς μὴ δεῖ
- Critical Apparatus2συμβουλεύοντας κρίνετε; ἢ τοῖς τοιούτοις ὡς μαινομένοις
- 3οὐκ ἐπίτρέπειν συμβουλεύειν προσήκει; εἰ δὲ μήτε τοὺς
- Critical Apparatus4ἐμπείρους μήτε τοὺς ἀπείρους κρινεῖτε, τίνας κρίνετε; ἀρχὴν
- Critical Apparatus5δὲ τί δεῖ πάντως ἄλλους συμβουλεύειν ὑμῖν, εἴπερ κρίνειν
- Critical Apparatus6τὰ τοιαῦτα ἱκανοί ἐστε; εἰ δ' αὖ μὴ ἐστὲ ἱκανοί, τί καὶ
- 7δύνανται ὑμῖν αἱ ψῆφοι; ἢ πῶς οὐ γελοῖόν ἐστιν συνέρχεσθαι
- e1μὲν ὑμᾶς συμβουλευσομένους, ὡς δεομένους συμβουλίας καὶ
- 2οὐχ ἱκανοὺς ὄντας αὐτούς, συνελθόντας δὲ οἴεσθαι δεῖν ψη-
- pg 5553φίζεσθαι, ὡς κρίνειν ἱκανοὺς ὄντας; οὐ γὰρ δὴ καθ' ἕνα μὲν
- Critical Apparatus4ὄντες οὐκ οἴδατε, συνελθόντες δὲ φρόνιμοι γίγνεσθε· οὐδ'
- 5αὖ ἰδίᾳ μὲν ἀπορεῖτε, ἐλθόντες δὲ εἰς τὸ αὐτὸ οὐκέτι ἀπορεῖτε,
- 6a̓λλ' ἱκανοὶ γίγνεσθε συνορᾶν ποῖα πρακτέα ἐστιν ὑμῖν, καὶ
- 7ταῦτα παρ' οὐδενὸς μαθόντες οὐδ' αὐτοὶ εὑρόντες, ὅ ἐστιν
- 8δεινότατον ἁπάντων. οὐ γὰρ δή, μὴ δυνάμενοί γε συνορᾶν
- 3821ἃ πρακτέον ἐστίν, κρίνειν ἱκανοὶ ἔσεσθε τὸν ὀρθῶς συμβου-
- 2λεύοντα περὶ τούτων ὑμῖν. οὐδ' αὖ τοῦτό γε ἐρεῖ εἷς ὢν ὁ
- Critical Apparatus3συμβουλεύων ὑμῖν οὗτος ὑμᾶς διδάξειν ἃ πρακτέον ὑμῖν ἐστιν,
- Critical Apparatus4καὶ κρίνειν τοὺς κακῶς καὶ μὴ συμβουλεύοντας ὑμῖν, οὕτως
- 5ἐν ὀλίγῳ χρόνῳ καὶ ὄντας τοσούτους. τοῦτο δὲ ἐκείνου
- Critical Apparatus6οὐδὲν ἧττον ἂν φανείη δεινὸν ὄν. εἰ δὲ μήθ' ἡ σύνοδος
- Critical Apparatus7μήθ' ὁ συμβουλεύων ὑμῖν ἱκανοὺς κρίνειν ποιεῖ ὑμᾶς, τίς
- 8χρεία τῶν ψήφων ἐστὶν ὑμῖν; ἢ πῶς οῦκ ἐναντιοῦται ἡ
- b1σύνοδος ὑμῶν ταῖς ψήφοις καὶ αἱ ψῆφοι τῇ τῶν συμβουλευόν-
- 2των ὑμῖν προθυμίᾳ; ἡ μὲν γὰρ σύνοδός ἐστιν ὑμῶν ὡς οὐχ
- 3ἱκανῶν ἀλλὰ συμβούλων δεομένων, αἱ δὲ ψῆφοι φέρονται ὡς
- 4οὐ συμβούλων δεομένων ἀλλὰ καὶ κρίνειν καὶ συμβουλεύειν
- 5δυναμένων. καὶ ἡ μὲν προθυμία τῶν συμβουλευόντων ὑμῖν
- 6ὡς εἰδότων ἐστίν, αἱ δὲ παρ' ὑμῶν ψῆφοι ὡς οὐκ εἰδότων
- 7τῶν συμβουλευόντων φέρονται. καὶ εἴ τις ὑμᾶς ἔροιτο τοὺς
- c1ψηφισαμένους, καὶ τὸν συμβουλεύσαντα ὑμῖν περὶ ὧν ἂν
- 2ψηφίσησθε, πότερον ἴστε ὅτι ἔσται οὗ ἕνεκα πράττειν δια-
- 3νοεῖσθε ἃ ἐψηφίσασθε, οὐκ οἴομαι ἂν φῆσαι ὑμᾶς. τί δ',
- 4εἰ γένοιτο οὗ ἕνεκα πράττειν διανοεῖσθε, ἴστε ὅτι συνοίσει
- 5τοῦτο ὑμῖν; οὐδὲ τοῦτο ἂν φῆσαι οἴομαι ὑμᾶς οὐδὲ τὸν
- 6συμβουλεύοντα ὑμῖν. τῶν ἀνθρώπων δὲ τίνα ὑπολαμβάνετε
- 7εἰδεναι τι τούτων; εἴ τις προσέροιτο ὑμᾶς, οὐδὲ τοῦτο συγ-
- Critical Apparatus8χώρεῖν ἂν οἴομαι ὑμᾶς. ὅταν οὖν περί τε ὧν συμβουλεύετε
- d1ᾖ τοιαῦτα οἷα ὑμῖν μὴ δῆλα εἶναι, οἵ τε ψηφιζόμενοι καὶ οἱ
- 2συμβουλεύοντες ἄπειροι ὦσιν, εἰκότως καὶ ὑμεῖς φήσετε
- pg 5563συμπίπτειν ἀπιστεῖν καὶ μεταμέλεσθαι πολλάκις αὐτοῖς καὶ
- 4περὶ ὧν ἂν συμβουλεύσωνται καὶ περὶ ὧν ἂν ψηφίσωνται.
- 5τοῖς ἀγαθοῖς δὲ τοιαῦτα συμβαίνειν οὐ προσήκει. ἴσασι
- Critical Apparatus6γὰρ καὶ περὶ ὧν συμβουλεύουσιν ποῖά τ' ἐστίν, καὶ τοῖς
- 7πεισθεῖσιν αὐτοῖς ὅτι βεβαίως ὑπάρχει ὧν ἕνεκα συμβου-
- 8λεύουσιν, καὶ ὅτι οὔτε αὐτοῖς οὔτε τοῖς πεισθεῖσιν αὐτοῖς
- e1πώποτε μεταμελήσει. περὶ τοιούτων οὖν ἔγωγε τοὺς νοῦν
- 2ἔχοντας συμβουλεύειν ἀξιοῦν ὑπελάμβανον, ἀλλ' οὐ περὶ ὦν
- 3σὺ κελεύεις με συμβουλεύειν. ἀπὸ μὲν γὰρ τῆς ἐκείνων
- 4συμβουλίας τὸ τέλος εὐτυχία, ἀπὸ δὲ τῆς τούτων φλυαρίας
- 5ἀτυχία ἐστίν.
- 6Παρεγενόμην δ' ἀνθρώπῳ τινὶ νουθετοῦντι ἑαυτοῦ ἑταῖρον,
- Critical Apparatus7διότι ἐπίστευεν τῷ κατηγοροῦντι οὐκ ἀκούσας τοῦ ἀπολογου-
- Critical Apparatus8μένου ἀλλὰ μόνου τοῦ κατηγοροῦντος. ἔλεγεν οὖν ὡς δεινὸν
- Critical Apparatus9πρᾶγμα ποιοῖ καταγιγνώσκων τοῦ ἀνθρώπου, οὔτε αὐτὸς
- 3831παραγενόμενος οὔτε τῶν φίλων ἀκούσας παραγενομένων,
- 2οἷς εἰκὸς ἦν αὐτὸν λέγουσιν πιστεύειν· οὐδ' αὖ ἀμφοτέρων
- 3ἀκούσας, οὕτως προπετῶς ἐπίστευσε τῷ κατηγοροῦντι. δίκαιον
- 4δὲ εἶναι καὶ τοῦ ἀπολογουμένου ἀκοῦσαι πρὸ τοῦ ἐπαινεῖν ἢ
- 5μέμφεσθαι, ὥσπερ καὶ τοῦ κατηγοροῦντος. πῶς γὰρ ἄν τις
- Critical Apparatus6ἢ δίκην καλῶς δικάσαι ἢ ἀνθρώπους κατὰ τρόπον κρῖναι
- 7δύναιτο, μὴ ἀμφοτέρων τῶν ἀντιδίκων ἀκούσας; τοὺς γὰρ
- b Link 1λόγους παραβαλλομένους, ὥσπερ τὴν πορφύραν καὶ τὸ χρυ-
- 2σίον, ἄμεινον κρίνεσθαι. ἢ τίνος ἕνεκεν ἢ χρόνον ἀμφοτέροις
- Critical Apparatus3δίδοσθαι τοῖς ἀντιδίκοις, ἢ ὀμνύειν τοὺς δικαστὰς ἀκροάσασθαι
- 4ὁμοίως ἀμφοτέρων, εἰ μὴ ὑπελάμβανεν ὁ νομοθέτης τὰς δίκας
- Critical Apparatus5δικαιότερον ἂν καὶ βέλτιον κρίνεσθαι ὑπὸ τῶν δικαστῶν; σὺ
- 6δέ μοι δοκεῖς οὐδὲ τοῦτο τὸ ὑπὸ τῶν πολλῶν λεγόμενον
- 7ἀκηκοέναι. Τὸ ποῖον; ἔφη.
- c Link 1Μηδὲ δίκην δικάσῃς, πρὶν ἀμφοῖν μῦθον ἀκούσῃς.
- pg 5572καίτοι οὐκ ἂν οὕτω τοῦτο περιεφέρετο, εἰ μὴ καλῶς ἐλέγετο
- 3καὶ ὡς προσήκει. συμβουλεύω οὖν σοι, ἔφη, τοῦ λοιποῦ
- 4μὴ προπετῶς οὕτως τοὺς ἀνθρώπους μήτε μέμφεσθαι μήτʼ
- 5ἐπαινεῖν.
- Critical Apparatus6Ὁ οὖν ἑταῖρος ἄτοπον ἔφη ἑαυτῷ καταφαίνεσθαι εἰ ἕνα
- 7μὲν γνῶναι λέγοντα πότερον ἀληθεύει ἢ ψεύδεται οὐ δυνατόν,
- 8δύο δὲ λέγοντας γνῶναι δυνατὸν ἔσται· καὶ παρὰ μὲν τοῦ
- d1ἀληθῆ λέγοντος μαθεῖν οὐ δυνατόν, ὑπὸ τούτου δ' αὐτοῦ καὶ
- Critical Apparatus2ἄλλου ψευδομένου διδαχθῆναι ταὐτὰ οἷόν τε· καὶ εἰ ὁ μὲν
- 3εἷς ὀρθῶς καὶ ἀληθῆ λέγων ἐμφανίσαι ἃ λέγει οὐ δυνήσεται,
- 4δύο δέ, ὧν ὁ ἕτερος ψεύσεται καὶ οὐκ ὀρθῶς ἐρεῖ, δυνήσονται
- Critical Apparatus5ἐμφανίσαι τοῦτο ὃ ὁ λέγων ὀρθῶς ἐμφανίσαι οὐχ οἷός τʼ ἦν.
- Critical Apparatus6ἀπορῶ δ', ἔφη, κἀκεῖνο, πῶς ποτε ἐμφανιοῦσι. πότερον γὰρ
- 7σιωπῶντες ἢ λέγοντες; εἰ μὲν γὰρ σιωπῶντες ἐμφανιοῦσιν,
- 8οὐδετέρου ἂν δέοι, μήτι γε ἀμφοτέρων, ἀκούειν· εἰ δὲ
- e1λέγοντες ἀμφότεροι ἐμφανιοῦσιν, ἀμφότεροι δὲ κατ' οὐδένα
- 2τρόπον λέγουσιν—ἐν μέρει γὰρ λέγειν ἑκάτερον ἀξιοῦσιν—
- Critical Apparatus3πῶς ἀμφοτέρους ἐμφανίσαι ἅμα οἷόν τε; εἰ γὰρ ἐμφανιοῦσιν
- 4ἅμα ἀμφότεροι, καὶ ἐροῦσιν τότε ἅμα. τοῦτο δ' οὐκ ἐῶσιν.
- 5ὥστε λοιπόν, εἴπερ λέγοντες ἐμφανιοῦσιν, ἑκάτερος εἰπὼν
- 6ἐμφανιεῖ· καὶ ὁπότε γε ἐρεῖ ἑκάτερος, τότε καὶ ἐμφανιεῖ
- 7ἑκάτερος αὐτῶν. ὥστ' ἐρεῖ ὁ μὲν πρότερος, ὁ δ' ὕστερος·
- 8καὶ ἐμφανιεῖ ὁ μὲν πρότερος, ὁ δ' ὕστερος. καίτοι εἴπερ
- 9ταὐτὸ ἐν μέρει ἐμφανιοῦσιν ἑκάτεροι, τί δεῖ ἔτι τοῦ ὑστέρου
- 10ἀκούειν; ὑπὸ γὰρ τοῦ πρότερον εἰπόντος ἤδη φανερὸν ἔσται.
- 384Critical Apparatus1ἐκεῖνο δ', ἔφη, εἴπερ ἀμφότεροι ἐμφανιοῦσιν, πῶς οὐ καὶ ὁ
- 2ἕτερος αὐτῶν ἐμφανιεῖ; ὧν γὰρ ὁ ἕτερος οὐκ ἐμφανιεῖ, οὗτοι
- 3ἀμφότεροι πῶς ἂν ἐμφανίσαι δύναιντο; εἰ δ' ἑκάτερος ἐμ-
- 4φανιεῖ, δῆλον ὅτι ἐρεῖ πρότερος καὶ ἐμφανιεῖ πρότερος·
- Critical Apparatus5ὥστʼ ἐκείνου μόνου ἀκούσαντα γνῶναι πῶς ἐστιν οὐχ οἷόν τε.
- pg 5586Ἐγὼ γοῦν ἀκούων αὐτῶν ἠπόρουν καὶ κρίνειν οὐχ οἷός τʼ
- 7ἦν· οἱ μὲν γὰρ ἄλλοι ἔφασαν οἱ παρόντες τὸν πρῶτον λέγειν
- bCritical Apparatus1ἀληθῆ. εἰ οὖν τι ἔχεις συμβάλλεσθαι μοι περὶ τούτων,
- 2πότερόν ἐστιν ἑνὸς λέγοντος γνῶναι τί λέγει, ἢ προσδεῖται
- 3τοῦ ἀντεροῦντος, εἰ μέλλει τις γνώσεσθαι πότερον ὀρθῶς
- 4λέγει· ἢ οὐκ ἀναγκαῖόν ἐστιν ἀμφοτέρων ἀκούειν. ἢ πῶς
- 5νομίζεις;
- 6Πρῴην τις ἐνεκάλει ἀνθρώπων τινὶ ὅτι αὐτῷ ἀργύριον
- 7χρῆσαι οὐκ ἠθέλησεν οὐδὲ πιστεῦσαι. κἀκεῖνος μὲν ᾧ ἐνε-
- 8κάλει, ἀπελογεῖτο· ἄλλος δέ τις τῶν παρόντων ἠρώτησε τὸν
- c1ἐγκαλοῦντα πότερον ὁ μὲν μὴ πιστεύσας αὐτῷ μηδὲ χρήσας
- 2ἥμαρτεν· σὺ δ', ἔφη, οὐ πείσας σοι χρῆσαι οὐχ ἡμάρτηκας;
- 3ὁ δέ, Τί γὰρ ἥμαρτον; εἶπεν. —Πότερος δʼ, ἔφη, σοὶ δοκεῖ
- 4ἁμαρτάνειν; ὁ ἀποτυχὼν ὧν ἤθελεν ἢ ὁ μή;—Ὁ ἀποτυχών,
- 5εἶπεν. —Οὐκοῦν, εἶπεν, σὺ μὲν ἀπέτυχες, χρήσασθαι ἐθέλων;
- 6ὁ δέ σοι μὴ προέσθαι, οὐκ ἀπέτυχε τούτου;—Ναί, εἶπεν· ἀλλ'
- 7ἐγὼ τί ἥμαρτον, καὶ εἰ μὴ ἐκεῖνός μοι ἔδωκεν;—Ὅτι εἰ μὲν
- 8ἐδέου αὐτοῦ, ἔφη, ὧν οὐκ ἐχρῆν, πῶς οὐκ οἴει ἁμαρτάνειν;
- d1ἐκεῖνος δὲ ὁ μὴ προέμενος ὀρθῶς ἔπραξεν. εἰ δὲ ὧν χρῆν
- 2ἐδέου αὐτοῦ, ἀποτυχὼν τούτου, πῶς οὐχ ἥμαρτες ἐξ ἀνάγκης;—
- 3Ἴσως, εἶπεν. ἀλλ' ἐκεῖνος πῶς οὐχ ἥμαρτεν, ὁ μὴ πιστεύσας
- 4μοι;—Ἆρ' οὖν, ἔφη, εἰ προσωμίλησας αὐτῷ ὠς προ-
- 5σήκει, οὐκ ἂν ἥμαρτες οὐδέν;—Οὐ γὰρ δή. —Νῦν ἄρα οὐχ ὡς προσ-
- Critical Apparatus6ήκει αὐτῷ προσωμίλησας. —Φαίνομαι, εἰπεῖν. —Εἰ οὖν ὡς
- 7μὴ προσήκει ὁμιλοῦντός σου μὴ ἐπείσθη, πῶς ἂν δικαίως
- eCritical Apparatus1ἐγκαλοίης ἐκείνῳ;—Οὐκ ἔχω εἰπεῖν. —Οὐδὲ ὅτι τοῖς κακῶς
- 2χρωμένοις οὐ προσεκτέον ἐστιν ἔχεις εἰπεῖν;—Καὶ μάλ',
- 3ἔφη, τοῦτό γε. —Ἀλλ' οὖν οὐχ οἱ ὡς οὐ προσήκει ὁμιλοῦντες,
- 4ἔφη, κακῶς χρῆσθαί σοι δοκοῦσιν;—Ἔμοιγε, ἔφη. —Τί οὖν
- 5ἥμαρτεν εἴ σοι μὴ προσέσχεν κακῶς χρωμένῳ;—Οὐδὲν φαί-
- pg 559Critical Apparatus6νεται, εἰπεῖν. —Τί οὖν ποτε οἱ ἄνθρωποι, ἔφη, τοιαῦτα ἐγκα-
- 7λοῦσιν πρὸς ἀλλήλους, καὶ τοῖς μὲν μὴ πεισθεῖσιν αὐτοῖς
- 8ὅτι οὐκ ἐπείσθησαν μέμφονται, αὑτοῖς δέ, ὅτι οὐκ ἔπεισαν,
- 3851οὐδ' ὁτιοῦν ἐγκαλοῦσιν;—Καὶ ἄλλος τις παρών, Ὅταν τε γάρ
- 2τις, ἔφη, εὖ χρήσηταί τῳ καὶ βοηθήσῃ, εἶτα ἀξιῶν αὐτῷ
- 3ὁμοίως χρήσασθαι μὴ τυγχάνῃ τούτου, πῶς οὐκ εἰκότως
- 4μέμφοιτʼ ἂν ὁ τοιοῦτος;—Οὐκοῦν ἔφη, ὃν ἀξιοῖ ὁμοίως αὐτῷ
- Critical Apparatus5χρῆσθαι, ἤτοι δυνατός ἐστιν χρῆσθαι αὐτῷ καλῶς ἢ οὐ δυνα-
- Critical Apparatus6τός; καὶ εἰ μὲν μὴ δυνατός ἐστιν, πῶς ἂν καλῶς ἀξιοίη, ἀξιῶν
- 7αὐτὸν ὃ οὐ δυνατός ἐστιν; εἰ δὲ δυνατός ἐστιν, πῶς τοιοῦτον
- 8ἄνθρωπον οὐκ ἔπεισεν; ἢ πῶς τοιαῦτα λέγοντες καλῶς
- b1λέγουσιν;—Ἀλλὰ νὴ Δίʼ, ἔφη, τοῦτο δεῖ ἐγκαλεῖν, ὅπως
- 2οὗτός τε τοῦ λοιποῦ βέλτιον χρῆται αὐτῷ, καὶ οἱ ἄλλοι φίλοι
- Critical Apparatus3ἀκούσαντες αὐτοῦ ἐγκαλοῦντος. —Βέλτιον δὲ χρῆσθαι, ἔφη,
- 4οἴει τινὰς ἀκούοντας ὀρθῶς λέγοντος καὶ ἀξιοῦντος, ἢ ἁμαρ-
- 5τάνοντος;—Ὀρθῶς λέγοντος, ἔφη. —Ὁ δέ γε οὐκ ὀρθῶς
- 6ἀξιοῦν ἐδόκει σοι;—Ναί, ἔφη. —Πῶς οὖν ἀκούοντες τοιαῦτα
- Critical Apparatus7ἐγκαλοῦντος βέλτιον χρήσονται;—Οὐδαμῶς, ἔφη. —Τοῦ οὖν
- cCritical Apparatus1ἕνεκα τοιαῦτά τις ἐγκαλεῖ;—Ἀνευρεῖν ἔφη οὐκ ἂν δύνασθαι.
- 2Ἀνθρώπου τις κατηγόρει εὐήθειαν ὅτι ταχέως καὶ τοῖς
- 3τυχοῦσιν ἀνθρώποις λέγουσι πιστεύοι. πολίταις μὲν γὰρ καὶ
- 4οἰκείοις λέγουσιν πιστεύειν εἰκός ἐστιν· τοιούτοις δ' ἀνθρώ-
- 5ποις οὓς οὔτε εἶδεν οὔτε ἤκουσεν πρότερον αὐτῶν, πιστεύειν,
- 6καὶ ταῦτα οὐκ ἀγνοοῦντα ὅτι οἱ πλεῖστοι τῶν ἀνθρώπων
- 7εἰσὶν ἀλαζόνες καὶ πονηροί, ἠλιθιότητος σημεῖον οὐ σμικρὸν
- d1εἶναι. Καὶ τῶν παρόντων τις ἔφη, Ἐγὼ δὲ ᾤμην σὲ τὸν
- 2ταχὺ καὶ τοῦ τυχόντος ἂν αἰσθανόμενον πολλοῦ νομίζειν ἄξιον
- 3εἶναι μᾶλλον ἢ τὸν βραδέως. —Καὶ γὰρ νομίζω, εἶπεν ἐκεῖνος.
- 4—Τί οὖν, ἔφη, ἐγκαλεῖς εἰ ταχὺ καὶ τοῖς τυχοῦσιν πιστεύει
- Critical Apparatus5τἀληθῆ λέγουσιν;—Ἀλλ' οὐ τοῦτο ἐγκαλῶ, εἰπεῖν, ἀλλ' ὅτι
- pg 5606πιστεύει ταχέως ψευδῆ λέγουσιν. —Εἰ δ' ἐν πλείονι χρόνῳ
- 7καὶ οὐ τοῖς τυχοῦσιν ἐπίστευε καὶ ᾐτιᾶτο, οὐκ ἂν ἐνεκάλεσας
- 8αὐτῷ μᾶλλον;—Ἔγωγ' ἄν, εἰπεῖν. —Ἆρα διότι γε βραδέως
- e1καὶ οὐ τοῖς τυχοῦσιν ἐπίστευεν;—Μὰ Δίʼ, εἶπεν. —Οὐ γὰρ
- 2οἶμαί γ', ἔφη, διὰ τοῦτʼ ἐγκαλεῖν ἀνθρώπῳ ἄξιον εἶναι ὑπολαμ-
- 3βάνεις, ἀλλὰ διότι πιστεύει λέγουσιν ἄπιστα. —Ἔγωγ',
- 4εἰπεῖν. —Πότερον οὖν, ἔφη, διὰ μὲν τὸ βραδέως καὶ μὴ τοῖς
- 5τυχοῦσιν πιστεύειν οὐκ οἴει ἄξιον εἶναι ἐγκαλεῖν αὐτῷ, διᾶ
- 6δὲ τὸ ταχέως καὶ τοῖς τυχοῦσι πιστεύειν ἄξιον;—Οὐκ ἔγωγ',
- 7εἰπεῖν. —Τί οὖν, ἔφη, ἐγκαλεῖς αὐτῷ;—Ὅτι ἁμαρτάνει, πρὸ
- 8τοῦ σκέψασθαι ταχέως πιστεύων τοῖς τυχοῦσιν. —Ἀλλ' εἰ
- 3861βραδέως ἐπίστευσεν πρὸ τοῦ σκέψασθαι, οὐκ ἂν ἡμάρτανεν;
- 2—Μὰ Δίʼ, εἶπεν, ἀλλὰ καὶ οὕτως ἡμάρτανεν ἂν οὐδὲν ἧττον.
- Critical Apparatus3ἀλλʼ οὐ τοῖς τυχοῦσιν οἶμαι δεῖν πιστεύειν. —Εἰ δὲ μὴ πι-
- 4στεύειν τοῖς τυχοῦσιν, ἔφη, οἴει δεῖν, ἀλλὰ τοῖς ἀγνῶσιν πῶς
- 5προσήκει ταχέως πιστεύειν; ἀλλὰ πρότερον οἴει δεῖν σκέ-
- 6ψασθαι εἰ ἀληθῆ λέγουσιν. —Ἔγωγ', εἶπεν. —Ἐπεὶ οἰκείων
- 7καὶ συνήθων, ἔφη, ὄντων οὐ δεῖ σκοπεῖσθαι εἰ λέγουσιν
- Critical Apparatus8ἀληθῆ. —Ἐγὼ μὲν φαίην ἄν, εἰπεῖν. —Ἴσως γὰρ καὶ τούτων
- 9τινές, ἔφη, λέγουσιν ἄπιστα. —Καὶ μάλα, εἶπεν. —Τί οὖν
- b1μᾶλλον, ἔφη, τοῖς οἰκείοις καὶ συνήθεσιν εἰκὸς πιστεύειν, ἢ
- Critical Apparatus2τοῖς τυχοῦσίν ἐστιν;—Οὐκ ἔχω, ἔφη, εἰπεῖν. —Τί δ'; εἰ οὐ
- Critical Apparatus3μᾶλλον τοῖς οἰκείοις πιστεύειν δεῖ ἢ τοῖς τυχοῦσιν, οὐκ
- 4ἀπίστους αὐτοὺς δεῖ νομίζειν μᾶλλον ἢ τοὺς τυχόντας;—
- 5Πῶς γὰρ οὔκ; ἔφη. —Ἐὰν οὖν τοῖς μὲν οἰκεῖοι ὦσιν, τοῖς δ'
- Critical Apparatus6ἀγνῶτες, πῶς οὐ δεήσει τοὺς αὐτοὺς μᾶλλον αὐτῷ πιστοὺς
- 7νομίζειν; οὐ γὰρ ὁμοίως πιστοὺς αὐτοὺς δεῖ νομίζειν τοὺς
- 8οἰκείους καὶ τοὺς ἀγνῶτας, ὡς φῄς. —Οὐκ ἀρέσκει μοι, εἰπεῖν.
- Critical Apparatus9—Ὁμοίως δ', ἔφη, καὶ τὰ λεγόμενα ὑπʼ αὐτῶν οἱ μὲν
- 10πιστεύουσιν, οἱ δ' οὐ πιστὰ ἡγήσονται, καὶ οὐδέτεροι ἁμαρ-
- 11τήσονται αὐτῶν. —Ἄτοπον καὶ τοῦτʼ, εἰπεῖν. —Ἔπειτα, ἔφη,
- pg 56112εἰ ταὐτὰ λέγουσιν οἱ οἰκεῖοι καὶ οἱ τυχόντες, πῶς οὐχ ὁμοίως
- c1τὰ λεγόμενα πιστὰ εἴη ἂν ἢ ἄπιστα;—Ἀνάγκη, εἶπεν. —
- 2Οὐκοῦν καὶ τοῖς λέγουσιν αὐτὰ ὁμοίως πιστευτέον λέγουσιν
- 3αὐτά;—Πιθανόν, εἶπεν.
- 4Ταῦτʼ οὖν λεγόντων αὐτῶν ἠπόρουν τίσιν ποτὲ δεῖ πιστεύειν
- 5καὶ τίσιν οὔ, καὶ πότερον τοῖς πιστοῖς καὶ τοῖς εἰδόσι περὶ
- 6ὧν λέγουσιν ἢ τοῖς οἰκείοις καὶ τοῖς γνωρίμοις. περὶ τούτων
- 7οὖν πῶς σὺ νομίζεις;
Critical Apparatus
a 2 ὧν ξυνέρχεσθε A Z : ὧν ἂν συνέρχησθε Y (et mox a 6)
Critical Apparatus
b 2 μὲν ἔστιν Y Z et in marg. A3 : om. A
Critical Apparatus
b 3 ἐπιστήμη A Y Z : ἐστιν ἐπιστήμη A2 (ἐστὶν in marg. ) O
δʼ Y Z et δὲ s. v. A2 : om. A ἐμπείπωσ A : ομ. Y Z
Critical Apparatus
b 4 μηδεμία] εἰ δὲ μηδεμία A2 (εἰ δὲ in marg.) ἐστί A Z : om. Y εἰ δέ τις ἐπιστήμη ἀφʼ Y Z et in marg. A3 : εἰ δέ τις * * μη· ἀφ̓ʼ A (ἐπιστή in ras. Scripsit a)
Critical Apparatus
b 5 συμβονυλεύειν A Z : συμβομλεύειν οἷόν τε Y
Critical Apparatus
b 8 ξυνέρχησθε Y
Critical Apparatus
c 1 ὑμᾶς A Y : ἡμᾶς Z
Critical Apparatus
c 5 πάντες μὴ A Y : μὴ πάντες Z
Critical Apparatus
c 6 δύναισθε] δύναισθε A (sed ασ in ras.) Z : δύνησθε Y
ὑμῖν Y Z : ἡμῖν A
Critical Apparatus
d 1 ἡμαῶν Z (qui saepius sic peccat)
δὲ] οὐδὲ in marg. A3 et in textu fecit a
Critical Apparatus
d 3 ἀπείποις … d 4τοῖς Y et in marg. A3 Z3 : om. A Z
Critical Apparatus
d 4 ἣ in marg. A2 : ἧ A
οἱ Y Z : om. A
Critical Apparatus
d 5 ὑμᾶς scr. recc.: ἡμᾶς A Y Zτούτου scr. Ven. 184: τούτους A Y Z
Critical Apparatus
d 9 ὑπελαμβάνετε Z : ὑπολαμβάνετε A Y
Critical Apparatus
a 7 ὁ A Z : om. Y
Critical Apparatus
b 1 ἂν οὐκ A Z : οὐκ ἂν Y
Critical Apparatus
c 1 ἔμφρονες A Y : οἱ ἔμφρονες Z
Critical Apparatus
c 3 γε O2 (γ s.v. ): τε A Y Z
Critical Apparatus
c 7 πλείνες Y : πλείονος A Z
Critical Apparatus
c 8 μὲν A Z : om. Y
Critical Apparatus
d 1 καὶ Y : om. A Z
Critical Apparatus
d 2 κρίνετε A : κρινεῖτε Y : κρίνει τε Z
Critical Apparatus
d 4 κρινεῖτε re vera A τίνας κρίνετε Y et in marg. A2 : om. A Z
Critical Apparatus
d 5 δὲ Z et (post τί) Y : om.
A δεῖ A Z : om. Y ἄλλους Y
ἄλλοως A (sed ου supra ως A2): ἄλλωσε Z
Critical Apparatus
d 6 καὶ Y : om. A Z
Critical Apparatus
e 4 οὐδʼ A Z : εἰ δʼ Y
Critical Apparatus
a 3 διδάξειν Y : διδάξει A Z
Critical Apparatus
a 4 κρινεῖν Bekker
Critical Apparatus
a 6 ὅν Y : om A Z
Critical Apparatus
a 7 ἱκανοὺς Y Z et fecit A2 : ἱκανὸς A
Critical Apparatus
c 8 ἂν A Y : om. Z
Critical Apparatus
d 6 ποῖά A Y : ὁποῖά Z O2
Critical Apparatus
e 7 ἐπίστευεν A Y : ἐπίστευσε Z
Critical Apparatus
e 8 μόνου Z : μόνον A Y
Critical Apparatus
e 9 ποιoῖ Z : ποιοῖτο A Y
Critical Apparatus
a 6 κρῖναι corr. Y Z : κρίνας A Y
Critical Apparatus
b 3 ἀκροάσασθαι A Y Z : ἀκροάσεσθαι Bekker
Critical Apparatus
b 5 ἂν Z O2 : om. A O
Critical Apparatus
c 6 ἑταῖρος corr. Y (αι s. v.): ἕτερος A Y
Critical Apparatus
d 2 ταῦτα οἷόν τε Y : δυνατὸν ταῦτα οἷόν τε A Z
Critical Apparatus
d 5 ὁ Y : om. A Z
Critical Apparatus
d 6 γρ. ἐμφανιοῦσι Z : ἐμφαίνουσι A Y Z
Critical Apparatus
e 3 ἐμφανιοῦσιν (et mox e 5): ἐμφαίνουσιν libri
Critical Apparatus
a 1 ἔφη Y : ἔφης A : ἄφης Z
οὐ* A : οὖν Y
Critical Apparatus
a 5 ἔστι A : ἔτι in marg. A2
Critical Apparatus
b 1 ξυμβάλλεσθαι A : ξυμβαλέσθαι Y Z
Critical Apparatus
d 6 εἰπεῖν] εἶπεν O2 (ε s. v.)
Critical Apparatus
e 1 οὐδὲ O2 (οὐ s. v.): εἰ δὲ A Y Z
Critical Apparatus
e 6 εἰπεῖν] εἶπεν O2 (ε s. v.)
Critical Apparatus
a 5 ἤτοι O2 (η et οι s. v.): εἴτε A Y Z
Critical Apparatus
a 6 ἀξιῴη A Y Z
Critical Apparatus
b 3 χρῆσθαι] χρήσεσθαι vulg.
Critical Apparatus
b 7 τοῦ οὖν Z et in marg. γρ. A2 : τί οὖν A Y
Critical Apparatus
c 1 ἐγκαλεῖ Y : ἐγκαλοῖ A Z
Critical Apparatus
d 5 εἰπεῖν] εἶπεν (ε s. v.) O2 et mox e 1, e 5, e 8
Critical Apparatus
a 3 ἀλλʼ οὐ Z : ἀλλὰ καὶ A Y
Critical Apparatus
a 8 εἰπεῖν] εἶπεν O2 (ε s. v.) et mox b 8
Critical Apparatus
b 2 εἰ οὐ] εἰ A Y Z
Critical Apparatus
b 3 δεῖ Z : δεῖν A Y
οὐκ ἀπίστους] οὐ καὶ πιστοὺς ci. Schneider
Critical Apparatus
b 6 αὐτῷ] αὐτῶν ci. Schneider
Critical Apparatus
b 9 ἔφη scr. Ven. 184: ἔφην A Y Z