Jump to Content

Main Text

pg 383ΣΟΦΙΣΤΗΣ‎

pg 384SIGLA CODICUM

  1. familia   I β‎

  2. B   Cod. Bodl. MS E. D. Clarke 39 anno 895

  3. D   Cod. Ven. gr. 185 saec. XIIfamilia II T

  4. T   Cod. Ven. app. cl. 4. 1 saec. Xfamilia III δ‎

  5. W   Cod. Vind. suppl. gr. 7 saec. XI

  6. P   Cod. Vat. Pal. gr. 173 (excerpta) saec. X–XI

  7. B2   vetus corrector codicis B (sed vid. praef. p. xi n. 17) saec. IX fin.

  8. T2   vetus corrector codicis T (sed vid. praef. p. xii) saec. X fin.?papyri

  9. Π‎   Hibeh Pap. 2. 1. 228 (Pack2 1395), 223e–224a, 224b: cf. E. G. Turner, Rh. Mus. 98 (1955), 97–8 saec. III BC

testimonia

de auctoribus Platonem citantibus et de locis excerptorum singulorum vide Compendium Auctorum et Indicem Locorum.

codices recentiores

codd. recentiores interdum nominatim laudantur; de quibus vide indices a Post et Wilson confectas (cf. Praef. p. xvii n. 28).

bdt = manus recentiores in BDT

in Sophistae apparatu β‎ = hyparchetypus BD

pg 385St.IΘΕΟΔΩΡΟΣ ΣΟΦΙΣΤΗΣ ΣΩΚΡΑΤΗΣ ΕΛΕΑΤΗΣ ΞΕΝΟΣ ΘΕΑΙΤΗΤΟΣ‎

216 Link 1

ΘΕΟ.‎ Κατὰ τὴν χθὲς ὁμολογίαν, ὦ Σώκρατες, ἥκομεν

Critical Apparatus2αὐτοί τε κοσμίως καὶ τόνδε τινὰ ξένον ἄγομεν, τὸ μὲν γένος

Critical Apparatus3ἐξ Ἐλέας, ἑταῖρον δὲ τῶν ἀμφὶ Παρμενίδην καὶ Ζήνωνα,

Link 4μάλα δὲ ἄνδρα φιλόσοφον‎.

5

ΣΩ.‎ Ἆρʼ οὖν, ὦ Θεόδωρε, οὐ ξένον ἀλλά τινα θεὸν

6ἄγων κατὰ τὸν Ὁμήρου λόγον λέληθας; ὅς φησιν ἄλλους

b1τε θεοὺς τοῖς ἀνθρώποις ὁπόσοι μετέχουσιν αἰδοῦς

2δικαίας, καὶ δὴ καὶ τὸν ξένιον οὐχ ἥκιστα θεὸν συνοπαδὸν

3γιγνόμενον ὕβρεις τε καὶ εὐνομίας τῶν ἀνθρώπων

Critical Apparatus Link 4καθορᾶν. τάχʼ οὖν ἂν καὶ σοί τις οὗτος τῶν κρειττόνων

5συνέποιτο, φαύλους ἡμᾶς ὄντας ἐν τοῖς λόγοις ἐποψόμενός

6τε καὶ ἐλέγξων, θεὸς ὤν τις ἐλεγκτικός‎.

7

ΘΕΟ.‎ Οὐχ οὗτος ὁ τρόπος, ὦ Σώκρατες, τοῦ ξένου,

Link 8ἀλλὰ μετριώτερος τῶν περὶ τὰς ἔριδας ἐσπουδακότων. καί

Critical Apparatus9μοι δοκεῖ θεὸς μὲν ἁνὴρ οὐδαμῶς εἶναι, θεῖος μήν• πάντας

c1γὰρ ἐγὼ τοὺς φιλοσόφους τοιούτους προσαγορεύω‎.

Critical Apparatus Link 2

ΣΩ.‎ Καὶ καλῶς γε, ὦ φίλε. τοῦτο μέντοι κινδυνεύει τὸ

Critical Apparatus3γένος οὐ πολύ τι ῥᾷον ὡς ἔπος εἰπεῖν εἶναι διακρίνειν ἢ τὸ

Critical Apparatus4τοῦ θεοῦ• πάνυ γὰρ ἇνδρες οὗτοι "παντοῖοι" φανταζό-

5μενοι διὰ τὴν τῶν ἄλλων ἄγνοιαν "ἐπιστρωφῶσι

Critical Apparatus6πόληας," οἱ μὴ πλαστῶς ἀλλ' ὄντως φιλόσοφοι, καθ-

Link 7ορῶντες ὑψόθεν τὸν τῶν κάτω βίον, καὶ τοῖς μὲν δοκοῦσιν

pg 386Critical Apparatus8εἶναι τοῦ μηδενὸς τίμιοι, τοῖς δʼ ἄξιοι τοῦ παντός• καὶ τοτὲ

d1μὲν πολιτικοὶ φαντάζονται, τοτὲ δὲ σοφισταί, τοτὲ δʼ ἔστιν

Link 2οἷς δόξαν παράσχοιντʼ ἂν ὡς παντάπασιν ἔχοντες μανικῶς.

Link 3τοῦ μέντοι ξένου ἡμῖν ἡδέως ἂν πυνθανοίμην, εἰ φίλον

217 Link 1αὐτῷ, τί ταῦθʼ οἱ περὶ τὸν ἐκεῖ τόπον ἡγοῦντο καὶ ὠνόμ-

2αζον‎.

3

ΘΕΟ.‎ Τὰ ποῖα δή‎;

Link 4

ΣΩ.‎ Σοφιστήν, πολιτικόν, φιλόσοφον‎.

5

ΘΕΟ.‎ Τί δὲ μάλιστα καὶ τὸ ποῖόν τι περὶ αὐτῶν δια-

6πορηθεὶς ἐρέσθαι διενοήθης‎;

Critical Apparatus7

ΣΩ.‎ Τόδε• πότερον ἓν πάντα ταῦτα ἐνόμιζον ἢ δύο, ἢ

Critical Apparatus8καθάπερ τὰ ὀνόματα τρία, τρία καὶ γένη διαιρούμενοι καθʼ

Critical Apparatus9ἓν ὄνομα γένος ἑκάστῳ προσῆπτον‎;

10

ΘΕΟ.‎ Ἀλλ' οὐδείς, ὡς ἐγᾦμαι, φθόνος αὐτῷ διελθεῖν

Critical Apparatus11αὐτά• ἢ πῶς, ὦ ξένε, λέγωμεν‎;

b Link 1

ΞΕ.‎ Οὕτως, ὦ Θεόδωρε. φθόνος μὲν γὰρ οὐδεὶς οὐδὲ

2χαλεπὸν εἰπεῖν ὅτι γε τρίʼ ἡγοῦντο• καθʼ ἕκαστον μὴν διο-

3ρίσασθαι σαφῶς τί ποτʼ ἔστιν, οὐ σμικρὸν οὐδὲ ῥᾴδιον

4ἔργον‎.

5

ΘΕΟ.‎ Καὶ μὲν δὴ κατὰ τύχην γε, ὦ Σώκρατες, λόγων

6ἐπελάβου παραπλήσιων ὧν καὶ πρὶν ἡμᾶς δεῦρʼ ἐλθεῖν

Critical Apparatus7διερωτῶντες αὐτὸν ἐτυγχάνομεν, ὁ δὲ ταὐτὰ ἅπερ πρὸς σὲ

Link 8νῦν καὶ τότε ἐσκήπτετο πρὸς ἡμᾶς• ἐπεὶ διακηκοέναι γέ

9φησιν ἱκανῶς καὶ οὐκ ἀμνημονεῖν‎.

c Link 1

ΣΩ.‎ Μὴ τοίνυν, ὦ ξένε, ἡμῶν τήν γε πρώτην

Critical Apparatus Link 2αἰτησάντων χάριν ἀπαρνηθεὶς γένῃ, τοσόνδε δʼ ἡμῖν

Critical Apparatus Link 3φράζε. πότερον εἴωθας ἥδιον αὐτὸς ἐπὶ σαυτοῦ μακρῷ

4λόγῳ διεξιέναι λέγων τοῦτο ὃ ἂν ἐνδείξασθαι τῳ

Critical Apparatus5βουληθῇς, ἢ δι' ἐρωτήσεων, οἷόν ποτε καὶ Παρμενίδῃ

Critical Apparatus6χρωμένῳ καὶ διεξιόντι λόγους παγκάλους παρεγενόμην

Critical Apparatus7ἐγὼ νέος ὤν, ἐκείνου μάλα δὴ τότε ὄντος πρεσβύτου‎;

pg 387 d Link 1

ΞΕ.‎ Τῴ μέν, ὦ Σώκρατες, ἀλύπως τε καὶ εὐην

2προσδιαλεγομἐνω ῥᾷον οὕτω, τὸ πρὸς ἄλλον• εἰ δὲ μή, τὸ

3καθʼ αὑτόν‎.

4

ΣΩ.‎ Ἔξεστι τοίνυν τῶν παρόντων ὃν ἂν βουληθῇς

5ἐκλέξασθαι, πάντες γὰρ ὑπακούσονταί σοι, πρᾴως• συμ-

Link 6βούλῳ μὴν ἐμοὶ χρώμενος τῶν νέων τινὰ αἱρήσῃ, Θεαίτη-

7τον τόνδε, ἢ καὶ τῶν ἄλλων εἴ τίς σοι κατὰ νοῦν‎.

8

ΞΕ.‎ Ὦ Σώκρατες, αἰδώς τίς μʼ ἔχει τὸ νῦν πρῶτον συγ-

9γενόμενον ὑμῖν μὴ κατὰ σμικρὸν ἔπος πρὸς ἔπος ποιεῖσθαι

eCritical Apparatus1τὴν συνουσίαν, ἀλλʼ ἐκτείναντα ἀπομηκύνειν λόγον συχνὸν

2κατʼ ἐμαυτόν, εἴτε καὶ πρὸς ἕτερον, οἷον ἐπίδειξιν ποιού-

3μενον• τῷ γὰρ ὄντι τὸ νῦν ῥηθὲν οὐχ ὅσον ὧδε ἐρωτηθὲν

4ἐλπίσειεν ἂν αὐτὸ εἶναί τις, ἀλλὰ τυγχάνει λόγου παμμή-

5κους ὄν. τὸ δὲ αὖ σοὶ μὴ χαρίζεσθαι καὶ τοῖσδε, ἄλλως τε

Critical Apparatus6καὶ σοῦ λέξαντος ὡς εἶπες, ἄξενόν τι καταφαίνεταί μοι καὶ

218Critical Apparatus Link 1ἄγριον• ἐπεὶ Θεαίτητόν γε τὸν προσδιαλεγόμενον εἶναι

2δέχομαι παντάπασιν ἐξ ὧν αὐτός τε πρότερον διείλεγμαι

Critical Apparatus3καὶ σὺ τὰ νῦν μοι διακελεύῃ‎.

Critical Apparatus4

ΘΕΑΙ.‎ Δρᾶ τοίνυν, ὦ ξένε, οὕτω καὶ καθάπερ εἶπε

5Σωκράτης πᾶσιν κεχαρισμένος ἔσῃ‎.

Critical Apparatus6

ΞΕ.‎ Κινδυνεύει πρὸς μὲν ταῦτα οὐδὲν ἔτι λεκτέον εἶναι,

7Θεαίτητε• πρὸς δὲ σὲ ἢδη τὸ μετὰ τοῦτο, ὡς ἔοικε, γίγνοιτο

8ἂν ὁ λόγος. ἂν δʼ ἄρα τι τῷ μήκει πονῶν ἄχθῃ, μὴ ἐμὲ

9αἰτιᾶσθαι τούτων, ἀλλὰ τούσδε τοὺς σοὺς ἑταίρους‎.

b Link 1

ΘΕΑΙ.‎ Ἀλλ' οἶμαι μὲν δὴ νῦν οὕτως οὐκ ἀπερεῖν• ἂν δʼ

2ἄρα τι τοιοῦτον γίγνηται, καὶ τόνδε παραληψόμεθα

Critical Apparatus3Σωκράτη, τὸν Σωκράτους μὲν ὁμώνυμον, ἐμὸν δὲ ἡλι-

Critical Apparatus4κιώτην καὶ συγγυμναστήν, ᾧ συνδιαπονεῖν μετʼ ἐμοῦ τὰ

5πολλὰ οὐκ ἄηθες‎.

Link 6

ΞΕ.‎ Εὖ λέγεις, καὶ ταῦτα μὲν ἰδίᾳ βουλεύσῃ προϊόντος

7τοῦ λόγου• κοινῇ δὲ μετʼ ἐμοῦ σοι συσκεπτέον ἀρχομένῳ

pg 3888πρῶτον, ὡς ἐμοὶ φαίνεται, νῦν ἀπὸ τοῦ σοφιστοῦ, ζητοῦντι

cCritical Apparatus Link 1καὶ ἐμφανίζοντι λόγῳ τί ποτʼ ἔστι. νῦν γὰρ δὴ σύ τε κἀγὼ

2τούτον πέρι τοὔνομα μόνον ἔχομεν κοινῇ, τὸ δὲ ἔργον ἐφʼ ᾧ

Critical Apparatus3καλοῦμεν ἑκάτερος τάχʼ ἂν ἰδίᾳ παρʼ ἡμῖν αὐτοῖς ἔχοιμεν•

4δεῖ δὲ ἀεὶ παντὸς πέρι τὸ πρᾶγμα αὐτὸ μᾶλλον διὰ λόγων ἢ

Critical Apparatus Link 5τοὔνομα μόνον συνωμολογῆσθαι χωρὶς λόγου. τὸ δὲ φῦλον

6ὃ νῦν ἐπινοοῦμεν ζητεῖν οὐ πάντων ῥᾷστον συλλαβεῖν τί

Link 7ποτʼ ἔστιν, ὁ σοφιστής• ὅσα δʼ αὖ τῶν μεγάλων δεῖ δια-

8πονεῖσθαι καλῶς, περὶ τῶν τοιούτων δέδοκται πᾶσιν καὶ

d1πάλαι τὸ πρότερον ἐν σμικροῖς καὶ ῥᾴοσιν αὐτὰ δεῖν

Critical Apparatus2μελετᾶν, πρὶν ἐν αὐτοῖς τοῖς μεγίστοις. νῦν οὖν, ὦ

Link 3Θεαίτητε, ἔγωγε καὶ νῷν οὕτω συμβονλεύω, χαλεπὸν καὶ

4δυσθήρεντον ἡγησαμένοις εἶναι τὸ τοῦ σοφιστοῦ γένος

5πρότερον ἐν ἄλλῳ ῥᾴονι τὴν μέθοδον αὐτοῦ προμελετᾶν, εἰ

6μὴ σύ ποθεν εὐπετεστέραν ἔχεῖς ἄίπείν ἄλλην ὁδόν‎.

7

ΘΕΑΙ.‎ Ἀλλʼ οὐκ ἔχω‎.

8

ΞΕ.‎ Βούλει δῆτα περί τινος τῶν φαύλων μετιόντες

9πειραθῶμεν παράδειγμα αὐτὸ θέσθαι τοῦ μείζονος‎;

e 1

ΘΕΑΙ.‎ Ναί‎.

Critical Apparatus Link 2

ΞΕ.‎ Τί δῆτα προταζαίμεθʼ ἂν εὔγνωστον μὲν καὶ σμι-

Link 3κρόν, λόγον δὲ μηδενὸς ἐλάττονα ἔχον τῶν μειζόνων; οἷον

4ἀσπαλιευτής• ἆρʼ οὐ πᾶσί τε γνώριμον καὶ σπουδῆς οὐ

5πάνυ τι πολλῆς τινος ἐπάξιον‎;

6

ΘΕΑΙ.‎ Οὕτως‎.

219 Link 1

ΞΕ.‎ Μέθοδον μὴν αὐτὸν ἐλπίζω καὶ λόγον οὐκ

2ἀνεπιτήδειον ἡμῖν ἔχειν πρὸς ὃ βουλόμεθα‎.

Critical Apparatus3

ΘΕΑΙ.‎ Καλῶς ἂν ἔχοι‎.

4

ΞΕ.‎ Φέρε δή, τῇδε ἀρχώμεθα αὐτοῦ. καί μοι λέγε•

5πότερον ὡς τεχνίτην αὐτὸν ἢ τινα ἄτεχνον, ἄλλην δὲ

Critical Apparatus6δύναμιν ἔχοντα θήσομεν‎;

Critical Apparatus7

ΘΕΑΙ.‎ Ἥκιστά γε ἄτεχνον‎.

pg 389Critical Apparatus8

ΞΕ.‎ Ἀλλὰ μὴν τῶν γε τεχνῶν πασῶν σχεδὸν εἴδη δύο‎.

9

ΘΕΑΙ.‎ Πῶς‎;

Link 10

ΞΕ.‎ Γεωργία μὲν καὶ ὅση περὶ τὸ θνητὸν πᾶν σῶμα

11θεραπεία, τό ΤΕ αὖ περὶ τὸ σύνθετον καὶ πλαστόν, ὅ δὴ

b Link 1σκεῦος ὠνομάκαμεν, ἥ τε μιμητική, σύμπαντα ταῦτα

Critical Apparatus2δικαιότατʼ ἂν ἑνὶ προσαγορεύοιτʼ ἂν ὀνόματι‎.

3

ΘΕΑΙ.‎ Πῶς καὶ τίνι‎;

Critical Apparatus Link 4

ΞΕ.‎ Πᾶν ὅπερ ἂν μὴ πρότερον τις ὂν ὕστερον εἰς οὐσίαν

5ἄγῃ, τὸν μὲν ἄγοντα ποιεῖν, τὸ δὲ ἀγόμενον ποιεῖσθαί πού

6φαμεν‎.

7

ΘΕΑΙ.‎ Ὀρθῶς‎.

Critical Apparatus8

ΞΕ.‎ Τὰ δέ γε νυνδὴ 〈ἃ〉 διήλθομεν ἅπαντα εἶχεν εἶς

9τοῦτο τὴν αὑτῶν δύναμιν‎.

10

ΘΕΑΙ.‎ Εἶχε γὰρ οὖν‎.

11

ΞΕ.‎ Ποιητικὴν τοίνυν αὐτὰ συγκεφαλαιωσάμενοι

12προσείπωμεν‎.

c Link 1

ΘΕΑΙ.‎ Ἔστω‎.

Critical Apparatus Link 2

ΞΕ.‎ Τὸ δὲ μαθηματικὸν αὖ μετὰ τοῦτο εἶδος ὅλον καὶ

3τὸ τῆς γνωρίσεως τό τε χρηματιστικὸν καὶ ἀγωνιστικὸν

4καὶ θηρευτικόν, ἐπειδὴ δημιουργεῖ μὲν οὐδὲν τούτων, τὰ

5δὲ ὄντα καὶ γεγονότα τὰ μὲν χειροῦται λόγοις καὶ πράξεσι,

6τὰ δὲ τοῖς χειρουμένοις οὐκ ἐπιτρέπει, μάλιστʼ ἄν που διὰ

Critical Apparatus7ταῦτα συνάπαντα τὰ μέρη τέχνη τις κτητικὴ λεχθεῖσα ἂν

8διαπρέψειεν‎.

Critical Apparatus9

ΘΕΑΙ.‎ Διαπρέποι γὰρ ἄν‎.

d 1

ΞΕ.‎ Κτητικῆς δὴ καὶ ποιητικῆς συμπασῶν οὐσῶν τῶν

2τεχνῶν ἐν ποτέρᾳ τὴν ἀσπαλιευτικήν, ὦ Θεαίτητε, τιθῶ-

3μεν‎;

4

ΘΕΑΙ.‎ Ἐν κτητικῇ που δῆλον‎.

5

ΞΕ.‎ Κτητικῆς δὲ ἆρʼ οὐ δύο εἴδη; τὸ μὲν ἑκόντων πρὸς

pg 390Critical Apparatus6ἐκόντας μεταβλητικὸν ὂν διά τε δωρεῶν καὶ μισθώσεων

7καὶ ἀγοράσεων, τὸ δὲ λοιπόν, ἢ κατʼ ἔργα ἢ κατὰ λόγους

8χειρούμενον σύμπαν, χειρωτικὸν ἂν εἴη‎;

9

ΘΕΑΙ.‎ Φαίνεται γοῦν ἐκ τῶν εἰρημένων‎.

10

ΞΕ.‎ Τί δέ; τὴν χειρωτικὴν ἆρʼ οὐ διχῇ τμητέον‎;

11

ΘΕΑΙ.‎ Πῇ‎;

e Critical Apparatus1

ΞΕ.‎ Τὸ μὲν ἀναφανδὸν ὅλον ἀγωνιστικὸν θέντας, τὸ δὲ

2κρυφαῖον αὐτῆς πᾶν θηρευτικόν‎.

3

ΘΕΑΙ.‎ Ναί‎.

Critical Apparatus4

ΞΕ.‎ Τήν γε μὴν Θηρευτικὴν ἄλογον τὸ μὴ οὐ τέμνειν

5διχῇ‎.

6

ΘΕΑΙ.‎ Λέγε ὅπη‎.

7

ΞΕ.‎ Τὸ μὲν ἀψύχου γένους διελομένους, τὸ δʼ ἐμψύχου‎.

8

ΘΕΑΙ.‎ Τί μήν; εἴπερ ἔστον γε ἄμφω‎.

220 Critical Apparatus1

ΞΕ.‎ Πῶς δὲ οὐκ ἔστον; καὶ δεῖὂ γε ἡμᾶς τὸ μὲν τῶν

Critical Apparatus2ἀψύχων, ἀνώνυμον ὂν πλὴν κατʼ ἔνια τῆς κολυμβητικῆς

Critical Apparatus3ἄττα μέρη καὶ τοιαῦτʼ ἄλλα βραχέα, χαίρειν ἐᾶσαι, τὸ δέ,

4τῶν ἐμψύχων ζῴων οὖσαν Θήραν, προσειπεῖν ζῳοθηρικήν‎.

5

ΘΕΑΙ.‎ Ἔστω‎.

Link 6

ΞΕ.‎ Ζῳοθηρικῆς δὲ ἆρʼ οὐ διπλοῦν εἶδος ἂν λέγοιτο ἐν

7δίκῃ, τὸ μὲν πεζοῦ γένους, πολλοῖς εἴδεσι καὶ ὀνόμασι

8διῃρημένον, πεζοθηρικόν, τὸ δʼ ἕτερον νευστικοῦ ζῴου πᾶν

9ἐνυγροθηρικόν‎;

10

ΘΕΑΙ.‎ Πάνυ γε‎.

b Critical Apparatus1

ΞΕ.‎ Νευστικοῦ μὴν τὸ μὲν πτηνὸν φῦλον ὁρῶμεν, τὸ δὲ

2ἔνυδρον‎;

3

ΘΕΑΙ.‎ Πῶς δʼ οὔ‎;

4

ΞΕ.‎ Καὶ τοῦ πτηνοῦ μὴν γένους πᾶσα ἡμῖν ἡ Θήρα

5λέγεταί πού τις ὀρνιθευτική‎.

6

ΘΕΑΙ.‎ Λέγεται γὰρ οὖν‎.

Critical Apparatus7

ΞΕ.‎ Τοῦ δὲ ἐνύδρου σχεδὸν τὸ σύνολον ἁλιευτική‎.

pg 3918

ΘΕΑΙ.‎ Ναί‎.

Critical Apparatus9

ΞΕ.‎ Τί δέ; ταύτην αὖ τὴν θήραν ἆρʼ οὐκ ἂν κατὰ

Critical Apparatus10μέγιστα μέρη δύο διέλοιμεν‎;

11

ΘΕΑΙ.‎ Κατὰ ποῖα‎;

Critical Apparatus12

ΞΕ.‎ Καθʼ ἃ τὸ μὲν ἕρκεσιν αὐτοῖν ποιεῖται τὴν θήραν, τὸ

13δὲ πληγῇ‎.

14

ΘΕΑΙ.‎ Πῶς λέγεις, καὶ πῇ διαιρούμενος ἑκάτερον‎;

c 1

ΞΕ.‎ Τὸ μέν, ὅτι πᾶν ὅσον ἂν ἕνεκα κωλύσεως εἴργῃ τι

2περιέχον, ἕρκος εἰκὸς ὀνομάζειν‎.

3

ΘΕΑΙ.‎ Πάνυ μὲν οὖν‎.

Critical Apparatus4

ΞΕ.‎ Κύρτους δὴ καὶ δίκτυα καὶ βρόχους καὶ πόρκους

5καὶ τὰ τοιαῦτα μῶν ἄλλο τι πλὴν ἕρκη χρὴ προσαγορεύειν‎;

Critical Apparatus6

ΘΕΑΙ.‎ Οὐδέν‎.

7

ΞΕ.‎ Τοῦτο μὲν ἄρα ἑρκοθηρικὸν τῆς ἄγρας τὸ μέρος

8φήσομεν ἤ τι τοιοῦτον‎.

9

ΘΕΑΙ.‎ Ναί‎.

Link 10

ΞΕ.‎ Τὸ δὲ ἀγκίστροις καὶ τριόδουσι πληγῇ γιγνόμε

d1ἕτερον μὲν ἐκείνου, πληκτικὴν δέ τινα θήραν ἡμᾶς προσει-

Critical Apparatus2πεῖν ἑνὶ λόγῳ νῦν χρεών• ἢ τί τις ἂν, ὦ Θεαίτητε, εἴποι κάλ-

3λιον‎;

Link 4

ΘΕΑΙ.‎ Ἀμελῶμεν τοῦ ὀνόματος• ἀρκεῖ γὰρ καὶ τοῦτο‎.

5

ΞΕ.‎ Τῆς τοίνυν πληκτικῆς τὸ μὲν νυκτερινὸν οἶμαι πρὸς

6πυρὸς φῶς γιγνόμενον ὑπʼ αὐτῶν τῶν περὶ τὴν θήραν

7πυρευτικὴν ῥηθῆναι συμβέβηκεν‎.

Critical Apparatus8

ΘΕΑΙ.‎ Πάνυ γε‎.

9

ΞΕ.‎ Τὸ δέ γε μεθημερινόν, ὡς ἐχόντων ἐν ἄκροις

10ἄγκιστρα καὶ τῶν τριοδόντων, πᾶν ἀγκιστρευτικόν‎.

e 1

ΘΕΑΙ.‎ Λέγεται γὰρ οὖν‎.

2

ΞΕ.‎ Τοῦ τοίνυν ἀγκιστρευτικοῦ τῆς πληκτικῆς τὸ μὲν

pg 3923ἄνωθεν εἰς τὸ κάτω γιγνόμενόν διὰ τὸ τοῖς τριόδουσιν

Critical Apparatus4οὔτω μάλιστα χρῆσθαι τριοδοντία τις οἶμαι κέκληται‎.

5

ΘΕΑΙ.‎ Φασὶ γοῦν τινές‎.

6

ΞΕ.‎ Τὸ δέ γε λοιπόν ἐστιν ἓν ἔτι μόνον ὡς εἰπεῖν εἶδος‎.

Critical Apparatus7

ΘΕΑΙ.‎ Τὸ ποῖον‎;

Critical Apparatus8

ΞΕ.‎ Τό τῆς ἐναντίας ταύτῃ πληγῆς, ἀγκίστρῳ τε γιγνό-

9μενον καὶ τῶν ἰχθύων οὐχ ᾗ τις ἂν τύχῃ τοῦ σώματος,

2211ὥσπερ τοῖς τριόδουσιν, ἀλλὰ περὶ τὴν κεφαλὴν καὶ τὸ

2στόμα τοῦ θηρευθέντος ἑκάστοτε, καὶ κάτωθεν εἰς τοὐναν-

Critical Apparatus3τίον ἄνω ῥάβδοις καὶ τεράμωσιν ἀνασπώμενον• οὗ τί

4φήσομεν, ὦ Θεαίτητε, δεῖν τοὔνομα λέγεσθαι‎;

Critical Apparatus5

ΘΕΑΙ.‎ Δοκῶ μέν, ὅπερ ἄρτι προυθέμεθα δεῖν ἐζευρεῖν,

6τούτʼ αὐτὸ νῦν ἀποτετελέσθαι‎.

Critical Apparatus Link 7

ΞΕ.‎ Νῦν ἄρα τῆς ἀσπαλιευτικῆς πέρι σύ τε κἀγὼ συν-

b1ωμολογήκαμεν οὐ μόνον τοὔνομα, ἀλλὰ καὶ τὸν λόγον

Link 2περὶ αὐτὸ τοὖργον εἰλήφαμεν ἱκανῶς. συμπάσης γὰρ

3τέχνης τὸ μὲν ἥμισυ μέρος κτητικὸν ἦν, κτητικοῦ δὲ χειρω-

4τικόν, χειρωτικοῦ δὲ θηρευτικόν, τοῦ δὲ θηρευτικοῦ

Critical Apparatus5ζῳοθηρικόν, ζῳοθηρικοῦ δὲ ἐνυγροθηρικόν, ἐνυγροθηρι-

6κοῦ δὲ τὸ κάτωθεν τμῆμα ὅλον ἁλιευτικόν, ἁλιευτικῆς δὲ

Critical Apparatus7πληκτικόν, πληκτικῆς δὲ ἀγκιστρευτικόν• τούτου δὲ τὸ

c1περὶ τὴν κάτωθεν ἄνω πληγὴν ἀνασπωμένην, ἀπʼ αὐτῆς

2τῆς πράξεως ἀφομοιωθὲν τοὔνομα, ἡ νῦν "ἀσπαλιευτικὴ"

Critical Apparatus3ζητηθεῖσα ἐπίκλην γέγονεν‎.

4

ΘΕΑΙ.‎ Παντάπασι μὲν οὖν τοῦτό γε ἱκανῶς δεδή-

5λωται‎.

6

ΞΕ.‎ Φέρε δή, κατὰ τοῦτο τὸ παράδειγμα καὶ τὸν

7σοφιστὴν ἐπιχειρῶμεν εὑρεῖν ὅτι ποτʼ ἔστιν‎.

8

ΘΕΑΙ.‎ Κομιδῇ μὲν οὖν‎.

pg 393Critical Apparatus Link 9

ΞΕ.‎ Καὶ μὴν ἐκεῖνό γʼ ἦν τὸ ζήτημα πρῶτον, πότερον

Critical Apparatus10ἰδιώτην ἤ τινα τέχνην ἔχοντα Θετέον εἶναι τὸν ἀσπαλιευτήν‎.

11

ΘΕΑΙ.‎ Ναί‎.

d Link 1

ΞΕ.‎ Καὶ νῦν δὴ τοῦτον ἰδιώτην θήσομεν, ὦ Θεαίτητε,

2παντάπασιν ὡς ἀληθῶς σοφιστήν‎;

3

ΘΕΑΙ.‎ Οὐδαμῶς ἰδιώτην• μανθάνω γὰρ ὃ λέγεις, ὡς

Critical Apparatus4παντὸς δεῖ τοιοῦτος εἶναι τό γε ὄνομα τοῦτο ἔχων‎.

Critical Apparatus5

ΞΕ.‎ Ἀλλά τινα τέχνην αὐτὸν ἡμῖν ἔχοντα, ὡς ἔοικε,

6θετέον‎.

7

ΘΕΑΙ.‎ Τίνα ποτʼ οὖν δὴ ταύτην‎;

Critical Apparatus Link 8

ΞΕ.‎ Ἆρʼ ὦ πρὸς θεῶν ἠγνοήκαμεν τἀνδρὸς τὸν ἄνδρα

9ὄντα συγγενῆ‎;

Critical Apparatus10

ΘΕΑΙ.‎ Τίνα τοῦ‎;

11

ΞΕ.‎ Τὸν ἀσπαλιευτὴν τοῦ σοφιστοῦ‎.

12

ΘΕΑΙ.‎ Πῇ‎;

13

ΞΕ.‎ Θηρευτά τινε καταφαίνεσθον ἄμφω μοι‎.

e 1

ΘΕΑΙ.‎ Τίνος θήρας ἅτερος; τὸν μὲν γὰρ ἕτερον

2εἴπομεν‎.

Critical Apparatus3

ΞΕ.‎ Δίχα που νυνδὴ διείλομεν τὴν ἄγραν πᾶσαν,

Critical Apparatus4νευστικοῦ μέρους, τὸ δὲ πεζοῦ τέμνοντες‎.

5

ΘΕΑΙ.‎ Ναί‎.

6

ΞΕ.‎ Καὶ τὸ μὲν διήλθομεν, ὅσον περὶ τὰ νευστικὰ τῶν

7ἐνύδρων• τὸ δὲ πεζὸν εἰάσαμεν ἄσχιστον, εἰπόντες ὅτι

8πολυειδὲς εἴη‎.

222 1

ΘΕΑΙ.‎ Πάνυ γε‎.

Critical Apparatus2

ΞΕ.‎ Μέχρι μὲν τοίνυν ἐνταῦθα ὁ σοφιστής τε καὶ ὁ

3ἀσπαλιευτὴς ἅμα ἀπὸ τῆς κτητικῆς τέχνης πορεύεσθον‎.

4

ΘΕΑΙ.‎ Ἐοίκατον γοῦν‎.

5

ΞΕ.‎ Ἐκτρέπεσθον δέ γε ἀπὸ τῆς ζῳοθηρικῆς, ὁ μὲν ἐπὶ

pg 3946θάλαττάν που καὶ ποταμοὺς καὶ λίμνας, τὰ ἐν τούτοις ζῴα

7θηρευσόμενος‎.

8

ΘΕΑΙ.‎ Τί μήν‎;

Critical Apparatus9

ΞΕ.‎ Ὁ δέ γε ἐπὶ τὴν γῆν καὶ ποταμοὺς ἐτέρους αὖ

10τινας, πλούτου καὶ νεότητος οἷον λειμῶνας ἀφθονους, τἀν

11τούτοις θρέμματα χειρωσόμενος‎.

b 1

ΘΕΑΙ.‎ Πῶς λέγεις‎;

Critical Apparatus2

ΞΕ.‎ Τῆς πεζῆς θήρας γίγνεσθον δύο μεγίστω τινὲ

3μέρει‎.

4

ΘΕΑΙ.‎ Ποῖον ἑκάτερον‎;

Critical Apparatus5

ΞΕ.‎ Τὸ μὲν τῶν ἡμέρων, τὸ δὲ τῶν ἀγρίων‎.

Critical Apparatus6

ΘΕΑΙ.‎ Εἶτʼ ἔστι τις θήρα τῶν ἡμέρων‎;

Critical Apparatus7

ΞΕ.‎ Εἴπερ γέ ἐστιν ἄνθρωπος ἥμερον ζῷον. θὲς δὲ ὅπῃ

Critical Apparatus8χαίρεις, εἴτε μηδὲν τιθεὶς ἥμερον, εἴτε ἄλλο μὲν ἥμερόν τι,

9τὸν δὲ ἄνθρωπον ἄγριον, εἴτε ἥμερον μὲν λέγεις αὖ τὸν

10ἄνθρωπον, ἀνθρώπων δὲ μηδεμίαν ἡγῇ θήραν• τούτων

Critical Apparatus11ὁπότερʼ ἂν ἡγῇ φίλον εἰρῆσθαί σοι, τοῦτο ἡμῖν διόρισον‎.

c Critical Apparatus1

ΘΕΑΙ.‎ Ἀλλ' ἡμᾶς τε ἥμερον, ὦ ξένε, ἡγοῦμαι ζῷον,

2θήραν τε ἀνθρώπων εἶναι λέγω‎.

3

ΞΕ.‎ Διττὴν τοίνυν καὶ τὴν ἥμεροθηρικὴν εἴπωμεν‎.

4

ΘΕΑΙ.‎ Κατὰ τί λέγοντες‎;

Link 5

ΞΕ.‎ Τὴν μὲν λῃστικὴν καὶ ἀνδραποδιστικὴν καὶ τυραν-

6νικὴν καὶ σύμπασαν τὴν πολεμικήν, ἓν πάντα, βίαιον

7θήραν, ὁρισάμενοι‎.

8

ΘΕΑΙ.‎ Καλῶς‎.

9

ΞΕ.‎ Τὴν δέ γε δικανικὴν καὶ δημηγορικὴν καὶ προσο-

Critical Apparatus10μιλητικήν, ἓν αὖ τὸ σύνολον, πιθανουργικήν τινα μ

d1τέχνην προσειπόντες‎.

2

ΘΕΑΙ.‎ Ὀρθῶς‎.

Critical Apparatus3

ΞΕ.‎ Τῆς δὴ πιθανουργικῆς διττὰ λέγωμεν γένη‎.

pg 3954

ΘΕΑΙ.‎ Ποῖα‎;

5

ΞΕ.‎ Τὸ μὲν ἕτερον ἰδίᾳ, τὸ δὲ δημοσίᾳ γιγνόμενον‎.

6

ΘΕΑΙ.‎ Γίγνεσθον γὰρ οὖν εἶδος ἑκάτερον‎.

Critical Apparatus7

ΞΕ.‎ Οὐκοῦν αὖ τῆς ἰδιοθηρευτικῆς τὸ μὲν μισθαρνη-

Critical Apparatus8τικόν ἐστιν, τὸ δὲ δωροφορικόν‎;

9

ΘΕΑΙ.‎ Οὐ μανθάνω‎.

Critical Apparatus10

ΞΕ.‎ Τῇ τῶν ἐρώντων θήρᾳ τὸν νοῦν, ὡς ἔοικας, οὔπω

11προσέσχες‎.

12

ΘΕΑΙ.‎ Τοῦ πέρι‎;

e Critical Apparatus Link 1

ΞΕ.‎ Ὅτι τοῖς θηρευθεῖσι προσέτι δῶρα διδόασιν‎.

Critical Apparatus2

ΘΕΑΙ.‎ Ἀληθέστατα‎.

Critical Apparatus3

ΞΕ.‎ Τοῦτο μὲν τοίνυν ἐρωτικῆς τέχνης ἔστω εἶδος‎.

4

ΘΕΑΙ.‎ Πάνυ γε‎.

Critical Apparatus5

ΞΕ.‎ Τοῦ δέ γε μισθαρνητικοῦ τὸ μὲν προσομιλοῦν διὰ

6χάριτος καὶ παντάπασι διʼ ἡδονῆς τὸ δέλεαρ πεποιημένον

Critical Apparatus Link 7καὶ τὸν μισθὸν πραττόμενον τροφὴν ἑαυτῷ μόνον κολα-

223Critical Apparatus Link 1κικήν, ὡς ἐγᾦμαι, πάντες φαῖμεν ἂν 〈ἢ〉 ἡπδυντικήν τινα

2τέχνην εἶναι‎.

3

ΘΕΑΙ.‎ Πῶς γὰρ οὔ‎;

4

ΞΕ.‎ Τὸ δε ἐπαγγελλόμενον μὲν ὡς ἀρετῆς ἕνεκα τὰς

5ὁμιλίας ποιούμενον, μισθὸν δὲ νόμισμα πραττόμενον, ἆρα

6οὐ τοῦτο τὸ γένος ἑτέρῳ προσειπεῖν ἄξιον ὀνόματι‎;

7

ΘΕΑΙ.‎ Πῶς γὰρ οὔ‎;

8

ΞΕ.‎ Τίνι δὴ τούτῳ; πειρῶ λέγειν‎.

Link 9

ΘΕΑΙ.‎ Δῆλον δή• τὸν γὰρ σοφιστήν μοι δοκοῦμεν

10ἀνηνρηκέναι. τοῦτʼ οὖν ἔγωγε εἰπὼν τὸ προσῆκον ὄνομʼ ἂν

11ἡγοῦμαι καλεῖν αὐτόν‎.

b Link 1

ΞΕ.‎ Κατὰ δὴ τὸν νῦν, ὦ Θεαίτητε, λόγον, ὡς ἔοικεν, ἡ

pg 396Critical Apparatus2τέχνης οἰκειωτικῆς, Θηρευτικῆς, ζῳοθηρίας, χερσαίας,

Critical Apparatus3ἀνθρωποθηρίας, 〈πιθανοθηρίας〉, ἰδιοθηρίας, νομισμα-

4τοπωλικῆς, δοξοπαιδευτικῆς, νέων πλουσίων καὶ ἐνδόξων

Link 5γιγνομένη θήρα προσρητέον, ὡς ὁ νῦν λόγος ἡμῖν συμ-

6βαίνει, σοφιστική‎.

7

ΘΕΑΙ.‎ Παντάπασι μὲν οὖν‎.

c Critical Apparatus Link 1

ΞΕ.‎ Ἔτι δὲ καὶ τῇδε ἴδωμεν• οὐ γάρ τι φαύλης μέτοχόν

2ἐστι τέχνης τὸ νῦν ζητούμενον, ἀλλʼ εὖ μάλα ποικίλης. καὶ

3γὰρ οὖν ἐν τοῖς πρόσθεν εἰρημένοις φάντασμα παρέχεται

Critical Apparatus4μὴ τοῦτο ὃ νῦν αὐτὸ ἡμεῖς φαμεν ἀλλʼ ἕτερον εἶναί τι γένος‎.

5

ΘΕΑΙ.‎ Πῇ δή‎;

Link 6

ΞΕ.‎ Τὸ τῆς κτητικῆς τέχνης διπλοῦν ἦν εἶδός που, τὸ

Critical Apparatus7μὲν θηρευτικὸν μέρος ἔχον, τὸ δὲ ἀλλακτικόν‎.

8

ΘΕΑΙ.‎ Ἦν γὰρ οὖν‎.

Critical Apparatus9

ΞΕ.‎ Τῆς τοίνυν ἀλλακτικῆς δύο εἴδη λέγωμεν, τὸ μὲν

Critical Apparatus10δωρητικόν, τὸ δὲ ἕτερον ἀγοραστικόν‎;

11

ΘΕΑΙ.‎ Εἰρήσθω‎.

12

ΞΕ.‎ Καὶ μὴν αὖ φήσομεν ἀγοραστικὴν διχῇ τέμνεσθαι‎.

d Link 1

ΘΕΑΙ.‎ Πῇ‎;

Critical Apparatus2

ΞΕ.‎ Τὴν μὲν τῶν αὐτουργῶν αὐτοπωλικὴν διαιρου-

3μένην, τὴν δὲ τὰ ἀλλότρια ἔργα μεταβαλλομένην μεταβλη-

4τικήν‎.

5

ΘΕΑΙ.‎ Πάνυ γε‎.

6

ΞΕ.‎ Τί δέ; τῆς μεταβλητικῆς οὐχ ἡ μὲν κατὰ πόλιν

Critical Apparatus7ἀλλαγή, σχεδὸν αὐτῆς ἥμισυ μέρος ὄν, καπηλικὴ προσ-

8αγορεύεται‎;

9

ΘΕΑΙ.‎ Ναί‎.

pg 397Critical Apparatus10

ΞΕ.‎ Τὸ δέ γε ἐϑ ἄλλης εἰς ἄλλην πόλιν διαλλάττον ὠνῇ

11καὶ πράσα ἐμπορική‎;

12

ΘΕΑΙ.‎ Τί δ' οῦ‎;

e 1

ΞΕ.‎ Τῆς δ' ἐμπορικῆς ἆρ' οὐκ ᾐσθήμεθα ὅτι τὸ μὲν

Critical Apparatus2ὅσοις τὸ σῶμα τρέφεται καὶ χρῆται, τὸ δὲ ὅσοις ἡ ψνχή,

3πωλοῦν διὰ νομίσματος ἀλλάττεται‎;

Link 4

ΘΕΑΙ.‎ Πῶς τοῦτο λέγεις‎;

5

ΞΕ.‎ Τὸ περὶ τὴν ψυχὴν ἴσως ἀγνοοῦμεν, ἐπεὶ τό γε

6ἕτερόν που συνίεμεν‎.

7

ΘΕΑΙ.‎ Ναί‎.

224 Critical Apparatus1

ΞΕ.‎ Μουσικήν τε τοίνυν συνάπασαν λέγωμεν, ἐκ

2πόλεως ἑκάστοτε εἰς πόλιν ἔνθεν μὲν ὠνηθεῖσαν, ἐτέρωσε

Critical Apparatus3δὲ ἀγομένην καὶ πιπρασκομένην, καὶ γραφικὴν καὶ

Critical Apparatus4θαυματοποιικὴν καὶ πολλὰ ἕτερα τῆς ψυχῆς τὰ μὲν παρα-

5μυθίας, τὰ δὲ καὶ σπουδῆς χάριν ἀχθέντα καὶ πωλούμενα,

6τὸν ἄγοντα καὶ πωλοῦντα μηδὲν ἧττον τῆς τῶν σιτίων καὶ

Critical Apparatus7ποτῶν πράσεως ἔμπορον ὀρθῶς ἂν λεγόμενον παρασχεῖν‎.

8

ΘΕΑΙ.‎ Ἀληθέστατα λέγεις‎.

b 1

ΞΕ.‎ Οὐκοῦν καὶ τὸν μαθήματα συνωνούμενον πόλιν τε

2ἐκ πόλεως νομίσματος ἀμείβοντα ταὐτὸν προσερεῖς ὄνομα‎;

3

ΘΕΑΙ.‎ Σφόδρα γε‎.

4

ΞΕ.‎ Τῆς δὴ ψυχεμπορικῆς ταύτης ἆρ' οὐ τὸ μὲν ἐπι-

Critical Apparatus5δεικτικὴ δικαιότατα λέγοιτ' ἄν, τὸ δὲ γελοίῳ μὲν οὐχ ἧττον

6τοῦ πρόσθεν, ὅμως δὲ μαθημάτων οὖσαν πρᾶσιν αὐτὴν

7ἀδελφῷ τινι τῆς πράζεως ὀνόματι προσειπεῖν ἀνάγκη‎;

8

ΘΕΑΙ.‎ Πάνυ μὲν οὖν‎.

9

ΞΕ.‎ Ταύτης τοίνυν τῆς μαθηματοπωλικῆς τὸ μὲν περὶ

cCritical Apparatus1τὰ τῶν ἄλλων τεχνῶν μαθήματα ἑτέρῳ, τὸ δὲ περὶ τὸ τῆς

2ἀρετῆς ἄλλῳ προσρητέον‎.

pg 3983

ΘΕΑΙ.‎ Πῶς γὰρ οὔ‎;

Critical Apparatus4

ΞΕ.‎ Τεχνοπωλικὸν μὴν τό γε περὶ τἆλλα ἂν ἁρμόττοι

5τὸ δὲ περὶ ταῦτα σὺ προθυμήθητι λέγειν ὄνομα‎.

Critical Apparatus Link 6

ΘΕΑΙ.‎ Καὶ τί τις ἂν ἄλλο εἰπὼν ὄνομα οὐκ ἂν πλημ-

7μελοίη πλὴν τὸ νῦν ζητoύμενον αὐτὸ εἶναι τὸ σοφιστικὸν

8γένος‎;

Critical Apparatus Link 9

ΞΕ.‎ Οὐδὲν ἄλλο. ἴθι δὴ νῦν συναγάγωμεν αὐτὸ λέγον-

Critical Apparatus10τες ὡς τὸ κτητικῆς, μεταβλητικῆς, ἀγοραστικῆς, ἐμ-

dCritical Apparatus1πορικῆς, ψυχεμπορικῆς περὶ λόγους καὶ μαθήματα ἀρετῆς

2πωλητικὸν δεύτερον ἀνεφάνη σοφιστική

3

ΘΕΑΙ.‎ Μάλα γε

Link 4

ΞΕ.‎ Τρίτον δέ γ' οἶμαί σε, κἂν εἴ τις αὐτοῦ καθιδρυ-

5μένος ἐν πόλει, τὰ μὲν ὠvoύμενος, τὰ δὲ καὶ τεκταινόμενος

Critical Apparatus6αὐτὸς μαθήματα περὶ τὰ αὐτὰ ταῦτα καὶ πωλῶν,ἐκ τούτου

7τὸ ζῆν προυτάξατο, καλεῖν οὐδὲν ἄλλο πλὴν ὅπερ νυνδή‎.

8

ΘΕΑΙ.‎ Τί δ' οὐ μέλλω‎;

e Link 1

ΞΕ.‎ Καὶ τὸ κτητικῆς ἄρα μεταβλητικόν, ἀγοραστικόν,

2καπηλικὸν εἴτε αὐτοπωλικόν, ἀμφοτέρως, ὅτιπερ ἂν ᾖ

3περὶ τὰ τοιαῦτα μαθηματοπωλικὸν γένος, ἀεὶ σὺ προσ-

4ερεῖς, ὡς φαίνῃ, σοφιστικόν

Critical Apparatus5

ΘΕΑΙ.‎ 'Ανάγκη• τῷ γὰρ λόγῳ δεῖ συνακολουθεῖν‎.

6

ΞΕ.‎ 'Έτι δὴ σκοπῶμεν ἔί τινι τοιῷδε προσέοικεν ἄρα τὸ

7νῦν μεταδιωκόμενον γένος‎.

225 1

ΘΕΑΙ.‎ Ποίῳ δή‎;

Critical Apparatus2

ΞΕ.‎ Τῆς κτητικῆς ἀγωνιστική τι μέρος ἡμῖν ἦν‎.

Critical Apparatus3

ΘΕΑΙ.‎ Ἦν γὰρ οὖν‎.

4

ΞΕ.‎ Οὐκ ἀπὸ τρόπου τοίνυν ἐστὶ διαιρεῖν αὐτὴν δίχα‎.

5

ΘΕΑΙ.‎ Καθ' ὁποῖα λέγε‎.

pg 3996

ΞΕ.‎ Τὸ μὲν ἁμιλλητικὸν αὐτῆς τιθέντας, τὸ δὲ μαχητι-

7κόν‎.

8

ΘΕΑΙ.‎ Ἔστιν‎.

9

ΞΕ.‎ Τὴς τοίνυν μαχητικῆς τῷ μὲν σώματι πρὸς

10σώματα γιγνομένῳσχεδὸν εἰκὸς καὶ πρέπον ὄνομα λέγειν

11τι τοιοῦτον τιθεμένους οἷον βιαστικόν‎.

12

ΘΕΑΙ.‎ Ναί‎.

13

ΞΕ.‎ Τῷ δὲ λόγοις πρὸς λόγους τί τις, ὦ Θεαίτητε

bCritical Apparatus1ἄλλο εἴπη πλὴν ἀμφισβητητικόν‎;

2

ΘΕΑΙ.‎ Οὐδέν‎.

Critical Apparatus3

ΞΕ.‎ Τὸ δέ γε περὶ τὰς ἀμφισβητήσεις θετέον διττόν‎.

4

ΘΕΑΙ.‎ Πῇ‎;

Critical Apparatus5

ΞΕ.‎ Καθ' ὅσον μὲν γὰρ γίγνεται μήκεσί τε πρὸς ἐναντία

Critical Apparatus6μήκη λόγων καὶ περὶ δίκαια καὶ ἄδικα δημοσίᾳ, δικανι-

7κόν‎.

8

ΘΕΑΙ.‎ Ναί‎.

9

ΞΕ.‎ Τὸ δ' ἐν ἰδίοις αὖ καὶ κατακεκερματισμένον

10ἐρωτήσεσι πρὸς ἀποκρίσεις μῶν εἰθίσμεθα καλεῖν ἄλλο

11πλὴν ἀντιλογικόν‎;

12

ΘΕΑΙ.‎ Οὐδέν‎.

Link 13

ΞΕ.‎ Τοῦ δὲ ἀντιλογικοῦ τὸ μὲν ὅσον περὶ τὰ συμβόλαια

cCritical Apparatus Link 1ἀμφισβητεῖται μέν, εἰκῇ δὲ καὶ ἀτέχνως περὶ αὐτὸ πράτ-

Critical Apparatus2τεται, ταῦτα θετέον μὲν εἶδος, ἐπείπερ αὐτὸ διέγνωκεν ὡς

3ἕτερον ὂν ὁ λόγος, ἀτὰρ ἐπωνυμίας οὔθ' ὑπὸ τῶν ἔμ-

4προσθεν ἔτυχεν οῦτε νῦν ὑφ' ἡμῶν τυχεῖν ἄξιον‎.

5

ΘΕΑΙ.‎ Ἀληθῆ κατὰ σμικρὰ γὰρ λίαν καὶ παντοδαπὰ

6διῄρηται‎.

7

ΞΕ.‎ Τὸ δέ γε ἔντεχνον, καὶ περὶ δικαίων αὐτῶν καὶ

8ἀδίκων καὶ περὶ τῶν ἄλλων ὅλως ἀμφισβητοῦν, ἆρ' οὐκ

Critical Apparatus9ἐριστικὸν αὖ λέγειν εἰθίσμεθα‎;

10

ΘΕΑΙ.‎ Πῶς γὰρ οὔ‎;

pg 400 d 1

ΞΕ.‎ Τοῦ μὴν ἐριστικοῦ τὸ μὲν χρηματοφθορικόν, τὸ δὲ

2χρηματιστικὸν ὂν τυγχάνει‎.

3

ΘΕΑΙ.‎ Παντάπασί γε‎.

4

ΞΕ.‎ Τὴν ἐπωνυμίαν τοίνυν ἣν ἑκάτερον δεῖ καλεῖν

Critical Apparatus5αὐτῶν πειραθῶμεν εἰπεῖν‎.

6

ΘΕΑΙ.‎ Οὐκοῦν χρή‎.

Critical Apparatus7

ΞΕ.‎ Δοκῶ μῆν τὸ δι' ἡδονὴν τῆς περὶ ταῦτα διατριβῆς

Critical Apparatus8ἀμελὲς τῶν οἰκείων γιγνόμενον, περὶ δὲ τὴν λέξιν τοῖς

9πολλοῖς τῶν ἀκουόντων οὐ μεθ' ἡδονῆς ἀκουόμενον

Critical Apparatus10καλείσθαι κατὰ γνώμην τήν γε ἐμὴν οὐχ ἔτερον ἀδολεσχι-

11Κοῦ‎.

12

ΘΕΑΙ.‎ Λέγεται γάρ οὖν οὕτω πως

e 1

ΞΕ.‎ Τούτου τοίνυν τοὐναντίον, ἀπὸ τῶν ἰδιωτικῶν

2ἐρίδων χρηματιζόμενον, ἐν τῷ μέρει σὺ πειρῶ νῦν εἰπεῖν‎.

Critical Apparatus Link 3

ΘΕΑΙ.‎ Καὶ 〈τί〉 τις ἂν αὖ εἰπὼν ὥτερον οὐκ ἐξαμάρτοι

4πλήν γε τὸν θαυμαστὸν πάλιν ἐκεῖνον ἥκειν αὖ νύν

Critical Apparatus5τέταρτον, τὸν μεταδιωκόμενον ὑφ' ἡμῶν σοφιστήν

226 Critical Apparatus Link 1

ΞΕ.‎ Οὐδὲν ἀλλ' ἢ τὸ χρηματιστικὸν γένος, ὡς ἔοικεν,

Critical Apparatus2ἐριστικῆς ὂν τέχνης, τῆς ἀντιλογικῆς, τῆς ἀμφισβητη-

3τικῆς, τῆς μαχητικῆς, τῆς ἀγωνιστικῆς, τῆς κτητικῆς

4ἔστιν, ὡς ὁ λόγος αὖ μεμήνυκε νῦν, ὁ σοφιστής‎.

5

ΘΕΑΙ.‎ Κομιδῇ μὲν οὖν‎.

Link 6

ΞΕ.‎ Ὁρᾷς οὖν ὡς ἀληθῆ λέγεται τὸ ποικίλον εἶναι

Critical Apparatus7τοῦτο τὸ θηρίον καὶ τὸ λεγόμενον οὐ τῇ ἑτέρᾳ ληπτόν‎;

8

ΘΕΑΙ.‎ Οὐκοῦν ἀμφοῖν χρή‎.

b Link 1

ΞΕ.‎ Χρὴ γὰρ οὖν, καὶ κατὰ δύναμίν γε οὕτω ποιητέον

Link 2τοιόνδε τι μεταθέοντας ἴχνος αὐτοῦ. καί μοι λέγε τῶν

3οἰκετικῶν ὀνομάτων καλοῦμεν ἄττα που‎;

Critical Apparatus4

ΘΕΑΙ.‎ Καὶ πολλά' ἀτὰρ ποῖα δὴ τῶν πολλῶν πυνθάνῃ‎;

pg 401Critical Apparatus5

ΞΕ.‎ Τὰ τοιάδε, οἷον διηθεῖν τε λέγομεν καὶ διασήθειν

Critical Apparatus6καὶ διαττᾶν καὶ βράττειν‎;

7

ΘΕΑΙ.‎ Τί μήν‎;

Critical Apparatus8

ΞΕ.‎ Καὶ πρός γε τούτοις ἔτι ξαίνειν, κατάγειν,

9κερκίζειν, καὶ μυρία ἐν ταῖς τέχναις ἄλλα τοιαῦτα ἐνόντα

10ἐπιστάμεθα. ἦ γάρ‎;

c 1

ΘΕΑΙ.‎ Τὸ ποῖον αὐτῶν πέρι βoυληθεὶς δηλῶσαι παρα-

2δείγματα πpoθεὶς ταῦτα κατὰ πάντων ἤρου‎;

Critical Apparatus3

ΞΕ.‎ Διακριτικά που τὰ λεχθέντα εἴρηται σύμπαντα‎.

4

ΘΕΑΙ.‎ Ναί‎.

5

ΞΕ.‎ Κατὰ τὸν ἐμὸν τοίνυν λόγον ὡς περὶ ταῦτα μίαν

6οὖσαν ἐν ἅπασι τέχνην ἑνὸς ὀνόματος ἀξιώσoμεν αὐτήν‎.

7

ΘΕΑΙ.‎ Τίνα προσειπόντες‎;

8

ΞΕ.‎ Διακριτικήν‎.

9

ΘΕΑΙ.‎ Ἔστω‎.

10

ΞΕ.‎ Σκόπει δὴ ταύτης αὖ δύο ἄν πῃ δυνώμεθα κατιδεῖν

11εἴδη‎.

12

ΘΕΑΙ.‎ Ταχεῖαν ὡς ἐμοὶ σκέψιν ἐπιτάττεις‎.

d Link 1

ΞΕ.‎ Καὶ μὴν ἔν γε ταῖς εἰρημέναις διακρίσεσι τὸ μὲν

2χεῖρον ἀπὸ βελτίονος ἀποχωρίζειν ἦν, τὸ δ' ὅμοιον ἀφ'

3ὁμοίου‎.

4

ΘΕΑΙ.‎ Σχεδὸν οὕτω νῦν λεχθὲν φαίνεται‎.

5

ΞΕ.‎ Τῆς μὲν τοίνυν ὄνομα οὐκ ἔχω λεγόμενον• τῆς δὲ

Critical Apparatus6καταλειπούσης μὲν τὸ βέλτιον διακρίσεως, τὸ δὲ χεῖρον

Critical Apparatus7ἀποβαλλούσης ἔχω‎.

8

ΘΕΑΙ.‎ Λέγε τί‎.

9

ΞΕ.‎ Πᾶσα ἡ τοιαύτη διάκρισις, ὡς ἐγὼ συννοῶ,

10λέγεται παρὰ πάντων καθαρμός τις‎.

11

ΘΕΑΙ.‎ Λέγεται γὰρ οὖν‎.

pg 402 e 1

ΞΕ.‎ Οὐκοῦν τό γε καθαρτικὸν εἶδος αὖ διπλοῦν ὂν πᾶς

Critical Apparatus2ἂν ἴδοι‎;

Critical Apparatus3

ΘΕΑΙ.‎ Ναί, κατὰ σχολήν γε ἴσως• οὐ μὴν ἔγωγε

4καθορῶ νῦν‎.

Critical Apparatus5

ΞΕ.‎ Καὶ μὴν τά γε περὶ τὰ σώματα πολλὰ εἴδη

6καθάρσεων ἑνὶ περιλαβεῖν ὀνόματι προσήκει

7

ΘΕΑΙ.‎ Ποῖα καὶ τίνι‎;

8

ΞΕ.‎ Τά τε τῶν ζῴων, ὅσα ἐντὸς σωμάτων ὑπὸ

227 Link 1γυμναστικῆς ἰατρικῆς τε ὀρθῶς διακρινόμενα καθαίρεται

Critical Apparatus2καὶ περὶ τἀκτός, εἰπεῖν μὲν φαῦλα, ὅσα βαλανευτικὴ

3παρέχεται• καὶ τῶν ἀψύχων σωμάτων, ὧν γναφευτικὴ καὶ

4σύμπασα κοσμητικὴ τὴν ἐπιμέλειαν παρεχομένη κατὰ

5σμικρὰ πολλὰ καὶ γελοῖα δοκοῦντα ὀνόματα ἔσχεν‎.

6

ΘΕΑΙ.‎ Μάλα γε‎.

7

ΞΕ.‎ Παντάπασι μὲν οὖν, ὦ Θεαίτητε. ἀλλὰ γὰρ τῇ τῶν

8λόγων μεθόδῳ σπογγιστικῆς ἢ φαρμακοποσίας οὐδὲν

9ἧττον οὐδέ τι μᾶλλον τυγχάνει μέλον εἰ τὸ μὲν σμικρά, τὸ

10δὲ μεγάλα ἡμᾶς ὠφελεῖ καθαῖρον. τοῦ κτήσασθαι γὰρ

bCritical Apparatus1ἕνεκα νοῦν πασῶν τεχνῶν τὸ συγγενὲς καὶ τὸ μὴ συγγενὲς

2κατανοεῖν πειρωμένη τιμᾷ πρὸς τοῦτο ἐξ ἴσου πάσας, καὶ

3θάτερα τῶν ἑτέρων κατὰ τὴν ὁμοιότητα οὐδεν ἡγεῖται

Critical Apparatus4γελοιότερα, σεμνότερον δέ τι τὸν διὰ στρατηγικῆς ἢ

5φθειριστικῆς δηλοῦντα θηρευτικὴv οὐδὲν νενόμικεν, ἀλλ'

Critical Apparatus Link 6ὡς τὸ πολὺ χαυνότερον. καὶ δὴ καὶ νῦν, ὅπερ ἤρου, τί

7προσεροῦμεν ὄνομα συμπάσας δυνάμεις ὅσαι σῶμα εἴτε

cCritical Apparatus1ἔμψυχον εἴτε ἄψυχον εἰλήχασι καθαίρειν, οὐδὲν αὐτῇ

2διοίσει ποῖόν τι λεχθὲν εὐπρεπέστατον εἶναι δόξει• μόνον

3ἐχέτω χωρὶς τῶν τῆς ψυχῆς καθάρσεων πάντα συνδῆσαν

4ὅσα ἄλλο τι καθαίρει. τὸν γὰρ περὶ τὴν διάνοιαν καθαρμὸν

5ἀπὸ τῶν ἄλλων ἐπικεχείρηκεν ἀφορίσασθαι τὰ νῦν, εἴ γε

6ὅπερ βούλεται μανθάνομεν‎.

pg 4037

ΘΕΑΙ.‎ Ἀλλὰ μεμάθηκα, καὶ συγχωρῶ δύο μὲν εἴδη

8καθάρσεως, ἓν δὲ τὸ περὶ τὴν ψυχὴν εἶδος εἶναι, τοῦ περὶ τὸ

9σῶμα χωρὶς ὄν‎.

Critical Apparatus10

ΞΕ.‎ Πάντων κάλλιστα. καί μοι τὸ μετὰ τοῦτο ἐπάκουε

d Link 1πειρώμενος αὖ τὸ λεχθὲν διχῇ τέμνειν‎.

2

ΘΕΑΙ.‎ Καθ' ὁποῖ' ἂν ὑφηγῇ πειράσομαί σοι συντέ-

3μνειν‎.

Link 4

ΞΕ.‎ Πονηρίαν ἕτερον ἀρετῆς ἐν ψυχῇ λέγομέν τι‎;

5

ΘΕΑΙ.‎ Πῶς γὰρ οὔ

Critical Apparatus6

ΞΕ.‎ Καὶ μὴν καθαρμός γ' ἦν τὸ λείπειν μὲν θάτερον,

7ἐκβάλλειν δὲ ὅσον ἂν ἦ πού τι φλαῦρον‎.

8

ΘΕΑΙ.‎ Ἦν γὰρ οὖν‎.

9

ΞΕ.‎ Καὶ ψυχῆς ἄρα, καθ' ὅσον ἂν εὑρίσκωμεν κακίας

10ἀφαίρεσίν τινα, καθαρμὸν αὐτὸν λέγοντες ἐν μέλει φθεγξό-

11μεθα‎.

12

ΘΕΑΙ.‎ Καὶ μάλα γε‎.

Critical Apparatus13

ΞΕ.‎ Δύο μὲν εἴδη κακίας περὶ ψυχὴν ῥητέον‎.

14

ΘΕΑΙ.‎ Ποῖα‎;

228 1

ΞΕ.‎ Τὸ μὲν οἷον νόσον ἐν σώματι, τὸ δ' οἷον αἶσχος

2ἐγγιγνόμενον‎.

3

ΘΕΑΙ.‎ Οὐκ ἔμαθον‎.

4

ΞΕ.‎ Νόσον ἴσως καὶ στάσιν οὐ ταὐτὸν νενόμικας‎;

Critical Apparatus5

ΘΕΑΙ.‎ Οὐδ' αὖ πρὸς τοῦτο ἔχω τί χρή με ἀποκρίνα-

6σθαι‎.

Critical Apparatus7

ΞΕ.‎ Πότερον ἄλλο τι στάσιν ἡγούμενος ἢ τὴν τοῦ φύσει

Critical Apparatus8συγγενοῦς ἔκ τινος διαφθορᾶς διαφοράν‎;

9

ΘΕΑΙ.‎ Οὐδέν‎.

10

ΞΕ.‎ Ἀλλ' αἶσχος ἄλλο τι πλὴν τὸ τῆς ἀμετρίας

Critical Apparatus11πανταχοῦ δυσειδὲς ἐνὸν γένος‎;

b 1

ΘΕΑΙ.‎ Οὐδαμῶς ἄλλο‎.

pg 404Critical Apparatus2

ΞΕ.‎ Τί δέ; ἐν ψυχῇ δόξας ἐπιθυμίαις καὶ θυμὸν ἡδοναῖς

Critical Apparatus3καὶ λόγον λύπαις καὶ πάντα ἀλλήλοις ταῦτα τωῶν φλαύρως

4ἐχόντων οὐκ ᾐσθήμεθα διαφερόμενα‎;

5

ΘΕΑΙ.‎ Καὶ σφόδρα γε‎.

6

ΞΕ.‎ Συγγενῆ γε μὴν ἐξ ἀνάγκης σύμπαντα γέγονεν

7

ΘΕΑΙ.‎ Πῶς γὰρ οὔ‎;

8

ΞΕ.‎ Στάσιν ἄρα καὶ νόσον τῆς ψυχῆς πονηριάν λέγον-

9τες ὀρθῶς ἐροῦμεν‎.

10

ΘΕΑΙ.‎ Ὀρθότατα μὲν οὖν‎.

c Critical Apparatus Link 1

ΞΕ.‎ Τί δ̓; ὅσ' 〈ἂν〉 κινήσεως μετασχόντα καὶ σκοπόν

Critical Apparatus2τινα θέμενα, πειρώμενα τούτου τυγχάνειν, καθ' ἑκάστην

Critical Apparatus3ὁρμὴν παράφορα αὐτοῦ γίγνηται καὶ ἀποτυγχάνῃ,

4πότερον αὐτὰ φήσομεν ὑπὸ συμμετρίας τῆς πρὸς ἄλληλα ἢ

5τοὐναντίον ὑπὸ ἀμετρίας αὐτὰ πάσχειν‎;

6

ΘΕΑΙ.‎ Δῆλον ὡς ὑπὸ ἀμετρίας‎.

7

ΞΕ.‎ Ἀλλὰ μὴν ψυχήν γε ἴσμεν ἄκουσαν πᾶσαν πᾶν

8ἀγνοοῦσαν‎.

9

ΘΕΑΙ.‎ Σφόδρα γε‎.

10

ΞΕ.‎ Τό γε μὴν ἀγνοεῖν ἐστιν ἐπ' ἀλήθειαν ὁρμωμένης

d1ψυχῆς, παραφόρου συνέσεως γιγνομένης, οὐδὲν ἄλλο

2πλὴν παραφροσύνη‎.

3

ΘΕΑΙ.‎ Πάνυ μὲν οὖν‎.

4

ΞΕ.‎ Ψυχὴν ἄρα ἀνόητον αἰσχρὰν καὶ ἄμετρον θετέον

5

ΘΕΑΙ.‎ Ἔοικεν‎.

6

ΞΕ.‎ Ἔστι δὴ δύο ταῦτα, ὡς φαίνεται, κακῶν ἐν αὐτῇ

7γένη, τὸ μὲν πονηρία καλούμενον ὑπὸ τῶν πολλῶν, νόσος

8αὐτῆς σαφέστατα ὄν‎.

9

ΘΕΑΙ.‎ Ναί‎.

10

ΞΕ.‎ Τὸ δέ γε ἄγνοιαν μὲν καλοῦσι, κακίαν δὲ αὐτὸ ἐν

11ψυχῇ μόνον γιγνόμενον οὐκ ἐθέλουσιν ὁμολογεῖν‎.

pg 405 e Critical Apparatus1

ΘΕΑΙ.‎ Κομιδῇ συγχωρητέον, ὃ νυνδὴ λέξαντος

2ἠμφεγνόησά σου, τὸ δύο εἶναι γένη κακίας ἐν ψνχῇ, καὶ

Link 3δειλίαν μὲν καὶ ἀκολασίαν καὶ ἀδικίαν σύμπαντα ἡγητέον

4νόσον ἐν ἡμῖν, τὸ δὲ τῆς πολλῆς καὶ παντοδαπῆς ἀγνοίας

5πάθος αἶσχος θετέον‎.

Critical Apparatus6

ΞΕ.‎ Οὐκοῦν ἐν σώματί γε περὶ δύο παθήματε τούτω

7δύο τέχνα τινὲ ἐγενέσθην‎;

8

ΘΕΑΙ.‎ Τίνε τούτω‎;

229 1

ΞΕ.‎ Περὶ μὲν αἶσχος γυμναστική, περὶ δὲ νόσον

2ἰατρική‎.

Critical Apparatus3

ΘΕΑΙ.‎ Φαίνεσθον‎.

4

ΞΕ.‎ Οὐκοῦν καὶ περὶ μὲν ὕβριν καὶ ἀδικίαν καὶ δειλίαν

5ἡ κολαστικὴ πέφυκε τεχνῶν μάλιστα δὴ πασῶν προσή-

Critical Apparatus6κουσα δίκῃ‎;

7

ΘΕΑΙ.‎ Τὸ γοῦν εἰκός, ὡς εἰπεῖν κατὰ τὴν ἀνθρωπίνην

8δόξαν‎.

9

ΞΕ.‎ Τί δέ; περὶ σύμπασαν ἄγνοιαν μῶν ἄλλην τινὰ ἢ

10διδασκαλικὴν ὀρθότερον εἴποι τις ἄν‎;

11

ΘΕΑΙ.‎ Οὐδεμίαν‎.

b Link 1

ΞΕ.‎ Φέρε δή• διδασκαλικῆς δὲ ἆρα ἓν μόνον γένος

Critical Apparatus2φατέον εἶναι, ἢ πλείω, δύο δέ τινε αὐτῆς εἶναι μεγίστω

3σκόπει‎.

4

ΘΕΑΙ.‎ Σκοπῶ‎.

5

ΞΕ.‎ Καί μοι δοκοῦμεν τῇδε ἄν πῃ τάχιστα εὑρεῖν‎.

6

ΘΕΑΙ.‎ Πῇ‎;

Critical Apparatus7

ΞΕ.‎ Τὴν ἄγνοιαν ἰδόντες εἴ πῃ κατὰ μέσον αὑτῆς τομὴν

8ἔχει τινά. διπλῆ γὰρ αὕτη γιγνομένη δῆλον ὅτι καὶ τὴν

Critical Apparatus9διδασκαλικὴν δύο ἀναγκάζει μόρια ἔχειν, ἓν ἐφ' ἑνὶ γένει

10τῶν αὑτῆς ἑκατέρῳ‎.

11

ΘΕΑΙ.‎ Τί οὖν; καταφανές πῇ σοι τὸ νῦν ζητούμενον‎;

pg 406 c 1

ΞΕ.‎ Ἀγνοίας γοῦν μέγα τί μοι, δοκῶ καὶ χαλεπὸν

2ἀφωρισμένον ὁρᾶν εἶδος, πᾶσι τοῖς ἄλλοις αὐτῆς ἀντί-

3σταθμον μέρεσιν‎.

4

ΘΕΑΙ.‎ Ποῖον δή‎;

5

ΞΕ.‎ Τὸ μὴ κατειδότα τι δοκεῖν εἰδέναι• δι' οὗ κινδυ-

6νεύει πάντα ὅσα διανοίᾳ σφαλλόμεθα γίγνεσθαι πᾶσιν‎.

7

ΘΕΑΙ.‎ Ἀληθῆ‎.

8

ΞΕ.‎ Καὶ δὴ καὶ τούτῳ γε οἶμαι μόνῳ τῆς ἀγνοίας

9ἀμαθίαν τοὔνομα προσρηθῆναι‎.

10

ΘΕΑΙ.‎ Πάνυ γε‎.

11

ΞΕ.‎ Τί δὲ δὴ τῷ τῆς διδασκαλικῆς ἄρα μέρει τῷ τοῦτο

12ἀπαλλάττοντι λεκτέον‎;

d Critical Apparatus Link 1

ΘΕΑΙ.‎ Οἶμαι μὲν οὖν, ὦ ξένε, τὸ μὲν ἄλλο δημιουργι-

Critical Apparatus2κὰς διδασκαλίας, τοῦτο δὲ ἐνθάδε γε παιδείαν δι' ἡμῶν

3κεκλῆσθαι‎.

4

ΞΕ.‎ Καὶ γὰρ σχεδόν, ὦ Θεαίτητε, ἐν πᾶσιν "Ελλησιν.

Critical Apparatus5ἀλλὰ γὰρ ἡμῖν ἔτι καὶ τοῦτο σκεπτέον, ἆρ' ἄτομον ἤδη ἐστὶ

Critical Apparatus6πᾶν ἤ τινα ἔχον διαίρεσιν ἀξίαν ἐπωνυμίας‎.

7

ΘΕΑΙ.‎ Οὐκοῦν χρὴ σκοπεῖν‎.

Critical Apparatus8

ΞΕ.‎ Δοκεῖ τοίνυν μοι καὶ τοῦτο ἔτι πῃ σχίζεσθαι‎.

9

ΘΕΑΙ.‎ Κατὰ τί‎;

e Link 1

ΞΕ.‎ Τῆς ἐν τοῖς λόγοις διδασκαλικῆς ἡ μὲν τραχυτέρα

Critical Apparatus2τις ἔοικεν ὁδὸς εἶναι, τὸ δ' ἕτερον αὐτῆς μόριον λειότερον‎.

Critical Apparatus3

ΘΕΑΙ.‎ Τὸ ποῖον δὴ τούτων ἑκάτερον λέγωμεν‎;

4

ΞΕ.‎ Τὸ μὲν ἀρχαιοπρεπές τι πάτριον, ᾧ πρὸς τοὺς ὑεῖς

5μάλιστ̓ ἐχρῶντό τε καὶ ἔτι πολλοὶ χρῶνται τὰ νῦν, ὅταν

230Critical Apparatus Link 1αὐτοῖς ἐξαμαρτάνωσί τι, τὰ μὲν χαλεπαίνοντες, τὰ δὲ

pg 4072μαλθακωτέρως παραμυθούμενοι• τὸ δ' οὖν σύμπαν αὐτὸ

3ὀρθότατα εἴποι τις ἂν νουθετητικήν‎.

4

ΘΕΑΙ.‎ 'Έστιν οὕτως‎.

Link 5

ΞΕ.‎ Τὸ δέ γε, εἴξασί τινες αὖ λόγον ἑαυτοῖς δόντες

6ἡγήσασθαι πᾶσαν ἀκούσιον ἀμαθίαν εἶναι, καὶ μαθεῖν

7οὐδέν ποτ' ἂν ἐθέλειν τὸν οἰόμενον εἶναι σοφὸν τούτων ὧν

8οἴοιτο πέρι δεινὸς εἶναι, μετὰ δὲ πολλοῦ πόνον τὸ νουθετη-

9τικὸν εἶδος τῆς παιδείας σμικρὸν ἀνύτειν‎.

10

ΘΕΑΙ.‎ 'Ορθῶς γε νομίζοντες‎.

b Critical Apparatus Link 1

ΞΕ.‎ Τῷ τοι ταύτης τῆς δόξης ἐπὶ ἐκβολὴν ἄλλῳ τρόπῳ

2στέλλονται‎.

3

ΘΕΑΙ.‎ Τίνι δή‎;

Link 4

ΞΕ.‎ Διερωτῶσιν ὧν ἂν οἴηται τίς τι πέρι λέγειν λέγων

5μηδέν• εἶθ' ἅτε πλανωμένων τὰς δόξας ῥᾳδίως ἐξετάζουσι,

Critical Apparatus6καὶ συνάγοντες δὴ τοῖς λόγοις εἰς ταὐτὸν τιθέασι παρ'

7ἀλλήλας, τιθέντες δὲ ἐπιδεικνύουσιν αὐτὰς αὑταῖς ἄμα

8περὶ τῶν αὐτῶν πρὸς τὰ αὐτὰ κατὰ ταὐτὰ ἐναντίας. οί δ'

9ὁρῶντες ἑαυτοῖς μὲν χαλεπαίνουσι, πρὸς δὲ τοὺς ἄλλους

cCritical Apparatus1ἡμεροῦνται, καὶ τούτῳ δὴ τῷ τρόπῳ τῶν περὶ αὑτοὺς

Critical Apparatus2μεγάλων καὶ σκληρῶν δοξῶν ἀπαλλάττονται πασῶν

3ἀπαλλαγῶν ἀκούειν τε ἡδίστην καὶ τῷ πάσχοντι βεβαιό-

4τατα γιγνομένην. νομίζοντες γάρ, ὦ παῖ φίλε, οἱ καθαί-

5ροντες αὐτούς, ὥσπερ οἱ περὶ τὰ σώματα ἰατροὶ

Critical Apparatus6νενομίκασι μὴ πρότερον ἂν τῆς προσφερομένης τροφῆς

Critical Apparatus7ἀπολαύειν δύνασθαι σῶμα, πρὶν ἂν τὰ ἐμποδίζοντα ἐν

8αὐτῷ τις ἐκβάλῃ, ταὐτὸν καὶ περὶ ψυχῆς διενοήθησαν

Critical Apparatus9ἐκεῖνοι, μὴ πρότερον αὐτὴν ἔξειν τῶν προσφερομένων

d1μαθημάτων ὄνησιν, πρὶν ἂν ἐλέγχων τις τὸν ἐλεγχόμενον

2εἰς αἰσχύνην καταστήσας, τὰς τοῖς μαθήμασιν ἐμποδίους

3δόξας ἐξελών, καθαρὸν ἀποφήνη καὶ ταῦτα ἡγούμενον

4ἅπερ οἶδεν εἰδέναι μόνα, πλείω δὲ μή‎.

pg 4085

ΘΕΑΙ.‎ Βελτίστη γοῦν καὶ σωφρονεστάτη τῶν ἕξεων

6αὕτη‎.

7

ΞΕ.‎ Διὰ ταῦτα δὴ πάντα ἡμῖν, ὦ Θεαίτητε, καὶ τὸν

8ἔλεγχον λεκτέον ὡς ἄρα μεγίστη καὶ κυριωτάτη τῶν

9καθάρσεών ἐστι, καὶ τὸν ἀνέλεγκτον αὖ νομιστέον, ἂν καὶ

e Link 1τυγχάνῃ βασιλεὺς ὁ μέγας ὤν, τὰ μέγιστα ἀκάθαρτον

2ὄντα, ἀπαίδευτόν τε καὶ αἰσχρὸν γεγονέναι ταῦτα ἃ

3καθαρώτατον καὶ κάλλιστον ἔπρεπε τὸν ὄντως ἐσόμενον

4εὐδαίμονα εἶναι‎.

5

ΘΕΑΙ.‎ Παντάπασι μὲν οὖν‎.

6

ΞΕ.‎ Τί δέ; τοὺς ταύτῃ χρωμένους τῇ τέχνη τίνας

231Critical Apparatus1φήσομεν; ἐγὼ μὲν γὰρ φοβοῦμααι σοφιστὰς φὰναι‎.

2

ΘΕΑΙ.‎ Τί δή‎;

Critical Apparatus3

ΞΕ.‎ Μὴ μεῖζον αὐτοῖς προσάπτωμεν γέρας‎.

Critical Apparatus Link 4

ΘΕΑΙ.‎ Ἀλλὰ μὴν προσέοικέ γε τοιούτῳ τινὶ τὰ νῦν

5εἰρημένα‎.

Critical Apparatus Link 6

ΞΕ.‎ Καὶ γὰρ κυνὶ λύκος, ἀγριώτατον ἡμερωτάτῳ. τὸν

Critical Apparatus7δὲ ἀσφαλῆ δεῖ πάντων μάλιστα περὶ τὰς ὁμοιότητας ἀεὶ

8ποιεῖσθαι τὴν φυλακήν• ὀλισθηρότατον γὰρ τὸ γένος, ὅμως

Critical Apparatus9δὲ ἔστωσαν• οὐ γὰρ περὶ σμικρῶν ὅρων τὴν ἀμφισβήτησιν

bCritical Apparatus1οἴομαι γενήσεσθαι τότε ὁπόταν ἱκανῶς φυλάττωσιν‎.

Critical Apparatus2

ΘΕΑΙ.‎ Οὔκουν τό γε εἰκός‎.

Link 3

ΞΕ.‎ Ἔστω δὴ διακριτικῆς τέχνης καθαρτική, καθαρτι-

4κής δὲ τὸ περὶ ψυχὴν μέρος ἀφωρίσθω, τούτου δὲ διδα-

5σκαλική, διδασκαλικῆς δὲ παιδευτική• τῆς δὲ παιδευτικῆς

6ὁ περὶ τὴν μάταιον δοξοσοφίαν γιγνόμενος ἔλεγχος ἐν τῷ

7νῦν λόγῳ παραφανέντι μηδὲν ἆλλ' ἡμῖν εἶναι λεγέσθω πλήν

Link 8ἡ γένει γενναία σοφιστική‎.

Link 9

ΘΕΑΙ.‎ Λεγέσθω μέν• ἀπορῶ δὲ ἔγωγε ἤδη διὰ τὸ

c Link 1πολλὰ πεφάνθαι, τί χρή ποτε ὡς ἀληθῆ λέγοντα καὶ

2διισχυριζόμενον εἰπεῖν ὄντως εἶναι τὸν σοφιστήν‎.

pg 409 Link 3

ΞΕ.‎ Εἰκότως γε σὺ ἀπορῶν. ἀλλά τοι κἀκεῖνον

4ἡγεῖσθαι χρὴ νῦν ἤδη σφόδρα ἀπορεῖν ὅπῃ ποτὲ ἔτι δια-

5δύσεται τὸν λόγον• ὀρθὴ γὰρ ἡ παροιμία, τὸ τὰς ἁπάσας

6μὴ ῥᾴδιον εἶναι διαφεύγειν. νῦν οὖν καὶ μάλιστα ἐπιθετέον

7αὐτῷ‎.

8

ΘΕΑΙ.‎ Καλῶς λέγεις‎.

Link 9

ΞΕ.‎ Πρῶτον δὴ στάντες οἷον ἐξαναπνεύσωμεν, καὶ

d1πρὸς ἡμᾶς αὐτοὺς διαλογισώμεθα ἅμα ἀναπαυόμενοι,

Critical Apparatus Link 2φέρε, ὁπόσα ἡμῖν ὁ σοφιστὴς πέφανται. δοκῶ μὲν γάρ, τὸ

Critical Apparatus3πρῶτον ηὑρέθη νέων καὶ πλουσίων ἔμμισθος θηρευτής‎.

4

ΘΕΑΙ.‎ Ναί‎.

Critical Apparatus Link 5

ΞΕ.‎ Τὸ δέ γε δεύτερον ἔμπορός τις περὶ τὰ τῆς ψυχῆς

6μαθήματα‎.

7

ΘΕΑΙ.‎ Πάνυ γε‎.

Critical Apparatus8

ΞΕ.‎ Τρίτον δὲ ἆρα οὐ περὶ ταὐτὰ ταῦτα κάπηλος

Critical Apparatus9ἀνεφάνη‎;

10

ΘΕΑΙ.‎ Ναί, καὶ τέταρτόν γε αὐτοπώλης περὶ τὰ μαθή-

Critical Apparatus11ματα ἡμῖν 〈ἦν〉‎.

12

ΞΕ.‎ Ὀρθῶς ἐμνημόνευσας. πέμπτον δ' ἐγὼ πειράσομαι

e Link 1μνημονεύειν• τῆς γὰρ ἀγωνιστικῆς περὶ λόγους ἦν τις

2ἀθλητής, τὴν ἐριστικὴν τέχνην ἀφωρισμένος‎.

3

ΘΕΑΙ.‎ Ἦν γὰρ οὖν‎.

4

ΞΕ.‎ Τό γε μὴν ἔκτον ἀμφισβητήσιμον μέν, ὅμως δ'

5ἔθεμεν αὐτῷ συγχωρήσαντες δοξῶν ἐμποδίων μαθήμασιν

6περὶ ψυχὴν καθαρτὴν αὐτὸν εἶναι‎.

7

ΘΕΑΙ.‎ Παντάπασι μὲν οὖν‎.

232 Link 1

ΞΕ.‎ Ἆρ' οὖν ἐννοεῖς, ὅταν ἐπιστήμων τις πολλῶν

2φαίνηται, μιᾶς δὲ τέχνης ὀνόματι προσαγορεύηται, τὸ

Critical Apparatus3φάντασμα τοῦτο ὡς οὐκ ἔσθ' ὑγιές, ἀλλὰ δῆλον ὡς ὁ

4πάσχων αὐτὸ πρός τινα τέχνην οὐ δύναται κατιδεῖν ἐκεῖνο

5αὐτῆς εἰς ὃ πάντα τὰ μαθήματα ταῦτα βλέπει, διὸ καὶ πολ-

6λοῖς ὀνόμασιν ἀνθ' ἑνὸς τὸν ἔχοντα αὐτὰ προσαγορεύει‎;

pg 4107

ΘΕΑΙ.‎ Κινδυνεύει τοῦτο ταύτῃ πῃ μάλιστα πεφυκέναι

b Critical Apparatus Link 1

ΞΕ.‎ Μὴ τοίνυν ἡμεῖς γε αὐτὸ ἐν τῇ ζητήσει δι' ἀργίαν

Critical Apparatus Link 2πάσχωμεν, ἀλλ' ἀναλάβωμεν 〈ἓν〉 πρῶτον τῶν περὶ τὸν

Critical Apparatus3σοφιστὴν εἰρημένων. ἓν γάρ τί μοι μάλιστα κατεφάνη

Critical Apparatus4αὐτὸν μηνῦον‎.

5

ΘΕΑΙ.‎ Τὸ ποῖον‎;

6

ΞΕ.‎ Ἀντιλογικὸν αὐτὸν ἔφαμεν εἶναί που‎.

7

ΘΕΑΙ.‎ Ναί‎.

8

ΞΕ.‎ Τί δ̓; οὐ καὶ τῶν ἄλλων αὐτοῦ τούτου διδάσκαλον

9γίγνεσθαι‎;

10

ΘΕΑΙ.‎ Τί μήν‎;

11

ΞΕ.‎ Σκοπῶμεν δή, περὶ τίνος ἄρα καί φασιν οἱ τοιοῦτοι

Link 12ποιεῖν ἀντιλογικούς. ἡ δὲ σκέψις ἡμῖν ἐξ ἀρχῆς ἔστω τῇδέ

c Link 1πῃ. φέρε, περὶ τῶν θείων, ὅσ' ἀφανῆ τοῖς πολλοῖς, ἆρ'

2ἱκανοὺς ποιοῦσι τοῦτο δρᾶν‎;

Critical Apparatus3

ΘΕΑΙ.‎ Λέγεται γοῦν δὴ περὶ αὐτῶν ταῦτα‎.

4

ΞΕ.‎ Τί δ' ὅσα φανερὰ γῆς τε καὶ οὐρανοῦ καὶ τῶν περὶ

5τὰ τοιαῦτα‎;

6

ΘΕΑΙ.‎ Τί γάρ‎;

7

ΞΕ.‎ Ἀλλὰ μὴν ἔν γε ταῖς ἰδίαις συνουσίαις, ὁπόταν

8γενέσεώς τε καὶ οὐσίας πέρι κατὰ πάντων λέγηταί τι,

Critical Apparatus9σύνισμεν ὡς αὐτοί τε ἀντειπεῖν δεινοὶ τούς τε ἄλλους ὅτι

10ποιοῦσιν ἅπερ αὐτοὶ δυνατούς‎;

11

ΘΕΑΙ.‎ Παντάπασί γε‎.

d Critical Apparatus1

ΞΕ.‎ Τί δ' αὖ περὶ νόμων καὶ συμπάντων τῶν

Critical Apparatus2πολιτικῶν, ἆρʼ οὐχ ὑπισχνοῦνται ποιεῖν ἀμφισβητητικούς‎;

Critical Apparatus3

ΘΕΑΙ.‎ Οὐδεὶς γὰρ ἂν αὐτοῖς ὡς ἔπος εἰπεῖν διελέγετο

4μὴ τοῦτο ὑπισχνουμένοις‎.

5

ΞΕ.‎ Τά γε μὴν περὶ πασῶν τε καὶ κατὰ μίαν ἑκάστην

6τέχνην, ἃ δεῖ πρὸς ἕκαστον αὐτὸν τὸν δημιουργὸν

pg 411Critical Apparatus7ἀντειπεῖν, δεδημοσιωμένα που καταβέβληται γεγραμμένα

8τῷ βουλομένῳ μαθεῖν‎.

9

ΘΕΑΙ.‎ Τὰ Πρωταγόρειά μοι φαίνῃ περί τε πάλης καὶ

e1τῶν ἄλλων τεχνῶν εἰρηκέναι‎.

2

ΞΕ.‎ Καὶ πολλῶν γε, ὦ μακάριε, ἑτέρων. ἀτὰρ δὴ τὸ

3τὴς ἀντιλογικῆς τέχνης ἆρ' οὐκ ἐν κεφαλαίῳ περὶ πάντων

Critical Apparatus4πρὸς ἀμφισβήτησιν ἱκανή τις δύναμις ἔοικ' εἴναι‎;

Critical Apparatus5

ΘΕΑΙ.‎ Φαίνεται γοῦν σχεδὸν οὐδὲν ὑπολιπεῖν

Critical Apparatus Link 6

ΞΕ.‎ Σὺ δὴ πρὸς θεῶν, ὦ παῖ, δυνατὸν ἡγῇ τοῦτο; τάχα

7γὰρ ἂν ὑμεῖς μὲν ὀξύτερον οἱ νέοι πρὸς αὐτὸ βλέποιτε,

8ἡμεῖς δὲ ἀμβλύτερον‎.

233 1

ΘΕΑΙ.‎ Τὸ ποῖον, καὶ πρὸς τί μάλιστα λέγεις; οὐ γάρ

Critical Apparatus2που κατανοῶ τὸ νῦν ἐρωτώμενον‎.

Critical Apparatus3

ΞΕ.‎ Εἰ πάντα ἐπίστασθαί τινα ἀνθρώπων ἐστὶ δυνατόν‎.

4

ΘΕΑΙ.‎ Μακάριον μεντἂν ἡμῶν, ὦ ξένε, ἦν τὸ γένος‎.

5

ΞΕ.‎ Πῶς οὖν ἄν ποτέ τις πρός γε τὸν ἐπιστάμενον

6αὐτὸς ἀνεπιστήμων ὢν δύναιτ̓ ἂν ὑγιές τι λέγων ἀντειπεῖν‎;

7

ΘΕΑΙ.‎ Οὐδαμῶς‎.

Critical Apparatus8

ΞΕ.‎ Τί ποτ̓ οὖν ἂν εἴη τὸ τῆς σοφιστικῆς δυνάμεως

9θαῦμα‎;

10

ΘΕΑΙ.‎ Τοῦ δὴ πέρι‎;

b 1

ΞΕ.‎ Καθ' ὅντινα τρόπον ποτὲ δυνατοὶ τοῖς νέοις δόξαν

Link 2παρασκευάζειν ὡς εἰσὶ πάντα πάντων αὐτοὶ σοφώτατοι

3δῆλον γὰρ ὡς εἰ μήτε ἀντέλεγον ὀρθῶς μήτε ἐκείνοις

Critical Apparatus4ἐφαίνοντο, φαινόμενοί τε εἰ μηδὲν αὖ μᾶλλον ἐδόκουν διὰ

Critical Apparatus5τὴν ἀμφισβήτησιν εἶναι φρόνιμοι, τὸ σὸν δὴ τοῦτο, σχολῇ

6ποτ' ἂν αὐτοῖς τις χρήματα διδοὺς ἤθελεν ἂν τούτων αὐτῶν

7μαθητὴς γίγνεσθαι‎.

8

ΘΕΑΙ.‎ Σχολῇ μεντἄν‎.

9

ΞΕ.‎ Νῦν δέ γ' ἐθέλουσιν‎;

10

ΘΕΑΙ.‎ Καὶ μάλα‎.

pg 412 c 1

ΞΕ.‎ Δοκοῦσι γὰρ οἶμαι πρὸς ταῦτα ἐπιστημόνως ἔχειν

2αὐτοὶ πρὸς ἅπερ ἀντιλέγουσιν‎.

3

ΘΕΑΙ.‎ Πῶς γὰρ οὔ‎;

4

ΞΕ.‎ Δρῶσι δέ γε τοῦτο πρὸς ἅπαντα, φαμέν‎;

5

ΘΕΑΙ.‎ Ναί‎.

Link 6

ΞΕ.‎ Πάντα ἄρα σοφοὶ τοῖς μαθηταῖς φαίνονται‎.

7

ΘΕΑΙ.‎ Τί μήν‎;

8

ΞΕ.‎ Οὐκ ὄντες γε• ἀδύνατον γὰρ τοῦτό γε ἐφάνη‎.

9

ΘΕΑΙ.‎ Πῶς γὰρ οὐκ ἀδύνατον‎;

10

ΞΕ.‎ Δοξαστικὴν ἄρα τινὰ περὶ πάντων ἐπιστήμην ὁ

11σοφιστὴς ἡμῖν ἀλλ' οὐκ ἀλήθειαν ἔχων ἀναπέφανται‎.

d Link 1

ΘΕΑΙ.‎ Παντάπασι μὲν οὖν, καὶ κινδυνεύει γε τὸ νῦν

2εἰρημένον ὀρθότατα περὶ αὐτῶν εἰρῆσθαι‎.

Link 3

ΞΕ.‎ Λάβωμεν τοίνυν σαφέστερόν τι παράδειγμα περὶ

4τούτων‎.

5

ΘΕΑΙ.‎ Τὸ ποῖον δή‎;

6

ΞΕ.‎ Τόδε. καί μοι πειρῶ προσέχων τὸν νοῦν εὖ μάλα

7ἀποκρίνασθαί‎.

8

ΘΕΑΙ.‎ Τὸ ποῖον‎;

Link 9

ΞΕ.‎ Εἴ τις φαίη μὴ λέγειν μηδ' ἀντιλέγειν, ἀλλὰ ποιεῖν

10καὶ δρᾶν μιᾷ τέχνῃ συνάπαντα ἐπίστασθαι πράγματα‎—

e Critical Apparatus Link 1

ΘΕΑΙ.‎ Πῶς πάντα εἶπες‎;

2

ΞΕ.‎ Τὴν ἀρχὴν τοῦ ῥηθέντος σύ γ' ἡμῖν εὐθὐς ἀγνοεῖς•

3τὰ γὰρ σύμπαντα, ὡς ἔοικας, οὐ μανθάνεις‎.

4

ΘΕΑΙ.‎ Οὐ γὰρ οὖν‎.

5

ΞΕ.‎ Λέγω τοίνυν σὲ καὶ ἐμὲ τῶν πάντων καὶ πρὸς ἡμῖν

6τἆλλα ζῷα καὶ δένδρα‎.

7

ΘΕΑΙ.‎ Πῶς λέγεις‎;

Critical Apparatus8

ΞΕ.‎ Εἴ τις ἐμὲ καὶ σὲ καὶ τἆλλα φυτὰ πάντα ποιήσειν

9φαίη‎—

234 1

ΘΕΑΙ.‎ Τίνα δὴ λέγων τὴν ποίησιν; Οὐ γὰρ δὴ γεωργόν

Critical Apparatus2γε ἐρεῖς τινα• καὶ γὰρ ζῴων αὐτὸν εἶπες ποιητήν‎.

pg 413Critical Apparatus3

ΞΕ.‎ Φημί, καὶ πρός γε θαλάττης καὶ γῆς καὶ οὐρανοῦ

4καὶ θεῶν καὶ τῶν ἄλλων συμπάντων• καὶ τοίνυν καὶ ταχύ

5ποιήσας αὐτῶν ἕκαστα πάνυ σμικροῦ νομίσματος ἀπο-

6δίδοται‎.

7

ΘΕΑΙ.‎ Παιδιὰν λέγεις τινά‎.

Critical Apparatus8

ΞΕ.‎ Τί δέ; τὴν τοῦ λέγοντος ὅτι πάντα οἶδε καὶ ταῦτα

9ἕτερον ἂν διδάξειεν ὀλίγου καὶ ἐν ὀλίγῳ χρόνῳ, μῶν οὐ

10παιδιὰν νομιστέον‎;

11

ΘΕΑΙ.‎ Πάντως που‎.

b Critical Apparatus Link 1

ΞΕ.‎ Παιδιᾶς δὲ ἔχεις ἤ τι τεχνικώτερον ἢ καὶ χαριέ-

2στερον εἶδος ἢ τὸ μιμητικόν‎;

3

ΘΕΑΙ.‎ Οὐδαμῶς• πάμπολυ γὰρ εἴρηκας εἶδος εἰς ἓν

4πάντα συλλαβὼν καὶ σχεδὸν ποικιλώτατον‎.

Critical Apparatus5

ΞΕ.‎ Οὐκοῦν τόν γ' ὑπισχνούμενον δυνατὸν εἶναι μιᾷ

Critical Apparatus6τέχνῃ πάντα ποιεῖν γιγνώσκομέν που τοῦτο, ὅτι μιμήματα

Critical Apparatus7καὶ ὁμώνυμα τῶν ὄντων ἀπεργαζόμενος τῇ γραφικῇ τέχνῃ

8δυνατὸς ἔσται τοὺς ἀνοήτους τῶν νέων παίδων, πόρρωθεν

9τὰ γεγραμμένα ἐπιδεικνύς, λανθάνειν ὡς ὅτιπερ ἂν

10βουληθῇ δρᾶν, τοῦτο ἱκανώτατος ὢν ἀποτελεῖν ἔργῳ‎.

c 1

ΘΕΑΙ.‎ Πῶς γὰρ οὔ‎;

Link 2

ΞΕ.‎ Τί δὲ δή; περὶ τοὺς λόγους ἆρ' οὐ προσδοκῶμεν

Critical Apparatus3εἶναί τινα ἄλλην τέχνην, ᾗ δυνατὸν αὖ τυγχάνει τοὺς νέους

4καὶ ἔτι πόρρω τῶν πραγμάτων τῆς ἀληθείας ἀφεστῶτας

Link 5διὰ τῶν ὤτων τοῖς λόγοις γοητεύειν, δεικνύντας εἴδωλα

6λεγόμενα περὶ πάντων, ὥστε ποιεῖν ἀληθῆ δοκεῖν λέγεσθαι

Critical Apparatus7καὶ τὸν λέγοντα δὴ σοφώτατον πάντων ἅπαντ' εἶναι‎;

d Critical Apparatus1

ΘΕΑΙ.‎ Τί γὰρ οὐκ ἂν εἴη ἄλλη τις τοιαύτη τέχνη‎;

Critical Apparatus2

ΞΕ.‎ Τοὺς πολλοὺς οὖν, ὦ Θεαίτητε, τῶν τότε ἀκουόν-

3των ἆρ' οὐκ ἀνάγκη, χρόνου τε ἐπελθόντος αὐτοῖς ἱκανοῦ

pg 4144καὶ προϊούσης ἡλικίας τοῖς τε οὖσι προσπίπτοντας ἐγγύθεν

5καὶ διὰ παθημάτων ἀναγκάζομένους ἐναργῶς ἐφάπτεσθαι

6τῶν ὄντων, μεταβάλλειν τὰς τότε γενομένας δόξας, ὥστε

7σμικρὰ μὲν φαίνεσθαι τὰ μεγάλα, χαλεπὰ δὲ τὰ ῥᾴδια, καὶ

e1πάντα πάντῃ ἀνατετράφθαι τὰ ἐν τοῖς λόγοις φαντάσματα

2ὑπὸ τῶν ἐν ταῖς πράξεσιν ἔργων παραγενομένων‎;

Critical Apparatus3

ΘΕΑΙ.‎ Ὡς γοῦν ἐμοὶ τηλικῷδε ὄντι κρῖναι. Οἶμαι δὲ

4καὶ ἐμὲ τῶν ἔτι πόρρωθεν ἀφεστηκότων εἶναι‎.

5

ΞΕ.‎ Τοιγαροῦν ἡμεῖς σε οἵδε πάντες πειρασόμεθα καὶ

6νῦν πειρώμεθα ὡς ἐγγύτατα ἄνευ τῶν παθημάτων προσ-

Link 7άγειν. περὶ δ' οὖν τοῦ σοφιστοῦ τόδε μοι λέγε• πότερον ἤδη

235 Link 1τοῦτο σαφές, ὅτι τῶν γοήτων ἐστί τις, μιμητὴς ὢν τῶν

2ὄντων, ἢ διστάζομεν ἔτι μὴ περὶ ὅσωνπερ ἀντιλέγειν δοκεῖ

3δυνατὸς εἶναι, περὶ τοσούτων καὶ τὰς ἐπιστήμας ἀληθῶς

Critical Apparatus4ἔχων τυγχάνει‎;

5

ΘΕΑΙ.‎ Καὶ πῶς ἄν, ὦ ξένε; ἀλλὰ σχεδὸν ἤδη σαφὲς ἐκ

6τῶν εἰρημένων, ὅτι τῶν τῆς παιδιᾶς μετεχόντων ἐστί τις

Critical Apparatus7μυρίων εἷς‎.

Critical Apparatus8

ΞΕ.‎ Γόητα μὲν δὴ καὶ μιμητὴν ἄρα θετέον αὐτόν τινα‎.

Link 9

ΘΕΑΙ.‎ Πῶς γὰρ οὐ θετέον‎;

Critical Apparatus Link 10

ΞΕ.‎ Ἄγε δή, νῦν ἡμέτερον ἔργον ἤδη τὸν θῆρα μηκέτʼ

b Link 1ἀνεῖναι• σχεδὸν γὰρ αὐτὸν περιειλήφαμεν ἐν ἀμφιβλη-

2στρικῷ τινι τῶν ἐν τοῖς λόγοις περὶ τὰ τοιαῦτα ὀργάνων,

Critical Apparatus3ὥστε οὐκέτ' ἐκφεύξεται τόδε γε‎.

Critical Apparatus4

ΘΕΑΙ.‎ Τὸ ποῖον‎;

Critical Apparatus5

ΞΕ.‎ Τὸ μὴ οὐ τοῦ γένους εἶναι τοῦ τῶν θαυματοποιῶν

6τις εἷς‎.

7

ΘΕΑΙ.‎ Κἀμοὶ τοῦτό γε οὕτω περὶ αὐτοῦ συνδοκεῖ‎.

Critical Apparatus8

ΞΕ.‎ Δέδοκται τοίνυν ὅτι τάχιστα διαιρεῖν τὴν εἰδωλο-

pg 415 Link 9ποιικὴν τέχνην, καὶ καταβάντας εἰς αὐτήν, ἐὰν μὲν ἡμᾶς

Critical Apparatus10εὐθὺς ὁ σοφιστής ὑπομείνῃ, συλλαβεῖν αὐτὸν κατὰ τὰ

c Link 1ἐπεσταλμένα ὑπὸ τοῦ βασιλικοῦ λόγου, κἀκείνῳ παρα-

Critical Apparatus Link 2δόντας ἀποφῆναι τῆν ἄγραν• ἐὰν δ' ἄρα κατὰ μέρη τῆς

3μιμητικῆς δύηταί πῃ, συνακολουθεῖν αὐτῷ διαιροῦντας

4ἀεὶ τὴν ὑποδεχομένην αὐτὸν μοῖραν, ἕωσπερ ἂν ληφθῇ.

5πάντως οὔτε οὗτος οὔτε ἄλλο γένος οὐδὲν μή ποτε ἐκφυγὸν

6ἐπεύξηται τὴν τῶν οὕτω δυναμένων μετιέναι καθ' ἕκαστά

7τε καὶ ἐπὶ πάντα μέθοδον.

8

ΘΕΑΙ.‎ Λέγεις εὖ, καὶ ταῦτα ταύτῃ ποιητέον‎.

Critical Apparatus Link 9

ΞΕ.‎ Κατὰ δὴ τὸν παρεληλυθότα τρόπον τῆς διαιρέσεως

d Link 1ἔγωγέ μοι καὶ νῦν φαίνομαι δύο καθορᾶν εἴδη τῆς μιμη-

Critical Apparatus Link 2τικῆς• τὴν δὲ ζητουμένην ἰδέαν, ἐν ὁποτέρῳ ποθ'ἡμῖν οὖσα

Critical Apparatus3τυγχάνει, καταμαθεῖν οὐδέπω μοι δοκῶ νῦν δυνατὸς εἶναι‎.

Critical Apparatus4

ΘΕΑΙ.‎ Σὺ δ' ἀλλ' εἰπὲ πρῶτον καὶ δίελε ἡμῖν τίνε τὼ

5δύο λέγεις‎.

Critical Apparatus6

ΞΕ.‎ Μίαν μὲν τὴν εἰκαστικὴν ὁρῶν ἐν αὐτῇ τέχνην, ἔστι

Link 7δ' αὕτη μάλιστα ὁπόταν κατὰ τὰς τοῦ παραδείγματος συμ-

8μετρίας τις ἐν μήκει καὶ πλάτει καὶ βάθει, καὶ πρὸς τούτοις

eCritical Apparatus1ἔτι χρώματα ἀποδιδοὺς τὰ προσήκοντα ἑκάστοις, τὴν τοῦ

Link 2μιμήματος γένεσιν ἀπεργάζηται‎.

Link 3

ΘΕΑΙ.‎ Τί δ'; Οὐ πάντες οἱ μιμούμενοί τι τοῦτ' ἐπιχει-

4ροῦσι δρᾶν‎;

Link 5

ΞΕ.‎ Οὔκουν ὅσοι γε τῶν μεγάλων πού τι πλάττουσιν

Critical Apparatus6ἔργων ἢ γράφουσιν. εἰ γὰρ ἀποδιδοῖεν τὴν τῶν κώλων

7ἀληθινὴν συμμετρίαν, οἶσθ' ὅτι σμικρότερα μὲν τοῦ δέον-

2361τος τὰ ἄνω, μείζω δὲ τὰ κάτω φαίνοιτ' ἂν διὰ τὸ τὰ μὲν

2πόρρωθεν, τὰ δ' ἐγγύθεν ὑφ' ἡμῶν ὁρᾶσθαι‎.

Critical Apparatus3

ΘΕΑΙ.‎ Πάνυ μὲν οὖν‎.

pg 4164

ΞΕ.‎ Ἆρ' οὖν οὐ χαίρειν τὸ ἀληθὲς ἐάσαντες οἱ δημιουρ-

Critical Apparatus5γοὶ νῦν οὐ τὰς οὔσας συμμετρίας ἀλλὰ τὰς δοζούσας είναι

6καλὰς τοῖς εἰδώλοις ἐναπεργάζονται‎;

Critical Apparatus7

ΘΕΑΙ.‎ Παντάπασί γε‎.

Critical Apparatus Link 8

ΞΕ.‎ Τὸ μὲν ἄρα ἕτερον οὐ δίκαιον, εἰκός γε ὄν, εἰκόνα

9καλεῖν‎;

10

ΘΕΑΙ.‎ Ναί‎.

b Link 1

ΞΕ.‎ Καὶ τῆς γε μιμητικῆς τὸ ἐπὶ τούτῳ μέρος κλητέον

2ὅπερ εἴπομεν ἐν τῷ πρόσθεν, εἰκαστικήν‎;

3

ΘΕΑΙ.‎ Κλητέον‎.

4

ΞΕ.‎ Τί δέ; τὸ φαινόμενον μὲν διὰ τὴν οὐκ ἐκ καλοῦ

5θέαν ἐοικέναι τῷ καλῷ, δύναμιν δὲ εἴ τις λάβοι τὰ τηλι-

6καῦτα ἱκανῶς ὁρᾶν, μηδ' εἰκὸς ᾧ φησιν ἐοικέναι, τί καλοῦ-

7μεν; ἆρ' οὐκ, ἐπείπερ φαίνεται μέν, ἔοικε δὲ οὔ, φάντασμα‎;

8

ΘΕΑΙ.‎ Τί μήν‎;

Link 9

ΞΕ.‎ Οὐκοῦν πάμπολυ καὶ κατὰ τὴν ζωγραφιάν τοῦτο

cCritical Apparatus1τὸ μέρος ἐστὶ καὶ κατὰ σύμπασαν μιμητικήν‎;

2

ΘΕΑΙ.‎ Πῶς δ' οὔ‎;

Critical Apparatus3

ΞΕ.‎ Τὴν δὴ φάντασμα ἀλλ' οὐκ εἰκόνα ἀπεργαζομένην

4τέχνην ἆρ' οὐ φανταστικὴν ὀρθότατ' ἂν προσαγορεύοιμεν‎;

Critical Apparatus5

ΘΕΑΙ.‎ Πολύ γε‎.

Critical Apparatus Link 6

ΞΕ.‎ Τούτω τοίνυν τὼ δύο ἔλεγον εἴδη τῆς εἰδωλο-

7ποιικῆς, εἰκαστικὴν καὶ φανταστικήν‎.

8

ΘΕΑΙ.‎ Ὀρθῶς‎.

Critical Apparatus Link 9

ΞΕ.‎ Ὃ δέ γε καὶ τότ' ἠμφεγνόονν, 〈ἐν〉 ποτέρᾳ τὸν

Critical Apparatus10σοφιστὴν θετέον, οὐδὲ νῦν πω δύναμαι θεάσασθαι σαφῶς,

dCritical Apparatus Link 1ἀλλ' ὄντως θαυμαστὸς ἁνὴρ καὶ κατιδεῖν παγχάλεπος, ἐπεὶ

pg 417 Link 2καί νῦν μάλα εὖ καὶ κομψῶς εἰς ἄπορον εἶδος διερευνήσα-

3σθαι καταπἐφευγεν‎.

Link 4

ΘΕΑΙ.‎ Ἔοικεν‎.

5

ΞΕ.‎ Ἆρ' οὖν αὐτὸ γιγνώσκων σύμφης, ἤ σε οἷον ῥύμη

Critical Apparatus6τις ὑπὸ τοῦ λόγου συνειθισμένον συνεπεσπάσατο πρὸς τὸ

7ταχὺ συμφῆσαι‎;

Critical Apparatus8

ΘΕΑΙ.‎ Πῶς καὶ πρὸς τί τοῦτο εἴρηκας‎;

9

ΞΕ.‎ Ὄντως, ὦ μακάριε, ἐσμὲν ἐν παντάπασι χαλεπῇ

e Link 1σκέψει. τὸ γὰρ φαίνεσθαι τοῦτο καὶ τὸ δοκεῖν, εἶναι δὲ μή,

2καὶ τὸ λέγειν μὲν ἄττα, ἀληθῆ δὲ μή, πάντα ταῦτά ἐστι

3μεστὰ ἀπορίας ἀεὶ ἐν τῷ πρόσθεν χρόνῳ καὶ νῦν. ὅπως γὰρ

Critical Apparatus4εἰπόντα χρὴ ψευδῆ λέγειν ἢ δοξάζειν 〈φάναι〉 ὄντως εἶναι,

5καὶ τοῦτο φθεγξάμενον ἐναντιολογίᾳ μὴ συνέχεσθαι,

237 Link 1παντάπασιν, ὦ Θεαίτητε, χαλεπόν‎.

2

ΘΕΑΙ.‎ Τί δή‎;

3

ΞΕ.‎ Τετόλμηκεν ὁ λόγος οὗτος ὑποθέσθαι τὸ μὴ ὂν

Critical Apparatus4εἶναι• ψεῦδος γὰρ οὐκ ἂν ἄλλως ἐγίγνετο ὄν. Παρμενίδης

Critical Apparatus5δὲ ὁ μέγας, ὦ παῖ, παισὶν ἡμῖν οὖσιν ἀρχόμενός τε καὶ διὰ

Critical Apparatus6τέλους τοῦτο ἀπεμαρτύρατο, πεζῇ τε ὧδε ἑκάστοτε λέγων

7καὶ μετὰ μέτρων—

 

Critical Apparatus Link 8Οὐ γὰρ μή ποτε τοῦτο δαμῇ, φησίν, εἶναι μὴ ἐόντα·

Critical Apparatus9ἀλλὰ σὺ τῆσδ' άφ' ὁδοῦ διζήμενος εἶργε νόημα.

 

b1παρ' ἐκείνου τε οὖν μαρτυρεῖται, καὶ μάλιστά γε δὴ

Critical Apparatus2πάντων ὁ λόγος αὐτὸς ἂν δηλώσειε μέτρια βασανισθείς.

Critical Apparatus3τοῦτο οὖν αὐτὸ πρῶτον θεασώμεθα, εἰ μή τί σοι διαφέρει‎.

pg 4184

ΘΕΑΙ.‎ Τὸ μὲν ἐμὸν ὅπῃ βούλει τίθεσο, τὸν δὲ λόγον ᾗ

Critical Apparatus5βέλτιστα διέξεισι σκοπῶν αὐτός τε ἴθι κἀμὲ κατὰ ταύτην

Link 6τὴν ὁδὸν ἄγε‎.

Link 7

ΞΕ.‎ Ἀλλὰ χρὴ δρᾶν ταῦτα. καί μοι λέγε• "τὸ μηδαμῶς

Critical Apparatus8ὄν" τολμῶμέν που φθέγγεσθαι‎;

9

ΘΕΑΙ.‎ Πῶς γὰρ ουὔ‎;

Critical Apparatus10

ΞΕ.‎ Μὴ τοίνυν ἔριδος ἔνεκα μηδὲ παιδιᾶς, ἀλλ' εἰ

cCritical Apparatus1σπουδῇ δέοι συννοήσαντά τινα ἀποκρίνασθαι τῶν

Critical Apparatus2ἀκροατῶν ποῖ χρὴ τοὔνομ' ἐπιφέρειν τοῦτο, τὸ "μὴ ὄν," τί

3δοκοῦμεν ἄν; εἰς τί καὶ ἐπὶ ποῖον αὐτόν τε καταχρήσασθαι

4καὶ τῷ πυνθανομένῳ δεικνύναι‎;

5

ΘΕΑΙ.‎ Χαλεπὸν ἤρου καὶ σχεδὸν εἰπεῖν οἵῳ γε ἐμοὶ

6παντάπασιν ἄπορον‎.

Critical Apparatus7

ΞΕ.‎ Ἀλλ' οὖν τοῦτό γε δῆλον, ὅτι τῶν ὄντων ἐπί 〈τι〉 τὸ

8μὴ ὂν οὐκ οἰστέον‎.

9

ΘΕΑΙ.‎ Πῶς γὰρ ἄν‎;

Critical Apparatus Link 10

ΞΕ.‎ Οὐκοῦν ἐπείπερ οὐκ ἐπὶ τὸ ὄν, οὐδ' ἐπὶ τὸ τὶ φέρων

11ὀρθῶς ἄν τις φέροι‎.

12

ΘΕΑΙ.‎ Πῶς δή‎;

d Critical Apparatus1

ΞΕ.‎ Καὶ τοῦτο ἡμῖν που φανερόν, ὡς καὶ τὸ "τὶ" τοῦτο

Critical Apparatus2ῥῆμα ἐπ' ὄντι λέγομεν ἑκάστοτε• μόνον γὰρ αὐτὸ λέγειν,

3ὥσπερ γυμνὸν καὶ ἀπηρημωμένον ἀπὸ τῶν ὄντων

4ἁπάντων, ἀδύνατον• ἦ γάρ‎;

5

ΘΕΑΙ.‎ Ἀδύνατον‎.

Critical Apparatus6

ΞΕ.‎ Ἀρα τῇδε σκοπῶν σύμφης, ὡς ἀνάγκη τόν τι

7λέγοντα ἕν γέ τι λέγειν‎;

8

ΘΕΑΙ.‎ Οὕτως‎.

pg 419Critical Apparatus9

ΞΕ.‎ Ἑνὸς γὰρ δὴ τό γε "τὶ" φήσεις σημεῖον εἶναι, τὸ δὲ

10"τινὲ" δυοῖν, τὸ δὲ "τινὲς" πολλῶν‎.

11

ΘΕΑΙ.‎ Πῶς γὰρ οὔ‎;

e 1

ΞΕ.‎ Τὸν δὲ δὴ μὴ τὶ λέγοντα ἀναγκαιότατον, ὡς ἔοικε,

2παντάπασι μηδὲν λέγειν.

3

ΘΕΑΙ.‎ Ἀναγκαιότατον μὲν οὖν.

Critical Apparatus4

ΞΕ.‎ Ἆρ' οὖν οὐδὲ τοῦτο συγχωρητέον, τὸ τὸν τοιοῦτον

Critical Apparatus5λέγειν μέν, λέγειν μέντοι μηδέν, ἀλλʼ οὐδὲ λέγειν φατέον,

Critical Apparatus6ὅς γʼ ἄν ἐπιχειρῇ "μὴ ὄν" φθέγγεσθαι;

Critical Apparatus7

ΘΕΑΙ.‎ Τέλος γοῦν ἄν ἀπορίας ὁ λόγος ἔχοι.

238 Critical Apparatus Link 1

ΞΕ.‎ Μήπω μέγ' εἴπῃς • ἔτι γάρ, ὦ μακάριε, ἔστι, καὶ

2ταῦτά γε τῶν ἀποριῶν ἡ μεγίστη καὶ πρώτη. περὶ γὰρ

3αὐτὴν αὐτοῦ τὴν ἀρχὴν οὖσα τυγχάνει.

4

ΘΕΑΙ.‎ Πῶς φῄς; λέγε καὶ μηδὲν ἀποκνήσῃς.

5

ΞΕ.‎ Τῷ μὲν ὄντι που προσγένοιτʼ ἄν τι τῶν ὄντων

6ἕτερον‎.

7ΘΕΑΙ. Πῶς γὰρ οὔ‎;

Critical Apparatus8

ΞΕ.‎ Μὴ ὄντι δέ τι τῶν ὄντων ἆρά ποτε προσγίγνεσθαι

9φήσομεν δυνατὸν εἶναι‎;

Link 10

ΘΕΑΙ.‎ Καὶ πῶς‎;

11

ΞΕ.‎ Ἀριθμὸν δὴ τὸν σύμπαντα τῶν ὄντων τίθεμεν‎.

b 1

ΘΕΑΙ.‎ Εἴπερ γε καὶ ἄλλο τι θετέον ὡς ὄν‎.

2

ΞΕ.‎ Μὴ τοίνυν μηδʼ ἐπιχειρῶμεν ἀριθμοῦ μήτε πλῆθος

Critical Apparatus3μήτε ἕν πρὸς τὸ μὴ ὃν προσφέρειν.

4

ΘΕΑΙ.‎ Οὔκουν ἂν ὀρθῶς γε, ὡς ἔοικεν, ἐπιχειροῖμεν,

5ὥς φησιν ὁ λόγος‎.

Critical Apparatus6

ΞΕ.‎ Πῶς οὖν ἂν ἢ διὰ τοῦ στόματος φθέγξαιτο ἄν τις ἢ

pg 4207καὶ τῇ διανοίᾳ τὸ παράπαν λάβοι τὰ μὴ ὄντα ἢ τὸ μὴ ὂν

8χωρὶς ἀριθμοῦ‎;

Critical Apparatus9

ΘΕΑΙ.‎ Λέγε πῇ‎;

10

ΞΕ.‎ "Μὴ ὄντα" μὲν ἐπειδὰν λέγωμεν, ἆρα οὐ πλῆθος

cCritical Apparatus1ἐπιχειροῦμεν ἀριθμοῦ προστιθέναι‎;

2

ΘΕΑΙ.‎ Τί μήν‎;

3

ΞΕ.‎ "Μὴ ὄν" δέ, ἆρα οὐ τὸ ἓν αὖ‎;

4

ΘΕΑΙ.‎ Σαφέστατά γε.

5

ΞΕ.‎ Καὶ μὴν οὔτε δίκαιόν γε οὔτε ὀρθόν φαμεν ὃν ἐπι-

6χειρεῖν μὴ ὄντι προσαρμόττειν.

7

ΘΕΑΙ.‎ Λέγεις ἀληθέστατα.

Link 8

ΞΕ.‎ Συννοεῖς οὖν ὡς οὔτε φθέγξασθαι δυνατὸν ὀρθῶς

9οὔτʼ εἰπεῖν οὔτε διανοηθῆναι τὸ μὴ ὃν αὐτὸ καθʼ αὑτό, ἀλλʼ

10ἔστιν ἀδιανόητόν τε καὶ ἄρρητον καὶ ἄφθεγκτον καὶ

11ἄλογον;

12

ΘΕΑΙ.‎ Παντάπασι μὲν οὖν.

d Link 1

ΞΕ.‎ Ἆρʼ οὖν ἐφευσάμην ἄρτι λέγων τὴν μεγίστην

Critical Apparatus2ἀπορίαν ἐρεῖν αὐτοῦ πέρι, τὸ δὲ ἔτι μείζω τινὰ λὲγειν

3ἄλλην ἔχομεν‎;

Critical Apparatus4

ΘΕΑΙ.‎ Τίνα δή‎;

Critical Apparatus5

ΞΕ.‎ Ὦ θαυμάσιε, οὐκ ἐννοεῖς αὐτοῖς τοῖς λεχθεῖσιν ὅτι

6καὶ τὸν ἐλέγχοντα εἰς ἀπορίαν καθίστησι τὸ μὴ ὂν όὕτως,

7ὥστε, ὁπόταν αὐτὸ ἐπιχειρῇ τις ἐλέγχειν, ἐναντία αὐτὸν

8αὑτῷ περὶ ἐκεῖνο ἀναγκάζεσθαι λέγειν‎;

9

ΘΕΑΙ.‎ Πῶς φῄς; εἰπὲ ἔτι σαφέστερον.

10

ΞΕ.‎ Οὐδὲν δεῖ τὸ σαφέστερον ἐν ἐμοὶ σκοπεῖν. ἐγὼ μὲν

e1γὰρ ὑποθέμενος οὔτε ἑνὸς οὔτε τῶν πολλῶν τὸ μὴ ὂν δεῖν

2μετέχειν, ἄρτι τε καὶ νῦν οὕτως ἓν αὐτὸ εἴρηκα• "τὸ μὴ ὄν"

3γὰρ φημί. συνίης τοι.

4

ΘΕΑΙ.‎ Ναί.

pg 4215

ΞΕ.‎ Καὶ μὴν αὖ καὶ σμικρὸν ἔμπροσθεν "ἄφθεγκτόν"

6τε αὐτὸ καὶ "ἄρρητον καὶ ἄλογον" ἔφην "εἶναι." συνέπῃ‎;

Critical Apparatus7

ΘΕΑΙ.‎ Συνέπομαι. πῶς γὰρ οὔ‎;

8

ΞΕ.‎ Οὐκοῦν τό γε "εἶναι" προσάπτειν πειρώμενος

2391ἐναντία τοῖς πρόσθεν ἔλεγον‎;

2

ΘΕΑΙ.‎ Φαίνῃ‎.

Critical Apparatus3

ΞΕ.‎ Τί δέ; τὸ "τό" προσάπτων οὐχ ὡς ἑνὶ διελεγόμην‎;

4

ΘΕΑΙ.‎ Ναί.

Critical Apparatus5

ΞΕ.‎ Καὶ μὴν "ἄλογόν" γε λέγων καὶ "ἄρρητον" καὶ

6"ἄφθεγκτον" ὥς γε πρὸς ἓν τὸν λόγον ἐποιούμην.

7

ΘΕΑΙ.‎ Πῶς δ' οὔ‎;

8

ΞΕ.‎ Φαμὲν δέ γε δεῖν, εἴπερ ὀρθῶς τις λέξει, μήτε ὡς ἓν

9μήτε ὡς πολλὰ διορίζειν αὐτό, μηδὲ τὸ παράπαν "αὐτό"

Critical Apparatus10καλεῖν• ἑνὸς γὰρ εἴδει καὶ κατὰ ταύτην ἂν τὴν πρόσρησιν

11προσαγορεύοιτο‎.

12

ΘΕΑΙ.‎ Παντάπασί γε.

b Critical Apparatus Link 1

ΞΕ.‎ Τὸν μὲν τοίνυν ἐμέ γε τί τις ἂν λέγοι; καὶ γὰρ

Link 2πάλαι καὶ τὰ νῦν ἡττημένον ἂν εὕροι περὶ τὸν τοῦ μὴ ὄντος

3ἔλεγχον. ὥστε ἐν ἔμοιγε λέγοντι, καθάπερ εἶπον, μὴ

Critical Apparatus4σκοπῶμεν τὴν ὀρθολογίαν περὶ τὸ μὴ ὄν, ἀλλʼ εἶα δὴ νῦν ἐν

5σοὶ σκεφώμεθα‎.

6

ΘΕΑΙ.‎ Πῶς φῄς‎;

7

ΞΕ.‎ Ἴθι ἡμῖν εὖ καὶ γενναίως, ἅτε νέος ὤν, ὅτι μάλιστα

Critical Apparatus8δύνασαι συντείνας πειράθητι, μήτε οὐσίαν μήτε τὸ ἓν μήτε

Critical Apparatus9πλῆθος ἀριθμοῦ προστιθεὶς τῷ μὴ ὄντι, κατὰ τὸ ὀρθὸν

10φθέγξασθαί τι περὶ αύτοῦ‎.

c Link 1

ΘΕΑΙ.‎ Πολλὴ μεντἄν με καὶ ἄτοπος ἔχοι προθυμία τῆς

Critical Apparatus2ἐπιχειρήσεως, εἰ σὲ τοιαῦθ̓ ὁρῶν πάσχοντα αὐτὸς ἐπι-

3χειροίην.

pg 4224

ΞΕ.‎ Ἀλλʼ εἰ δοκεῖ, σὲ μὲν καὶ ἐμὲ χαίρειν ἐώμεν ἕως δʼ

5ἄν τινι δυναμἐνῳ δρᾶν τοῦτο ἐντυγχάνωμεν, μέχρι τούτον

Link 6λέγωμεν ὡς παντὸς μᾶλλον πανούργως εἰς ἄπορον ὁ

7σοφιστὴς τόπον καταδέδυκεν.

8

ΘΕΑΙ.‎ Καὶ μάλα δὴ φαὶνεται.

Link 9

ΞΕ.‎ Τοιγαροῦν εἴ τινα φήσομεν αὐτὸν ἔχειν φαντα-

d1στικὴν τέχνην, ῥᾳδίως ἐκ ταύτης τῆς χρείας τῶν λόγων

Critical Apparatus2ἀντιλαμβανόμενος ἡμῶν εἰς τουναντίον ἀποστρέφει τοὺς

3λόγους, ὅταν εἰδωλοποιὸν αὐτὸν καλῶμεν, ἀνερωτῶν τί

Critical Apparatus4ποτε τὸ παράπαν εἴδωλον λέγομεν. σκοπεῖν οὖν, ὦ

5Θεαίτητε, χρὴ τί τις τῷ νεανίᾳ πρὸς τὸ ἐρωτώμενον ἀπο-

6κρινεῖται.

Critical Apparatus7

ΘΕΑΙ.‎ Δῆλον ὅτι φήσομεν τά τε ἐν τοῖς ὕδασι καὶ

8κατόπτροις εἴδωλα, ἔτι καὶ τὰ γεγραμμὲνα καὶ τὰ τετνπω-

9μένα καὶ τἆλλα ὅσα που τοιαῦτ ἕσθʼ ἕτερα.

e Critical Apparatus1

ΞΕ.‎ Φανερός, ὦ Θεαίτητε, εἶ σοφιστὴν οὐχ ἑωρακώς.

2

ΘΕΑΙ.‎ Τί δή‎;

3

ΞΕ.‎ Δόξει σοι μύειν ἤ παντάπασιν οὐκ ἑχειν ὄμματα.

Critical Apparatus4

ΘΕΑΙ.‎ Πῶς‎;

5

ΞΕ.‎ Τὴν ἀπόκρισιν ὅταν οὕτως αὐτῷ διδῴς, ἐὰν ἐν

6κατόπτροις ἤ πλάσμασι λέγῃς τι, καταγελάσεταί σου τών

Critical Apparatus7λόγων, ὅταν ὡς βλέποντι λέγῃς αὐτῷ, προσποιούμενος

2401οὔτε κάτοπτρα οὔτε ὕδατα γιγνώσκειν οὔτε τὸ παράπαν

Critical Apparatus2ὄψιν, τὸ δʼ ἐκ τῶν λόγων ἐρωτήσει σε μόνον.

3

ΘΕΑΙ.‎ Ποῖον‎;

4

ΞΕ.‎ Τὸ διὰ πάντων τούτων ἅ πολλὰ εἰπὼν ἠξίωσας ἑνὶ

5προσειπεῖν ὀνόματι, φθεγξάμενος "εἴδωλον" ἐπὶ πᾶσιν ὡς

6ἕν ὄν. λέγε οὖν καὶ ἀμύνου μηδὲν ὑποχωρῶν τὸν ἄνδρα.

7

ΘΕΑΙ.‎ Τί δῆτα, ὦ ξένε, εἴδωλον ἄν φαῖμεν εἶναι πλήν

8γε "τὸ πρὸς τἀληθινὸν ἀφωμοιωμένον ἕτερον τοιοῦτον‎;"

pg 4239

ΞΕ.‎ "Ἕτερον δὲ λέγεις τοιοῦτον ἀληθινόν, ἢ ἐπὶ τίνι τὸ

bCritical Apparatus1τοιοῦτον εἶπες‎;"

2

ΘΕΑΙ.‎ "Οὐδαμῶς ἀληθινόν γε,ἀλλʼ ἐοικὸς μέν."

3

ΞΕ.‎ "Ἆρα τὸ ἀληθινὸς ὄντως ὄν λέγων‎;"

4

ΘΕΑΙ.‎ "Οὕτως."

Link 5

ΞΕ.‎ "Τί δέ;τὸ μὴ ἀληθινὸν ἆρʼ ἐναντὶον ἀληθοῦσ‎;"

6

ΘΕΑΙ.‎ "Τὶ μὴν;"

Critical Apparatus7

ΞΕ.‎ "Οὐκ ὄντως ὄν ἄρα λέγεις τὸ ἐοικός, εἴπερ αὐτό γε

8μὴ ἀληθινὸν ἐρεῖς."

Critical Apparatus9

ΘΕΑΙ.‎ "Ἀλλʼ ἔστί γε μήν πως."

Critical Apparatus10

ΞΕ.‎ "Οὔκουν ἀληθῶς γε, φῄς.ʼ̓

Critical Apparatus11

ΘΕΑΙ.‎ "Οὐ γὰρ οὖν πλήν γʼ εἰκὼν ὄντως."

Critical Apparatus12

ΞΕ.‎ "Οὐκ ὂν ἄρα ὄντως, ἔστιν ὄντως ἣν λέγομεν

c1εἰκόνα‎";

2

ΘΕΑΙ.‎ —Κινδυνεύει τοιαύτην τινὰ πεπλέχθαι συμπλο-

Critical Apparatus3κὴν τὸ μὴ ὄν τῷ ὄντι, καὶ μάλα ἄτοπον.

Critical Apparatus4

ΞΕ.‎ Πῶς γὰρ οὐκ ἄτοπον; ὁρᾷς γοῦν ὅτι καὶ νῦν διὰ

5τής ἐπαλλάξεως ταύτης ὁ πολνκέφαλος σοφιστὴς ἠνά-

6γκακεν ἡμᾶς τὸ μὴ ὂν οὐχ ἑκόντας ὁμολογεῖν εἶναί πως.

Critical Apparatus Link 7

ΘΕΑΙ.‎ 'Ορῶ καὶ μάλα.

8

ΞΕ.‎ Τί δέ δή; τήν τέχνην αὐτοῦ τίνα ἀφορίσαντες ἡμῖν

9αὐτοῖς συμφωνεῖν οἷοί τε ἐσόμεθα;

10

ΘΕΑΙ.‎ Πῇ καὶ τὸ ποῖόν τι φοβούμενος οὕτω λέγεις;

d Critical Apparatus1

ΞΕ.‎ Ὅταν περὶ τὸ φάντασμα αὐτὸν ἀπατᾶν φῶμεν καὶ

Critical Apparatus2τὴν τέχνην εἶναί τινα ἀπατητικὴν αὐτοῦ, τότε πότερον

pg 4243ψευδῆ δοξάζειν τὴν ψνχὴν ἡμῶν φήσομεν ὑττὸ τῆς ἐκείνου

4τέχνης, ἢ τί ττοτ̓ ἐροῦμεν‎;

5

ΘΕΑΙ.‎ Τοῦτο- τί γὰρ ἄν ἄλλο εἴπαιμεν‎;

Link 6

ΞΕ.‎ Ψευδὴς δʼ αὖ δόξα ἔσται τἀναντία τοῖς οὖσι δοξά-

7ζουσα, ἢ πῶς‎;

Critical Apparatus8

ΘΕΑΙ.‎ Οὕτως'τἀναντία.

Critical Apparatus Link 9

ΞΕ.‎ Λέγεις ἄρα τὰ μὴ ὄντα δοξάζειν τὴν ψευδῆ δόξαν

10

ΘΕΑΙ.‎ Ἀνάγκη.

e Critical Apparatus1

ΞΕ.‎ Πότερον μὴ εἶναι τὰ μὴ ὄντα δοξάζουσαν, ἤ πως

2εἶναι τὰ μηδαμῶς ὄντα‎;

Critical Apparatus3

ΘΕΑΙ.‎ Εἶναί πως τὰ μὴ ὄντα δεῖ γε, εἴπερ ψεύσεταί

Critical Apparatus4ποτέ τίς τι καὶ κατὰ βραχύ.

5

ΞΕ.‎ Τί δʼ; οὐ καὶ μηδαμῶς εἶναι τὰ πάντως ὄντα

6δοξάζεται‎;

7

ΘΕΑΙ.‎ Ναί.

8

ΞΕ.‎ Καὶ τοῦτο δὴ ψεῦδος‎;

9

ΘΕΑΙ.‎ Καὶ τοῦτο.

Critical Apparatus10

ΞΕ.‎ Καὶ λόγος οἶμαι φευδὴς οὕτω κατὰ ταὐτὰ νομι-

241 Link 1σθήσεται τά τε όντα λέγων μή είναι καί τά μή όντα είναι.

Critical Apparatus2

ΘΕΑΙ.‎ Πῶς γὰρ ἄν ἄλλως τοιοῦτος γένοιτο‎;

Critical Apparatus Link 3

ΞΕ.‎ Σχεδὸν οὐδαμῶς- ἀλλὰ ταῦτα ὁ σοφιστὴς οὐ

Critical Apparatus4φήσει. ἤ τίς μηχανὴ συγχωρεῖν τινα τῶν εὖ φρονούντων,

Critical Apparatus5ὅταν προδιωμολογημένα ᾖ τὰ πρὸ τούτων ὁμολογηθέντα;

Critical Apparatus6μανθάνομεν, ὦ Θεαίτητε, ἅ λέγει;

pg 425Critical Apparatus7

ΘΕΑΙ.‎ Πῶς γὰρ οὐ μανθάνομεν ὅτι, τἀναντία φήσει

8λέγειν ἡμᾶς τοῖς νυνδή, ψευδῆ τολμήσαντας εἰπεῖν ὡς

b1ἔστιν ἔν δόξαις τε καὶ κατὰ λόγους; τῷ γὰρ μὴ ὄντι τὸ ὂν

2προσάπτειν ἡμᾶς πολλάκις ἀναγκάζεσθαι, διομολογη-

Critical Apparatus3σαμένους νυνδὴ τοῦτο εἶναι πάντων ἀδυνατώτατον.

Critical Apparatus4

ΞΕ.‎ Ὀρθῶς ἀπεμνημόνευσας. Ἀλλʼ ὥρα δὴ βουλεύε-

5σθαι τί χρὴ δρᾶν τοῦ σοφιστοῦ πέρι• τάς γὰρ ἀντιλήψεις

Critical Apparatus Link 6καὶ ἀπορίας, ἐὰν αὐτὸν διερευνῶμεν ἐν τῇ τῶν ψευδου-

7ργῶν καὶ γοήτων τέχνῃ τιθέντες, ὁρᾷς ὡς εὐποροι καὶ

8πολλαί.

9

ΘΕΑΙ.‎ Καὶ μάλα.

10

ΞΕ.‎ Μικρὸν μέρος τοίνυν αὐτῶν διεληλύθαμεν, οὐσῶν

c1ὡς ἔπος εἰπεῖν ἀπεράντων‎.

Critical Apparatus2

ΘΕΑΙ.‎ Ἀδύνατόν γ̓ ἄρα, ὡς ἔοικεν, 〈ἂν〉 εἴη τ0̀ν

3σοφιστὴν ἑλεῖν, εἰ ταῦτα οὕτως ἔχει.

Critical Apparatus4

ΞΕ.‎ Τί οὖν; ἀποστησόμεθα νῦν μαλθακισθέντες;

5

ΘΕΑΙ.‎ Οὔκουν ἔγωγέ φημι δεῖν, εἰ καὶ κατὰ σμικρὸν

6οἷοί τ̓ ἐπιλαβέσθαι πῃ τἀνδρός ἐσμεν.

Critical Apparatus7

ΞΕ.‎ Ἕξεις οὖν συγγνώμην καὶ καθάπερ νῦν εἶπες

8ἀγαπήσεις ἐάν πῃ καὶ κατὰ βραχὺ παρασπασώμεθα οὕτως

9ἰσχυροῦ λόγου‎;

10

ΘΕΑΙ.‎ Πῶς γὰρ οὐχ ἕξω‎;

d Link 1

ΞΕ.‎ Τόδε τοίνυν ἔτι μᾶλλον παραιτοῦμαί σε‎.

2

ΘΕΑΙ.‎ Τὸ ποῖον‎;

Link 3

ΞΕ.‎ Μή με οἷον πατραλοίαν ὑπολάβῃς γίγνεσθαί τινα.

4

ΘΕΑΙ.‎ Τί δή‎;

5

ΞΕ.‎ Τὸν τοῦ πατρός Παρμενίδου λόγον ἀναγκαῖον

Link 6ἡμῖν ἀμυνομένοις ἔσται βασανίζειν, καὶ βιάζεσθαι τό τε μὴ

7ὄν ὡς ἔστι κατά τι καὶ τὸ ὄν αὖ πάλιν ὡς οὐκ ἔστι πῃ‎.

pg 426Critical Apparatus8

ΘΕΑΙ.‎ Φαίνεται τὸ τοιοῦτον διαμαχετέον έν τοῖς

9λόγοις.

10

ΞΕ.‎ Πῶς γὰρ οὐ φαίνεται καὶ τὸ λεγόμενον δὴ τοῦτο

eCritical Apparatus1τυφλῷ; τούτων γὰρ μήτ̓ ἐλεγχθέντων μήτε ὁμολογη-

2θέντων σχολῇ ποτέ τις οἷός τε ἔσται περὶ λόγων ψευδῶν

3λέγων ἢ δόξης, εἴτε εἰδώλων εἴτε εἰκόνων εἴτε μιμημάτων

4εἴτε φαντασμάτων αὐτῶν, ἤ καὶ περὶ τεχνῶν τῶν ὅσαι περὶ

Critical Apparatus5ταῦτά εἰσι, μὴ καταγέλαστος εἶναι τὰ ἐναντία ἀναγκα-

6ζόμενος αὑτῷ λέγειν.

7

ΘΕΑΙ.‎ Ἀληθέστατα.

242 Link 1

ΞΕ.‎ Διὰ ταῦτα μέντοι τολμητέον ἐπιτίθεσθαι τῷ

Critical Apparatus2πατρικῷ λόγῳ νῦν, ἤ τὸ παράπαν ἐατέον, εἰ τοῦτό τις

3εἴργει δρᾶν ὄκνος.

4

ΘΕΑΙ.‎ Ἀλλ' ἡμᾶς τοῦτό γε μηδὲν μηδαμῇ εἴρξῃ.

5

ΞΕ.‎ Τρίτον τοίνυν ἔτι σε σμικρόν τι παραιτήσομαι.

6

ΘΕΑΙ.‎ Λέγε μόνον.

Critical Apparatus7

ΞΕ.‎ Εἶπόν που νυνδὴ λέγων ὡς πρὸς τὸν περὶ ταῦτʼ

8ἔλεγχον ἀεί τε ἀπειρηκὼς ἐγὼ τυγχάνω καὶ δὴ καὶ τὰ νῦν.

9

ΘΕΑΙ.‎ Εἶπες.

10

ΞΕ.‎ Φοβοῦμαι δὴ τὰ εἰρημένα, μή ποτε διὰ ταῦτὰ σοι

11μανικὸς εἶναι δόξω παρὰ πόδα μεταβαλὼν ἐμαυτὸν ἄνω

b1καὶ κάτω, σὴν γὰρ δὴ χάριν ἐλέγχειν τὸν λόγον ἐπιθησό-

2μεθα, ἐάνπερ ἐλέγχωμεν.

3

ΘΕΑΙ.‎ Ὡς τοίνυν ἔμοιγε μηδαμῇ δόξων μηδέν

4πλημμελεῖν, ἄν ἐπὶ τὸν ἔλεγχον τοῦτον καὶ τὴν ἀπόδειξιν

5ἴῃς,θαρρῶν ἴθι τούτου γε ἕνεκα.

6

ΞΕ.‎ Φέρε δή, τίνα ἀρχήν τις ἄν ἄρξαιτο παρακινδυ-

7νευτικοῦ λόγου; δοκῶ μὲν γὰρ τήνδʼ, ὦ παῖ, τὴν ὁδὸν

8ἀναγκαιοτάτην ἡμῖν εἶναι τρέπεσθαι.

9

ΘΕΑΙ.‎ Ποίαν δή‎;

10

ΞΕ.‎ Τὰ δοκοῦντα νῦν ἐναργῶς ἔχειν ἐπισκέψασθαι

pg 427cCritical Apparatus Link 1πρῶτον, μή πῃ τεταραγμένοι μέν ὦμεν περὶ ταῦτα, ῥᾳδίως

2δ'ἀλλήλοις ὁμολογῶμεν ὡς εὐκρινῶς ἔχοντες.

3

ΘΕΑΙ.‎ Λέγε σαφέστερον ὅ λέγεις.

Critical Apparatus Link 4

ΞΕ.‎ Εὐκόλως μοι δοκεῖ Παρμενίδης ἡμῖν διειλέχθαι

Critical Apparatus Link 5καὶ πᾶς ὅστις πώποτε ἐπὶ κρίσιν ὥρμησε τοῦ τὰ ὄντα

6διορίσασθαι πόσα τε καὶ ποῖά ἐστιν.

7

ΘΕΑΙ.‎ Πῇ‎;

Critical Apparatus Link 8

ΞΕ.‎ Μῦθόν τινα ἕκαστος φαίνεταί μοι διηγεῖσθαι

Link 9παισὶν ὡς οὖσιν ἡμῖν, ὁ μὲν ὡς τρία τὰ ὄντα, πολεμεῖ δὲ

dCritical Apparatus Link 1ἀλλήλοις ἐνίοτε αὐτῶν ἄττα πῃ, τοτὲ δὲ καὶ φίλα γιγνό-

2μενα γάμους τε καὶ τόκους καὶ τροφὰς τῶν ἐκγόνων

Critical Apparatus3παρέχεται• δύο δὲ ἕτερος εἰπών, ὑγρὸν καὶ ξηρὸν ἤ θερμὸν

Link 4καὶ ψυχρόν, συνοικίζει τε αὐτὰ καὶ ἐκδίδωσι• τὸ δὲ παρʼ

Critical Apparatus5ἡμῖν Ἐλεατικὸν ἔθνος, ἀπὸ Ξενοφάνους τε καὶ ἔτι πρόσθεν

6ἀρξάμενον, ὡς ἑνὸς ὄντος τῶν πάντων καλουμένων οὕτω

Critical Apparatus7διεξέρχεται τοῖς μύθοις. Ἰάδες δὲ καὶ Σικελαί τινες

Critical Apparatus8ὕστερον Μοῦσαι συνενόησαν ὅτι συμπλέκειν ἀσφαλέ-

e1στατον ἀμφότερα καὶ λέγειν ὡς τὸ ὄν πολλά τε καὶ ἕν ἐστιν,

Critical Apparatus Link 2ἔχθρᾳ δὲ καὶ φιλίᾳ συνέχεται, "διαφερόμενον γὰρ ἀεὶ συμ-

3φέρεται," φασὶν αἱ συντονώτεραι τῶν Μουσῶν- αἱ δὲ

4μαλακώτεραι τὸ μὲν ἀεὶ ταῦτα οὕτως ἔχειν ἐχάλασαν, ἐν

Critical Apparatus5μέρει δὲ τοτὲ μὲν ἓν εἶναί φασι τὸ πᾶν καὶ φίλον ὑπʼ Ἀφρο-

243Critical Apparatus Link 1δίτης, τοτὲ δὲ πάλλὰ καὶ πολέμιον αὐτὸ αὑτῷ διὰ νεῖκός τι

2ταῦτα δὲ πάντα εἰ μὲν ἀληθῶς τις ἢ μὴ τούτων εἴρηκε,

pg 4283χαλεπὸν καὶ πλημμελὲς οὕτω μεγάλα κλεινοῖς καὶ

Link 4παλαιοῖς ἀνδράσιν ἐπιτιμᾶν ἐκεῖνο δὲ ἀνεπίφθονον

5ἀποφήνασθαι—

Link 6

ΘΕΑΙ.‎ Τὸ ποῖον‎;

7

ΞΕ.‎ Ὅτι λίαν τῶν πολλῶν ἡμῶν ὑπεριδόντες

Critical Apparatus8ὠλιγώρησαν• οὐδὲν γὰρ φροντίσαντες εἴτʼ ἐπακολουθου-

9μεν αὐτοῖς λέγουσιν εἴτε ἀπολειπόμεθα, περαίνουσι τὸ

b Link 1σφέτερον αὐτῶν ἕκαστοι.

2

ΘΕΑΙ.‎ Πῶς λέγεις‎;

Critical Apparatus3

ΞΕ.‎ Ὅταν τις αὐτῶν φθέγξηται λέγων ὡς ἔστιν ἢ

4γέγονεν ἢ γίγνεται πολλὰ ἢ ἓν ἢ δύο, καὶ θερμὸν αὖ ψυχρῷ

Critical Apparatus5σνγκεραννύμενον, ἄλλοθί πῃ διακρίσεις καὶ συγκρίσεις

6ὑποτιθείς, τούτων, ὦ Θεαίτητε, ἑκάστοτε σύ τι πρὸς θεῶν

Link 7συνίης ὅτι λέγονσιν; ἐγὼ μὲν γὰρ ὅτε μὲν ἦν νεώτερος,

Critical Apparatus8τοῦτό τε τὸ νῦν ἀπορούμενον ὁπότε τις εἴποι, τὸ μὴ ὄν,

9ἀκριβῶς ᾤμήν σννιέναι. νῦν δὲ ὁρᾷς ἵνʼ ἐσμὲν αὐτοῦ πέρι

10τῆς ἀπορίας.

c Link 1

ΘΕΑΙ.‎ Ὁρῶ.

Link 2

ΞΕ.‎ Τάχα τοίνυν ἴσως οὐχ ἧττον κατὰ τὸ ὂν ταὐτὸν

3τοῦτο πάθος εἰληφότες ἐν τῇ ψυχῇ περὶ μὲν τοῦτο εὐπορεῖν

4φαμεν καὶ μανθάνειν ὁπόταν τις αὐτὸ φθέγξηται, περὶ δὲ

5θάτερον οὔ, πρὸς ἀμφότερα ὁμοίως ἔχοντες.

6

ΘΕΑΙ.‎ Ἴσως.

7

ΞΕ.‎ Καὶ περὶ τῶν ἄλλων δὴ τῶν προειρημένων ἡμῖν

8ταὐτὸν τοῦτο εἰρήσθω.

9

ΘΕΑΙ.‎ Πάνυ γε.

10

ΞΕ.‎ Τῶν μὲν τοίνυν πολλῶν πέρι καὶ μετὰ τοῦτο

d Link 1σκεψόμεθʼ, ἂν δόξῃ, περὶ δὲ τοῦ μεγίστου τε καὶ ἀρχηγοῦ

Critical Apparatus2πρώτου νῦν σκεπτέον.

3

ΘΕΑΙ.‎ Τίνος δὴ λέγεις; ἢ δήλον ὅτι τὸ ὅν φῇς πρῶτον

pg 429Critical Apparatus4δεῖν διερευνήσασθαι τί ποθ' οἱ λέγοντες αὐτὸ δηλοῦν

5ἡγοῦνται‎;

Critical Apparatus Link 6

ΞΕ.‎ Κατὰ πόδα γε, ὦ Θεαίτητε, ὑπέλαβες. λέγω γὰρ

Critical Apparatus7δὴ ταύτῃ δεῖν ποιεῖσθαι τὴν μέθοδον ἡμᾶς, οἷον αὐτῶν

Link 8παρόντων ἀναπυνθανομένους ὧδε• "Φέρε, ὁπόσοι θερμὸν

9καὶ ψυχρὸν ἤ τινε δύο τοιούτω τὰ πάντʼ εἶναί φατε, τί ποτε

eCritical Apparatus Link 1ἄρα τοῦτʼ ἐπʼ ἀμφοῖν φθέγγεσθε, λέγοντες ἄμφω καὶ

Critical Apparatus2ἑκάτερον εἰναι; τί τὸ "εἶναι" τοῦτο ὑπολάβωμεν ὑμῶν;

3πότερον τρίτον παρὰ τὰ δύο ἐκεῖνα, καὶ τρία τὸ πᾶν ἀλλὰ

4μὴ δύο ἔτι καθʼ ὑμᾶς τιθῶμεν; οὐ γάρ που τοῖν γε δυοῖν

5καλοῦντες θάτερον ὄν ἀμφότέρα ὁμοίως εἶναι λέγετε.

6σχεδὸν γὰρ ἄν ἀμφοτέρως ἕν, ἀλλʼ οὐ δύο εἴτην."

7

ΘΕΑΙ.‎ Ἀληθῆ λέγεις.

Critical Apparatus8

ΞΕ.‎ "Ἀλλʼ ἆρά γε τὰ ἄμφω βούλεσθε καλεῖν ὄν‎;"

9

ΘΕΑΙ.‎ Ἴσως.

244 Critical Apparatus Link 1

ΞΕ.‎ "Αλλ', ὦ φίλοι," φήσομεν, "κἂν οὕτω τὰ δύο

2λέγοιτ̓ ἄν σαφέστατα ἕν."

3

ΘΕΑΙ.‎ Ὀρθότατα εἴρηκας.

4

ΞΕ.‎ "Ἐπειδὴ τοίνυν ἡμεῖς ἠπορήκαμεν, ὑμεῖς αὐτὰ

5ἡμῖν ἐμφανίζετε ἱκανῶς, τί ποτε βούλεσθε σημαίνειν

6ὁπόταν "ὄν" φθέγγησθε. δῆλον γὰρ ὡς ὑμεῖς μὲν ταῦτα

7πάλαι γιγνώσκετε, ἡμεῖς δὲ πρὸ τοῦ μὲν ᾠόμεθα, νῦν δʼ

8ἠπορήκαμεν. διδάσκετε οὖν πρῶτον τοῦτ̓ αὐτὸ ἡμᾶς, ἵνα

Critical Apparatus9μὴ δοζάζωμεν μανθάνειν μὲν τὰ λεγόμενα παρʼ ὑμῶν, τὸ

b Link 1δὲ τούτου γίγνηται πᾶν τοὐναντίον." ταῦτα δὴ λέγοντές τε

2καὶ ἀξιοῦντες παρά τε τούτων καὶ παρὰ τῶν ἄλλων ὅσοι

3πλεῖον ἑνὸς λέγουσι τὸ πᾶν εἶναι, μῶν, ὦ παῖ, τὶ

4πλημμελή σομεν‎;

5

ΘΕΑΙ.‎ Ἤκιστά γε‎.

Critical Apparatus Link 6

ΞΕ.‎ Τί δέ; παρὰ τῶν ἕν τό πᾶν λεγόντων ἆρʼ οὐ

7πευστέον εἰς δύναμιν τί ποτε λέγουσι τὸ ὄν‎;

pg 4308

ΘΕΑΙ.‎ Πῶς γὰρ οὔ‎;

9

ΞΕ.‎ Τόδε τοίνυν ἀποκρινέσθων. "Ἕν πού φατε μόνον

10εἶναι;"—"Φαμὲν γάρ," φήσουσιν. ἦ γάρ‎;

11

ΘΕΑΙ.‎ Ναί.

Critical Apparatus12

ΞΕ.‎ "Τί δέ; ὂν καλεῖτέ τι;"

13

ΘΕΑΙ.‎ Ναί.

c Critical Apparatus Link 1

ΞΕ.‎ "Πότερον ὅπερ ἕν, ἐπὶ τῷ αὐτῷ προσχρώμενοι

2δνοῖν ὀνόμασιν, ἢ πῶς‎;"

3

ΘΕΑΙ.‎ Τίς οὖν αὐτοῖς ἡ μετὰ τοῦτ̓, ὦ ξένε, ἀπόκρισις‎;

Critical Apparatus Link 4

ΞΕ.‎ Δῆλον, ἐ͂ Θεαίτητε, ὅτι τῷ ταύτην τὴν ὑπόθεσιν

5ὑποθεμένῳ πρὸς τὸ νῦν ἐρωτηθὲν καὶ πρὸς ἄλλο δὲ ὁτιοῦν

6οὐ πάντων ῥᾷστον ἀποκρίνασθαι.

7

ΘΕΑΙ.‎ Πῶς‎;

Critical Apparatus Link 8

ΞΕ.‎ Τό τε δύο ὀνόματα ὁμολογεῖν εἶναι μηδὲν θέμενον

9πλὴν ἓν καταγέλαστόν πον—

10

ΘΕΑΙ.‎ Πῶς δʼ οὔ‎;

Critical Apparatus11

ΞΕ.‎ Καὶ τὸ παράπαν γε ἀποδέχεσθαί του λέγοντος ὡς

dCritical Apparatus Link 1ἔστιν ὄνομά τι, λόγον οὐκ ἂν ἔχον.

2

ΘΕΑΙ.‎ Πῇ‎;

Critical Apparatus Link 3

ΞΕ.‎ Τιθείς τε τοὔνομα τοῦ πράγματος ἕτερον δύο λέγει

4πού τινε—

5

ΘΕΑΙ.‎ Ναί.

Critical Apparatus6

ΞΕ.‎ Καὶ μὴν ἄν ταὐτόν γε αὐτῷ τιθῇ τοὔνομα, ἢ μηδε-

Critical Apparatus7νὸς ὄνομα ἀναγκασθήσεται λέγειν, εἰ δέ τίνος αὐτὸ φήσει,

Link 8σνμβήσεται τὸ ὄνομα ὀνόματος ὄνομα μόνον, ἄλλον δὲ

9οὐδενὸς ὄν—

10

ΘΕΑΙ.‎ Οὕτως.

pg 431Critical Apparatus11

ΞΕ.‎ Καὶ τὸ ἕν γε ἑνὸς ἕν ὄν μόνον καὶ τοῦ ὀνόματος αὖ

Critical Apparatus12τὸ ἓν ὄν.

13

ΘΕΑΙ.‎ Ἀνάγκη.

Critical Apparatus Link 14

ΞΕ.‎ Τί, δέ; τὸ ὅλον ἕτερον τοῦ ὄντος ἑνὸς ἢ ταὐτὸν

Critical Apparatus Link 15φήσουσι τούτω‎;

e Link 1

ΘΕΑΙ.‎ Πῶς γὰρ οὐ φήσουσί τε καὶ φασίν‎;

Critical Apparatus Link 2

ΞΕ.‎ Εἰ τοίνυν ὅλον ἐστίν, ὥσπερ καὶ Παρμενίδης λέγει,

 

Critical Apparatus3πάντοθεν εὐκύκλου σφαίρης ἐναλίγκιον ὄγκῳ,

4μεσσόθεν ἰσοπαλὲς πάντῃ• τὸ γὰρ οὔτε τι μεῖζον

Critical Apparatus5οὔτε τι βαιότερον πελέναι χρεών ἐστι τῇ ἢ τῇ,

 

Critical Apparatus Link 6τοιοῦτον γε ὂν τὸ ὂν μέσον τε καὶ ἔσχατα ἔχει, ταῦτα δὲ

7ἔχον πᾶσα ἀνάγκη μέρη ἔχειν• ἢ πῶς‎;

8

ΘΕΑΙ.‎ Οὕτως.

245 Critical Apparatus Link 1

ΞΕ.‎ Ἀλλὰ μήν τό γε μεμερισμένον πάθος μὲν τοῦ ἑνὸς

Critical Apparatus2ἔχειν ἐπὶ τοῖς μέρεσι πᾶσιν οὐδὲν ἀποκωλύει, καὶ ταύτῃ δὴ

3πᾶν τε ὄν καὶ ὅλον ἕν εἶναι.

4

ΘΕΑΙ.‎ Τί δʼ οὔ‎;

Link 5

ΞΕ.‎ Τὸ δὲ πεπονθὸς ταῦτα ἆρʼ οὐκ ἀδύνατον αὐτό γε τὸ

6ἓν αὐτὸ εἶναι‎;

7

ΘΕΑΙ.‎ Πῶς‎;

Critical Apparatus Link 8

ΞΕ.‎ Ἀμερὲς δήπου δεῖ παντελῶς τό γε ἀληθῶς ἓν κατὰ

9τὸν ὀρθὸν λόγον εἰρῆσθαι.

pg 43210

ΘΕΑΙ.‎ Δεῖ γὰρ οὖν.

b Link 1

ΞΕ.‎ Τὸ δέ γε τοιοῦτον ἐκ πολλῶν μερῶν ὄν οὐ

Critical Apparatus2συμφωνήσει τῷ λόγῳ.

3

ΘΕΑΙ.‎ Μανθάνω.

Critical Apparatus Link 4

ΞΕ.‎ Πότερον δὴ πάθος ἔχον τὸ ὄν τοῦ ἑνὸς οὕτως ἕν τε

5ἔσται καὶ ὅλον, ἢ παντάπασι μὴ λέγωμεν ὅλον εἶναι τὸ ὄν‎;

6

ΘΕΑΙ.‎ Χαλεπὴν προβέβληκας αἵρεσιν.

7

ΞΕ.‎ Ἀληθέστατα μέντοι λέγεις. πεπονθός τε γὰρ τὸ ὂν

Critical Apparatus Link 8ἓν εἶναί πως οὐ ταὐτὸν ὂν τῴ ἑνὶ φανεῖται, καὶ πλέονα δὴ

9τὰ πάντα ἑνὸς ἔσται.

10

ΘΕΑΙ.‎ Ναί.

c Critical Apparatus Link 1

ΞΕ.‎ Καὶ μὴν ἐάν γε τὸ ὄν ᾖ μὴ ὅλον διὰ τὸ πεπονθέναι

Link 2τὸ ὑπʼ ἐκείνον πάθος, ᾖ δὲ αὐτὸ τὸ ὅλον, ἐνδεὲς τὸ ὂν

3ἑαυτοῦ συμβαίνει.

4

ΘΕΑΙ.‎ Πάνυ γε.

Link 5

ΞΕ.‎ Καὶ κατὰ τοῦτον δὴ τὸν λόγον ἑαντοῦ στερόμενον

6οὐκ ὂν ἔσται τὸ ὄν.

7

ΘΕΑΙ.‎ Οὕτως.

Critical Apparatus Link 8

ΞΕ.‎ Καὶ ἑνός γε αὖ πλείω τὰ πάντα γίγνεται, τοῦ τε

9ὄντος καὶ τοῦ ὅλον χωρὶς ἰδίαν ἑκατέρου φύσιν εἰληφότος.

10

ΘΕΑΙ.‎ Ναί.

Link 11

ΞΕ.‎ Μὴ ὄντος δέ γε τὸ παράπαν τοῦ ὅλου, ταὐτά τε

dCritical Apparatus1ταῦτα ὑπάρχει τῷ ὄντι, καὶ πρὸς τῷ μὴ εἶναι μηδʼ ἂν

Critical Apparatus2γενέσθαι ποτὲ ὄν.

3

ΘΕΑΙ.‎ Τί δή‎;

Link 4

ΞΕ.‎ Τὸ γενόμενον ἀεὶ γέγονεν ὅλον ὥστε οὔτε οὐσίαν

Critical Apparatus5οὔτε γένεσιν ὡς οὖσαν δεῖ προσαγορεύειν τὸ ὅλον ἐν τοῖς

6οὖσι μὴ τιθέντα.

pg 4337

ΘΕΑΙ.‎ Παντάπασιν ἔοικε ταῦθʼ οὕτως ἔχειν.

Link 8

ΞΕ.‎ Καὶ μὴν οὐδʼ ὁποσονοῦν τι δεῖ τὸ μὴ ὅλον εἶναι•

9ποσόν τι γὰρ ὄν, ὁπόσον ἂν ᾖ, τοσοῦτον ὅλον ἀναγκαῖον

Critical Apparatus10αὐτὸ εἶναι‎.

11

ΘΕΑΙ.‎ Κομιδῇ γε.

Critical Apparatus12

ΞΕ.‎ Καὶ τοίνυν ἄλλα μυρία ἀπεράντους ἀπορίας

eCritical Apparatus1ἕκαστον εἰληφὸς φανεῖται τῷ τὸ ὂν εἴτε δύο τινὲ εἴτε ἓν

2μόνον εἶναι λέγοντι.

Critical Apparatus3

ΘΕΑΙ.‎ Δηλοῖ σχεδὸν καὶ τὰ νῦν ὑποφαίνοντα• συν-

4άπτεται γὰρ ἕτερον ἐξ ἄλλου, μείζω καὶ χαλεπωτέραν

5φέρον περὶ τῶν ἔμπροσθεν ἀεὶ ῥηθέντων πλάνην‎.

Critical Apparatus Link 6

ΞΕ.‎ Τοὺς μὲν τοίνυν διακριβολογουμένους ὄντος τε

Critical Apparatus7πέρι καὶ μή, πάντας μὲν οὐ διεληλύθαμεν, ὅμως δὲ ἱκανῶς

Critical Apparatus Link 8ἐχέτω• τοὺς δὲ ἄλλως λέγοντας αὖ θεατέον, ἵνʼ ἐκ πάντων

246 Link 1ἴδωμεν ὅτι τὸ ὂν τοῦ μὴ ὄντος οὐδὲν εὐπορώτερον εἰπεῖν

2ὅτι ποτʼ ἔστιν.

3

ΘΕΑΙ.‎ Οὐκοῦν πορεύεσθαι χρὴ καὶ ἐπὶ τούτους.

Critical Apparatus Link 4

ΞΕ.‎ Καὶ μὴν ἔοικέ γε ἐν αὐτοῖς οἷον γιγαντομαχία τις

Link 5εἶναι διὰ τὴν ἀμφισβήτησιν περὶ τῆς οὐσίας πρὸς

6ἀλλήλους.

7

ΘΕΑΙ.‎ Πῶς‎;

Critical Apparatus Link 8

ΞΕ.‎ Οἱ μὲν εἰς γῆν ἐξ οὐρανοῦ καὶ τοῦ ἀοράτου πάντα

Critical Apparatus9ἕλκουσι, ταῖς χερσὶν ἀτεχνῶς πέτρας καὶ δρῦς περιλαμβά-

Critical Apparatus10νοντες. Τῶν γὰρ τοιούτων ἐφαπτόμενοι πάντων διισχυρί-

11ζονται τοῦτο εἶναι μόνον ὅ παρέχει προσβολὴν καὶ ἐπαφήν

b Link 1τινα, ταὐτὸν σῶμα καὶ οὐσίαν ὁριζόμενοι, τῶν δὲ ἄλλων εἴ

Critical Apparatus Link 2τίς (τι) φήσει μὴ σῶμα ἔχον εἶναι, καταφρονοῦντες τὸ

3παράπαν καὶ οὐδὲν ἐθέλοντες ἄλλο ἀκούειν.

pg 434Critical Apparatus4

ΘΕΑΙ.‎ Ἦ δεινοὺς εἴρηκας ἄνδρας• ἤδη γὰρ καὶ ἐγὼ

Critical Apparatus5τούτων συχνοῖς προσέτυχον.

6

ΞΕ.‎ Τοιγαροῦν οἱ πρὸς αὐτοὺς ἀμφισβητοῦντες μάλα

7εὐλαβῶς ἄνωθεν ἐξ ἀοράτου ποθὲν ἀμύνονται, νοητὰ ἄττα

8καὶ ἀσώματα εἴδη βιαζόμενοι τὴν ἀληθινὴν οὐσίαν εἶναι.

9τὰ δὲ ἐκείνων σώματα καὶ τὴν λεγομένην ὑπʼ αὐτῶν

c Link 1ἀλήθειαν κατὰ σμικρὰ διαθραύοντες ἐν τοῖς λόγοις γένεσιν

2ἀντʼ οὐσίας φερομένην τινὰ προσαγορεύουσιν. ἐν μέσῳ δὲ

3περὶ ταῦτα ἄπλετος ἀμφοτέρων μάχη τις, ὦ Θεαίτητε, ἀει

4συνέστηκεν.

Link 5

ΘΕΑΙ.‎ Ἀληθῆ.

6

ΞΕ.‎ Παρʼ ἀμφοῖν τοίνυν τοῖν γενοῖν κατὰ μέρος

7λάβωμεν λόγον ὑπὲρ ἧς τίθενται τῆς οὐσίας.

8

ΘΕΑΙ.‎ Πῶς οὖν δὴ ληψόμεθα‎;

Critical Apparatus9

ΞΕ.‎ Παρὰ μὲν τῶν ἐν εἴδεσιν αὐτὴν τιθεμένων ῥᾷον,

10ἡμερώτεροι γάρ-παρὰ δὲ τῶν εἰς σῶμα πάντα ἑλκόντων

d1βίᾳ χαλεπώτερον, ἴσως δὲ καὶ σχεδὸν ἀδύνατον. ἀλλʼ ὧδέ

Critical Apparatus2μοι δοκεῖ δεῖν περὶ αὐτῶν δρᾶν.

3

ΘΕΑΙ.‎ Πῶς‎;

Link 4

ΞΕ.‎ Μάλιστα μέν, εἴ πῃ δυνατὸν ἦν, ἔργῳ βελτίους

5αὐτοὺς ποιεῖν εἰ δὲ τοῦτο μὴ ἐγχωρεῖ, λόγῳ ποιώμεν,

6ὑποτιθέμενοι νομιμώτερον αὐτοὺς ἢ νῦν ἐθέλοντας ἄν

7ἀποκρίνασθαι. τὸ γὰρ ὁμολογηθὲν παρὰ βελτιόνων που

8κυριώτερον ἤ τὸ παρὰ χειρόνων• ἡμεῖς δὲ οὐ τούτων

9φροντίζομεν, ἀλλὰ τἀληθὲς ζητοῦμεν‎.

e Link 1

ΘΕΑΙ.‎ Ὀρθότατα.

Link 2

ΞΕ.‎ Κέλευε δὴ τοὺς βελτίους γεγονότας ἀποκρίνασθαί

Critical Apparatus Link 3σοι, καὶ τὸ λεχθὲν παρʼ αὐτῶν ἀφερμήνευε.

4

ΘΕΑΙ.‎ Ταῦτ ἔσται.

5

ΞΕ.‎ Λεγόντων δὴ θνητὸν ζῷον εἴ φασιν εἶναι τι.

6

ΘΕΑΙ.‎ Πῶς δʼ οὔ‎;

pg 4357

ΞΕ.‎ Τοῦτο δὲ οὐ σῶμα ἔμψυχον ὁμολογοῦσιν‎;

8

ΘΕΑΙ.‎ Πάνυ γε.

Link 9

ΞΕ.‎ Τιθέντες τι τῶν ὄντων ψυχήν‎;

247 Link 1

ΘΕΑΙ.‎ Ναί.

2

ΞΕ.‎ Τί δέ; ψυχὴν οὐ τὴν μὲν δικαίαν, τὴν δὲ ἄδικόν

Critical Apparatus3φασιν εἶναι, καὶ τὴν μὲν φρόνιμον, τὴν δὲ ἄφρονα‎;

4

ΘΕΑΙ.‎ Τί μήν‎;

Critical Apparatus Link 5

ΞΕ.‎ Ἀλλ' οὐ δικαιοσύνης  ἢ φρονήσεως) ἕξει καὶ

6παρουσίᾳ τοιαύτην αὐτῶν ἑκάστην γίγνεσθαι, καὶ τῶν

7ἐναντίων τὴν ἑναντίαν‎;

Critical Apparatus8

ΘΕΑΙ.‎ Ναί, καὶ ταῦτα σύμφασιν.

9

ΞΕ.‎ Ἀλλά μὴν τό γε δυνατόν τῳ παραγίγνεσθαι καί

Critical Apparatus10ἀπογίγνεσθαι πάντως εἶναί τι φήσουσιν‎.

11

ΘΕΑΙ.‎ Φασὶ μὲν οὖν.

b 1

ΞΕ.‎ Οὔσης οὖν δικαιοσύνης καὶ φρονήσεως καὶ τῆς

2ἄλλης ἀρετῆς καὶ τῶν ἐναντίων, καὶ δὴ καὶ ψυχῆς ἐν ᾗ

Critical Apparatus3ταωῦτα ἐγγίγνεται, πότερον ὁρατὸν καὶ ἁπτὸν εἶναι φασί τι

4αὐτῶν ἢ πάντα ἀόρατα‎;

5

ΘΕΑΙ.‎ Σχεδὸν οὐδὲν τούτων γε ὁρατόν‎.

Critical Apparatus6

ΞΕ.‎ Τί δέ; Τῶν τοιούτων μῶν σῶμά τι λέγουσιν ἴσχειν‎;

Link 7

ΘΕΑΙ.‎ Τοῦτο οὐκέτι κατὰ ταὐτὰ ἀποκρίνονται πᾶν,

8ἀλλὰ τὴν μὲν ψυχὴν αὐτὴν δοκεῖν σφίσι σῶμά τι

Critical Apparatus Link 9κεκτῆσθαι, φρόνησιν δὲ καὶ τῶν ἄλλων ἕκαστον ὧν

c Link 1ἠρώτηκας, αἰσχύνονται τὸ τολμᾶν ἢ μηδὲν τῶν ὄντων αὐτὰ

Link 2ὁμολογεῖν ἢ πάντ̓ εἶναι σώματα διισχυρίζεσθαι.

Critical Apparatus3

ΞΕ.‎ Σαφῶς γὰρ ἡμῖν, ὦ Θεαίτητε, βελτίους γεγόνασιν

Critical Apparatus4ἇνδρες• ἐπεὶ τούτων οὐδʼ ἂν ἓν ἐπαισχυνθεῖεν οἵ γε αὐτῶν

5σπαρτοί τε καὶ αὐτόχθονες, ἀλλὰ διατείνοιντ ἄν πᾶν ὅ μὴ

pg 4366δυνατοὶ ταῖς χερσὶ συμπιέζειν εἰσίν, ὡς ἄρα τοῦτο οὐδὲν τὸ

7παράπαν ἐστίν.

8

ΘΕΑΙ.‎ Σχεδὸν οἷα διανοοῦνται λέγεις‎.

Link 9

ΞΕ.‎ Πάλιν τοίνυν ἀνερωτῶμεν αὐτούς• εἰ γάρ τι καὶ

d Link 1σμικρὸν ἐθέλουσι τῶν ὄντων συγχωρεῖν ἀσώματον, ἐξαρ-

2κεῖ. τὸ γὰρ ἐπί τε τούτοις ἅμα καὶ ἐπʼ ἐκείνοις ὅσα ἕχει

Critical Apparatus3σῶμα συμφυές γεγονός, εἰς ὅ βλέποντες ἀμφότερα εἶναι

4λέγουσι, τοῦτο αὐτοῖς ῥητέον. Τάχʼ οὖν ἶσως ἂν ἀποροῖεν•

Critical Apparatus5εἰ δή τι τοιοῦτον πεπόνθασι, σκόπει, προτεινομένων ἡμῶν,

Link 6ἆρʼ ἐθέλοιεν ἂν δέχεσθαι καὶ ὁμολογεῖν τοιόνδʼ εἶναι τὸ ὄν.

7

ΘΕΑΙ.‎ Τὸ ποῖον δή; λέγε, καὶ τάχα εἰσόμεθα.

Critical Apparatus Link 8

ΞΕ.‎ Λέγω δὴ τὸ καὶ ὁποιανοῦν τινα κεκτημένον

eCritical Apparatus Link 1δύναμιν εἴτʼ εἰς τὸ ποιεῖν ἕτερον ὁτιοῦν πεφυκὸς εἴτʼ εἰς τὸ

2παθεῖν καὶ σμικρότατον ὑπὸ τοῦ φαυλοτάτου, κἄν εἰ μόνον

Critical Apparatus Link 3εἰς ἅπαξ, πᾶν τουτο ὄντως εἶναι-τίθεμαι γάρ ὅρον ὁρίζειν

4〈.δεῖν〉, τὰ ὄντα ὡς ἔστιν οὐκ ἄλλο τι πλὴν δύναμις.

5

ΘΕΑΙ.‎ Ἀλλʼ ἐπείπερ αὐτοί γε οὐκ ἔχουσιν ἐν τῷ

6παρόντι τούτου βέλτιον λέγειν, δέχονται τοῦτο.

Critical Apparatus7

ΞΕ.‎ Καλῶς- ἴσως γὰρ ἂν εἰς ὕστερον ἡμῖν τε καὶ

248 Link 1τούτοις ἕτερον ἄν φανείη. πρὸς μὲν οὖν τούτους τοῦτο ἡμῖν

2ἐνταῦθα μενέτω συνομολογηθέν.

Critical Apparatus3

ΘΕΑΙ.‎ Μένει.

Critical Apparatus Link 4

ΞΕ.‎ Πρὸς δὴ τοὺς ἑτέρους ἴωμεν, τοὺς τῶν εἰδῶν

Link 5

ΘΕΑΙ.‎ φίλους• σὺ δʼ ἡμῖν καὶ τὰ παρὰ τούτων ἀφερμήνευε‎.

6Ταῦτʼ ἔσται.

7

ΞΕ.‎ "Γένεσιν, τὴν δὲ οὐσίαν χωρίς που διελόμενοι

8λέγετε; ἦ γάρ;"

9

ΘΕΑΙ.‎ "Ναί."

Link 10

ΞΕ.‎ "Καὶ σώματι μὲν ἡμᾶς γενέσει διʼ αἰσθήσεως

Link 11κοινωνεῖν, διὰ λογισμοῦ δὲ ψυχῇ πρὸς τὴν ὄντως οὐσίαν,

pg 43712ἣν ἀεὶ κατὰ ταὐτὰ ὡσαύτως ἔχειν φατέ, γένεσιν δὲ ἄλλοτε

13ἄλλως."

b 1

ΘΕΑΙ.‎ "Φαμὲν γὰρ οὖν"‎.

1

ΞΕ.‎ "Τὸ δὲ δὴ κοινωνεῖν, ὦ πάντων ἄριστοι, τί τοῦθʼ

Link 2ὑμᾶς ἐπʼ ἀμφοῖν λέγειν φῶμεν; ἆρʼ οὐ τὸ νυνδὴ παρʼ ἡμῶν

3ῥηθέν‎;"

Critical Apparatus4

ΘΕΑΙ.‎ "Τὸ ποῖον;"

Link 5

ΞΕ.‎ "Πάθημα ἤ ποίημα ἐκ δυνάμεώς τινος ἀπὸ τῶν

Link 6πρὸς ἄλληλα συνιόντων γιγνόμενόν."—τάχ̓ οὖν, ὦ

7Θεαίτητε, αὐτῶν τὴν πρὸς ταῦτα ἀπόκρισιν σὺ μὲν οὐ

8κατακούεις, ἐγὼ δὲ ἴσως διὰ συνήθειαν.

9

ΘΕΑΙ.‎ Τίν̓ οὖν δὴ λέγονσι λόγον‎;

c Link 1

ΞΕ.‎ Οὐ σνγχωροῦσιν ἡμῖν τὸ νυνδὴ ῥηθὲν πρὸς τοὺς

2γηγενεῖς οὐσίας πέρι.

3

ΘΕΑΙ.‎ Τὸ ποῖον‎;

Link 4

ΞΕ.‎ Ἱκανὸν ἔθεμεν ὅρον που τῶν ὄντων, ὅταν τῳ παρῇ

5ἡ τοῦ πάσχειν ἤ δρᾶν καὶ πρὸς τὸ σμικρότατον δύναμις‎;

6

ΘΕΑΙ.‎ Ναί.

Critical Apparatus Link 7

ΞΕ.‎ Πρὸς δὴ ταῦτα τόδε λέγονσιν, ὅτι "γενέσει μὲν

8μέτεστι τοῦ πάσχειν καὶ ποιεῖν δννάμεως," πρὸς δὲ οὐσίαν

9τούτων οὐδετέρον τὴν δύναμιν ἁρμόττειν φασίν.

10

ΘΕΑΙ.‎ Οὐκοῦν λέγονσί τι‎;

11

ΞΕ.‎ Πρὸς ὅ γε λεκτέον ἡμῖν ὅτι δεόμεθα παρʼ αὐτῶν ἔτι

d1πνθέσθαι σαφέστερον εἰ προσομολογοῦσι τὴν μὲν ψνχὴν

2γιγνώσκειν, τὴν δʼ οὐσίαν γιγνώσκεσθαι.

3

ΘΕΑΙ.‎ Φασὶ μὴν τοῦτό γε.

4

ΞΕ.‎ "Τί δέ; τὸ γιγνώσκειν ἤ τὸ γιγνώσκεσθαί φατε

Critical Apparatus5ποίημα ἤ πάθος ἢ ἀμφότερον; ἢ τὸ μὲν πάθημα, τὸ δὲ

6θάτερον; ἢ παντάπασιν οὐδέτερον οὐδετέρον τούτων

7μεταλαμβάνειν;"

8

ΘΕΑΙ.‎ Δῆλον ὡς "οὐδέτερον οὐδετέρον"• τἀναντία

9γὰρ ἄν τοῖς ἔμπροσθεν λέγοιεν.

pg 438Critical Apparatus Link 10

ΞΕ.‎ Μανθάνω-τὸ δέ γε, ὡς "τὸ γιγνώσκειν εἴπερ ἔσται

e Link 1ποιεῖν τι, τὸ γιγνωσκόμενον ἀναγκαῖον αὖ συμβαίνει

Critical Apparatus2πάσχειν. τὴν οὐσίαν δὴ κατὰ τὸν λόγον τοῦτον γιγνωσκο-

3μένην ὑπὸ τῆς γνώσεως, καθʼ ὅσον γιγνώσκεται, κατὰ

Critical Apparatus4τοσοῦτον κινεῖσθαί διὰ τὸ πάσχειν, ὅ δή φαμεν οὐκ ἂν γεν-

Critical Apparatus5έσθαι περὶ τὸ ἠρεμοῦν."

Link 6

ΘΕΑΙ.‎ Ὀρθῶς.

Critical Apparatus Link 7

ΞΕ.‎ —Τί δὲ πρὸς Διός; ὡς ἀληθῶς κίνησιν καὶ ζωὴν καὶ

Link 8ψυχὴν καὶ φρόνησιν ἦ ῥᾳδίως πεισθησόμεθα τῷ παντελῶς

249 Link 1ὄντι μὴ παρεῖναι, μηδὲ ζῆν αὐτό μηδὲ φρονεῖν, ἀλλὰ

2σεμνὸν καὶ ἅγιον, νοῦν οὐκ ἔχον, ἀκίνητον ἑστὸς εἶναι‎;

3

ΘΕΑΙ.‎ Δεινὸν μεντἄν, ὦ ξένε, λόγον συγχωροῖμεν.

4

ΞΕ.‎ Ἀλλὰ νοῦν μὲν ἔχειν, ζωὴν δὲ μὴ φῶμεν‎;

5

ΘΕΑΙ.‎ Καὶ πῶς‎;

Critical Apparatus6

ΞΕ.‎ Ἀλλὰ ταῦτα μὲν ἀμφότερα ἐνόντʼ αὐτῷ λέγομεν,

Critical Apparatus7οὐ μὴν ἐν ψυχῇ γε φήσομεν αὐτὸ ἔχειν αὐτά‎;

8

ΘΕΑΙ.‎ Καὶ τίνʼ ἂν ἓτερον ἔχοι τρόπον‎;

Critical Apparatus9

ΞΕ.‎ Ἀλλὰ δῆτα νοῦν μὲν καὶ ζωὴν καὶ ψυχήν ἔχον,

10ἀκίνητον μέντοι τὸ παράπαν ἔμψυχον ὄν ἑστάναι‎;

b Critical Apparatus1

ΘΕΑΙ.‎ Πάντα ἔμοιγε ἄλογα ταῦτ̓ εἶναι φαίνεται.

Link 2

ΞΕ.‎ Καὶ τὸ κινούμενον δὴ καὶ κίνησιν συγχωρητέον ὡς

3ὄντα.

4

ΘΕΑΙ.‎ Πῶς δʼ οὔ‎;

Critical Apparatus Link 5

ΞΕ.‎ Συμβαίνει δʼ οὖν, ὦ Θεαίτητε, ἀκινήτων τε ὄντων

Critical Apparatus6〈πάντων〉 νοῦν μηδενὶ περὶ μηδενὸς εἶναι μηδαμοῦ.

7

ΘΕΑΙ.‎ Κομιδῇ μὲν οὖν.

pg 439 Link 8

ΞΕ.‎ Καὶ μὴν ἐὰν αὖ φερόμενα καὶ κινούμενα πάντʼ

9εἶναι συγχωρῶμεν, καὶ τούτῳ τῷ λόγῳ ταὐτὸν τοῦτο ἐκ

10τῶν ὄντων ἐξαιρήσομεν‎.

11

ΘΕΑΙ.‎ Πῶς‎;

Link 12

ΞΕ.‎ Τὸ κατὰ ταὐτὰ καὶ ὡσαύτως καὶ περὶ τὸ αὐτὸ

cCritical Apparatus Link 1δοκεῖ σοι χωρὶς στάσεως γενέσθαι ποτ̓ ἄν‎;

2

ΘΕΑΙ.‎ Οὐδαμῶς.

Link 3

ΞΕ.‎ Τί δʼ; ἄνευ τούτων νοῦν καθορᾷς ὄντα ἢ γενόμενον

Critical Apparatus4ἂν καὶ ὁπουοῦν‎;

5

ΘΕΑΙ.‎ Ἥκιστα‎.

Critical Apparatus6

ΞΕ.‎ Καὶ μὴν πρός γε τοῦτον παντὶ λόγῳ μαχετέον, ὅς

7ἄν ἐπιστήμην ἢ φρόνησιν ἢ νοῦν ἀφανίζων ἰσχυρίζηται

8περί τινος ὁπῃοῦν.

9

ΘΕΑΙ.‎ Σφόδρα γε.

Link 10

ΞΕ.‎ Τῷ δὴ φιλοσόφῳ καὶ ταῦτα μάλιστα τιμῶντι

Link 11πᾶσα, ὡς ἔοικεν, ἀνάγκη διὰ ταῦτα μήτε τῶν ἓν ἤ καὶ τὰ

d Link 1πολλὰ εἴδη λεγόντων τὸ πᾶν ἑστηκὸς ἀποδέχεσθαι, τῶν τε

2αὖ πανταχῇ τὸ ὂν κινούντων μηδὲ τὸ παράπαν ἀκούειν,

Link 3ἀλλὰ κατὰ τὴν τῶν παίδων εὐχήν, ὅσα ἀκίνητα καὶ κεκινη-

Link 4μένα, τὸ ὄν τε καὶ τὸ πᾶν συναμφότερα λέγειν.

5

ΘΕΑΙ.‎ Ἀληθέστατα‎.

Critical Apparatus Link 6

ΞΕ.‎ Τί οὖν; ἆρʼ οὐκ ἐπιεικῶς ἤδη φαινόμεθα περι-

7ειληφέναι τῷ λόγω τὸ ὄν‎;

8

ΘΕΑΙ.‎ Πάνυ μὲν οὖν.

Critical Apparatus Link 9

ΞΕ.‎ Βαβαί• 〈οὐ〉 μέντʼ ἄρα, ὦ Θεαίτητε• ὥς μοι

10δοκοῦμεν νῦν αὐτοῦ γνώσεσθαι πέρι τὴν ἀπορίαν τῆς

11σκέψεως.

e 1

ΘΕΑΙ.‎ Πῶς αὖ καὶ τί τοῦτʼ εἴρηκας‎;

2

ΞΕ.‎ Ὦ μακάριε, οὐκ ἐννοεῖς ὅτι νῦν ἐσμεν ἐν ἀγνοίᾳ τῇ

3πλείστη περὶ αὐτοῦ, φαινόμεθα δέ τι λέγειν ἡμῖν αὐτοις‎;

pg 4404

ΘΕΑΙ.‎ Ἐμοὶ γοῦν• ὅπῃ δ' αὖ λελήθαμεν οὕτως ἔχοντες,

5οὐ πάνυ συνίημι.

Critical Apparatus6

ΞΕ.‎ Σκόπζι δὴ σαφέστζρον εἰ ταῦτα νῦν συνομο-

2501λογοῦντες δικαίως ἄν ἐπζρωτηθεῖμεν ἅπερ αὐτοὶ τότε

2ἠρωτῶμζν τοὺς λέγοντας εἶναι τὸ πᾶν θερμὸν καὶ ψυχρόν.

3

ΘΕΑΙ.‎ Ποῖα; ὑπόμνησόν με.

4

ΞΕ.‎ Πάνυ μὲν οὖν καὶ πειράσομαί γε δρᾶν τοῦτο

5ἐρωτῶν σὲ καθάπερ ἐκείνους τότε, ἵνα ἅμα τι καὶ

6προΐωμεν.

7

ΘΕΑΙ.‎ Ὀρθῶς.

Link 8

ΞΕ.‎ Εἶεν δή, κίνησιν καὶ στάσιν ἆρʼ οὐκ ἐναντιώτατα

9λέγεις ἀλλήλοις‎;

10

ΘΕΑΙ.‎ Πῶς γὰρ οὔ‎;

Critical Apparatus Link 11

ΞΕ.‎ Καὶ μὴν εἶναί γε ὁμοίως φῂς ἀμφότζρα αὐτὰ καὶ

12ἑκάτζρον‎;

b Link 1

ΘΕΑΙ.‎ Φημὶ γὰρ οὖν.

Critical Apparatus2

ΞΕ.‎ Ἆρα κινεῖσθαι λέγων ἀμφότζρα καὶ ἑκάτζρον,

3ὅταν εἶναι συγχωρῇς‎;

4

ΘΕΑΙ.‎ Οὐδαμῶς.

5

ΞΕ.‎ Ἀλλ' ἑστάναι σημαίνεις λέγων αὐτὰ ἀμφότζρα

6εἶναι‎;

7

ΘΕΑΙ.‎ Καὶ πῶς‎;

Link 8

ΞΕ.‎ Τρίτον ἄρα τι παρὰ ταῦτα τὸ ὄν ἐν τῇ ψυχῇ τιθείς,

Critical Apparatus9ὡς ὑπʼ ἐκείνον τήν τε στάσιν καὶ τὴν κίνησιν περιεχομένην,

10συλλαβὼν καὶ ἀπιδὼν αὐτῶν πρὸς τὴν τῆς οὐσίας κοινω-

Link 11νίαν, οὕτως εἶναι προσεῖπες ἀμφότζρα;

c 1

ΘΕΑΙ.‎ Κινδννεύομεν ὡς ἀληθῶς τρίτον ἀπομαντεύε-

2σθαί τι τὸ ὄν, ὅταν κίνησιν καὶ στάσιν εἶναι λέγωμεν.

Link 3

ΞΕ.‎ Οὐκ ἄρα κίνησις καὶ στάσις ἐστὶ συναμφότερον τὸ

Critical Apparatus4ὄν ἀλλʼ ἕτερον δή τι τούτων.

5

ΘΕΑΙ.‎ Ἔοικεν.

pg 441 Link 6

ΞΕ.‎ Κατὶ τὴν αὑτοῦ φύσιν ἄρα τὸ ὂν οὔτε ἕστηκεν οὔτε

Link 7κινεῖται.

8

ΘΕΑΙ.‎ Σχεδόν.

Critical Apparatus Link 9

ΞΕ.‎ Ποῖ δὴ χρὴ τὴν διάνοιαν ἔτι τρέπειν τὸν βουλό-

10μενον ἐναργές τι περὶ αὐτοῦ παρʼ ἑαυτῷ βεβαιώσασθαι‎;

11

ΘΕΑΙ.‎ Ποῖ γάρ‎;

Link 12

ΞΕ.‎ Οἶμαι μὲν οὐδαμόσε ἔτι ῥᾴδιον. εἰ γάρ τι μὴ

d1κινεῖται, πῶς οὐχ ἕστηκεν; ἢ τὸ μηδαμῶς ἑστὸς πῶς οὐκ

Link 2αὖ κινεῖται; τὸ δὲ ὂν ἡμῖν νῦν ἐκτὸς τούτων ἀμφοτέρων

Link 3ἀναπέφανται. ἦ δυνατὸν οὖν τοῦτο‎;

Link 4

ΘΕΑΙ.‎ Πάντων μὲν οὖν ἀδυνατώτατον.

Link 5

ΞΕ.‎ Τόδε τοίνυν μνησθῆναι δίκαιον ἐπὶ τούτοις.

6

ΘΕΑΙ.‎ Τὸ ποῖον‎;

7

ΞΕ.‎ Ὅτι τοῦ μὴ ὄντος ἐρωτηθέντες τοὔνομα ἐφʼ ὅτι

Critical Apparatus8ποτὲ δεῖ φέρειν, πάσῃ συνεσχόμεθα ἀπορίᾳ. μέμνησαι‎;

9

ΘΕΑΙ.‎ Πῶς γὰρ οὔ‎;

e Link 1

ΞΕ.‎ Μῶν οὖν ἐν ἐλάττονί τινι νῦν ἐσμεν ἀπορίᾳ περὶ τὸ

2ὄν‎;

Critical Apparatus3

ΘΕΑΙ.‎ Ἐμοὶ μέν, ὦ ξένε, εἰ δυνατὸν εἰπεῖν, ἐν πλείονι

4φαινόμεθα.

Link 5

ΞΕ.‎ Τοῦτο μὲν τοίνυν ἐνταῦθα κείσθω διηπορημένον.

Link 6ἐπειδὴ δὲ ἐξ ἴσου τό τε ὂν καὶ τὸ μὴ ὂν ἀπορίας μετειλή-

Critical Apparatus7φατον, νῦν ἐλπὶς ἤδη καθάπερ ἂν αὐτῶν θάτερον εἴτε

8ἀμυδρότερον εἴτε σαφέστερον ἀναφαίνηται, καὶ θάτερον

251Critical Apparatus Link 1οὕτως ἀναφαίνεσθαι• καὶ ἐὰν αὖ μηδέτερον ἰδεῖν δυνώ-

2μεθα, τὸν γοῦν λόγον ὅπῃπερ ἄν οἷοί τε ὦμεν εὐπρεπέ-

Critical Apparatus3στατα διακριβωσόμεθα οὕτως ἀμφοῖν ἅμα.

4

ΘΕΑΙ.‎ Καλῶς.

Link 5

ΞΕ.‎ Λέγωμεν δὴ καθʼ ὅντινά ποτε τρόπον πολλοῖς

6ὀνόμασι ταὐτὸν τοῦτο ἑκάστοτε προσαγορεύομεν.

7

ΘΕΑΙ.‎ Οἷον δὴ τί; παράδειγμα εἰπέ.

pg 442Critical Apparatus Link 8

ΞΕ.‎ Λέγομεν ἄνθρωπον δήπου πόλλʼ ἄττα ἐπονομά-

9ζοντας, τά τε χρώματα ἐπιφέροντες αὐτῷ καὶ τὰ σχήματα

Critical Apparatus10καὶ μεγέθη καὶ κακίας καὶ ἀρετάς, ἐν οἷς πᾶσι καὶ ἑτέροις

b Link 1μυρίοις οὐ μόνον ἄνθρωπον αὐτὸν εἶναί φαμεν, ἀλλὰ καὶ

2ἀγαθὸν καὶ ἕτερα ἄπειρα, καὶ τἆλλα δὴ κατὰ τὸν αὐτὸν

3λόγον οὕτως ἓν ἓκαστον ὑποθέμενοι πάλιν αὐτὸ πολλὰ καὶ

4

ΘΕΑΙ.‎ πολλοῖς ὀνόμασι λέγομεν

Link 5Ἀληθῆ λέγεις.

Link 6

ΞΕ.‎ Ὅθεν γε οἶμαι τοῖς τε νέοις καὶ τῶν γερόντων τοῖς

Critical Apparatus Link 7ὀφιμαθέσι θοίνην παρεσκευάκαμεν εὐθὺς γὰρ ἀντιλαβέ-

8σθαι παντὶ πρόχειρον ὡς ἀδύνατον τά τε πολλὰ ἓν καὶ τὸ ἓν

9πολλὰ εἶναι, καὶ δήπον χαίρουσιν οὐκ ἀῶντες ἀγαθὸν

cCritical Apparatus Link 1λέγειν ἄνθρωπον, ἀλλὰ τπ̀ μὲν ἀγαθὸν ἀγαθόν, τὸν δὲ

2ἄνθρωπον ἄνθρωπον, ἐντυγχάνεις γάρ, ὦ Θεαίτητε, ὡς

Critical Apparatus3ἐγᾦμαι, πολλάκις τὰ τοιαῦτα ἐσπουδακόσιν, ἐνίοτε

4πρεσβυτέροις ἀνθρώποις, καὶ ὑπὸ πενίας τῆς περὶ φρόνη-

5σιν κτήσεως τὰ τοιαῦτα τεθαυμακόσι, καὶ δή τι καὶ πάσ-

Critical Apparatus6σοφον οἰομένοις τοῦτο αὐτὸ ἀνηνρηκέναι.

7

ΘΕΑΙ.‎ Πάνυ μὲν οὖν.

Critical Apparatus Link 8

ΞΕ.‎ Ἵνα τοίνυν πρὸς ἅπαντας ἡμῖν ὁ λόγος ᾖ τοὺς

d Link 1πώποτε περὶ οὐσίας καὶ ὁτιοῦν διαλεχθέντας, ἔστω καὶ

2πρός τούτους καὶ πρὸς τοὺς ἄλλους, ὅσοις ἔμπροσθεν

3διειλέγμεθα, τὰ νῦν ὡς ἐν ἐρωτήσει λεχθησόμενα.

4

ΘΕΑΙ.‎ Τὰ ποῖα δή‎;

Link 5

ΞΕ.‎ "Πότερον μήτε τὴν οὐσίαν κινήσει καὶ στάσει

Link 6προσάπτωμεν μήτε ἄλλο ἄλλῳ μηδὲν μηδενί, ἀλλ' ὡς

Critical Apparatus Link 7ἄμεικτα ὄντα καὶ ἀδύνατον μεταλαμβάνειν ἀλλήλων

Critical Apparatus Link 8οὕτως αὐτὰ ἐν τοῖς παρʼ ἡμῖν λόγοις τιθώμεν; ἢ πάντα εἰς

pg 4439ταὐτόν συναγάγωμεν ὡς δυνατὰ ἐπικοινωνεῖν ἀλλήλοις; ἢ

eCritical Apparatus1τὰ μέν, τὰ δὲ μή; " τούτων, ὦ Θεαίτητε, τί ποτʼ ἂν αὐτοὺς

Critical Apparatus2προαιρεῖσθαι φήσομεν‎;

3

ΘΕΑΙ.‎ Ἐγὼ μὲν ὑπὲρ αὐτῶν οὐδὲν ἔχω πρὸς ταῦτα

Critical Apparatus4ἀποκρίνασθαι‎.

Link 5

ΞΕ.‎ Τί οὖν οὐ καθʼ ἕν ἀποκρινόμενος ἐφ̓ ἑκάστου τὰ

6συμβαίνοντα ἐσκέψω‎;

7

ΘΕΑΙ.‎ Καλῶς λέγεις.

8

ΞΕ.‎ Καὶ τιθῶμέν γε αὐτοὺς λέγειν, εἰ βούλει, πρῶτον

Link 9μηδενὶ μηδὲν μηδεμίαν δύναμιν ἔχειν κοινωνίας εἰς μηδέν,

10"οὐκοῦν κίνησίς τε καὶ στάσις οὐδαμῇ μεθέξετον οὐσίας‎; "

252 Link 1

ΘΕΑΙ.‎ "Οὐ γὰρ οὖν."

Critical Apparatus2

ΞΕ.‎ "Τί δέ; ἔσται πότερον αὐτῶν, οὐσίας μὴ προσ-

3κοινωνοῦν‎;"

4

ΘΕΑΙ.‎ "Οὐκ ἔσται."

Link 5

ΞΕ.‎ Ταχὺ δὴ ταύτη γε τῇ συνομολογίᾳ πάντα ἀνά-

Critical Apparatus6στατα γέγονεν, ὡς ἔοικεν, ἅμα τε τῶν τὸ πᾶν κινούντων καὶ

7τῶν ὡς ἓν ἱστάντων καὶ ὅσοι κατʼ εἴδη τὰ ὄντα κατὰ ταὐτὰ

Critical Apparatus8ὡσαύτως ἔχοντα εἶναι φασιν ἀεί• πάντες γὰρ οὑτοι τό γε

9εἶναι προσάπτουσιν, οἱ μὲν ὄντως κινεῖσθαί λέγοντες, οἱ δὲ

10ὄντως ἑστηκότʼ εἶναι‎.

11

ΘΕΑΙ.‎ Κομιδῇ μὲν οὖν.

b 1

ΞΕ.‎ Καὶ μὴν καὶ ὅσοι τοτὲ μὲν συντιθέασι τὰ πάντα,

2τοτὲ δὲ διαιροῦσιν, εἴτε εἰς ἕν καὶ ἐξ ἑνὸς ἄπειρα εἴτε εἰς

3πέρας ἔχοντα στοιχεῖα διαιρούμενοι καὶ ἐκ τούτων συντι-

4θέντες, ὁμοίως μὲν ἐὰν ἐν μέρει τοῦτο τιθῶσι γιγνόμενον,

5ὁμοίως δὲ καὶ ἐὰν ἀεί, κατὰ πάντα ταῦτα λέγοιεν ἂν οὐδέν,

6εἴπερ μηδεμία ἔστι σύμμειξις.

7

ΘΕΑΙ.‎ Ὀρθῶς.

Critical Apparatus Link 8

ΞΕ.‎ Ἔτι τοίνυν ἂν αὐτοὶ πάντων καταγελαστότατα

pg 444Critical Apparatus9μετίοιεν τoὸν λόγον οἱ μηδὲν ἐῶντες κοινωνίᾳ παθήματος

10ἑτέρου θάτερον προσαγορεύειν.

c Link 1

ΘΕΑΙ.‎ Πῶς‎;

Link 2

ΞΕ.‎ Τῷ τε "εἶναι," πον περὶ πάντα ἀναγκάζονται

Critical Apparatus3χρῆσθαι καὶ τῷ "χωρίς" καὶ τῷ "τῶν ἄλλων" καὶ τῷ

4"καθʼ αὑτό" καὶ μυρίοις ἑτέροις, ὧν ἀκρατεῖς ὄντες

5εἴργεσθαι καὶ μὴ συνάπτειν ἐν τοῖς λόγοις οὐκ ἄλλων

Critical Apparatus6δέονται τῶν ἐξελεγξόντων, ἀλλὰ τὸ λεγόμενον οἴκοθεν τὸν

Critical Apparatus7πολέμιον καὶ ἐναντιωσόμενον ἔχοντές, ἐντὸς ὑποφθεγ-

8γόμενον ὥσπερ τὸν ἄτοπον Εὐρυκλέα περιφέροντες ἀεὶ

9πορεύονται.

d 1

ΘΕΑΙ.‎ Κομιδῇ λέγεις ὅμοιόν τε καὶ ἀληθές.

2

ΞΕ.‎ Τί δʼ, ἂν πάντα ἀλλήλοις ἐῶμεν δύναμιν ἔχειν ἐπι-

3κοινωνίας‎;

4

ΘΕΑΙ.‎ Τοῦτο μὲν οἷός τε κἀγὼ διαλύειν.

5

ΞΕ.‎ Πῶς‎;

Critical Apparatus Link 6

ΘΕΑΙ.‎ Ὅτι κίνησις τε αὐτὴ παντάπασιν ἵσταιτʼ ἂν καὶ

7στάσις αὖ πάλιν αὐτὴ κινοῖτο, εἴπερ ἐπιγιγνοίσθην ἐπʼ

8ἀλλήλοιν.

9

ΞΕ.‎ Ἀλλὰ μὴν τοῦτό γέ που ταῖς μεγίσταις ἀνάγκαις

10ἀδύνατον, κίνησιν τε ἵστασθαι καὶ στάσιν κινείσθαί‎;

11

ΘΕΑΙ.‎ Πῶς γὰρ οῦ‎;

Critical Apparatus12

ΞΕ.‎ Τὸ τρίτον δὴ μόνον λοιπόν.

13

ΘΕΑΙ.‎ Ναί.

e Link 1

ΞΕ.‎ Καὶ μὴν ἕν γέ τι τούτων ἀναγκαῖον, ἤ πάντα ἢ

2μηδὲν ἢ τὰ μὲν ἐθέλειν, τὰ δὲ μὴ συμμείγνυσθαι.

3

ΘΕΑΙ.‎ Πῶς γὰρ οὔ‎;

Critical Apparatus4

ΞΕ.‎ Καὶ μὴν τά γε δύο ἀδύνατον ηὑρέθη.

5

ΘΕΑΙ.‎ Ναί.

6

ΞΕ.‎ Πᾶς ἄρα ὁ βουλόμενος ὀρθῶς ἀποκρίνεσθαι τὸ

7λοιπὸν τῶν τριῶν θήσει•

pg 4458

ΘΕΑΙ.‎ Κομιδῇ μὲν οὖν.

Link 9

ΞΕ.‎ Ὅτε δὴ τὰ μὲν ἐθέλει τοῦτο δρᾶν, τὰ δʼ οὔ, σχεδὸν

2531οἷον τὰ γράμματα πεπονθότʼ ἄν εἴη. καὶ γὰρ ἐκείνων τὰ μὲν

Critical Apparatus2ἀναρμοστεῖ που πρός ἄλληλα, τὰ δὲ συναρμόττει.

3

ΘΕΑΙ.‎ Πῶς δʼ οὔ‎;

Link 4

ΞΕ.‎ Τὰ δέ γε φωνήεντα διαφερόντως τῶν ἄλλων οἷον

Link 5δεσμὸς διὰ πάντων κεχώρηκεν, ὥστε ἄνευ τινὸς αὐτῶν

6ἀδύνατον ἁρμόττειν καὶ τῶν ἄλλων ἕτερον ἑτέρω.

7

ΘΕΑΙ.‎ Καὶ μάλα γε.

Critical Apparatus Link 8

ΞΕ.‎ Πᾶς οὖν οἶδεν ὁποῖα ὁποίοις δυνατὰ κοινωνεῖν, ἤ

Critical Apparatus9τέχνης δεῖ τῷ μέλλοντί δρᾶν ἱκανῶς αὐτό‎;

10

ΘΕΑΙ.‎ Τέχνης‎.

11

ΞΕ.‎ Ποίας‎;

12

ΘΕΑΙ.‎ Τῆς γραμματικῆς.

b Link 1

ΞΕ.‎ Τί δέ; περὶ τοὺς τῶν ὀξέων καὶ βαρέων φθόγγους

2ἆρʼ οὐχ οὕτως; ὁ μὲν τοὺς συγκεραννυμένους τε καὶ μὴ

3τέχνην ἔχων γιγνώσκειν μουσικός, ὁ δὲ μὴ συνιεὶς

4ἄμουσος‎;

5

ΘΕΑΙ.‎ Οὕτως‎.

Critical Apparatus6

ΞΕ.‎ Καὶ κατὰ τῶν ἄλλων δὴ τεχνῶν καὶ ἀτεχνιῶν

7τοιαῦτα εὑρήσομεν ἕτερα.

Link 8

ΘΕΑΙ.‎ Πῶς δʼ οὔ‎;

Critical Apparatus Link 9

ΞΕ.‎ Τί δʼ; ἐπειδὴ καὶ τὰ γένη πρὸς ἄλληλα κατὰ ταὐτὰ

Critical Apparatus Link 10μείξεως ἔχειν ὡμολογήκαμεν, ἆρʼ οὐ μετʼ ἐπιστήμης τινὸς

11ἀναγκαῖον διὰ τῶν λόγων πορεύεσθαι τὸν ὀρθῶς μέλλοντα

12δείξειν ποῖα ποίοις συμφωνεῖ τῶν γενῶν καὶ ποῖα ἄλληλα

cCritical Apparatus Link 1οὐ δέχεται; καὶ δὴ καὶ διὰ πάντων εἰ συνέχοντʼ ἄττʼ αὔτʼ

Link 2ἐστιν, ὥστε συμμείγνυσθαι δυνατὰ εἶναι, καὶ πάλιν ἐν ταῖς

Link 3διαιρέσεσιν, εἰ διʼ ὅλων ἕτερα τῆς διαιρέσεως αἴτια‎;

pg 4464

ΘΕΑΙ.‎ Πῶς γὰρ οὐκ ἐπιστήμης δεῖ, καὶ σχεδόν γε

5ἴσως τῆς μεγίστης‎;

Critical Apparatus Link 6

ΞΕ.‎ Τίνʼ οὖν αὖ νῦν προσεροῦμεν, ὦ Θεαίτητε, ταύτην;

7ἤ πρὸς Διὸς ἐλάθομεν εἰς τὴν τῶν ἐλενθέρων ἐμπεσόντες

8ἐπιστήμην, καὶ κινδννεύομεν ζητοῦντες τὸν σοφιστὴν

9πρότερον ἀνηνρηκέναι τὸν φιλόσοφον‎;

10

ΘΕΑΙ.‎ Πῶς λέγεις‎;

d Critical Apparatus Link 1

ΞΕ.‎ Τὸ κατὰ γένη διαιρεῖσθαι καὶ μήτε ταὐτὸν εἶδος

Critical Apparatus2ἕτερον ἡγήσασθαι μήτε ἕτερον ὄν ταὐτὸν μῶν οὐ τῆς δια-

3λεκτικῆς φήσομεν ἐπιστήμης εἶναι‎;

4

ΘΕΑΙ.‎ Ναί, φήσομεν.

Critical Apparatus Link 5

ΞΕ.‎ Οὐκοῦν ὅ γε τοῦτο δυνατὸς δρᾶν μίαν ἰδέαν διὰ

6πολλῶν, ἑνὸς ἑκάστον κειμένον χωρίς, πάντῃ διατετα-

Link 7μένην ἱκανῶς διαισθάνεται, καὶ πολλὰς ἑτέρας ἀλλήλων

Critical Apparatus Link 8ὑπὸ μιᾶς ἔξωθεν περιεχομένας, καὶ μίαν αὖ διʼ ὅλων

Critical Apparatus9πολλῶν ἐν ἑνὶ σννημμένην, καὶ πολλὰς χωρὶς πάντῃ

e Link 1διωρισμένας• τοῦτο δʼ ἔστιν, ᾗ τε κοινωνεῖν ἕκαστα δύναται

2καὶ ὅπῃ μή, διακρίνειν κατὰ γένος ἐπίστασθαι.

3

ΘΕΑΙ.‎ Παντάπασι μὲν οὖν.

Link 4

ΞΕ.‎ Ἀλλὰ μὴν τὸ γε διαλεκτικὸν οὐκ ἄλλῳ δώσεις, ὡς

5

ΘΕΑΙ.‎ ἐγᾦμαι, πλὴν τῷ καθαρῶς τε καὶ δικαίως φιλοσοφοῦντι.

6Πῶς γὰρ ἄν ἄλλῳ δοίη τις‎;

Critical Apparatus Link 7

ΞΕ.‎ Τὸν μὲν δὴ φιλόσοφον ἐν τοιούτῳ τινὶ τόπῳ και

8νῦν καὶ ἔπειτα ἀνεν ρήσομεν ἐὰν ζητῶμεν, ἰδεῖν μὲν

254 Link 1χαλεπὸν ἐναργῶς καὶ τοῦτον, ἕτερον μὴν τρόπον ἥ τε τοῦ

2σοφιστοῦ χαλεπότης ἥ τε τούτον.

Critical Apparatus3

ΘΕΑΙ.‎ Πῶς‎;

Link 4

ΞΕ.‎ Ὁ μὲν ἀποδιδράσκων εἰς τὴν τοῦ μὴ ὄντος

5σκοτεινότητα, τριβῇ προσαπτόμενος αὐτῆς, διὰ τὸ σκο-

6τεινὸν τοῦ τόπον κατανοῆσαι χαλεπός•ἦ γάρ‎;

pg 4477

ΘΕΑΙ.‎ Ἔοικεν.

Link 8

ΞΕ.‎ Ὁ δέ γε φιλόσοφος, τῇ τοῦ ὄντος ἀεὶ διὰ λογισμῶν

9προσκείμενος ἰδέᾳ, διὰ τὸ λαμπρὸν αὖ τῆς χώρας

Critical Apparatus10οὐδαμῶς εὐπετὴς ὀφθῆναι• τὰ γὰρ τῆς τῶν πολλῶν ψυχῆς

bCritical Apparatus1ὄμματα καρτερεῖν πρὸς τὸ θεῖον ἀφορῶντα ἀδύνατα‎.

2

ΘΕΑΙ.‎ Καὶ ταῦτα εἰκός οὐχ ἧττον ἐκείνων οὕτως ἔχειν.

Link 3

ΞΕ.‎ Οὐκοῦν περὶ μεν τούτου καὶ τάχα ἐπισκεψόμεθα

4σαφέστερον, ἄν ἔτι βουλομένοις ἡμῖν ᾖ• περὶ δὲ τοῦ

5σοφιστοῦ που δῆλον ὡς οὐκ ἀνετέον πρὶν ἂν ἱκανῶς αὐτὸν

6θεασώμεθα.

7

ΘΕΑΙ.‎ Καλῶς εἶπες.

Link 8

ΞΕ.‎ Ὅτ' οὖν δὴ τὰ μὲν ἡμῖν τῶν γενῶν ὡμολόγηται

9κοινωνεῖν ἐθέλειν ἀλλήλοις, τὰ δὲ μή, καὶ τὰ μὲν ἐπʼ

10ὀλίγον, τὰ δʼ ἐπὶ πολλά, τὰ δὲ καὶ διὰ πάντων οὐδὲν

c Link 1κωλύειν τοῖς πᾶσι κεκοινωνηκέναι, τὸ δὴ μετὰ τοῦτο συν-

2επισπώμεθα τῷ λόγῳ τῄδε σκοποῦντες, μὴ περὶ πάντων

3τῶν εἰδῶν, ἵνα μὴ ταραττώμεθα ἐν πολλοῖς, ἀλλὰ προ-

Link 4ελόμενοι τῶν μεγίστων λεγομένων ἄττα, πρῶτον μὲν ποῖα

Link 5ἕκαστά ἐστιν, ἔπειτα κοινωνίας ἀλλήλων πῶς ἔχει δυνά-

Critical Apparatus6μεως, ἵνα τό τε ὄν καὶ μὴ ὄν εἰ μὴ πάση σαφηνείᾳ δυνάμ-

7εθα λαβεῖν, ἀλλʼ οὖν λόγου γε ἐνδεεῖς μηδὲν γιγνώμεθα

8περὶ αὐτῶν, καθʼ ὅσον ὁ τρόπος ἐνδέχεται τῆς νῦν

dCritical Apparatus Link 1σκέψεως, ἐάν ἄρα ἡμῖν πῃ παρεικάθῃ τὸ μὴ ὄν λέγουσιν ὡς

2ἔστιν ὄντως μὴ ὄν ἀθῴοις ἀπαλλάττειν.

3

ΘΕΑΙ.‎ Οὐκοῦν χρή.

Critical Apparatus Link 4

ΞΕ.‎ Μέγιστα μὴν τῶν γενῶν ἅ νυνδὴ διῇμεν τό τε ὂν

Critical Apparatus5αὐτὸ κὰ στάσις καὶ κίνησις‎.

6

ΘΕΑΙ.‎ Πολύ γε.

Link 7

ΞΕ.‎ Καὶ μὴν τώ γε δύο φαμὲν αὐτοῖν ἀμείκτω πρὸς

8ἀλλήλω.

pg 4489

ΘΕΑΙ.‎ Σφόδρα γε.

Link 10

ΞΕ.‎ Τὸ δέ γε ὂν μεικτὸν ἀμφοῖν-ἐστὸν γὰρ ἄμφω που.

11

ΘΕΑΙ.‎ Πῶς δʼ οὔ‎;

12

ΞΕ.‎ Τρία δὴ γίγνεται ταῦτα.

13

ΘΕΑΙ.‎ Τί μήν‎;

Link 14

ΞΕ.‎ Οὐκοῦν αὐτῶν ἕκαστον τοῖν μὲν δνοῖν ἕτερόν ἐστιν,

15αὐτὸ δʼ ἑαντῷ ταὐτόν.

e 1

ΘΕΑΙ.‎ Οὕτως.

Critical Apparatus Link 2

ΞΕ.‎ Τί ποτʼ αὖ ἅ νῦν οὕτως εἰρήκαμεν, τό τε "ταὐτόν"

Critical Apparatus Link 3καὶ "θάτερον"; πότερα δύο γένη τινὲ αὖ τούτω, τῶν μέν

4τριῶν ἄλλω, σνμμειγννμένω μὴν ἐκείνοις ἐξ ἀνάγκης ἀεί,

5καὶ περὶ πέντε ἀλλʼ οὐ περὶ τριῶν ὡς ὄντων αὐτῶν

255 Link 1σκεπτέον, ἤ τό τε ταὐτὸν τοῦτο καὶ θάτερον ὡς ἐκείνων τι

2προσαγορεύοντες λανθάνομεν ἡμᾶς αὐτούς‎;

3

ΘΕΑΙ.‎ Ἴσως.

4

ΞΕ.‎ Ἀλλ' οὔ τι μὴν κίνησις γε καὶ στάσις οὔθʼ ἕτερον

5οὔτε ταὐτόν ἐστι.

6

ΘΕΑΙ.‎ Πῶς‎;

7

ΞΕ.‎ Ὅτιπερ ἂν κοινῇ προσείπωμεν κίνησιν καὶ στάσιν,

8τοῦτο οὐδέτερον αὐτοῖν οἷόν τε εἶναι.

9

ΘΕΑΙ.‎ Τί δή‎;

10

ΞΕ.‎ Κίνησίς τε στήσεται καὶ στάσις αὖ κινηθήσεται•

11περὶ γὰρ ἀμφότερα θάτερον ὁποτερονοῦν γιγνόμενόν

Critical Apparatus12αὐτοῖν ἀναγκάσει μεταβάλλειν αὖ θάτερον ἐπὶ τοὐναντίον

b1τῆς αὑτοῦ φύσεως,ἅτε μετασχὸν τοῦ ἐναντίον.

2

ΘΕΑΙ.‎ Κομιδῇ γε.

Critical Apparatus3

ΞΕ.‎ Μετέχετον μὴν ἄμφω ταὐτοῦ καὶ θατέρου.

4

ΘΕΑΙ.‎ Ναί.

5

ΞΕ.‎ Μὴ τοίνυν λέγωμεν κίνησίν γʼ εἶναι ταὐτὸν ἢ

6θάτερον, μηδʼ αὖ στάσιν.

7

ΘΕΑΙ.‎ Μὴ γάρ.

pg 449Critical Apparatus Link 8

ΞΕ.‎ Ἀλλʼ ἆρα τὸ ὄν καὶ τὸ ταὐτὸν ὡς ἕρ τι διαροητέορ

9ἡμῖν‎;

10

ΘΕΑΙ.‎ Ἴσως

Critical Apparatus11

ΞΕ.‎ Ἀλλʼ εἰ τὸ ὄν καὶ τὸ ταὐτὸν μηδὲν διάφορον

12σημαίνετον, κίρησιρ αὖ πάλιρ καὶ στάσιρ ἀμφότερα εἶναι

c Link 1λέγοντες ἀμφότερα οὕτως αὐτὰ ταὐτὸν ὡς ὄρτα προσεροῦ-

2μεν‎.

3

ΘΕΑΙ.‎ Ἀλλὰ μὴν τοῦτό γε ἀδύνατον.

4

ΞΕ.‎ Ἀδύνατον ἄρα ταὐτὸν καὶ τὸ ὄν ἓν εἶναι.

5

ΘΕΑΙ.‎ Σχεδόρ‎.

Critical Apparatus6

ΞΕ.‎ Τέταρτον δὴ πρὸς τοῖς τρισὶν εἴδεσιν τὸ ταὐτὸν

7τιθῶμερ‎;

8

ΘΕΑΙ.‎ Πάνυ μὲν οὖν.

Critical Apparatus9

ΞΕ.‎ Τί δέ; τὸ θάτερον ἆρα ἡμῖν λεκτέορ πέμπτορ; ἤ

10τοῦτο καὶ τὸ ὄν ὡς δύ' ἄττα ὀνόματα ἐφʼ ἑνὶ γένει διανοεῖ-

11σθαι δεῖ‎;

Link 12

ΘΕΑΙ.‎ Τάχʼ ἄν.

Link 13

ΞΕ.‎ Ἀλλ' οἶμαί σε συγχωρεῖρ τῶρ ὄντωρ τὰ μὲρ αὐτὰ

Link 14καθʼ αὑτά, τὰ δὲ πρὸς ἄλλα ἀεὶ λὲγεσθαι‎.

Critical Apparatus15

ΘΕΑΙ.‎ Τί δʼ οὔ‎;

d Critical Apparatus Link 1

ΞΕ.‎ Τὸ δέ γʼ ἕτερορ ἀεὶ πρὸς ἕτερον• ἦ γάρ‎;

2

ΘΕΑΙ.‎ Οὕτως.

3

ΞΕ.‎ Οὐκ ἄν, εἴ γε τὸ ὄν καὶ τὸ θάτερον μὴ πάμπολυ

Link 4διεφερέτην• ἀλλ' εἴπερ θάτερον ἀμφοῖν μετεῖχε τοῖν εἰδοῖν

5ὥσπερ τὸ ὄν, ἦν ἄν ποτέ τι καὶ τῶν ἑτέρων ἕτερον οὐ πρὸς

Critical Apparatus6ἕτερον νῦν δὲ ἀτεχρῶς ἡμῖν ὅτιπερ ἄν ἕτερον ᾖ, συμβέ-

Critical Apparatus7βηκερ ἐξ ἀράγκης ἑτέρου τοῦτο ὅπερ ἐστὶν εἶναι.

8

ΘΕΑΙ.‎ Λέγεις καθάπερ ἔχει.

9

ΞΕ.‎ Πέμπτορ δὴ τὴν θατέρου φύσιρ λεκτέον ἐν τοῖς

eCritical Apparatus Link 1εἴδεσιν οὖσαν οἷς προαιρούμεθα‎.

pg 4502

ΘΕΑΙ.‎ Ναί.

Link 3

ΞΕ.‎ Καὶ διὰ πάντων γε αὐτὴν αὐτῶν φήσομεν εἶναι

4διεληλυθυῖαν ἕν ἕκαστον γὰρ ἕτεπον εἶναι, τῶν ἄλλων οὐ

5διὰ τὴν αὑτοῦ φύσιν, ἀλλὰ διὰ τὸ μετέχειν τῆς ἰδέας τῆς

6θατέρου.

7

ΘΕΑΙ.‎ Κομιδῇ μὲν οὖν.

Critical Apparatus Link 8

ΞΕ.‎ Ὧδε δὴ λέγωμεν ἐπὶ τῶν πέντε καθʼ ἕν ἀναλαμβά-

Link 9νοντες.

10

ΘΕΑΙ.‎ Πῶς‎;

Link 11

ΞΕ.‎ Πρῶτον μὲν κίνησιν, ὡς ἔστι παντάπασιν ἕτερον

Critical Apparatus12στάσεως. ἢ πῶς λέγομεν‎;

13

ΘΕΑΙ.‎ Οὕτως.

14

ΞΕ.‎ Οὐ στάσις ἄρʼ ἐστίν.

15

ΘΕΑΙ.‎ Οὐδαμῶς.

256 Link 1

ΞΕ.‎ Ἔστι δέ γε διὰ τὸ μετέχειν τοῦ ὄντος.

2

ΘΕΑΙ.‎ Ἔστιν.

Critical Apparatus3

ΞΕ.‎ Ἀὖθις δὴ πάλιν ἡ κίνησις ἕτερον ταὐτοῦ ἐστιν.

4

ΘΕΑΙ.‎ Σχεδόν.

5

ΞΕ.‎ Οὐ ταὐτὸν ἄρα ἐστίν.

6

ΘΕΑΙ.‎ Οὐ γὰρ οὖν.

Critical Apparatus Link 7

ΞΕ.‎ Ἀλλὰ μὴν αὑτῇ γ'ἦν ταὐτὸν διὰ τὸ μετέχειν αὖ πᾶν

Critical Apparatus8ταὐτοῦ.

9

ΘΕΑΙ.‎ Καὶ μάλα.

Critical Apparatus Link 10

ΞΕ.‎ Τὴν κίνησιν δὴ ταὐτόν τʼ εἶναι καὶ μὴ ταὐτὸν

11ὁμολογητέον καὶ οὐ δυσχεραντέον. οὐ γὰρ ὅταν εἴπωμεν

Link 12αὐτὴν ταὐτὸν καὶ μὴ ταὐτόν, ὁμοίως εἰρήκαμεν, ἀλλ'

b Link 1ὁπόταν μὲν ταὐτόν, διὰ τὴν μέθεξιν ταὐτοῦ πρὸς ἑαυτὴν

Link 2οὕτω λέγομεν, ὅταν δὲ μὴ ταὐτόν, διὰ τὴν κοινωνίαν αὖ

3θατέρον, διʼἥν ἀποχωριζομένη ταὐτοῦ γέγονεν οὐκ ἐκεῖνο

4ἀλλ' ἕτερον, ὥστε ὀρθῶς αὖ λέγεται πάλιν οὐ ταὐτόν.

pg 4515

ΘΕΑΙ.‎ Πάνυ μὲν οὖν‎.

Critical Apparatus Link 6

ΞΕ.‎ Οὐκοῦν κἂν εἴ πῃ μετελάμβανεν αὐτὴ κίνησις

Critical Apparatus7στάσεως, οὐδὲν ἂν ἄτοπον ἦν στάσιμον αὐτὴν προσαγο-

Link 8ρεύειν‎;

9

ΘΕΑΙ.‎ Ὀρθότατά γε, εἴπερ τῶν γενῶν συγχωρησό-

10μεθα τὰ μὲν ἀλλήλοις ἐθέλειν μείγνυσθαι, τὰ δὲ μή‎.

c 1

ΞΕ.‎ Καὶ μὴν ἐπί γε τὴν τούτου πρότερον ἀπόδειξιν ἢ

2τῶν νῦν ἀφικόμεθα, ἐλέγχοντες ὡς ἔστι κατὰ φύσιν ταύτῃ.

3

ΘΕΑΙ.‎ Πῶς γὰρ οὔ‎;

Critical Apparatus Link 4

ΞΕ.‎ Λέγωμεν